Ρωμαϊκή Αρχαιολογία/ς/81

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Κεφάλαια 81–90
Συγγραφέας: Διονύσιος ο Αλικαρνασσεύς
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ ΠΑ΄

[1] ὁ μὲν δὴ Βροῦτος τοιούτους εἰπὼν λόγους ἐπαύσατο· τοῖς δὲ παροῦσιν, ὅσα τε περὶ τῶν δικαίων εἶπεν, ἀληθῆ εἶναι ἐδόκει καὶ ὅσα τῆς ὑπεροψίας τοῦ συνεδρίου κατηγόρησε, μάλιστα δ᾽ ἐν οἷς τὸ ἀσφαλὲς [p. 383] τῶν ὁμολογιῶν δόλου μεστὸν ἀπεδείκνυε καὶ ἀπάτης. ἐπεὶ δὲ τὰς ὕβρεις τελευτῶν διῆλθεν, ἃς ἦσαν ὑβρισμένοι ὑπὸ τῶν δανειστῶν, καὶ τῶν οἰκείων ἕκαστον ἀνέμνησε κακῶν, οὐδεὶς ἦν στερρὸς οὕτω τὴν διάνοιαν, ὃς οὐκ ἐξεχεῖτο τοῖς δάκρυσι καὶ ἀνεκλαίετο τὰς κοινὰς συμφοράς· καὶ τοῦτ᾽ οὐκ αὐτοῖς μόνοις συνέβαινε παθεῖν, ἀλλὰ καὶ τοῖς παρὰ τῆς βουλῆς ἥκουσιν. οὐδὲ γὰρ οἱ πρέσβεις τὰ δάκρυα κατέχειν ἴσχυον ἐνθυμούμενοι τὰς ἐκ τοῦ διοικισμοῦ τῆς πόλεως ἀτυχίας, καὶ πολὺς ἦν χρόνος ἐν ᾧ κατηφεῖς καὶ δεδακρυμένοι καὶ [2] τί χρὴ λέγειν ἀποροῦντες εἱστήκεσαν. ἐπειδὴ δ᾽ ὅ τε πολὺς θρῆνος ἐπαύσατο καὶ σιωπὴ κατέσχε τὴν ἐκκλησίαν, παρῆλθεν ἀπολογησόμενος πρὸς ταῦτα, ὅσπερ ἐδόκει τῶν ἄλλων πολιτῶν ἡλικίᾳ τε προὔχειν καὶ ἀξιώσει, Τῖτος Λάρκιος, ὃς δὶς ἀποδειχθεὶς ὕπατος δυναστείᾳ τῇ καλουμένῃ δικτατορίᾳ κράτιστα πάντων ἀνθρώπων χρησάμενος ἱερὰν καὶ σεβασμοῦ μεστὴν ἐποίησε νομισθῆναι τὴν ἐπίφθονον ἀρχήν. [3] ἐπιβαλλόμενος δὲ περὶ τοῦ δικαίου ποιεῖσθαι λόγους, καὶ τὰ μὲν τοῖς δανειστικοῖς ἐγκαλῶν ὡς ὠμὰ καὶ ἀπάνθρωπα διαπεπραγμένοις, τὰ δὲ τῶν πενήτων καθαπτόμενος ὡς οὐ δικαίως ἀξιούντων βίᾳ μᾶλλον ἀφεῖσθαι τῶν ὀφειλημάτων ἢ χάριτι, καὶ ὡς τὴν βουλὴν οὐκ ὀρθῶς [p. 384] δἰ ὀργῆς ἐχόντων ἐπὶ τῷ μηθενὸς τῶν μετρίων παρ᾽ [4] αὐτῆς τυγχάνειν, μᾶλλον ἢ οὐχὶ τοὺς αἰτίους· πειρώμενός τ᾽ ἀποφαίνειν βραχὺ μὲν ὑπάρχον τοῦ δήμου τὸ μὴ κατὰ γνώμην ἀδικοῦν, ὑπὸ δὲ μήκους ἀπορίας ἠναγκασμένον αἰτεῖσθαι τὴν ἄφεσιν, τὸ δὲ πλεῖον ἀκολασίᾳ καὶ ὕβρει καὶ τῷ καθ᾽ ἡδονὰς ζῆν ἐφεικὸς καὶ δἰ ἁρπαγῆς ἐκ τῶν ἀλλοτρίων ὑπηρετεῖν ταῖς ἐπιθυμίαις παρεσκευασμένον, διακρίνεσθαί τε οἰόμενος δεῖν ἀπὸ τῶν ἐλεεινῶν τὰ πονηρὰ καὶ ἀπὸ τῶν φιλανθρωπίας δεομένων τὰ μίσους ἄξια, καὶ τοιούτους τινὰς ἄλλους καθιστάμενος λόγους ἀληθεῖς μέν, οὐχ ἅπασι δὲ τοῖς ἀκούουσι κεχαρισμένους, οὐκ ἔπειθεν, ἀλλὰ θροῦς ἦν ἐφ᾽ ἑκάστῳ πολὺς καὶ τῶν μὲν ἀγανακτήσεις ὡς ἐξαιμάττοντος τὰς λύπας, τῶν δ᾽ ἐξομολογήσεις ὡς οὐδὲν τῶν ἀληθῶν ἀποκρυπτομένου· ἔλαττον δὲ πολλῷ τοῦτ᾽ ἦν θατέρου τὸ μέρος, ὥστ᾽ ἠφανίζοντο τῷ πολλῷ καὶ περιῆν ἡ τοῦ ἀγανακτοῦντος βοή.

ΚΕΦΑΛΑΙΟΝ ΠΒ΄

[1] ὀλίγα δὲ τούτοις ἔτι προσθέντος τοῦ Λαρκίου καὶ τῆς ἐπαναστάσεως αὐτῶν καὶ τῆς προπετείας τῶν βουλευμάτων καθαψαμένου παραλαβὼν τὸν λόγον ὁ τοῦ δήμου προεστηκὼς τότε Σικίννιος ἔτι μᾶλλον ἐτράχυνε τὰς ὀργὰς αὐτῶν λέγων, ὡς ἐκ τούτων ἂν δύναιντο μάλιστα τῶν λόγων καταμαθεῖν, οἷαι τιμαὶ καὶ χάριτες αὐτοὺς ὑποδέξονται κατελθόντας εἰς τὴν πατρίδα. [2] οἷς γὰρ ἐν ἀκμῇ τῶν δεινῶν οὖσι καὶ δεομένοις τῆς παρὰ τοῦ δήμου βοηθείας καὶ [p. 385] ἐπὶ τοῦθ᾽ ἥκουσιν οὐδὲ νῦν ἐπέρχεται μετρίους καὶ φιλανθρώπους ποιεῖσθαι λόγους, τίνα χρὴ δοκεῖν παραστήσεσθαι διάνοιαν, ὅταν αὐτοῖς κατ᾽ ἐλπίδα χωρήσῃ τὰ πράγματα, καὶ γένηται τὰ νῦν ὑβριζόμενα τοῖς λόγοις ὑποχείρια τοῖς ἔργοις; ποίας ὑπερηφανίας αὐτοὺς ἀφέξεσθαι, ποίας αἰκίας, ποίας ὠμότητος τυραννικῆς; [3] ἀλλ᾽ εἰ μὲν ὑμῖν ἀπόχρη δουλεύειν ἅπαντα τὸν τοῦ βίου χρόνον δεδεμένοις καὶ μαστιγουμένοις καὶ πυρὶ καὶ σιδήρῳ καὶ λιμῷ καὶ πάσῃ λώβῃ ἀπολλυμένοις, μὴ τρίβετε τὸν χρόνον, ἀλλὰ τὰ ὅπλα ῥίψαντές τε καὶ τὼ χεῖρε περιαγαγόντες ἀκολουθεῖτε αὐτοῖς· εἰ δὲ τῆς ἐλευθερίας ἔνεστιν ὑμῖν τις πόθος, μὴ ἀνέχεσθε αὐτῶν. ὑμεῖς τ᾽, ὦ πρέσβεις, ἢ λέγετε, ἐφ᾽ οἷς καλεῖτε ἡμᾶς δικαίοις, ἢ μὴ λέγοντες ἐκ τῆς ἐκκλησίας ἄπιτε· οὐ γὰρ ἂν ἔτι μεταδοίημεν ὑμῖν λόγου.

ΚΕΦΑΛΑΙΟΝ ΠΓ΄

[1] ὡς δ᾽ ἐπαύσατο, πάντες οἱ παρόντες ἐπεθορύβησαν ὡς τὰ δέοντα λελογισμένῳ συγκατατιθέμενοι καὶ μετὰ τοῦτο ἡσυχίας γενομένης Μενήνιος Ἀγρίππας, ὅσπερ καὶ τοὺς ἐν τῇ βουλῇ λόγους ὑπὲρ τοῦ δήμου διέθετο καὶ τοῦ πεμφθῆναι τὴν αὐτοκράτορα πρεσβείαν τὴν γνώμην ἀποφηνάμενος αἰτιώτατος ἦν, διεσήμηνεν ὅτι βούλεται καὶ αὐτὸς εἰπεῖν. τοῖς δὲ κατ᾽ εὐχὴν τὸ πρᾶγμα ἐφάνη καὶ νυνί γέ τοι λόγων ὑπέλαβον ἀκούσεσθαι συμβάσεις ἀληθινὰς καὶ γνώμας σωτηρίους ἀμφοῖν ἐχόντων. [2] καὶ τὸ μὲν πρῶτον ἐπερρόθησαν ἅπαντες βοῇ μεγάλῃ λέγειν κελεύοντες· ἔπειτα [p. 386] ἐπέσχον, καὶ σιγὴ τοσαύτη κατέλαβε τὴν ἐκκλησίαν, ὥστε μηθὲν διαλλάξαι τὸν τόπον ἐρημίας. ὁ δὲ τά τε ἄλλα, ὡς οἷόν τε ἦν, πιθανωτάτοις ἔδοξε χρήσασθαι λόγοις καὶ τοῦ βουλήματος τῶν ἀκουόντων ἐστοχασμένοις, τελευτῶν δὲ τῆς δημηγορίας λέγεται μῦθόν τινα εἰπεῖν εἰς τὸν Αἰσώπειον τρόπον συμπλάσας πολλὴν ὁμοιότητα πρὸς τὰ πράγματα ἔχοντα, καὶ τούτῳ μάλιστ᾽ αὐτοὺς ἑλεῖν· ὅθεν καὶ μνήμης ἀξιοῦται ὁ λόγος καὶ φέρεται ἐν ἁπάσαις ταῖς ἀρχαίαις ἱστορίαις. ἦν δὲ τὰ λεχθέντα ὑπ᾽ αὐτοῦ τοιάδε. [3] ἡμεῖς ἀπεστάλημεν ὑπὸ τῆς βουλῆς, ὦ δημόται, πρὸς ὑμᾶς οὔτε ἀπολογησόμενοι ὑπὲρ ἐκείνης οὔτε ὑμῶν κατηγορήσοντες· οὐ γὰρ ἐδόκει ταῦτα καιρὸν ἔχειν οὐδ᾽ εἶναι ταῖς κατεχούσαις τὸ κοινὸν τύχαις πρόσφορα· ἀλλὰ διαλύσοντες ἁπάσῃ προθυμίᾳ καὶ μηχανῇ τὴν στάσιν καὶ καταστήσοντες εἰς τὸν ἐξ ἀρχῆς κόσμον τὴν πολιτείαν, ἔχοντες δὲ τούτου τὴν ἐξουσίαν αὐτοκράτορα. ὥστε περὶ μὲν τῶν δικαίων οὐδὲν ἂν οἰόμεθα δεῖν, ὅπερ Ἰούνιος ἐποίησεν οὑτοσί, εἰς μακρὸν ἐκμηκύνειν χρόνον· ἐφ᾽ οἷς δὲ φιλανθρώποις διαλῦσαι τὴν στάσιν οἰόμεθα δεῖν, καὶ τίς ἡ βεβαιώσουσα τὰς ὁμολογίας ἡμῶν ἔσται πίστις, περὶ τούτων, [4] ἃ διεγνώκαμεν, ἐροῦμεν πρὸς ὑμᾶς. ἡμῖν ἐνθυμουμένοις, ὅτι πᾶσα θεραπεύεται στάσις ἐξ ἁπάσης πόλεως, ὅταν ἐξαιρεθῶσιν αἱ παρασχοῦσαι τὴν διαφορὰν αἰτίαι, [p. 387] ἀναγκαῖον ἔδοξεν εἶναι τὰς ἀρχηγοὺς τῆς διχοστασίας προφάσεις γνῶναί τε καὶ παῦσαι. εὑρόντες δὲ τὰς ἀποτόμους τῶν δανείων ἀναπράξεις τῶν παρόντων κακῶν αἰτίας γεγονυίας, οὕτως αὐτὰς διορθούμεθα. τοὺς ὀφείλοντας χρία καὶ μὴ δυναμένους διαλύσασθαι πάντας ἀφεῖσθαι τῶν ὀφλημάτων δικαιοῦμεν· καὶ εἴ τινων ἤδη τὰ σώματα ὑπερημέρων ὄντων ταῖς νομίμοις προθεσμίαις κατέχεται, καὶ ταῦτ᾽ ἐλεύθερα εἶναι κρίνομεν· ὅσοι τε δίκαις ἁλόντες ἰδίαις παρεδόθησαν τοῖς καταδικασαμένοις, καὶ τούτους ἐλευθέρους εἶναι βουλόμεθα, καὶ τὰς καταγνώσεις αὐτῶν ἀκύρους ποιοῦμεν. [5] περὶ μὲν δὴ τῶν ἐκ τοῦ παρεληλυθότος χρόνου συμβολαίων, ἃ τὴν ἀπόστασιν ἔδοξεν ἡμῖν ποιῆσαι, τοῦτον ἐπανορθούμεθα τὸν τρόπον· περὶ δὲ τῶν ὕστερον ἐσομένων, ὡς ἂν ὑμῖν τε τῷ δήμῳ καὶ τοῖς ἐκ τοῦ συνεδρίου κοινῇ βουλευσομένοις φανῇ, νόμου κυρωθέντος, οὕτως ἐχέτω. οὐχὶ ταῦτα μέντοι τὰ διαστήσαντα ὑμᾶς ἦν ἀπὸ τῶν πατρικίων, ὦ δημόται, καὶ τούτων εἰ τύχοιτε ἀποχρῆν ὑμῖν ᾤεσθε καὶ οὐδενὸς ἄλλου ὠρέγεσθε; δίδοται νῦν ὑμῖν· ἄπιτε ἤδη χαίροντες εἰς τὴν πατρίδα.

ΚΕΦΑΛΑΙΟΝ ΠΔ΄

[1] αἱ δὲ βεβαιώσουσαι τὰς ὁμολογίας ταύτας καὶ τὸ ἀσφαλὲς ὑμῖν παρέξουσαι πίστεις ἔσονται πᾶσαι νόμιμοί τε καὶ ἐν ἔθει τοῖς διαλυομένοις τὰς ἔχθρας. ἐπιψηφιεῖται μὲν ἡ βουλὴ ταῦτα καὶ νόμου [p. 388] τάξιν ἀποδώσει τοῖς γραφησομένοις· μᾶλλον δ᾽ ὑφ᾽ ὑμῶν ἐνθάδε γραφέσθω τὰ δόξαντα, καὶ ἡ βουλὴ τούτοις πείσεται. [2] τοῦ δὲ μενεῖν βέβαια τὰ συγχωρούμενα νῦν, καὶ μηδὲν ὕστερον ἐναντίον αὐτοῖς ὑπὸ τῆς βουλῆς ἐξενεχθήσεσθαι, πρῶτον μὲν ἡμεῖς οἱ πρέσβεις ἀνάδοχοι, διδόντες ὑμῖν σώματα καὶ ψυχὰς καὶ γενεὰς τὰς ἑαυτῶν ἐνέχυρα· ἔπειτα οἱ ἄλλοι βουλευταί, ὅσοι τῷ ψηφίσματι συνεγγραφήσονται· οὐ γὰρ δή ποτε ἀκόντων ἡμῶν γραφήσεταί τι κατὰ τοῦ δήμου. οἱ γὰρ ἡγούμενοι τοῦ συνεδρίου καὶ πρῶτοι τὰς αὑτῶν γνώμας ἀποφαινόμενοι τῶν ἄλλων ἡμεῖς ἐσμεν. [3] τελευταία δὲ πίστις ἅπασίν ἐστιν ἀνθρώποις Ἕλλησί τε καὶ βαρβάροις, ἣν οὐδεὶς πώποτε ἀναιρήσει χρόνος, ἡ δι᾽ ὅρκων καὶ σπονδῶν ἐγγυητὰς θεοὺς ποιουμένη τῶν συμβάσεων· ὑφ᾽ ἧς πολλαὶ μὲν ἰδιωτῶν ἔχθραι πικραί, πολλοὶ δὲ πόλεμοι πόλεσι πρὸς πόλεις συστάντες διηλλάγησαν. καὶ ταύτην εἴ τινα λαμβάνετε τὴν πίστιν, εἴτ᾽ ὀλίγοις ἐπιτρέπετε τοῖς ἡγεμόσι τοῦ συνεδρίου περὶ ὅλης ὑμῖν δοῦναι τῆς βουλῆς τοὺς ὅρκους, εἴτε πάντας ἀξιοῦτε τοὺς ἐπιγραφομένους τοῖς δόγμασιν ὀμνύειν καθ᾽ ἱερῶν ἦ μὴν βέβαια τὰ συγκείμενα φυλάξειν. [4] δεξιὰς δὲ καὶ σπονδὰς καὶ πίστεις ἐπὶ θεῶν γιγνομένας μήτε σὺ διάβαλλε, Βροῦτε, μήτ᾽ ἀναίρει τὸ κάλλιστον ἐπιτήδευμα [p. 389] τῶν ἀνθρωπίνων, μηδ᾽ ὑμεῖς ἀνάσχησθε αὐτοῦ λέγοντος ἀνοσίων καὶ τυραννικῶν ἀνθρώπων πονηρεύματα, ἃ τῆς Ῥωμαίων ἀρετῆς πολὺ ἀπέχει.

ΚΕΦΑΛΑΙΟΝ ΠΕ΄

[1] μίαν εἰπὼν ἔτι τὴν οὔτε ἀγνοουμένην ὑπ᾽ οὐδενὸς ἀνθρώπων οὔτε ἀμφισβητουμένην παύσομαι. τίς δ᾽ ἐστὶν αὕτη; ἡ τὸ κοινὸν συμφέρον εἰσάγουσα καὶ δι᾽ ἀλλήλων ἀμφότερα ποιοῦσα σώζεσθαι τὰ μέρη. αὕτη μέντοι πρώτη καὶ μόνη συνάγει τε ἡμᾶς εἰς τὸ αὐτὸ καὶ οὐκ ἐάσει ποτὲ δίχ᾽ ἀλλήλων γενέσθαι. δεήσεται γὰρ ἀεὶ καὶ οὐδέποτε παύσεται δεόμενον τὸ μὲν ἀμαθὲς πλῆθος ἔμφρονος ἡγεμονίας, τὸ δ᾽ ἡγεῖσθαι δυνάμενον βουλευτήριον τῶν ἄρχεσθαι βουλομένων ὄχλων· καὶ οὐ δόξῃ μόνον τοῦτ᾽ εἰκάσαντες, [2] ἀλλὰ καὶ ἔργῳ πειραθέντες ἴσμεν. τί οὖν δεδιττόμεθα καὶ πράγματα παρέχομεν ἀλλήλοις; τί δὲ λόγους πονηροὺς λέγομεν χρηστὰ πράγματα ἔχοντες ἐν χερσίν, ἀλλ᾽ οὐκ ἀναπτύξαντες αὑτοὺς καὶ τὼ χεῖρε περιβάλλοντες ἀλλήλοις ἄπιμεν εἰς τὴν πατρίδα παλαιὰν τέρψιν τῶν ἡδίστων καὶ πόθον ἁπάντων γλυκύτατον ἀποληψόμενοι, ἀλλ᾽ ἐπιζητοῦμεν ἀσφαλείας ἀγενήτους καὶ πίστεις ἀπίστους, ὥσπερ οἱ πολεμιώτατοι καὶ πάντα ὑποπτεύοντες ἐπὶ τὸ χεῖρον. ἡμῖν μέν, ὦ δημόται, τοῖς ἐκ τοῦ συνεδρίου μία πίστις ἀπόχρη περὶ τοῦ μὴ ἄν ποτε ὑμᾶς γενέσθαι περὶ ἡμᾶς, εἰ κατέλθοιτε, κακοὺς τροφάς τε ὑμῶν ἀγαθὰς εἰδόσι καὶ [p. 390] ἐπιτηδεύματα νόμιμα τήν τε ἄλλην ἀρετήν, ἣν πολλάκις ἀπεδείξασθε καὶ ἐν εἰρήνῃ καὶ κατὰ πολέμους. [3] καὶ εἴ τι δι᾽ ἀνάγκην τῆς πίστεως καὶ ἐλπίδος τὰ συμβόλαια κοινῆς ἐπανορθώσεως τύχοι, τὰ γοῦν ἄλλα πιστεύομεν ὑμῖν ἔσεσθαι ἀγαθοὺς καὶ οὐδὲν δεόμεθα οὔτε ὅρκων οὔτε ὁμήρων οὔτε ἄλλης πίστεως παρὰ τοῦ πλήθους οὐδεμιᾶς· ὑμῖν μέντοι γε πρὸς οὐδὲν τῶν ἀξιουμένων ἐναντιωσόμεθα. καὶ περὶ μὲν τῆς πίστεως, ἐφ᾽ ᾗ διαβάλλειν ἡμᾶς Βροῦτος ἐπεχείρει, ταῦτα ἱκανά. εἰ δέ τις ὑμῖν φθόνος οὐ δίκαιος ἐγκάθηται πονηρὰ περὶ τῆς βουλῆς διανοεῖσθαι πείθων, βούλομαί τινα καὶ πρὸς τοῦτον εἰπεῖν λόγον, ὦ δημόται· καί μου πρὸς θεῶν μεθ᾽ ἡσυχίας καὶ προσοχῆς ἀκούσατε.

ΚΕΦΑΛΑΙΟΝ ΠΣΤ΄

[1] ἔοικέ πως ἀνθρωπείῳ σώματι πόλις. σύνθετον γὰρ καὶ ἐκ πολλῶν μερῶν ἐστιν ἑκάτερον· καὶ οὔτε δύναμιν ἔχει ἕκαστον τὴν αὐτὴν τῶν ἐν αὐτοῖς μερῶν οὔτε χρείας παρέχεται τὰς ἴσας. [2] εἰ δὴ λάβοι τὰ μέρη τοῦ ἀνθρωπείου σώματος ἰδίαν αἴσθησιν καθ᾽ αὑτὰ καὶ φωνήν, ἔπειτα στάσις ἐν αὐτοῖς ἐμπέσοι καθ᾽ ἓν γενομένοις τοῖς ἄλλοις ἅπασι πρὸς τὴν γαστέρα μόνην, καὶ λέγοιεν οἱ μὲν πόδες, ὅτι πᾶν ἐπ᾽ αὐτοῖς ἐπίκειται τὸ σῶμα· αἱ δὲ χεῖρες, ὅτι τὰς τέχνας ἐργάζονται καὶ τἀπιτήδεια ἐκπορίζουσι καὶ μάχονται πολεμίοις καὶ ἄλλα πολλὰ ὠφελήματα παρέχουσιν εἰς τὸ κοινόν· οἱ δὲ ὦμοι, ὅτι τὰ ἄχθη πάντα ἐπ᾽ [p. 391] αὐτοῖς κομίζεται· τὸ δὲ στόμα ὅτι φθέγγεται· ἡ δὲ κεφαλή, ὅτι ὁρᾷ καὶ ἀκούει καὶ τὰς ἄλλας αἰσθήσεις περιλαβοῦσα πάσας ἔχει, δι᾽ ὧν σώζεται τὸ πρᾶγμα· εἶτα φαῖεν πρὸς τὴν γαστέρα· σὺ δ᾽, ὦ χρηστή, τί τούτων ποιεῖς ἢ τίς ἐστιν ἡ σὴ χάρις ἡμῖν καὶ ὠφέλεια; ἀλλὰ σύ γε τοσοῦτον ἀπέχεις τοῦ πράττειν καὶ συγκατορθοῦν ἡμῖν τι τῶν κοινῇ χρησίμων, ὥστε καὶ ἀντιπράττεις καὶ ἐνοχλεῖς καί, πρᾶγμα ἀφόρητον, ὑπηρετεῖν ἀναγκάζεις καὶ φέρειν ἁπανταχόθεν εἰς τὴν ἐκπλήρωσιν τῶν σεαυτῆς ἐπιθυμιῶν. [3] φέρε, τί οὐ μεταποιούμεθα τῆς ἐλευθερίας, καὶ τῶν πολλῶν ἀφιέμεθα πραγματειῶν, ἃς ἕνεκα ταύτης ὑπομένομεν; εἰ δὴ ταῦτα δόξειεν αὐτοῖς καὶ μηδὲν ἔτι δρῴη τὸ ἑαυτοῦ ἔργον, ἔσθ᾽ ὅπως ἂν ἐπὶ τὸ πολὺ διαρκέσαι δυνηθείη τὸ σῶμα, ἀλλ᾽ οὐκ ἂν ἐντὸς ὀλίγων ἡμερῶν τῷ κακίστῳ τῶν μόρων ἀναλωθείη, λιμῷ; οὐκ ἂν ἔχοι ἄλλως τις εἰπεῖν. [4] τὸν αὐτὸν δὴ τρόπον ὑπολάβετε καὶ περὶ πόλεως. πολλὰ γὰρ δὴ τὰ συμπληροῦντα καὶ ταύτην ἔθνη καὶ οὐδὲν ἀλλήλοις ἐοικότα, ὧν ἕκαστον ἰδίαν τινὰ τῷ κοινῷ χρείαν ὥσπερ τὰ μέλη τῷ σώματι παρέχεται. οἱ μὲν γὰρ τοὺς ἀγροὺς γεωργοῦσιν, οἱ δὲ μάχονται περὶ αὐτῶν πρὸς τοὺς πολεμίους, οἱ δ᾽ ἐμπορεύονται πολλὰς διὰ θαλάσσης ὠφελείας, οἱ δὲ τὰς ἀναγκαίας ἐργάζονται τέχνας. εἰ δὲ πάντα τὰ ἔθνη ταῦτα πρὸς [p. 392] τὴν βουλὴν τὴν ἐκ τῶν ἀρίστων συνηγμένην διαστασιάσειε καὶ λέγοι· σὺ δ᾽ ἡμῖν, ὦ βουλή, τί ποιεῖς ἀγαθὸν καὶ ἀντὶ ποίας αἰτίας ἄρχειν τῶν ἄλλων ἀξιοῖς; οὐθὲν γὰρ ἂν εἰπεῖν ἔχοις· ἔπειτ᾽ οὐκ ἀπαλλαγησόμεθά σου τῆς τυραννίδος ταύτης ἤδη ποτὲ καὶ δίχ᾽ [5] ἡγεμόνος οἰκήσομεν; εἰ δὴ ταῦτα διανοηθέντες τῶν συνήθων ἐπιτηδευμάτων ἀποσταῖεν, τί κωλύσει ταύτην κακὴν κακῶς ἀπολέσθαι τὴν πόλιν ὑπὸ λιμοῦ τε καὶ πολέμου καὶ παντὸς ἄλλου κακοῦ; μαθόντες οὖν, ὦ δημόται, ὅτι καθάπερ ἐν τοῖς σώμασιν ἡμῶν ἡ λοιδορουμένη κακῶς ὑπὸ τῶν πολλῶν γαστὴρ τρέφει τὸ σῶμα τρεφομένη καὶ σώζει σωζομένη, καὶ ἔστιν ὡσεί τις ἑστίασις κοινὴ τὸ πρόσφορον ἁπάντων καὶ τῆς διαλλαγῆς αἴτιον ἀποδιδοῦσα, οὕτως ἐν ταῖς πόλεσιν ἡ διοικοῦσα τὰ κοινὰ καὶ τοῦ προσήκοντος ἑκάστῳ προνοουμένη βουλὴ πάντα σώζει καὶ φυλάττει καὶ ἐπανορθοῖ, παύσασθε τὰς ἐπιφθόνους κατ᾽ αὐτῆς φωνὰς λέγοντες, ὡς ἐξεβλήθητε τῆς πατρίδος καὶ ὡς ἀλῆται καὶ πτωχοὶ περιέρχεσθε δι᾽ αὐτήν. οὐδὲν γὰρ ὑμᾶς εἴργασται δεινὸν οὐδ᾽ ἂν ἐργάσαιτο, ἀλλ᾽ αὐτὴ καλεῖ καὶ ἀντιβολεῖ καὶ τὰς ψυχὰς ὑμῖν ἅμα ταῖς πύλαις ἀναπετάσασα ὑποδέχεται.

ΚΕΦΑΛΑΙΟΝ ΠΖ΄

[1] τοιαῦτα λέγοντος τοῦ Μενηνίου πολλαὶ καὶ ποικίλαι παρ᾽ ὅλην ἐγίγνοντο τὴν δημηγορίαν ἐκ τῶν παρόντων φωναί. ἐπειδὴ δὲ τελευτῶν τοῦ λόγου [p. 393] πρὸς ὀλοφυρμοὺς ἐτράπετο καὶ τὰς μελλούσας καθέξειν συμφορὰς τούς τε ὑπομένοντας ἐν τῇ πόλει καὶ τοὺς ἀπελαυνομένους καὶ τὰς ἀμφοῖν ἀνεκλαύσατο τύχας, δάκρυά θ᾽ ἁπάντων ἐξεχεῖτο καὶ μιᾷ βοῇ συμφρονήσαντες ἀνεβόησαν ἀπάγειν σφᾶς εἰς τὴν πόλιν καὶ μὴ τρίβειν τὸν χρόνον· ὀλίγου τε πάνυ ἐδέησαν ἀπιέναι διὰ τάχους ἐκ τῆς ἐκκλησίας ἅπαντα τὰ πράγματα τοῖς πρεσβευταῖς ἐπιτρέψαντες καὶ μηδὲν ἄλλο τῶν εἰς ἀσφάλειαν πραγματευσάμενοι, εἰ μὴ παρελθὼν ὁ Βροῦτος ἐπέσχε τὰς ὁρμὰς αὐτῶν τὰ μὲν ἄλλα καλῶς ἔχειν τῷ δήμῳ λέγων, ὅσα ἡ βουλὴ ὑπισχνεῖτο, καὶ πολλὴν αὐτῇ τῶν συγχωρηθέντων χάριν ἔχειν ἀξιῶν· δεδοικέναι μέντοι τὸν ἅπαντα χρόνον φάσκων καὶ τοὺς αὖθίς ποτε τυραννικοὺς ἄνδρας ἐπιχειρήσοντας εἰ τύχοι, [2] περὶ τῶν γεγονότων τῷ δήμῳ μνησικακεῖν. μίαν δ᾽ εἶναι πᾶσι τοῖς δεδοικόσι τοὺς κρείττονας μόνην ἀσφάλειαν ταύτην, εἰ γένοιτο αὐτοῖς φανερόν, ὅτι τοῖς βουλομένοις αὐτοὺς ἀδικεῖν οὐχ ὑπάρχει δύναμις· ἕως δ᾽ ἂν παρῇ τὸ δύνασθαι τὰ πονηρὰ δρᾶν, οὐκ ἐλλείψειν τοῖς πονηροῖς τὸ βούλεσθαι. ταύτης οὖν εἰ τύχοιεν τῆς ἀσφαλείας, οὐθὲν αὐτοῖς ἔτι δεήσειν. [3] ὑποτυχόντος δὲ τοῦ Μενηνίου καὶ κελεύσαντος λέγειν τὴν ἀσφάλειαν, ἧς ἔτι τὸν δῆμον οἴεται δεῖσθαι, συγχωρήσατε, φησίν, ἡμῖν ἄρχοντας ἀποδεικνύναι καθ᾽ ἕκαστον ἐνιαυτὸν ἐξ ἡμῶν ὁσουσδήτινας, οἵτινες ἄλλου μὲν οὐδενὸς [p. 394] ἔσονται κύριοι, τοῖς δ᾽ ἀδικουμένοις ἢ κατισχυομένοις τῶν δημοτῶν βοηθήσουσι καὶ οὐ περιόψονται τῶν δικαίων ἀποστερούμενον οὐθένα· τοῦτο ὑμᾶς ἀντιβολοῦμεν καὶ δεόμεθα πρὸς τοῖς ἄλλοις οἷς δεδώκατε, εἰ μὴ λόγος, ἀλλ᾽ ἔργον εἰσὶν αἱ διαλλαγαί, δοῦναι καὶ χαρίσασθαι.

ΚΕΦΑΛΑΙΟΝ ΠΗ΄

[1] ὁ μὲν οὖν δῆμος ὡς τούτων ἤκουσε, μεγάλῃ βοῇ καὶ μέχρι πολλοῦ κατεχούσῃ τόν τε ἄνδρα ἐπῄνει, καὶ τοὺς πρεσβευτὰς παρεκάλει συγχωρῆσαι σφίσι καὶ τοῦτο. οἱ δὲ πρέσβεις μεταστάντες ἐκ τῆς ἐκκλησίας καὶ διαλεχθέντες ὀλίγα πρὸς ἀλλήλους παρῆσαν οὐ διὰ μακροῦ. σιωπῆς δὲ γενομένης παρελθὼν ὁ Μενήνιος εἶπε· τὸ μὲν πρᾶγμα, ὦ δημόται, μέγα καὶ πολλῶν μεστὸν ὑποψιῶν ἀτόπων· δέος τε καὶ φροντὶς ἡμᾶς εἰσέρχεται, μή ποτε δύο πόλεις ποιήσωμεν ἐν μιᾷ· πλὴν τό γ᾽ ἐφ᾽ ἡμῖν εἶναι μέρος οὐδὲ πρὸς ταύτην ἐναντιούμεθα τὴν δέησιν ὑμῶν. [2] τοῦτο μέντοι χαρίσασθε ἡμῖν, ὃ καὶ ὑπὲρ ὑμῶν ἐστιν· ἐπιτρέψατε τῶν πρεσβευτῶν τισιν εἰς τὴν πόλιν ἀφικομένοις δηλῶσαι τῇ βουλῇ ταῦτα· καὶ γὰρ εἰ τὴν ἐξουσίαν παρ᾽ αὐτῆς ἔχομεν, ὅπως ἂν βουλώμεθα, ποιήσασθαι τὰς διαλλαγὰς αὐτοκράτορες ὄντες τῶν ὑποσχέσεων, αὐτοί γέ τοι λαβεῖν τοῦτ᾽ οὐ δικαιοῦμεν, ἀλλ᾽ ἐπειδὴ παρὰ δόξαν ἡμῖν ἀπήντηται πρᾶγμα καινόν, ἀφελόμενοι τὴν ἰδίαν ἐξουσίαν τῷ συνεδρίῳ φέροντες ἀναθήσομεν· πεπείσμεθα μέντοι κᾀκείνῳ ταὐτὰ δόξειν ἅπερ ἡμῖν. ἐγὼ μὲν οὖν ἐνθάδε μενῶ καὶ σὺν ἐμοί τι μέρος τῆς πρεσβείας, Οὐαλέριος δὲ πορεύσεται καὶ οἱ λοιποὶ σὺν [p. 395] [3] αὐτῷ. ἐδόκει ταῦτα· καὶ κατὰ σπουδὴν ἀναβάντες ἐπὶ τοὺς ἵππους ἤλαυνον εἰς τὴν πόλιν οἱ μέλλοντες δηλώσειν τῇ βουλῇ τὰ γενόμενα. προθέντων δὲ τῶν ὑπάτων λόγον τοῖς συνέδροις, Οὐαλερίου μὲν ἦν γνώμη διδόναι καὶ ταύτην τῷ δήμῳ τὴν χάριν· Ἄππιος δέ, ὅσπερ ἐξ ἀρχῆς ἠναντιοῦτο ταῖς διαλλαγαῖς, καὶ τότε ἐκ τοῦ φανεροῦ ἀντέλεγε βοῶν καὶ θεοὺς ἐπιμαρτυρόμενος καί, ὅσων μέλλοι σπέρμα κακῶν βαλεῖν, τῇ πολιτείᾳ προλέγων. ἀλλ᾽ οὐκ ἔπειθε τοὺς πολλοὺς ὡρμηκότας, ὥσπερ εἶπον, διαλύσασθαι τὴν στάσιν. γίνεται δὴ ψήφισμα τῆς βουλῆς, τά τε ἄλλα, ὅσα οἱ πρέσβεις ὑπέσχοντο τῷ δήμῳ, πάντα εἶναι κύρια, καὶ τὴν ἀσφάλειαν, [4] ἣν ᾐτεῖτο, ἐπιτρέπειν. ταῦθ᾽ οἱ πρέσβεις διοικησάμενοι τῇ κατόπιν ἡμέρᾳ παρῆσαν ἐπὶ τὸ στρατόπεδον καὶ τὰ δόξαντα τῇ βουλῇ διεσάφησαν. μετὰ τοῦτο Μενηνίου παραινέσαντος τοῖς δημόταις ἀποστεῖλαί τινας εἰς τὴν πόλιν, οἷς ἡ βουλὴ τὰ πιστὰ δώσει, πέμπεται Λεύκιος Ἰούνιος Βροῦτος, ὑπὲρ οὗ πρότερον εἴρηκα, καὶ σὺν αὐτῷ Μάρκος Δέκιος καὶ Σπόριος Ἰκίλιος. τῶν δὲ παρὰ τῆς βουλῆς ἀφιγμένων οἱ μὲν ἡμίσεις ἅμα τοῖς περὶ τὸν Βροῦτον εἰς τὴν πόλιν ὑπέστρεψαν, Ἀγρίππας δὲ μετὰ τῶν λοιπῶν κατέμεινεν ἐπὶ τοῦ στρατοπέδου διαγράψαι παρακληθεὶς τὸν νόμον τοῖς δημοτικοῖς καθ᾽ ὃν ἀποδείξουσι τὰς ἀρχάς.

ΚΕΦΑΛΑΙΟΝ ΠΘ΄

[1] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ παρῆσαν μὲν οἱ περὶ τὸν Βροῦτον πεποιημένοι τὰς πρὸς τὴν βουλὴν συνθήκας διὰ τῶν εἰρηνοδικῶν, οὓς καλοῦσι Ῥωμαῖοι [p. 396] Φητιάλεις. νεμηθεὶς δ᾽ ὁ δῆμος εἰς τὰς τότε οὔσας φράτρας, ἢ ὅπως βούλεταί τις αὐτὰς προσαγορεύειν, ἃς ἐκεῖνοι καλοῦσι κουρίας, ἄρχοντας ἐνιαυσίους ἀποδεικνύουσι τούσδε· Λεύκιον Ἰούνιον Βροῦτον καὶ Γάιον Σικίννιον Βελλοῦτον, οὓς καὶ τέως εἶχον ἡγεμόνας, καὶ ἔτι πρὸς τούτοις Γάιον καὶ Πόπλιον Λικιννίους καὶ Γάιον Οὐισκέλλιον Ῥοῦγαν. [2] οὗτοι τὴν δημαρχικὴν ἐξουσίαν πρῶτοι παρέλαβον οἱ πέντε ἄνδρες ἡμέρᾳ τετάρτῃ πρότερον εἰδῶν Δεκεμβρίων, ὥσπερ καὶ μέχρι τοῦ καθ᾽ ἡμᾶς χρόνου γίνεται. τελεσθεισῶν δὲ τῶν ἀρχαιρεσιῶν τοῖς μὲν παρὰ τῆς βουλῆς ἥκουσι καλῶς ἔχειν ἐδόκει πάντα, περὶ ὧν ἀπεστάλησαν· ὁ δὲ Βροῦτος ἐκκλησίαν συναγαγὼν συνεβούλευε τοῖς δημόταις ἱερὰν καὶ ἄσυλον ἀποδεῖξαι τὴν ἀρχὴν νόμῳ τε καὶ [3] ὅρκῳ βεβαιώσαντας αὐτῇ τὸ ἀσφαλές. ἐδόκει ταῦτα πᾶσι, καὶ γράφεται πρὸς αὐτοῦ καὶ τῶν συναρχόντων ὅδε ὁ νόμος· δήμαρχον ἄκοντα, ὥσπερ ἕνα τῶν πολλῶν, μηδεὶς μηδὲν ἀναγκαζέτω δρᾶν μηδὲ μαστιγούτω μηδ᾽ ἐπιταττέτω μαστιγοῦν ἑτέρῳ μηδ᾽ ἀποκτιννύτω μηδ᾽ ἀποκτείνειν κελευέτω. ἐὰν δέ τις τῶν ἀπηγορευμένων τι ποιήσῃ, ἐξάγιστος ἔστω, καὶ τὰ χρήματα αὐτοῦ Δήμητρος ἱερά, καὶ ὁ κτείνας τινὰ τῶν ταῦτ᾽ [4] εἰργασμένων φόνου καθαρὸς ἔστω. καὶ ἵνα μηδὲ τὸ [p. 397] λοιπὸν τῷ δήμῳ ἐξουσία γένηται καταπαῦσαι τόνδε τὸν νόμον, ἀλλ᾽ εἰς ἅπαντα τὸν χρόνον ἀκίνητος διαμείνῃ, πάντας ἐτάχθη Ῥωμαίους ὀμόσαι καθ᾽ ἱερῶν ἦ μὴν χρήσεσθαι τῷ νόμῳ καὶ αὐτοὺς καὶ ἐγγόνους τὸν ἀεὶ χρόνον, ἀρά τε τῷ ὅρκῳ προσετέθη, τοῖς μὲν ἐμπεδοῦσι τοὺς θεοὺς τοὺς οὐρανίους ἵλεως εἶναι καὶ δαίμονας τοὺς καταχθονίους, τοῖς δὲ παραβαίνουσιν ἐναντία καὶ τὰ παρὰ θεῶν γίνεσθαι καὶ τὰ παρὰ δαιμόνων ὡς ἄγει τῷ μεγίστῳ ἐνόχοις. ἐκ τούτων κατέστη τοῖς Ῥωμαίοις ἔθος τὰ τῶν δημάρχων σώματα ἱερὰ εἶναι καὶ παναγῆ, καὶ μέχρι τοῦ καθ᾽ ἡμᾶς χρόνου διαμένει.

ΚΕΦΑΛΑΙΟΝ Q΄

[1] ἐπειδὴ ταῦτ᾽ ἐψηφίσαντο, βωμὸν κατεσκεύασαν ἐπὶ τῆς ἀκρωρείας, ἐν ᾗ κατεστρατοπέδευσαν, ὃν ἐπὶ τοῦ κατασχόντος αὐτοὺς τότε δείματος ὠνόμασαν, ὡς ἡ πάτριος αὐτῶν σημαίνει γλῶσσα, Διὸς Δειματίου· ᾧ θυσίας ἐπιτελέσαντες καὶ τὸν ὑποδεξάμενον αὐτοὺς τόπον ἱερὸν ἀνέντες, κατῄεσαν εἰς τὴν πόλιν ἅμα τοῖς πρέσβεσιν. [2] ἀποδόντες δὲ καὶ τοῖς ἐν τῇ πόλει θεοῖς χαριστήρια, καὶ τοὺς πατρικίους πείσαντες ἐπικυρῶσαι τὴν ἀρχὴν ψῆφον ἐπενέγκαντας, ἐπειδὴ καὶ τούτου παρ᾽ αὐτῶν ἔτυχον, ἐδεήθησαν ἔτι τῆς βουλῆς ἐπιτρέψαι σφίσιν ἄνδρας ἐκ τῶν δημοτικῶν δύο καθ᾽ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι τοὺς ὑπηρετήσοντας τοῖς δημάρχοις ὅσων ἂν δέωνται καὶ δίκας, ἃς ἂν ἐπιτρέψωνται ἐκεῖνοι, κρινοῦντας ἱερῶν τε καὶ δημοσίων τόπων καὶ τῆς κατὰ τὴν ἀγορὰν εὐετηρίας [p. 398] [3] ἐπιμελησομένους. λαβόντες δὲ καὶ τοῦτο τὸ συγχώρημα παρὰ τῆς βουλῆς ἀποδεικνύουσιν ἄνδρας, οὕς ὑπηρέτας τῶν δημάρχων καὶ συνάρχοντας καὶ δικαστὰς ἐκάλουν. νῦν μέντοι κατὰ τὴν ἐπιχώριον γλῶτταν ἀφ᾽ ἑνὸς ὧν πράττουσιν ἔργων ἱερῶν τόπων ἐπιμεληταὶ καλοῦνται καὶ τὴν ἐξουσίαν οὐκέθ᾽ ὑπηρετικὴν ἑτέρων ἔχουσιν, ὡς πρότερον, ἐπιτέτραπται δ᾽ αὐτοῖς πολλὰ καὶ μεγάλα, καὶ σχεδὸν ἐοίκασί πως κατὰ τὰ πλεῖστα τοῖς παρ᾽ Ἕλλησιν ἀγορανόμοις.