Μετάβαση στο περιεχόμενο

Ρωμαϊκή Αρχαιολογία/ιζ

Από Βικιθήκη
Λόγος ιζ΄
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ Α΄

[1] ὅτι ὁ Σαυνιτικὸς αὖθις ἀνερριπίσθη πόλεμος ἀπὸ τοιαύτης αἰτίας ἀρξάμενος. μετὰ τὰς σπονδάς, ἃς ἐποιήσαντο πρὸς τὴν Ῥωμαίων πόλιν οἱ Σαυνῖται, χρόνον ὀλίγον ἐπισχόντες ἐπὶ Λευκανοὺς ἐστράτευσαν ὁμόρους ὄντας ἐκ παλαιᾶς τινος ὁρμηθέντες ἔχθρας. [2] κατ᾽ ἀρχὰς μὲν οὖν ταῖς ἑαυτῶν δυνάμεσι πιστεύοντες οἱ Λευκανοὶ τόν τε πόλεμον διέφερον· ἐν ἁπάσαις δὲ μειονεκτοῦντες ταῖς μάχαις καὶ πολλὰ μὲν ἀπολωλεκότες ἤδη χωρία, κινδυνεύοντες δὲ καὶ περὶ τῆς ἄλλης γῆς ἁπάσης, ἐπὶ τὴν Ῥωμαίων βοήθειαν ἠναγκάσθησαν καταφυγεῖν, συνειδότες μὲν ἑαυτοῖς ἐψευσμένοις ἃς πρότερον ἐποιήσαντο πρὸς αὐτοὺς ὁμολογίας, ἐν αἷς φιλίαν συνέθεντο καὶ συμμαχίαν, οὐκ ἀπογνόντες δὲ συμπείσειν αὐτούς, ἐὰν ἐξ ἁπάσης τῆς πόλεως τοὺς ἐπιφανεστάτους παῖδας ὁμήρους ἅμα τοῖς πρεσβευταῖς ἀποστείλωσιν· ὅπερ καὶ [p. 284] [3] συνέβη. ἀφικομένων γὰρ τῶν πρέσβεων καὶ πολλὰ δεομένων ἥ τε βουλὴ δέχεσθαι τὰ ὅμηρα ἔγνω καὶ τὴν φιλίαν πρὸς τοὺς Λευκανοὺς συνάψαι, καὶ ὁ [4] δῆμος ἐπεκύρωσε τὰ ψηφισθέντα ὑπ᾽ αὐτῆς. γενομένων δὲ τῶν συνθηκῶν πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τῶν Λευκανῶν ἄνδρας οἱ πρεσβύτατοι Ῥωμαίων καὶ τιμιώτατοι προχειρισθέντες ὑπὸ τῆς βουλῆς πρέσβεις ἀπεστάλησαν ἐπὶ τὴν κοινὴν τῶν Σαυνιτῶν σύνοδον, δηλώσοντες αὐτοῖς, ὅτι φίλοι καὶ σύμμαχοι Ῥωμαίων εἰσὶ Λευκανοί, καὶ τήν τε χώραν ἣν ἔτυχον αὐτῶν ἀφῃρημένοι παρακαλέσοντες ἀποδιδόναι, καὶ μηδὲν ἔτι πράττειν ἔργον πολεμίων, ὡς οὐ περιοψομένης τῆς Ῥωμαίων πόλεως τοὺς ἑαυτῆς ἱκέτας ἐξελαυνομένους ἐκ τῆς σφετέρας. Ursin.

ΚΕΦΑΛΑΙΟΝ Β΄

[1] οἱ δὲ Σαυνῖται τῶν πρέσβεων ἀκούσαντες ἠγανάκτουν τε καὶ ἀπελογοῦντο πρῶτον μὲν οὐκ ἐπὶ τούτῳ πεποιῆσθαι λέγοντες τὰς περὶ τῆς εἰρήνης ὁμολογίας, ἐπὶ τῷ μηδένα μήτε φίλον ἴδιον ἡγήσασθαι μήτ᾽ ἐχθρόν, ἐὰν μὴ Ῥωμαῖοι κελεύωσιν· ἔπειθ᾽ ὅτι Λευκανοὺς οὐ πρότερον ἐποιήσαντο Ῥωμαῖοι φίλους, ἀλλ᾽ ἔναγχος πολεμίους ἤδη σφῶν ὄντας, πρόφασιν οὔτε δικαίαν οὔτ᾽ εὐσχήμονα κατασκευαζόμενοι [2] τοῦ καταλῦσαι τὰς σπονδάς. ἀποκρινομένων δὲ τῶν Ῥωμαίων, ὅτι τοὺς ὑπηκόους ὁμολογήσαντας ἕπεσθαι [p. 285] καὶ ἐπὶ τούτῳ τῷ δικαίῳ καταλυσαμένους τὸν πόλεμον ἅπαντα πείθεσθαι δεῖ τοῖς παρειληφόσι τὴν ἀρχήν, καί, εἰ μὴ ποιήσουσι τὰ κελευόμενα ἑκόντες, πολεμήσειν αὐτοῖς ἀπειλούντων, [3] ἀφόρητον ἡγησάμενοι τὴν αὐθάδειαν τῆς πόλεως οἱ Σαυνῖται τοὺς μὲν πρέσβεις ἐκέλευσαν ἀπαλλάττεσθαι παραχρῆμα, αὐτοὶ δὲ τὰ πρὸς τὸν πόλεμον ἐψηφίσαντο κοινῇ τε καὶ κατὰ πόλεις εὐτρεπίζεσθαι. Ursin.

ΚΕΦΑΛΑΙΟΝ Γ΄

[1] ἡ μὲν δὴ φανερὰ τοῦ Σαυνιτικοῦ πολέμου πρόφασις καὶ πρὸς ἅπαντας εὐπρεπὴς λέγεσθαι ἡ Λευκανῶν ἐγένετο βοήθεια τῶν καταφυγόντων ἐπ᾽ αὐτούς· ὡς κοινὸν δή τι τοῦτο καὶ πάτριον ἔθος τῇ Ῥωμαίων πόλει τοῖς ἀδικουμένοις καὶ καταφεύγουσιν ἐπ᾽ αὐτὴν βοηθεῖν· ἡ δ᾽ ἀφανὴς καὶ μᾶλλον αὐτοὺς ἀναγκάζουσα διαλύεσθαι τὴν φιλίαν ἡ τῶν Σαυνιτῶν ἰσχὺς πολλή τ᾽ ἤδη γεγονυῖα καὶ ἔτι πλείων γενήσεσθαι νομιζομένη, εἰ Λευκανῶν τε χειρωθέντων καὶ δι᾽ αὐτοὺς τῶν προσοίκων ἀκολουθήσειν ἔμελλε τά τε βαρβαρικὰ ἔθνη τὰ προσεχῆ τούτοις. αἵ τε δὴ σπονδαὶ μετὰ τὴν ἄφιξιν τῶν πρεσβευτῶν εὐθὺς ἐλέλυντο, καὶ στρατιαὶ δύο κατεγράφοντο. Ursin. [p. 286]