Ρωμαϊκή Αρχαιολογία/θ/01

Από Βικιθήκη
Κεφάλαια 01–10
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος θ΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ Α΄

[1] Τῷ δὲ μετὰ τούτους ἔτει διαφορᾶς γενομένης τῷ δήμῳ πρὸς τὴν βουλὴν περὶ τῶν ἀποδειχθησομένων ὑπάτων· οἱ μὲν γὰρ ἠξίουν ἀμφοτέρους ἐκ τῶν ἀριστοκρατικῶν ἐπὶ τὴν ἀρχὴν προαγαγεῖν, ὁ δὲ δῆμος ἐκ τῶν ἑαυτῷ κεχαρισμένων· γνωσιμαχήσαντες πρὸς ἀλλήλους ἡ βουλὴ καὶ ὁ δῆμος τέλος συνέπεισαν ἀλλήλους ἀφ᾽ ἑκάστης μερίδος ὕπατον αἱρεθῆναι· καὶ ἀποδείκνυται Καίσων μὲν Φάβιος τὸ δεύτερον ὑπὸ τῆς βουλῆς, ὁ τὸν Κάσσιον ἐπὶ τῇ τυραννίδι κρίνας, Σπόριος δὲ Φούριος ὑπὸ τῶν δημοτικῶν, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ πέμπτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι [p. 272] Καλλιάδου, καθ᾽ ὃν χρόνον ἐστράτευσε Ξέρξης ἐπὶ [2] τὴν Ἑλλάδα. ἄρτι δὲ παρειληφότων αὐτῶν τὴν ἀρχὴν Λατίνων τε πρέσβεις ἧκον ἐπὶ τὴν βουλὴν δεόμενοι πέμψαι σφίσι τὸν ἕτερον τῶν ὑπάτων μετὰ δυνάμεως, ὃς οὐκ ἐάσει προσωτέρω χωρεῖν τὴν Αἰκανῶν καταφρόνησιν, καὶ Τυρρηνία πᾶσα ἠγγέλλετο κεκινημένη καὶ οὐ διὰ μακροῦ χωρήσουσα εἰς πόλεμον. συνήχθη γὰρ εἰς κοινὴν ἐκκλησίαν τὸ ἔθνος, καὶ πολλὰ Οὐιεντανῶν δεηθέντων συνάρασθαι σφίσι τοῦ κατὰ Ῥωμαίων μαίων πολέμου, τέλος ἐξήνεγκεν ἐξεῖναι τοῖς βουλομένοις Τυρρηνῶν μετέχειν τῆς στρατείας· καὶ ἐγένετο χεὶρ ἀξιόμαχος ἡ τοῖς Οὐιεντανοῖς ἑκουσίως τοῦ πολέμου συναραμένη. ταῦτα μαθοῦσι τοῖς ἐν τέλει Ῥωμαίων ἔδοξε στρατιάς τε καταγράφειν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξιέναι, τὸν μὲν Αἰκανοῖς τε πολεμήσοντα καὶ Λατίνοις τιμωρὸν ἐσόμενον, τὸν δ᾽ ἐπὶ [3] Τυρρηνίας ἄξοντα τὰς δυνάμεις. ἀντέπραττε δὲ πρὸς ταῦτα Σπόριος Ἰκίλιος τῶν δημάρχων εἷς· καὶ συνάγων εἰς ἐκκλησίαν τὸν δῆμον ὁσημέραι τὰς περὶ τῆς κληρουχίας ὑποσχέσεις ἀπῄτει παρὰ τῆς βουλῆς καὶ οὐδὲν ἔφη συγχωρήσειν οὔτε τῶν ἐπὶ πόλεμον οὔτε τῶν κατὰ πόλιν ὑπ᾽ αὐτῆς ψηφιζομένων ἐπιτελεσθῆναι, ἐὰν μὴ τοὺς δέκα ἄνδρας ἀποδείξωσι πρότερον ὁριστὰς τῆς δημοσίας χώρας, καὶ διέλωσι τὴν γῆν, ὡς [p. 273] [4] ὑπέσχοντο τῷ δήμῳ. ἀπορουμένῃ δὲ τῇ βουλῇ καὶ ἀμηχανούσῃ, τί χρὴ ποιεῖν, Ἄππιος Κλαύδιος ὑποτίθεται σκοπεῖν, ὅπως διαστήσεται τὰ τῶν ἄλλων δημάρχων πρὸς αὐτόν, διδάσκων, ὅτι τὸν κωλύοντα καὶ ἐμποδὼν γινόμενον τοῖς δόγμασι τῆς βουλῆς ἱερὸν ὄντα καὶ νόμῳ τὴν ἐξουσίαν ἔχοντα ταύτην ἄλλως οὐκ ἔστι παῦσαι τῆς δυναστείας, ἐὰν μή τις ἕτερος τῶν ἀπὸ τῆς ἴσης τιμῆς καὶ τὴν αὐτὴν ἐξουσίαν ἐχόντων τἀναντία πράττῃ καί, οἷς ἂν ἐκεῖνος ἐμποδὼν γένηται, [5] ταῦτα κωλύῃ. συνεβούλευέ τε τοῖς αὖθις παραληψομένοις τὴν ἀρχὴν ὑπάτοις τοῦτο πράττειν καὶ σκοπεῖν, ὅπως ἕξουσί τινας ἀεὶ τῶν δημάρχων οἰκείους σφίσι καὶ φίλους· μίαν εἶναι λέγων τῆς ἐξουσίας τοῦ ἀρχείου κατάλυσιν, ἐὰν στασιάζωσι πρὸς ἀλλήλους οἱ ἄνδρες.

ΚΕΦΑΛΑΙΟΝ Β΄

[1] ταύτην εἰσηγησαμένου τὴν γνώμην Ἀππίου δόξαντες αὐτὸν ὀρθῶς παραινεῖν οἵ τε ὕπατοι καὶ τῶν ἄλλων οἱ δυνατώτατοι, πολλῇ θεραπείᾳ διεπράξαντο τοὺς τέτταρας ἐκ τῶν δημάρχων οἰκείους τῇ βουλῇ [2] γενέσθαι. οἱ δὲ τέως μὲν λόγῳ μεταπείθειν τὸν Ἰκίλιον ἐπεχείρουν ἀποστῆναι τῶν περὶ τῆς κληρουχίας πολιτευμάτων, ἕως οἱ πόλεμοι λάβωσι τέλος· ὡς δ᾽ ἠναντιοῦτο καὶ διώμνυτο λόγον τε τὸν αὐθαδέστερον εἰπεῖν ἐτόλμησε τοῦ δήμου παρόντος, ὅτι μᾶλλον ἂν βούλοιτο Τυρρηνοὺς καὶ τοὺς ἄλλους πολεμίους κρατήσαντας [p. 274] τῆς πόλεως ἐπιδεῖν, ἢ τοὺς κατέχοντας τὴν χώραν τὴν δημοσίαν ἀφεῖναι, δόξαντες ἀφορμὴν εἰληφέναι καλὴν πρὸς αὐθάδειαν τοσαύτην τοῦ τἀναντία λέγειν τε καὶ πράττειν, οὐδὲ τοῦ δήμου τὸν λόγον ἡδέως δεξαμένου, κωλύειν αὐτὸν ἔφησαν, καὶ φανερῶς ἔπραττον, ὅσα τῇ βουλῇ τε καὶ τοῖς ὑπάτοις δοκοίη· [3] μονωθεὶς δ᾽ Ἰκίλιος οὐδενὸς ἔτι κύριος ἦν. μετὰ τοῦθ᾽ ἡ στρατιὰ κατεγράφετο καί, ὅσων ἔδει τῷ πολέμῳ πάντα ὑπηρετεῖτο, τὰ μὲν ἐκ τῶν δημοσίων, τὰ δ᾽ ἐκ τῶν ἰδίων ἁπάσῃ προθυμίᾳ· καὶ διὰ τάχους οἱ ὕπατοι διακληρωσάμενοι τὰ στρατεύματα ἐξῄεσαν, Σπόριος μὲν Φούριος ἐπὶ τὰς Αἰκανῶν πόλεις, Καίσων δὲ Φάβιος ἐπὶ Τυρρηνούς. [4] Σπορίῳ μὲν οὖν ἅπαντα κατὰ νοῦν ἐχώρησεν οὐχ ὑπομεινάντων εἰς χεῖρας ἐλθεῖν τῶν πολεμίων, καὶ πολλὰ ἐκ τῆς στρατείας ἐξεγένετο χρήματά τε καὶ σώματα λαβεῖν. ἐπῆλθε γὰρ ὀλίγου δεῖν πᾶσαν ὅσην οἱ πολέμιοι χώραν κατεῖχον, ἄγων καὶ φέρων, καὶ τὰ λάφυρα τοῖς στρατιώταις ἅπαντα ἐχαρίσατο. [5] δοκῶν δὲ καὶ τὸν πρὸ τοῦ χρόνον εἶναι φιλόδημος, ἔτι μᾶλλον ἐκ ταύτης τῆς στρατηγίας ἐθεράπευσε τὸ πλῆθος. καί, ἐπειδὴ παρῆλθεν ὁ χρόνος τῆς στρατείας, ἄγων τὴν δύναμιν ὁλόκληρόν τε καὶ ἀπαθῆ χρήμασιν εὔπορον κατέστησε τὴν πατρίδα.

ΚΕΦΑΛΑΙΟΝ Γ΄

[1] Καίσων δὲ Φάβιος ὁ ἕτερος τῶν ὑπάτων, οὐδενὸς [p. 275] χεῖρον στρατηγήσας, ἀφῃρέθη τὸν ἐκ τῶν ἔργων ἔπαινον παρ᾽ οὐδὲν ἁμάρτημα ἴδιον, ἀλλ᾽ ὅτι τὸ δημοτικὸν οὐκ εἶχε κεχαρισμένον αὐτῷ, ἐξ οὗ τὸν ὕπατον Κάσσιον ἐπὶ τῇ τυραννίδι προσαγγείλας ἀπέκτεινεν. [2] οὔτε γὰρ ὅσα δέοι σὺν τάχει στρατηγῷ κελεύσαντι τοὺς ὑπηκόους πειθαρχεῖν, οὔθ᾽ ὅσα τῷ προθύμῳ καὶ πρέποντι χρησαμένους βίᾳ κατασχεῖν, οὔθ᾽ ὅσα λάθρα τῶν ἀντιπολεμίων χωρία εἰς πλεονεξίαν εὔθετα σφετερίσασθαι, οὔτ᾽ ἄλλο πράττειν οὐδὲν ἕτοιμοι ἦσαν, ἐξ οὗ τιμήν τινα ὁ στρατηγὸς καὶ δόξαν ἀγαθὴν ἐξοίσεσθαι ἔμελλε. καὶ τἆλλα μὲν αὐτῶν, ὅσα ὑβρίζοντες τὸν ἡγεμόνα διετέλουν, ἐκείνῳ θ᾽ ἧττον λυπηρὰ ἦν καὶ τῇ πόλει βλάβης οὐ μεγάλης ἄξια, ὃ δὲ τελευτῶντες ἐξειργάσαντο κίνδυνον οὐ μικρὸν ἤνεγκε καὶ πολλὴν αἰσχύνην ἀμφοῖν. [3] γενομένης γὰρ παρατάξεως ἐν τῷ μεταξὺ τῶν λόφων, ἐφ᾽ οἷς ἦσαν ἐστρατοπεδευκότες ἀμφότεροι, πάσῃ τῇ παρ᾽ ἑκατέρων δυνάμει, πολλὰ καὶ καλὰ ἔργα ἀποδειξάμενοι καὶ τοὺς πολεμίους ἀναγκάσαντες ἄρξαι φυγῆς, οὔτ᾽ ἠκολούθησαν ἀπιοῦσι τοῦ στρατηγοῦ πολλὰ ἐπικελεύοντος οὔτε παραμείναντες ἐκπολιορκῆσαι τὸν χάρακα ἠθέλησαν, ἀλλ᾽ ἐάσαντες ἀτελὲς ἔργον καλὸν ἀπῄεσαν εἰς τὴν αὑτῶν στρατοπεδείαν. [4] ἐπιχειρησάντων δ᾽ αὐτοκράτορα τὸν ὕπατον ἀναγορεῦσαί τινων μέγα [p. 276] ἐμβοήσαντες ἀθρόοι κακιζούσῃ τῇ φωνῇ τὸν ἡγεμόνα ἐλοιδόρουν, ὡς πολλοὺς σφῶν καὶ ἀγαθοὺς ἀπολωλεκότα δἰ ἀπειρίαν τοῦ στρατηγεῖν· καὶ ἄλλῃ πολλῇ βλασφημίᾳ καὶ ἀγανακτήσει χρησάμενοι λύειν τὸν χάρακα καὶ ἀπάγειν σφᾶς εἰς τὴν πόλιν ἠξίουν, ὡς οὐχ ἱκανοὺς ἐσομένους, ἐὰν ἐπίωσιν οἱ πολέμιοι, δευτέραν ὑπομεῖναι μάχην. [5] καὶ οὔτε μεταδιδάσκοντος ἐπείθοντο τοῦ ἡγεμόνος, οὔτ᾽ ὀλοφυρομένου καὶ ἱκετεύοντος ἔπασχόν τι πρὸς τὰς δεήσεις, οὔτ᾽ ἀπειλὰς καὶ ἀνατάσεις, ὁπότε καὶ ταύταις χρήσαιτο, δι᾽ εὐλαβείας ἐλάμβανον, ἀλλὰ πρὸς ἅπαντα τραχυνόμενοι ταῦτα διέμενον. τοσαύτη δ᾽ ἀναρχία καὶ καταφρόνησις τοῦ ἡγεμόνος πᾶσιν ἐξ αὐτῶν παρέστη, ὥστε περὶ μέσας νύκτας ἐξαναστάντες τάς τε σκηνὰς ἔλυον καὶ τὰ ὅπλα ἀνελάμβανον καὶ τοὺς τραυματίας ἐβάσταζον οὐδενὸς κελεύσαντος.

ΚΕΦΑΛΑΙΟΝ Δ΄

[1] ταῦθ᾽ ὁ στρατηγὸς μαθὼν ἠναγκάσθη πᾶσι δοῦναι τὸ παράγγελμα τῆς ἐξόδου δείσας τὴν ἀναρχίαν αὐτῶν καὶ τὸ θράσος. οἱ δ᾽ ὥσπερ ἐκ φυγῆς ἀνασωζόμενοι τάχει πολλῷ συνάπτουσι τῇ πόλει περὶ τὸν ὄρθρον. καὶ οἱ ἐπὶ τῶν τειχῶν ἀγνοήσαντες, ὅτι φίλιον ἦν στράτευμα, ὅπλα τ᾽ ἐνεδύοντο καὶ ἀλλήλους ἀνεκάλουν, ἥ τ᾽ ἄλλη πόλις, ὡς ἐπὶ συμφορᾷ μεγάλῃ, ταραχῆς ἐγεγόνει μεστὴ καὶ θορύβου· καὶ οὐ πρότερον ἀνέῳξαν αὐτοῖς τὰς πύλας οἱ φύλακες, ἢ λαμπράν τε ἡμέραν γενέσθαι καὶ γνωσθῆναι τὸ οἰκεῖον στράτευμα. [p. 277] [2] ὥστε πρὸς τῇ αἰσχύνῃ, ἣν ἐκ τοῦ καταλιπεῖν τὸν χάρακα ἠνέγκαντο, καὶ κίνδυνον οὐ τὸν ἐλάχιστον αὐτοὺς ἀναρρῖψαι, σκότους ἀπιόντας διὰ τῆς πολεμίας ἀτάκτως. εἴ γ᾽ οὖν τοῦτο καταμαθόντες οἱ πολέμιοι ἐκ παντὸς ἀπιοῦσιν αὐτοῖς ἠκολούθησαν, οὐδὲν ἂν ἐκώλυσεν ἅπασαν ἀπολωλέναι τὴν στρατιάν. τῆς δ᾽ ἀλόγου ταύτης ἀπάρσεως ἢ φυγῆς τὸ πρὸς τὸν ἡγεμόνα ἐκ τοῦ δήμου μῖσος, ὥσπερ ἔφην, αἴτιον ἦν, καὶ ὁ φθόνος τῆς ἐκείνου τιμῆς, ἵνα μὴ θριάμβου καταγωγῇ [3] κοσμηθεὶς ἐπιφανέστατος γένηται. τῇ δ᾽ ἑξῆς ἡμέρᾳ μαθόντες οἱ Τυρρηνοὶ τὴν ἄπαρσιν τῶν Ῥωμαίων νεκρούς τ᾽ αὐτῶν ἐσκύλευσαν καὶ τραυματίας ἀράμενοι ἀπήνεγκαν τάς τε καταλειφθείσας ἐν τῷ χάρακι παρασκευάς — πολλαὶ δ᾽ ἦσαν ὡς εἰς χρόνιον παρεσκευασμέναι πόλεμον — διεφόρησαν, καὶ ὡς δὴ κρατοῦντες τῆς χώρας τῶν πολεμίων τὴν ἐγγυτάτω λεηλατήσαντες ἀπῆγον τὴν στρατιάν.

ΚΕΦΑΛΑΙΟΝ Ε΄

[1] οἱ δὲ μετὰ τούτους ἀποδειχθέντες ὕπατοι, Γνάϊος Μάλλιος καὶ Μάρκος Φάβιος τὸ δεύτερον ἄρχειν αἱρεθείς, ψήφισμα τῆς βουλῆς ποιησαμένης στρατὸν ἐξάγειν ἐπὶ τὴν Οὐιεντανῶν πόλιν, ὅσον ἂν πλεῖστον δυνηθῶσι, προὔθηκαν ἡμέραν, ἐν ᾗ τὸν κατάλογον ἔμελλον ποιήσεσθαι τῆς στρατιᾶς. γινομένου δ᾽ αὐτοῖς ἐμποδὼν ἐπὶ κωλύσει τῆς καταγραφῆς ἑνὸς τῶν δημάρχων, Τεβερίου Ποντοφικίου καὶ τὸ περὶ τῆς κληρουχίας ψήφισμα ἀνακαλουμένου, θεραπεύσαντες τῶν συναρχόντων αὐτοῦ [p. 278] τινας, ὥσπερ ἐποίησαν οἱ πρὸ αὐτῶν ὕπατοι, διέστησαν τὸ ἀρχεῖον· καὶ μετὰ τοῦτ᾽ ἔπραττον ἐπὶ πολλῆς ἐξουσίας τὰ δόξαντα τῇ βουλῇ. [2] γενομένης δὲ τῆς καταγραφῆς ἐν ὀλίγαις ἡμέραις ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους, δύο μὲν ἑκάτερος ἄγων Ῥωμαίων τάγματα τῶν ἐξ αὐτῆς καταγραφέντων τῆς πόλεως, οὐκ ἐλάττω δὲ ταύτης χεῖρα τὴν ὑπὸ τῶν ἀποίκων τε καὶ ὑπηκόων ἀποσταλεῖσαν. ἀφίκετο δ᾽ αὐτοῖς παρὰ τοῦ Λατίνων τε καὶ Ἑρνίκων ἔθνους διπλάσιον τοῦ κληθέντος ἐπικουρικόν. οὐ μὴν ἐχρήσαντό γε παντί· πολλὴν δὲ χάριν αὐτοῖς εἰδέναι φήσαντες τῆς προθυμίας ἀπέλυσαν τῆς ἀποσταλείσης δυνάμεως τὴν ἡμίσειαν. [3] ἔταξαν δὲ καὶ πρὸ τῆς πόλεως τρίτον ἐκ δυεῖν ταγμάτων τῶν ἐν ἀκμῇ στρατόν, φύλακα τῆς χώρας ἐσόμενον, εἴ τις ἑτέρα δύναμις πολεμίων ἐκ τοῦ ἀδοκήτου φανείη· τοὺς δ᾽ ὑπὲρ τὸν στρατιωτικὸν κατάλογον, οἷς ἔτι δύναμις ἦν ὅπλων χρήσεως, ἐν τῇ πόλει κατέλιπον ἄκρας τε καὶ τείχη φυλάξοντας. [4] ἀγαγόντες δὲ πλησίον τῆς Οὐιεντανῶν πόλεως τὰς δυνάμεις κατεστρατοπέδευσαν ἐπὶ λόφοις δυσὶν οὐ μακρὰν ἀφεστηκόσιν ἀπ᾽ ἀλλήλων. ἦν δὲ καὶ ἡ τῶν πολεμίων δύναμις ἐξεστρατευμένη πρὸ τῆς πόλεως πολλή τε καὶ ἀγαθή. συνεληλύθεσαν γὰρ ἐξ ἁπάσης Τυρρηνίας οἱ δυνατώτατοι τοὺς ἑαυτῶν πενέστας ἐπαγόμενοι, καὶ ἐγένετο τοῦ Ῥωμαικοῦ στρατοῦ [5] μεῖζον τὸ Τυρρηνικὸν οὐκ ὀλίγῳ. τοῖς δ᾽ ὑπάτοις τό τε πλῆθος ὁρῶσι τῶν πολεμίων καὶ τὴν λαμπρότητα τῶν ὅπλων πολὺ δέος ἐνέπεσε, μή ποτ᾽ οὐχ ἱκανοὶ [p. 279] γένωνται στασιαζούσῃ δυνάμει τῇ σφετέρᾳ πρὸς ὁμονοοῦσαν τὴν τῶν πολεμίων ἀντιταξάμενοι ὑπερβαλέσθαι· ἐδόκει τ᾽ αὐτοῖς ὀχυρωσαμένοις τὰ στρατόπεδα τρίβειν τὸν πόλεμον ἐκδεχομένοις, εἴ τινα δώσει πλεονεξίας ἀφορμὴν αὐτοῖς τὸ τῶν πολεμίων θράσος ἀλογίστῳ καταφρονήσει ἐπαρθέν. ἀκροβολισμοὶ δὴ μετὰ τοῦτο συνεχεῖς ἐγίνοντο καὶ ψιλῶν συμπλοκαὶ βραχεῖαι, μέγα δ᾽ ἢ λαμπρὸν ἔργον οὐδέν.

ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄

[1] οἱ δὲ Τυρρηνοὶ ἀχθόμενοι τῇ τριβῇ τοῦ πολέμου δειλίαν τ᾽ ὠνείδιζον τοῖς Ῥωμαίοις, ἐπειδὴ οὐκ ἐξῄεσαν εἰς μάχην, καὶ ὡς παρακεχωρηκότων αὐτῶν σφίσι τῆς ὑπαίθρου μέγα ἐφρόνουν. καὶ ἔτι μᾶλλον ἐπήρθησαν εἰς ὑπεροψίαν τοῦ ἀντιπάλου στρατοῦ καὶ καταφρόνησιν τῶν ὑπάτων δόξαντες καὶ τὸ θεῖον αὑτοῖς συμμαχεῖν. [2] τοῦ γὰρ ἑτέρου τῶν ὑπάτων Γναΐου Μαλλίου κεραυνὸς εἰς τὸ στρατήγιον ἐμπεσὼν τήν τε σκηνὴν διέσπασε καὶ τὴν ἑστίαν ἀνέτρεψε καὶ τῶν πολεμιστηρίων ὅπλων τὰ μὲν ἐσπίλωσε, τὰ δὲ περιέκαυσε, τὰ δ᾽ εἰς τέλος ἠφάνισεν· ἀπέκτεινε δὲ καὶ τὸν λαμπρότατον αὐτοῦ τῶν ἵππων, ᾧ παρὰ τοὺς ἀγῶνας ἐχρῆτο, καὶ τῶν θεραπόντων τινάς. [3] λεγόντων δὲ τῶν μάντεων τοῦ τε χάρακος ἅλωσιν προσημαίνειν τοὺς θεοὺς καὶ τῶν ἐπιφανεστάτων ἀνδρῶν ἀπώλειαν, ἀναστήσας τὴν δύναμιν ὁ Μάλλιος ἀπῆγε περὶ μέσας νύκτας ἐπὶ τὸν ἕτερον χάρακα καὶ μετὰ τοῦ συνάρχοντος κατεστρατοπέδευσε. [4] μαθόντες οὖν οἱ Τυρρηνοὶ τὴν ἀπανάστασιν τοῦ στρατηγοῦ καί, δι᾽ ἃς αἰτίας ἐγένετο, [p. 280] παρά τινων αἰχμαλώτων ἀκούσαντες ἐπήρθησάν τε ταῖς γνώμαις ἔτι μᾶλλον, ὡς πολεμοῦντος τοῖς Ῥωμαίοις τοῦ δαιμονίου, καὶ πολλὴν εἶχον ἐλπίδα κρατήσειν αὐτῶν· οἵ τε μάντεις ἀκριβέστερον τῶν ἄλλοθί που δοκοῦντες ἐξητακέναι τὰ μετάρσια, πόθεν τε αἱ τῶν κεραυνῶν γίνονται βολαὶ καὶ τίνες αὐτοὺς ὑποδέχονται μετὰ τὰς πληγὰς ἀπιόντας τόποι, θεῶν τε οἷς ἕκαστοι ἀποδίδονται καὶ τίνων ἀγαθῶν ἢ κακῶν μηνυταί, χωρεῖν ὁμόσε τοῖς πολεμίοις παρῄνουν διαιρούμενοι τὸ γενόμενον τοῖς Ῥωμαίοις σημεῖον κατὰ τάδε. [5] ἐπειδὴ τὸ βέλος εἰς ὑπάτου σκηνὴν κατέσκηψεν, ἐν ᾗ τὸ στρατήγιον ἐνῆν, καὶ πᾶσαν αὐτὴν ἄχρι τῆς ἑστίας ἠφάνισεν, ὅλῃ προσημαίνειν τὸ δαιμόνιον τῇ στρατιᾷ τοῦ χάρακος ἔκλειψιν βίᾳ κρατηθέντος καὶ τῶν ἐπιφανεστάτων ὄλεθρον. [6] εἰ μὲν οὖν, ἔφασαν, ἔμειναν ἐν ᾧ κατέσκηψε χωρίῳ τὸ βέλος οἱ κατέχοντες αὐτό, καὶ μὴ μετηνέγκαντο τὰ σημεῖα ὡς τοὺς ἑτέρους, μιᾶς τε παρεμβολῆς ἁλώσει καὶ ἑνὸς ὀλέθρῳ στρατοῦ τὸ νεμεσῶν αὐτοῖς δαιμόνιον ἀπεπλήρωσεν ἂν τὸν χόλον· ἐπειδὴ δὲ σοφώτεροι τῶν θεῶν εἶναι ζητοῦντες εἰς τὸν ἕτερον χάρακα μετεστρατοπεδεύσαντο, καταλιπόντες ἔρημον τὸν τόπον, ὡς οὐ τοῖς ἀνθρώποις τοῦ θεοῦ προδηλοῦντος τὰς συμφοράς, ἀλλὰ τοῖς τόποις, κοινὸς ἅπασιν αὐτοῖς ὁ παρὰ τοῦ δαίμονος ἥξει χόλος, τοῖς τ᾽ ἀπαναστᾶσι καὶ τοῖς ὑποδεξαμένοις. [7] καὶ ἐπειδὴ ἁλῶναι σφῶν τὸν ἕτερον χάρακα βίᾳ θείας ἐπιθεσπιζούσης ἀνάγκης οὐ περιέμειναν τὸ χρεών, ἀλλ᾽ αὐτοὶ [p. 281] παρέδοσαν τοῖς ἐχθροῖς, ἐκεῖνος ὁ χάραξ ὁ τὸν ἐκλειφθέντα ὑποδεξάμενος ἀντὶ τοῦ καταλειφθέντος ἁλώσεται βίᾳ κρατηθείς.

ΚΕΦΑΛΑΙΟΝ Ζ΄

[1] ταῦτα παρὰ τῶν μάντεων οἱ Τυρρηνοὶ ἀκούσαντες μέρει τινὶ τῆς ἑαυτῶν στρατιᾶς τὴν ἐρημωθεῖσαν ὑπὸ τῶν Ῥωμαίων καταλαμβάνονται στρατοπεδείαν ὡς ἐπιτείχισμα ποιησόμενοι τῆς ἑτέρας· ἦν δὲ πάνυ ἐχυρὸν τὸ χωρίον καὶ τοῖς ἀπὸ Ῥώμης ἐπὶ τὸ στρατόπεδον ἰοῦσι κωλύσεως ἐν καλῷ κείμενον. πραγματευσάμενοι δὲ καὶ τἆλλα, ἐξ ὧν πλεονεκτήσειν τοὺς πολεμίους ἔμελλον, ἐξῆγον εἰς τὸ πεδίον τὰς δυνάμεις. [2] μενόντων δὲ τῶν Ῥωμαίων ἐφ᾽ ἡσυχίας προσιππεύοντες ἐξ αὐτῶν οἱ τολμηρότατοι καὶ πλησίον τοῦ χάρακος ἱστάμενοι, γυναῖκάς τ᾽ ἀπεκάλουν ἅπαντας καὶ τοὺς ἡγεμόνας αὐτῶν τοῖς δειλοτάτοις τῶν ζώων ἐοικέναι λέγοντες ἐκάκιζον, καὶ δυεῖν θάτερον ἠξίουν· εἰ μὲν ἀντιποιοῦνται τῆς περὶ τὰ πολέμια ἀρετῆς, καταβάντας εἰς τὸ πεδίον μιᾷ τὸν ἀγῶνα κρῖναι μάχῃ, εἰ δ᾽ ὁμολογοῦσιν εἶναι κακοί, παραδόντας τὰ ὅπλα τοῖς κρείττοσι καὶ δίκας ὑποσχόντας, ὧν ἔδρασαν, μηδενὸς ἔτι τῶν μεγάλων ἑαυτοὺς ἀξιοῦν. [3] τοῦτ᾽ ἐποίουν ὁσημέραι καὶ ἐπεὶ οὐδὲν ἐπέραινον, ἀποτειχίζειν αὐτοὺς ἔγνωσαν ὡς λιμῷ προσαναγκάσοντες παραστῆναι. οἱ δ᾽ ὕπατοι περιεώρων τὰ γινόμενα μέχρι πολλοῦ, δι᾽ ἀνανδρίαν μὲν ἢ μαλακίαν οὐδεμίαν — ἀμφότεροι γὰρ εὔψυχοί τε καὶ φιλοπόλεμοι ἦσαν — τὸ δὲ τῶν στρατιωτῶν ἐθελόκακόν [p. 282] τε καὶ ἀπρόθυμον, διαμένον ἐν τοῖς δημοτικοῖς, ἐξ οὗ περὶ τῆς κληρουχίας διεστασίασαν, ὑφορώμενοι· ἔτι γὰρ αὐτοῖς ἔναυλα καὶ πρὸ ὀμμάτων ἦν, ἃ τῷ παρελθόντι ἐνιαυτῷ κατὰ τὸ ἔγκοτον τῆς πρὸς τὸν ὕπατον τιμῆς αἰσχρὰ καὶ ἀνάξια τῆς πόλεως εἰργάσαντο, παραχωρήσαντες τῆς νίκης τοῖς ἡττηθεῖσι καὶ φυγῆς ὄνειδος οὐκ ἀληθὲς ὑπομείναντες, ἵνα μὴ καταγάγῃ τὸν ἐπινίκιον θρίαμβον ὁ ἀνήρ.

ΚΕΦΑΛΑΙΟΝ Η΄

[1] βουλόμενοι δὴ τὸ στασιάζον ἐκ τῆς στρατιᾶς ἐξελεῖν εἰς τέλος καὶ καταστῆσαι πάλιν εἰς τὴν ἐξ ἀρχῆς ὁμόνοιαν ἅπαν τὸ πλῆθος, καὶ εἰς ἓν τοῦτο πᾶσαν εἰσφερόμενοι βουλήν τε καὶ πρόνοιαν, ἐπειδὴ οὔτε κολάσει μέρους τινὸς σωφρονέστερον ἀποδοῦναι τὸ λοιπὸν ἦν, πολὺ καὶ αὔθαδες ὑπάρχον καὶ τὰ ὅπλα ἐν ταῖς χερσὶν ἔχον, οὔτε πειθοῖ προσαγαγέσθαι λόγων τοὺς οὐδὲ πεισθῆναι βουλομένους, δύο ταύτας ὑπέλαβον ἔσεσθαι τῶν στασιαζόντων αἰτίας τῆς διαλλαγῆς, τοῖς μὲν ἐπιεικεστέρας μετειληφόσι φύσεως — ἐνῆν γάρ τι καὶ τοιοῦτον ἐν τῷ πολλῷ — τὴν ἐπὶ τοῖς ὀνειδισμοῖς τῶν πολεμίων αἰσχύνην, τοῖς δὲ δυσαγώγοις ἐπὶ τὸ καλόν, [2] ἣν ἅπασα δέδοικεν ἀνθρώπου φύσις ἀνάγκην. ἵνα δὴ ταῦτα γένοιτο ἀμφότερα, ἐφῆκαν τοῖς πολεμίοις λόγῳ τ᾽ αἰσχύνειν κακίζοντας σφῶν ὡς ἄνανδρον τὴν ἡσυχίαν, καὶ ἔργοις ὑπεροψίας τε καὶ καταφρονήσεως πολλῆς γινομένοις ἀναγκάζειν ἀγαθοὺς γενέσθαι τοὺς ἑκουσίως [p. 283] εἶναι μὴ βουλομένους. γινομένων γὰρ τούτων πολλὰς ἐλπίδας εἶχον ἥξειν ἐπὶ τὸ στρατήγιον ἅπαντας ἀγανακτοῦντας καὶ καταβοῶντας καὶ κελεύοντας ἡγεῖσθαι σφῶν ἐπὶ τοὺς πολεμίους· ὅπερ καὶ συνέβη. [3] ὡς γὰρ ἤρξαντο τὰς ἐξόδους τοῦ χάρακος ἀποταφρεύειν τε καὶ ἀποσταυροῦν οἱ πολέμιοι, δυσανασχετήσαντες οἱ Ῥωμαῖοι ἐπὶ τῷ ἔργῳ, τέως μὲν κατ᾽ ὀλίγους, ἔπειτ᾽ ἀθρόοι συντρέχοντες ἐπὶ τὰς σκηνὰς τῶν ὑπάτων ἐκεκράγεσάν τε καὶ προδοσίαν αὐτοῖς ἐνεκάλουν, καὶ εἰ μή τις ἡγήσεται σφίσι τῆς ἐξόδου, δίχα ἐκείνων αὐτοὶ τὰ ὅπλα ἔχοντες ἐπὶ τοὺς πολεμίους ἔλεγον ἐξελεύσεσθαι. [4] ὡς δ᾽ ἐξ ἁπάντων ἐγίνετο τοῦτο, παρεῖναι τὸν χρόνον, ὃν περιέμενον, οἱ στρατηγοὶ νομίσαντες ἐκέλευον τοῖς ὑπηρέταις συγκαλεῖν τὸ πλῆθος εἰς ἐκκλησίαν· καὶ προελθὼν Φάβιος τοιάδε εἶπε·

ΚΕΦΑΛΑΙΟΝ Θ΄

[1] βραδεῖα μὲν ἡ ἀγανάκτησις ὑμῶν γίνεται περὶ ὧν ὑβρίζεσθε ὑπὸ τῶν πολεμίων, ἄνδρες στρατιῶταί τε καὶ ἡγεμόνες· καὶ τὸ βουλόμενον ἑκάστου χωρεῖν ὁμόσε τοῖς ἐναντίοις πολὺ τοῦ δέοντος ὕστερον φαινόμενον ἄωρόν ἐστι. παλαίτερον γὰρ ἔτι τοῦθ᾽ ὑμᾶς ἔδει πράττειν, ὅτε πρῶτον αὐτοὺς εἴδετε καταβαίνοντας ἐκ τῶν ἐρυμάτων καὶ μάχης ἄρχειν βουλομένους. τότε γὰρ δήπου καλὸς ὁ περὶ τῆς ἡγεμονίας ἦν ἀγὼν καὶ τοῦ Ῥωμαίων φρονήματος ἄξιος. νῦν δ᾽ ἀναγκαῖος ἤδη γίνεται, καὶ οὐδ᾽, ἂν τὸ κράτιστον λάβῃ [2] τέλος, ὁμοίως καλός. εὖ δὲ καὶ νῦν ποιεῖτε ὅμως ἐπανορθώσασθαι τὴν βραδυτῆτα βουλόμενοι καὶ τὰ [p. 284] παραλειφθέντα ἀναλαβεῖν, καὶ πολλὴ χάρις ὑμῖν τῆς ἐπὶ τὰ κράτιστα ὁρμῆς, εἴ γ᾽ ὑπ᾽ ἀρετῆς γίνεται· κρεῖττον γάρ ἐστιν ὀψὲ ἄρξασθαι τὰ δέοντα πράττειν ἢ μηδέποτε· εἴτ᾽ οὖν ἅπαντες ὁμοίους ἔχετε περὶ τῶν συμφερόντων λογισμούς, καὶ ἡ προθυμία τῆς ἐπὶ τὸν ἀγῶνα ὁρμῆς ἅπαντας ἡ αὐτὴ κατείληφε. [3] νῦν δὲ φοβούμεθα, μὴ τὰ περὶ τῆς κληρουχίας προσκρούσματα τῶν δημοτικῶν πρὸς τοὺς ἐν τέλει μεγάλης αἴτια τῷ κοινῷ γένηται βλάβης· ὑποψία τε ἡμᾶς κατείληφεν, ὡς ἡ περὶ τῆς ἐξόδου καταβοὴ καὶ ἀγανάκτησις οὐκ ἀπὸ τῆς αὐτῆς προαιρέσεως παρὰ πάντων γίνεται, ἀλλ᾽ οἱ μὲν ὡς τιμωρησόμενοι τοὺς πολεμίους προθυμεῖσθε [4] τοῦ χάρακος ἐξελθεῖν, οἱ δ᾽ ὡς ἀποδρασόμενοι. ἐξ ὧν δὲ παρέστηκεν ἡμῖν ταῦθ᾽ ὑποπτεύειν, οὐ μαντεῖαί εἰσιν οὐδὲ στοχασμοί, ἀλλ᾽ ἔργα ἐμφανῆ καὶ οὐδὲ ταῦτα παλαιά, ἀλλ᾽ ἐν τῷ παρελθόντι ἐνιαυτῷ γενόμενα, ὡς ἅπαντες ἴστε, ὅτ᾽ ἐπὶ τοὺς αὐτοὺς πολεμίους τούτους πολλῆς καὶ ἀγαθῆς ἐξελθούσης στρατιᾶς, καὶ τῆς πρώτης μάχης τὸ κράτιστον ἡμῖν λαβούσης τέλος, δυνηθέντος ἂν τοῦ τότ᾽ ἄγοντος ὑμᾶς ὑπάτου Καίσωνος, ἀδελφοῦ δ᾽ ἐμοῦ τουδὶ καὶ τὸν χάρακα τῶν πολεμίων ἐξελεῖν καὶ νίκην τῇ πατρίδι καταγαγεῖν λαμπροτάτην, φθονήσαντες αὐτῷ δόξης τινές, ὅτι δημοτικὸς οὐκ ἦν, οὐδὲ τὰ κεχαρισμένα τοῖς πένησι διετέλει πολιτευόμενος, τῇ πρώτῃ νυκτὶ μετὰ τὴν μάχην ἀνασπάσαντες τὰς σκηνὰς ἄνευ παραγγέλματος ἀπέδρασαν [p. 285] ἐκ τοῦ χάρακος, οὔτε τὸν κίνδυνον ἐνθυμηθέντες τὸν καταληψόμενον αὐτοὺς ἀτάκτως καὶ χωρὶς ἡγεμόνος ἀπιόντας ἐκ πολεμίας γῆς καὶ ταῦτ᾽ ἐν νυκτί, οὔτε τὴν αἰσχύνη, ὅση καθέξειν αὐτοὺς ἔμελλεν, ὑπολογισάμενοι, ὅτι παρεχώρουν τοῖς πολεμίοις τῆς ἡγεμονίας, τὸ γοῦν ἐφ᾽ ἑαυτοῖς μέρος, καὶ ταῦθ᾽ οἱ [5] νικήσαντες τοῖς κεκρατημένοις. τούτους δὴ τοὺς ἄνδρας ὀρρωδοῦντες, ὦ ταξίαρχοί τε καὶ λοχαγοὶ καὶ στρατιῶται, τοὺς οὔτ᾽ ἄρχειν δυναμένους οὔτ᾽ ἄρχεσθαι βουλομένους πολλοὺς καὶ αὐθάδεις ὄντας καὶ τὰ ὅπλα ἔχοντας ἐν χερσίν, οὔτε πρότερον ἐβουλόμεθα μάχην συνάπτειν οὔτε νῦν ἔτι θαρσοῦμεν ἐπὶ τοιούτοις συμμάχοις τὸν ὑπὲρ τῶν μεγίστων ἀγῶνα ἄρασθαι, μὴ κωλύματα καὶ βλάβαι γένωνται τοῖς ἅπαντα τὰ καθ᾽ [6] ἑαυτοὺς πρόθυμα παρεχομένοις. εἰ μέντοι κἀκείνων ὁ θεὸς ἐπὶ τὰ κρείττω τὸν νοῦν ἄγει νυνὶ καὶ καταβαλόντες τὸ στασιάζον, ὑφ᾽ οὗ νῦν πολλὰ καὶ μεγάλα βλάπτεται τὸ κοινόν, ἤ γε δὴ εἰς τοὺς τῆς εἰρήνης ἀναβαλόμενοι καιρούς, ἐπανορθώσασθαι βούλονται τὰ παρελθόντα ὀνείδη τῇ νῦν ἀρετῇ, μηδὲν ἔτι τὸ κωλῦσον ἔστω χωρεῖν ὑμᾶς ἐπὶ τοὺς πολεμίους, τὰς ἀγαθὰς προβαλλομένους ἐλπίδας. [7] ἔχομεν δὲ πολλὰς μὲν καὶ ἄλλας ἀφορμὰς εἰς τὸ νικᾶν, μεγίστας δὲ καὶ κυριωτάτας, ἃς τὸ τῶν πολεμίων ἀνόητον ἡμῖν παρέχει, οἵ γε πλήθει στρατιᾶς μακρῷ προὔχοντες ἡμῶν καὶ τούτῳ [p. 286] μόνῳ δυνηθέντες ἂν πρὸς τὰς ἡμετέρας τόλμας τε καὶ ἐμπειρίας ἀντέχειν ἀπεστερήκασι τῆς μόνης ὠφελείας ἑαυτοὺς ἀπαναλώσαντες τὸ πλεῖον τῆς δυνάμεως μέρος εἰς τὰς τῶν φρουρίων φυλακάς. [8] ἔπειτα δέον αὐτοὺς σὺν εὐλαβείᾳ καὶ λογισμῷ σώφρονι πράττειν ἕκαστα, ἐνθυμουμένους, πρὸς οἵους ἄνδρας καὶ πολὺ ἀλκιμωτέρους αὐτῶν ὁ κίνδυνος ἔσται, θρασέως καὶ ἀπερισκέπτως ἐπὶ τὸν ἀγῶνα χωροῦσιν, ὡς ἄμαχοί τινες καὶ ὡς ἡμῶν καταπεπληγότων αὐτούς. αἱ γοῦν ἀποταφρεύσεις καὶ αἱ μέχρι τοῦ χάρακος ἡμῶν καθιππεύσεις καὶ τὰ πολλὰ ἐν λόγοις τε καὶ ἔργοις ὑβρίσματα τοῦτο δύναται. [9] ταῦτά τε δὴ ἐνθυμούμενοι καὶ τῶν προτέρων ἀγώνων μεμνημένοι πολλῶν ὄντων καὶ καλῶν, ἐν οἷς αὐτοὺς ἐνικᾶτε, χωρεῖτε μετὰ προθυμίας καὶ ἐπὶ τόνδε τὸν ἀγῶνα· καὶ ἐν ᾧ ἂν ὑμῶν ἕκαστος χωρίῳ ταχθῇ, τοῦθ᾽ ὑπολαβέτω καὶ οἶκον εἶναι καὶ κλῆρον καὶ πατρίδα· καὶ ὅ τε σώζων τὸν παραστάτην ἑαυτῷ πράττειν τὴν σωτηρίαν ὑπολαβέτω, καὶ ὁ ἐγκαταλιπὼν τὸν πέλας ἑαυτὸν ἡγείσθω τοῖς πολεμίοις προδιδόναι. μάλιστα δ᾽ ἐκεῖνο μεμνῆσθαι προσῆκεν, ὅτι μενόντων μὲν ἀνδρῶν καὶ μαχομένων ὀλίγον τὸ ἀπολλύμενόν ἐστιν, ἐγκλινάντων δὲ καὶ φευγόντων κομιδῇ βραχὺ σωζόμενον.

ΚΕΦΑΛΑΙΟΝ Ι΄

[1] ἔτι δ᾽ αὐτοῦ λέγοντος τὰ εἰς τὸ γενναῖον ἐπαγωγὰ [p. 287] καὶ πολλὰ μεταξὺ τῶν λόγων ἐκχέοντος δάκρυα, λοχαγῶν τε καὶ ταξιάρχων καὶ τῶν ἄλλων στρατιωτῶν ἕκαστον, ᾧ συνῄδει τι λαμπρὸν ἔργον ἐν μάχαις ἀποδειξαμένῳ, κατ᾽ ὄνομα ἀνακαλοῦντος, καὶ πολλὰ καὶ μεγάλα τοῖς ἀριστεύσασι κατὰ τὴν μάχην φιλάνθρωπα δώσειν ὑπισχνουμένου πρὸς τὸ τῶν πράξεων μέγεθος, τιμάς τε καὶ πλούτους καὶ τὰς ἄλλας βοηθείας, ἀναβοήσεις ἐξ ἁπάντων ἐγίνοντο θαρρεῖν τε παρακελευομένων καὶ ἄγειν ἐπὶ τὸν ἀγῶνα ἀξιούντων. [2] ἐπειδὴ δ᾽ ἐπαύσατο, προέρχεταί τις ἐκ τοῦ πλήθους, Μάρκος Φλαβολήιος ὄνομα, ἀνὴρ δημοτικὸς μὲν καὶ αὐτουργός, οὐ μὴν τῶν ἀπερριμμένων τις, ἀλλὰ τῶν ἐπαινουμένων δἰ ἀρετὴν καὶ τὰ πολέμια ἄλκιμος, καὶ δι᾽ ἄμφω ταῦτα ἑνὸς τῶν ταγμάτων τῇ λαμπροτάτῃ ἀρχῇ κεκοσμημένος, ᾗ τὰς ἑξήκοντα ἑκατονταρχίας ἕπεσθαί τε καὶ τὸ κελευόμενον ὑπηρετεῖν κελεύει ὁ νόμος. τούτους Ῥωμαῖοι τοὺς ἡγεμόνας τῇ πατρίῳ γλώττῃ πριμοπίλους καλοῦσιν. [3] οὗτος ὁ ἀνήρ — ἦν δὲ πρὸς τοῖς ἄλλοις μέγας τε καὶ καλὸς ἰδεῖν — στάς, ὅθεν ἅπασιν ἔμελλεν ἔσεσθαι φανερός, Ἐπεὶ τοῦτ᾽, ἔφησεν, ὦ ὕπατοι, δεδοίκατε, μὴ τὰ ἔργα ἡμῶν οὐχ ὅμοια γένηται τοῖς λόγοις, ἐγὼ πρῶτος ὑμῖν ὑπὲρ ἐμαυτοῦ τὸ βέβαιον τῆς ὑποσχέσεως ἐκ τῆς μεγίστης πίστεως παρέξομαι· καὶ ὑμεῖς δ᾽, ὦ πολῖται τε καὶ τῆς αὐτῆς κοινωνοὶ τύχης, ὅσοι [p. 288] διεγνώκατε εἰς ἴσον καταστῆσαι τὰ ἔργα τοῖς λόγοις, [4] οὐκ ἂν ἁμαρτάνοιτε ταὐτὸ ποιοῦντες ἐμοί. ταῦτ᾽ εἰπὼν καὶ τὸ ξίφος ἀνατείνας ὤμοσε τὸν ἐπιχώριόν τε Ῥωμαίοις καὶ κράτιστον ὅρκον, τὴν ἀγαθὴν ἑαυτοῦ πίστιν, νικήσας τοὺς πολεμίους ἥξειν εἰς τὴν πόλιν, ἄλλως δ᾽ οὔ. τοῦτον ὀμόσαντος τοῦ Φλαβοληίου τὸν ὅρκον πολὺς ἐξ ἁπάντων ἔπαινος ἐγένετο· καὶ αὐτίκα οἵ τε ὕπατοι ἀμφότεροι ταὐτὸν ἔδρων καὶ οἱ τὰς ἐλάττους ἔχοντες στρατηγίας χιλίαρχοί τε καὶ λοχαγοί, τελευτῶσα [5] δ᾽ ἡ πληθύς. ἐπεὶ δὲ τοῦτ᾽ ἐγένετο, πολλὴ μὲν εὐθυμία πᾶσιν ἐνέπεσε, πολλὴ δὲ φιλότης ἀλλήλων, θάρσος τ᾽ αὖ καὶ μένος· καὶ ἀπελθόντες ἐκ τῆς ἐκκλησίας, οἱ μὲν ἵπποις χαλινοὺς ἐνέβαλλον, οἱ δὲ ξίφη καὶ λόγχας ἔθηγον, οἱ δὲ τὰ σκεπαστήρια τῶν ὅπλων ἐξέματτον· καὶ ὀλίγου πᾶσα ἦν ἕτοιμος εἰς τὸν ἀγῶνα ἡ στρατιά. [6] οἱ δ᾽ ὕπατοι τοὺς θεοὺς εὐχαῖς τε καὶ θυσίαις καὶ λιταῖς ἐπικαλεσάμενοι τῆς ἐξόδου σφίσι γενέσθαι ἡγεμόνας, ἐξῆγον ἐκ τοῦ χάρακος ἐν τάξει καὶ κόσμῳ τὸν στρατόν. καὶ οἱ Τυρρηνοὶ κατιόντας αὐτοὺς ἐκ τῶν ἐρυμάτων ἰδόντες ἐθαύμασάν τε καὶ ἀντεπεξῄεσαν ἁπάσῃ τῇ δυνάμει.