Ρωμαϊκή Αρχαιολογία/η/81

Από Βικιθήκη
Κεφάλαια 81–91
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος η΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ ΠΑ΄

[1] μετὰ γὰρ τὸν τοῦ Κασσίου θάνατον οἱ μὲν αὐξάνοντες τὴν ἀριστοκρατίαν θρασύτεροί τε καὶ ὑπεροπτικώτεροι τῶν δημοτικῶν ἐγεγόνεσαν· οἱ δ᾽ ἐν ἀφανεῖ τῆς δόξης φερόμενοι καὶ βίου εἰς ταπεινὰ συνεστάλησαν, καὶ ὡς ἄριστον ἀπολωλεκότες φύλακα τῆς δημοτικῆς μερίδος πολλὴν ἄνοιαν ἑαυτῶν ἐπὶ τῇ καταδίκῃ κατηγόρουν. τούτου δ᾽ αἴτιον ἦν, ὅτι τὰ δόξαντα τῇ βουλῇ περὶ τῆς κληρουχίας οὐκ ἔπραττον οἱ ὕπατοι, δέον αὐτοὺς ἄνδρας τ᾽ ἀποδεῖξαι δέκα τοὺς ὁριοῦντας τὴν γῆν καὶ γνώμην εἰσηγήσασθαι πόσην τ᾽ αὐτῆς καὶ [2] τίσι δεήσει νεμηθῆναι. συνῄεσάν τε πολλοὶ κατὰ συστροφὰς περὶ τῆς ἀπάτης ἑκάστοτε διαλεγόμενοι, καὶ [p. 251] ἐν αἰτίᾳ τοὺς προτέρους εἶχον δημάρχους ὡς προδεδωκότας τὸ κοινόν· ἐκκλησίαι τε συνεχεῖς ὑπὸ τῶν τότε δημάρχων ἐγίνοντο καὶ ἀπαιτήσεις τῆς ὑποσχέσεως. ταῦτα συνιδόντες οἱ ὕπατοι γνώμην ἐποιήσαντο πολέμων προφάσει τὸ παρακινοῦν ἐν τῇ πόλει μέρος καὶ ταραττόμενον καταστεῖλαι· ἔτυχε γὰρ ἐν τῷ αὐτῷ χρόνῳ λῃστηρίοις τε ὑπὸ τῶν πλησιοχώρων πόλεων καὶ καταδρομαῖς τισιν ἡ γῆ βλαπτομένη. [3] τιμωρίας μὲν δὴ τῶν ἀδικούντων ἕνεκα προὔθεσαν τὰ τοῦ πολέμου σημεῖα, καὶ τὰς δυνάμεις τῆς πόλεως κατέγραφον· οὐ προσιόντων δὲ τῇ καταγραφῇ τῶν ἀπόρων ἀδύνατοι ὄντες τὴν ἐκ τῶν νόμων ἀνάγκην τοῖς ἀπειθοῦσι προσφέρειν· προειστήκεσαν γὰρ τοῦ πλήθους οἱ δήμαρχοι καὶ κωλύσειν ἔμελλον, εἴ τις ἐπιχειρήσειεν ἢ τὰ σώματα τῶν ἐκλειπόντων τὴν στρατείαν ἄγειν ἢ τὰ χρήματα φέρειν· ἀπειλαῖς χρησάμενοι πολλαῖς ὡς οὐκ ἐπιτρέψοντες τοῖς ἀνασείουσι τὸ πλῆθος, λεληθυῖαν ὑποψίαν κατέλιπον ὡς δικτάτορα ἀποδείξοντες, ὃς ἔμελλε καταλύσας τὰς ἄλλας ἀρχὰς τὴν τυραννικὴν καὶ ἀνυπεύθυνον μόνος ἕξειν ἐξουσίαν. [4] ὡς δὲ ταύτην ἔλαβον τὴν ὑπόνοιαν οἱ δημοτικοί, δείσαντες, μὴ τὸν Ἄππιον ἀποδείξωσι πικρὸν ὄντα καὶ χαλεπόν, πάντα πρὸ τούτου πάσχειν ὑπέμενον.

ΚΕΦΑΛΑΙΟΝ ΠΒ΄

[1] ἐπεὶ δὲ κατεγράφη τὰ στρατεύματα, παραλαβόντες οἱ ὕπατοι τὰς δυνάμεις ἐξήγαγον ἐπὶ τοὺς πολεμίους. Κορνήλιος μὲν οὖν εἰς τὴν Οὐιεντανῶν χώραν ἐμβαλὼν τὴν ἐγκαταληφθεῖσαν λείαν ἐν [p. 252] αὐτῇ ἀπήλασε, καὶ μετὰ ταῦτα πρεσβευσαμένων τῶν Οὐιεντανῶν τούς τ᾽ αἰχμαλώτους αὐτοῖς ἀπέλυσε χρημάτων, καὶ ἀνοχὰς τοῦ πολέμου συνέθετο ἐνιαυσίους. Φάβιος δὲ τὴν ἑτέραν δύναμιν ἔχων εἰς τὴν Αἰκανῶν γῆν ἐνέβαλεν· ἔπειτ᾽ ἐκεῖθεν εἰς τὴν Οὐολούσκων. [2] χρόνον μὲν οὖν τινα οὐ πολὺν ἠνέσχοντο οἱ Οὐολοῦσκοι διαρπαζομένων αὐτοῖς καὶ κειρομένων τῶν ἀγρῶν· ἔπειτα καταφρονήσαντες τῶν Ῥωμαίων ὡς οὐ πολλῇ δυνάμει παρόντων ἐξεβοήθουν ἐκ τῆς Ἀντιατῶν χώρας τὰ ὅπλα ἁρπάσαντες ἀθρόοι, ταχύτερα μᾶλλον ἢ ἀσφαλέστερα βουλευσάμενοι. εἰ μὲν οὖν ἔφθασαν ἐσκεδασμένοις τοῖς Ῥωμαίοις ἐπιφανέντες ἐκ τοῦ ἀπροσδοκήτου, μεγάλην ἂν αὐτῶν εἰργάσαντο τροπήν· νῦν δὲ προαισθόμενος τὴν ἔφοδον αὐτῶν ὁ ὕπατος διὰ τῶν ἀποσταλέντων ἐπὶ τὰς κατασκοπάς, ἀνακλήσει ταχείᾳ τοὺς ἐν ταῖς προνομαῖς ἐσκεδασμένους ἀναλαβών, τάξιν αὐτοῖς ἀπέδωκε τὴν εἰς πόλεμον ἁρμόττουσαν. [3] τοῖς δὲ Οὐολούσκοις σὺν καταφρονήσει καὶ θάρσει χωροῦσιν, ὡς παρὰ δόξαν ἐφάνη συνεστῶσα ἐν κόσμῳ πᾶσα ἡ τῶν πολεμίων δύναμις, δέος ἐμπίπτει πρὸς τὴν ἀδόκητον ὄψιν, καὶ τοῦ μὲν κοινοῦ τῆς ἀσφαλείας οὐδεμία φροντίς, τῆς δ᾽ ἰδίας ἑκάστῳ σωτηρίας πρόνοια. ὑποστρέψαντες δὴ ὡς εἶχον ἕκαστοι τάχους ἔφευγον ἄλλοι κατ᾽ ἄλλας ὁδούς· καὶ οἱ μὲν πλείους ἀπεσώθησαν εἰς τὴν πόλιν, ὀλίγον δέ τι στῖφος, ὃ μάλιστα ἦν συντεταγμένον, εἰς ὄρους τινὰ κορυφὴν ἀναδραμὸν καὶ θέμενον ἐνταῦθα τὰ ὅπλα τὴν ἐπιοῦσαν νύκτα [p. 253] διέμενε· ταῖς δ᾽ ἑξῆς ἡμέραις φρουρὰν περιστήσαντος τοῦ ὑπάτου τῷ λόφῳ καὶ πάσας διακλείσαντος ὅπλοις τὰς ἐξόδους, λιμῷ βιασθὲν ὑποχείριον γίνεται καὶ [4] παραδίδωσι τὰ ὅπλα. ὁ δ᾽ ὕπατος τήν τε λείαν, ὅσῃ ἐπέτυχε, καὶ τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους ἀποδόσθαι κελεύσας τοῖς ταμίαις, εἰς τὴν πόλιν ἀπήνεγκε τὸ ἀργύριον. καὶ μετ᾽ οὐ πολὺν χρόνον ἀναστήσας τὴν δύναμιν ἐκ τῆς πολεμίας ἀπῆγεν ἐπ᾽ οἴκου τελευτῶντος ἤδη τοῦ ἔτους. ἐπιστάντων δὲ τῶν ἀρχαιρεσίων ἔδοξε τοῖς πατρικίοις ἠρεθισμένον ὁρῶσι τὸν δῆμον καὶ μεταμελόμενον ἐπὶ τῇ Κασσίου καταδίκῃ, διὰ φυλακῆς αὐτὸν ἔχειν, μή τι παρακινήσειε πάλιν εἰς δεκασμῶν ἐλπίδα καὶ κλήρων διανομῆς ὑπαχθεὶς ὑπ᾽ ἀνδρὸς δημαγωγῆσαι δυνατοῦ τὸ τῆς ὑπατείας λαβόντος ἀξίωμα. ἐφαίνετο δ᾽ αὐτοῖς ῥᾷστα κωλυθήσεσθαι τούτων τινὸς ὀρεγόμενος, εἰ γένοιτο ὕπατος ἀνὴρ ἥκιστα δημοτικός. [5] βουλευσάμενοι δὴ τοῦτο κελεύουσι μετιέναι τὴν ὑπατείαν τὸν ἕτερον τῶν κατηγορησάντων τοῦ Κασσίου, Καίσωνα Φάβιον ἀδελφὸν ὄντα τοῦ τότε ὑπατεύοντος Κοΐντου, καὶ ἐκ τῶν ἄλλων πατρικίων Λεύκιον Αἰμίλιον ἄνδρα ἀριστοκρατικόν. τούτων δὲ μετιόντων τὴν ἀρχὴν κωλύειν μὲν οὐχ οἷοί τ᾽ ἦσαν οἱ δημοτικοί, καταλιπόντες δὲ τὰς ἀρχαιρεσίας ᾤχοντο ἐκ τοῦ πεδίου. [6] τὸ γὰρ τῆς λοχίτιδος ἐκκλησίας κῦρος ἐν ταῖς ψηφοφορίαις περὶ τοὺς ἐπιφανεστάτους ἦν καὶ τὰ πρῶτα τιμήματα ἔχοντας, καὶ σπάνιόν τι ἦν, ὃ ἐπεκύρουν οἱ διὰ μέσου· ὁ δὲ τελευταῖος λόχος, [p. 254] ἐν ᾧ τὸ πλεῖστόν τε καὶ ἀπορώτατον τοῦ δημοτικοῦ μέρος ἐψηφοφόρει, μιᾶς, ὡς καὶ πρότερον εἴρηταί μοι, τῆς ἐσχάτης ψήφου κύριος ἦν.

ΚΕΦΑΛΑΙΟΝ ΠΓ΄

[1] παραλαμβάνουσι δὴ τὴν ὑπατείαν κατὰ τὸ ἑβδομηκοστόν τε καὶ διακοσιοστὸν ἔτος ἀπὸ τοῦ συνοικισμοῦ τῆς Ῥώμης Λεύκιος Αἰμίλιος Μαμέρκου υἱὸς καὶ Καίσων Φάβιος Καίσωνος υἱός, ἄρχοντος Ἀθήνησι Νικοδήμου. οἷς κατ᾽ εὐχὴν συνέβη μηδὲν ὑπὸ τῆς πολιτικῆς ἐπιταραχθῆναι διχοστασίας πολέμων τὴν πόλιν περιστάντων ἀλλοεθνῶν. [2] ἐν ἅπασι μὲν οὖν ἔθνεσι καὶ τόποις Ἑλλήνων τε καὶ βαρβάρων φιλοῦσιν αἱ τῶν ἔξωθεν κακῶν ἀνάπαυλαι ἐμφυλίους τε καὶ ἐνδήμους ἐγείρειν πολέμους, μάλιστα δὲ τοῦτο πάσχουσιν, ὅσοι πολεμιστὴν καὶ κακόπαθον αἱροῦνται βίον ἐλευθερίας τε καὶ ἡγεμονίας πόθῳ. χαλεπαὶ γὰρ αἱ μαθοῦσαι τοῦ πλείονος ἐφίεσθαι φύσεις ἐξειργόμεναι τῶν συνήθων ἔργων καρτερεῖν· καὶ διὰ τοῦτο οἱ φρονιμώτατοι τῶν ἡγεμόνων ἀεί τινας ἐκ τῶν ἀλλοεθνῶν ἀναζωπυροῦσιν ἔχθρας, κρείττονας ἡγούμενοι τῶν ἐντοπίων πολέμων τοὺς ἀλλοδαπούς. [3] τότε δ᾽ οὖν, ὥσπερ ἔφην, κατὰ δαίμονα τοῖς ὑπάτοις συνέπεσον αἱ τῶν ὑπηκόων ἐπαναστάσεις. Οὐολοῦσκοι γάρ, εἴτε τῇ πολιτικῇ Ῥωμαίων κινήσει πιστεύσαντες ὡς ἐκπεπολεμωμένου τοῦ δημοτικοῦ πρὸς τοὺς ἐν τέλει, εἴτε τῆς προτέρας ἥττης ἀμαχητὶ γενομένης αἰσχύνῃ παροξυνθέντες, εἴτ᾽ ἐπὶ ταῖς ἑαυτῶν δυνάμεσι πολλαῖς οὔσαις μέγα φρονήσαντες, [4] εἴτε διὰ ταῦτα πάντα πολεμεῖν [p. 255] Ῥωμαίοις διέγνωσαν, καὶ συναγαγόντες ἐξ ἁπάσης πόλεως τὴν νεότητα, μέρει μέν τινι τῆς δυνάμεως ἐπὶ τὰς Ἑρνίκων τε καὶ Λατίνων πόλεις ἐστράτευσαν, τῇ δὲ λοιπῇ, ἣ πλείστη τ᾽ ἦν καὶ κρατίστη, τοὺς ἐπὶ τὰς πόλεις σφῶν ἥξοντας δέχεσθαι ἤμελλον. ταῦτα μαθοῦσι Ῥωμαίοις ἔδοξε διχῇ νέμειν τὰς δυνάμεις καὶ τῇ μὲν ἑτέρᾳ τὴν Ἑρνίκων τε καὶ Λατίνων διὰ φυλακῆς ἔχειν, τῇ δ᾽ ἑτέρᾳ τὴν Οὐολούσκων λεηλατεῖν.

ΚΕΦΑΛΑΙΟΝ ΠΔ΄

[1] διακληρωσαμένων δὲ τῶν ὑπάτων τὰς δυνάμεις, ὡς ἔστιν αὐτοῖς ἔθος, τὸ μὲν ἐπικουρεῖν μέλλον τοῖς συμμάχοις στράτευμα Καίσων Φάβιος παρέλαβε, θάτερον δὲ Λεύκιος ἔχων ἐπὶ τὴν Ἀντιατῶν ἦγε πόλιν. γενόμενος δὲ πλησίον τῶν ὁρίων καὶ κατιδὼν τὰς τῶν πολεμίων δυνάμεις, τότε μὲν ἀντικατεστρατοπέδευσεν ἐπὶ λόφου, ταῖς δ᾽ ἑξῆς ἡμέραις ἐξιόντων εἰς τὸ πεδίον τῶν πολεμίων θαμινὰ καὶ προκαλουμένων εἰς μάχην, ἡνίκα τὸν οἰκεῖον ἔχειν καιρὸν ὑπελάμβανεν, ἐξῆγε τὰς δυνάμεις· καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν παρακλήσει τε πολλῇ καὶ ἐπικελεύσει χρησάμενος, ἐκέλευσε σημαίνειν τὸ πολεμικόν· καὶ οἱ στρατιῶται τὸ σύνηθες ἀλαλάξαντες ἀθρόοι κατὰ σπείρας τε καὶ κατὰ λόχους συνέβαλλον. [2] ὡς δὲ τὰς λόγχας καὶ τὰ σαυνία καὶ ὅσα εἶχον ἑκηβόλα ἐξανάλωσαν, σπασάμενοι τὰ ξίφη συρράττουσιν ἀλλήλοις ἴσῃ τόλμῃ τε καὶ ἐπιθυμίᾳ τοῦ ἀγῶνος ἑκάτεροι χρώμενοι· ἦν τε, ὡς καὶ πρότερον ἔφην, παραπλήσιος αὐτοῖς ὁ τοῦ ἀγῶνος τρόπος, καὶ οὔτε ἡ σοφία καὶ ἡ ἐμπειρία Ῥωμαίων περὶ τὰς μάχας, ᾗ χρώμενοι τὰ πολλὰ ἐπεκράτουν, [p. 256] οὔτε τὸ καρτερικὸν καὶ ταλαίπωρον ἐν τοῖς πόνοις διὰ πολλῶν ἠσκημένον ἀγώνων ἐπεκράτει· τὰ γὰρ αὐτὰ καὶ περὶ τοὺς πολεμίους ἦν, ἐξ οὗ Μάρκιον ἡγεμόνα Ῥωμαίων οὐ τὸν ἀφανέστατον στρατηλάτην ἔσχον· ἀλλ᾽ ἀντεῖχον ἑκάτεροι τῆς χώρας, ἐν ᾗ τὸ πρῶτον ἔστησαν οὐχ ὑφιέμενοι. [3] ἔπειτα κατὰ μικρὸν οἱ Οὐολοῦσκοι ὑπεχώρουν ἐν κόσμῳ τε καὶ τάξει δεχόμενοι τοὺς Ῥωμαίους. στρατήγημα δὲ τοῦτ᾽ ἦν, ἵνα διασπάσωσί τ᾽ αὐτῶν τὰς τάξεις καὶ ἐξ ὑπερδεξιοῦ γένωνται χωρίου.

ΚΕΦΑΛΑΙΟΝ ΠΕ΄

[1] οἱ δ᾽ ὑπολαβόντες αὐτοὺς ἄρχειν φυγῆς ἠκολούθουν βάδην μὲν ἀπιοῦσι καὶ αὐτοὶ σὺν κόσμῳ ἑπόμενοι, ἐπειδὴ δὲ δρόμῳ χωροῦντας ἐπὶ τὸν χάρακα ἐθεάσαντο, ταχείᾳ καὶ αὐτοὶ διώξει καὶ ἀσυντάκτῳ χρώμενοι. οἱ δὲ δὴ τελευταῖοί τε καὶ ὀπισθοφυλακοῦντες λόχοι νεκρούς τ᾽ ἐσκύλευον, ὡς κεκρατηκότες ἤδη τῶν πολεμίων, καὶ ἐφ᾽ ἁρπαγὴν τῆς χώρας ἐτράποντο. [2] μαθόντες δ᾽ οἱ Οὐολοῦσκοι ταῦτ᾽ οἵ τε δόξαν παρασχόντες φυγῆς, ἐπειδὴ τοῖς ἐρύμασι τοῦ χάρακος ἐπλησίασαν, ὑποστραφέντες ἔστησαν, καὶ οἱ καταλειφθέντες ἐν τῷ στρατοπέδῳ τὰς πύλας ἀναπετάσαντες ἐξέδραμον ἀθρόοι κατὰ πολλὰ μέρη· γίνεταί τ᾽ αὐτῶν παλίντροπος ἡ μάχη· οἱ μὲν γὰρ διώκοντες ἔφευγον, οἱ δὲ φεύγοντες ἐδίωκον. ἔνθα πολλοὶ καὶ ἀγαθοὶ Ῥωμαίων θνήσκουσιν οἷα εἰκὸς ὠθούμενοι κατὰ πρανοῦς χωρίου καὶ ὑπὸ πολλῶν ὀλίγοι κυκλωθέντες. [3] ἀδελφὰ δὲ τούτοις ἔπασχον, ὅσοι πρὸς σκῦλά τε καὶ [p. 257] ἁρπαγὰς τραπόμενοι τὸ ἐν κόσμῳ τε καὶ τάξει ὑποχωρεῖν ἀφῃρέθησαν· καὶ γὰρ καὶ οὗτοι καταληφθέντες ὑπὸ τῶν πολεμίων οἱ μὲν ἐσφάγησαν, οἱ δ᾽ αἰχμάλωτοι ἐλήφθησαν. ὅσοι δὲ τούτων τε καὶ τῶν ἀπὸ τοῦ ὄρους ἀπαραχθέντων διεσώθησαν, ὀψὲ τῆς ὥρας τῶν ἱππέων αὐτοῖς ἐπιβοηθησάντων, ἀπῆλθον ἐπὶ τὸν χάρακα. ἐδόκει τ᾽ αὐτοῖς συλλαβέσθαι τοῦ μὴ πασσυδὶ διαφθαρῆναι χειμὼν πολὺς ἐξ οὐρανοῦ καταρραγεὶς καὶ σκότος, οἷον ἐν ταῖς βαθείαις ὁμίχλαις γίνεται, ὃ τοῖς πολεμίοις ὄκνον τῆς ἐπὶ πλέον διώξεως παρέσχεν οὐ δυναμένοις τὰ πόρρω καθορᾶν. [4] τῇ δ᾽ ἐπιούσῃ νυκτὶ ἀναστήσας τὴν στρατιὰν ὁ ὕπατος ἀπῆγε σιγῇ καὶ ἐν κόσμῳ, λαθεῖν τοὺς πολεμίους προνοούμενος· καὶ κατεστρατοπέδευσε παρὰ πόλει λεγομένῃ Λογγόλᾳ περὶ δείλην ὀψίαν, γήλοφον ἱκανὸν ἐρύκειν τοὺς ἐπιόντας ἐκλεξάμενος. ἔνθα ὑπομένων τούς τε ὑπὸ τραυμάτων κάμνοντας ἀνεκτᾶτο θεραπείαις, καὶ τοὺς ἀδημονοῦντας ἐπὶ τῇ παραδόξῳ τοῦ πάθους αἰσχύνῃ παραμυθούμενος ἀνελάμβανε.

ΚΕΦΑΛΑΙΟΝ ΠΣΤ΄

[1] Ῥωμαῖοι μὲν οὖν ἐν τούτοις ἦσαν· Οὐολοῦσκοι δ᾽, ἐπειδὴ ἡμέρα τ᾽ ἐγένετο καὶ ἔγνωσαν τοὺς πολεμίους ἐκλελοιπότας τὸν χάρακα, προσελθόντες κατεστρατοπέδευσαν. σκυλεύσαντες δὲ τοὺς τῶν πολεμίων νεκροὺς καὶ τοὺς ἡμιθνῆτας, οἷς σωθήσεσθαι ἐλπὶς ἦν, ἀνελόμενοι ταφάς τε ποιησάμενοι τῶν σφετέρων νεκρῶν, [p. 258] εἰς τὴν ἐγγυτάτω πόλιν Ἄντιον ἀνέζευξαν· ἔνθα παιανίζοντες ἐπὶ τῇ νίκῃ καὶ θύοντες ἐν ἅπασιν ἱεροῖς εἰς εὐπαθείας καὶ ἡδονὰς ταῖς ἑξῆς ἡμέραις ἐτράποντο. [2] εἰ μὲν οὖν ἐπὶ τῆς τότε νίκης διέμειναν καὶ μηδὲν ἐπεξειργάσαντο, καλὸν ἂν αὐτοῖς εἰλήφει τέλος ὁ ἀγών. Ῥωμαῖοι γὰρ οὐκ ἂν ὑπέμειναν ἔτι προελθεῖν ἐκ τοῦ χάρακος ἐπὶ πολέμῳ, ἀγαπητὸν δ᾽ ἂν ἦν, εἰ ἀπῆλθον ἐκ τῆς πολεμίας, κρείττονα τοῦ προδήλου θανάτου τὴν ἄδοξον ἡγησάμενοι φυγήν. νῦν δὲ τοῦ πλείονος ὀρεγόμενοι καὶ τὴν ἐκ τῆς προτέρας νίκης δόξαν ἀπέβαλον. [3] ἀκούοντες γὰρ παρά τε κατασκόπων καὶ τῶν ἐκ τοῦ χάρακος ἀποδεδρακότων, ὅτι κομιδῇ τ᾽ εἰσὶν οἱ σωθέντες Ῥωμαίων ὀλίγοι καὶ τούτων οἱ πλείους τραυματίαι, πολλὴν αὐτῶν ἐποιήσαντο καταφρόνησιν, καὶ αὐτίκα τὰ ὅπλα ἁρπάσαντες ἔθεον ἐπ᾽ αὐτούς. πολὺ δὲ καὶ τὸ ἄνοπλον αὐτοῖς ἐκ τῆς πόλεως εἵπετο κατὰ θέαν τοῦ ἀγῶνος καὶ ἅμα ἐφ᾽ ἁρπαγήν τε καὶ ὠφέλειαν. [4] ἐπεὶ δὲ προσβαλόντες τῷ λόφῳ τόν τε χάρακα περιέστησαν καὶ τὰ περισταυρώματα διασπᾶν ἐπεχείρουν, πρῶτοι μὲν οἱ τῶν Ῥωμαίων ἱππεῖς πεζοὶ μαχόμενοι διὰ τὴν τοῦ χωρίου φύσιν ἐξέδραμον ἐπ᾽ αὐτούς, ἔπειτα τούτων κατόπιν οἱ καλούμενοι τριάριοι πυκνώσαντες τοὺς λόχους· οὗτοι δ᾽ εἰσὶν οἱ πρεσβύτατοι τῶν στρατευομένων, οἷς τὰ στρατόπεδα [p. 259] ἐπιτρέπουσι φυλάττειν, ὅταν ἐξίωσιν εἰς τὴν μάχην, καὶ ἐφ᾽ οὓς τελευταίους, ὅταν ἀθρόα γένηται τῶν ἐν ἀκμῇ φθορά, σπανίζοντες ἑτέρας ἐπικουρίας καταφεύγουσι διὰ τὴν ἀνάγκην. οἱ δ᾽ Οὐολοῦσκοι [5] κατ᾽ ἀρχὰς μὲν ἐδέξαντο τὴν ἔφοδον αὐτῶν καὶ μέχρι πολλοῦ διέμενον ἐκθύμως ἀγωνιζόμενοι, ἔπειτα διὰ τὴν τοῦ χωρίου φύσιν μειονεκτοῦντες ὑπεχώρουν, καὶ τέλος ὀλίγα μὲν τοὺς πολεμίους καὶ οὐκ ἄξια λόγου ἐργασάμενοι, πλείω δ᾽ αὐτοὶ παθόντες κακὰ ὑπεχώρησαν εἰς τὸ πεδίον. ἔνθα καταστρατοπεδευσάμενοι ταῖς ἑξῆς ἡμέραις ἐξέταττον τὴν δύναμιν καὶ προὐκαλοῦντο τοὺς Ῥωμαίους εἰς μάχην, οἱ δ᾽ οὐκ ἀντεξῄεσαν. [6] ὡς δὲ τοῦτ᾽ εἶδον καταφρονήσαντες αὐτῶν οἱ Οὐολοῦσκοι συνεκάλουν ἐκ τῶν πόλεων δυνάμεις καὶ παρεσκευάζοντο ὡς ἐξελοῦντες πολυχειρίᾳ τὸ φρούριον· ῥᾳδίως τ᾽ ἂν ἐξειργάσαντο μέγα ἔργον ὑπάτου τε καὶ Ῥωμαϊκῆς δυνάμεως ἢ βίᾳ κρατήσαντες ἢ καὶ ὁμολογίαις· οὐδὲ γὰρ τῶν ἐπιτηδείων ἔτι εὐπόρει τὸ χωρίον· ἔφθη δὲ πρότερον ἐπικουρία Ῥωμαίοις ἐλθοῦσα, ὑφ᾽ ἧς ἐκωλύθησαν οἱ Οὐολοῦσκοι τὸ κάλλιστον ἐπιθεῖναι τῷ πολέμῳ τέλος. [7] ὁ γὰρ ἕτερος τῶν ὑπάτων Καίσων Φάβιος μαθών, ἐν αἷς ἦν τύχαις ἡ παραταξαμένη Οὐολούσκοις δύναμις, ἐβούλετο μὲν ὡς εἶχε τάχους ἅπασαν ἄγων τὴν δύναμιν εὐθὺς ἐπιέναι τοῖς πολιορκοῦσι τὸ φρούριον. ὡς δ᾽ οὐκ ἐγίνετο αὐτῷ θυομένῳ τε καὶ οἰωνοῖς χρωμένῳ τὰ ἱερὰ καλά, ἀλλ᾽ [p. 260] ἠναντιοῦτο πρὸς τὰς ἐξόδους αὐτοῦ τὸ δαιμόνιον, αὐτὸς μὲν ὑπέμεινε, τὰς δὲ κρατίστας ἐπιλεξάμενος σπείρας ἀπέστειλε τῷ συνάρχοντι. [8] αἱ δὲ διά τ᾽ ὀρῶν ἀφανῶς καὶ νύκτωρ τὰ πολλὰ ποιησάμεναι τὰς ὁδοὺς εἰσῆλθον εἰς τὸν χάρακα τοὺς πολεμίους λαθοῦσαι. ὁ μὲν οὖν Αἰμίλιος θρασύτερος ἐγεγόνει τῇ παρουσίᾳ τῶν συμμάχων, οἱ δὲ πολέμιοι τῷ τε πλήθει τῷ σφετέρῳ εἰκῆ πίσυνοι καὶ διὰ τὸ μὴ ἐπεξιέναι τοὺς Ῥωμαίους εἰς μάχην ἐπαρθέντες ἀνέβαινον ἐπὶ τὸ ὄρος πυκνώσαντες τοὺς λόχους· καὶ οἱ Ῥωμαῖοι παρέντες αὐτοὺς ἀναβῆναι καθ᾽ ἡσυχίαν καὶ πολλὰ πονεῖν περὶ τῷ σταυρώματι ἐάσαντες, ἐπειδὴ τὰ σημεῖα ἤρθη τῆς μάχης διασπάσαντες κατὰ πολλὰ μέρη τὸν χάρακα ἐμπίπτουσιν αὐτοῖς· καὶ οἱ μὲν εἰς χεῖρας καταστάντες τοῖς ξίφεσιν ἐμάχοντο, οἱ δ᾽ ἀπὸ τῶν ἐρυμάτων λίθοις τε καὶ σαυνίοις καὶ λόγχαις τοὺς ἐπιόντας ἔβαλλον, βέλος δ᾽ οὐδὲν ἄσκοπον ἦν πεπιλημένων γ᾽ ἐν βραχεῖ χωρίῳ πολλῶν. [9] ἀπαράττονται δὴ τοῦ λόφου πολλοὺς σφῶν ἀποβαλόντες οἱ Οὐολοῦσκοι καὶ εἰς φυγὴν ὁρμήσαντες μόγις εἰς τὸν ἴδιον ἀποσώζονται χάρακα. Ῥωμαῖοι δ᾽ ὡς ἐν ἀσφαλείᾳ τέως ὄντες ἤδη κατέβαινον ἐπὶ τοὺς ἀγροὺς αὐτῶν· ἐξ ὧν ἐπισιτισμοὺς καὶ τἆλλα, ὅσων σπάνις ἦν ἐν τῷ χάρακι, ἐλάμβανον.

ΚΕΦΑΛΑΙΟΝ ΠΖ΄

[1] ἐπειδὴ δὲ καθῆκεν ὁ τῶν ἀρχαιρεσιῶν [p. 261] καιρός, ὁ μὲν Αἰμίλιος ἔμεινεν ἐπὶ στρατοπέδου δι᾽ αἰσχύνης ἔχων ἐπὶ συμφοραῖς οὐκ εὐσχήμοσιν εἰς τὴν πόλιν εἰσελθεῖν τὸ κράτιστον ἀπολωλεκὼς τῆς στρατιᾶς. ὁ δὲ συνύπατος αὐτοῦ τοὺς ὑφ᾽ ἑαυτὸν ἄρχοντας ἐπὶ στρατοπέδου καταλιπὼν εἰς τὴν Ῥώμην ᾤχετο· καὶ συγκαλέσας τὸν ὄχλον ἐπὶ τὰς ἀρχαιρεσίας, οἷς μὲν ὁ δῆμος ἐβούλετο δοθῆναι τὴν ὑπατείαν ἀνδράσιν ἐκ τῶν ὑπατευκότων, οὐ προὔθηκε τὴν ψηφοφορίαν, ἐπειδὴ οὐδ᾽ αὐτοὶ μετῄεσαν τὴν ἀρχὴν ἑκόντες, ὑπὲρ δὲ τῶν μετιόντων τούς τε λόχους ἐκάλεσε καὶ τὰς ψήφους ἀνέδωκεν. [2] οὗτοι δ᾽ ἦσαν, οὓς ἡ βουλὴ προείλετο καὶ οἷς παραγγέλλειν τὴν ἀρχὴν ἐκέλευσεν, οὐ σφόδρα τῷ δήμῳ κεχαρισμένοι. καὶ ἀπεδείχθησαν εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ὕπατοι ὅ τε νεώτερος ἀδελφὸς τοῦ προθέντος τὰς ἀρχαιρεσίας ὑπάτου, Μάρκος Φάβιος Καίσωνος υἱός, καὶ Λεύκιος Οὐαλέριος Μάρκου υἱός, ὁ τὸν τρὶς ὑπατεύσαντα Κάσσιον κρίνας ἐπὶ τῇ τυραννίδι καὶ [3] ἀποκτείνας. οὗτοι τὴν ἀρχὴν παραλαβόντες ὑπὲρ τῶν ἀποθανόντων ἐν τῷ πρὸς Ἀντιάτας πολέμῳ στρατιωτῶν ἠξίουν ἑτέρους καταγράφειν, ἵνα τὸ ἐλλιπὲς ἀναπληρωθῇ τῶν λόχων. καὶ δόγμα ποιησάμενοι βουλῆς προὔγραψαν ἡμέραν, ἐν ᾗ παρεῖναι τοὺς ἔχοντας ἡλικίαν στρατεύσιμον ἔδει. μετὰ τοῦτο θόρυβος ἦν πολὺς κατὰ τὴν πόλιν, καὶ λόγοι τῶν πενεστάτων στασιώδεις οὐκ ἀξιούντων οὔτε βουλῆς δόγμασιν ὑπηρετεῖν οὔτε ὑπάτων ἐξουσίᾳ πειθαρχεῖν, ὅτι τὰς περὶ τῆς κληρουχίας [p. 262] ὑποσχέσεις ἐψεύσαντο πρὸς αὐτούς· συνιόντες τε κατὰ πλῆθος ἐπὶ τοὺς δημάρχους ὠνείδιζον αὐτοῖς προδοσίαν καὶ κατεβόων ἐπικαλούμενοι τὴν ἐξ ἐκείνων συμμαχίαν. [4] τοῖς μὲν οὖν ἄλλοις οὐκ ἐδόκει καιρὸς ἁρμόττων εἶναι πολέμου συνεστῶτος ὑπερορίου τὰς πολιτικὰς ἔχθρας ἀναζωπυρεῖν, εἷς δέ τις ἐξ αὐτῶν Γάϊος Μαίνιος οὐκ ἔφη προδώσειν τοὺς δημοτικούς, οὐδ᾽ ἐπιτρέψειν τοῖς ὑπάτοις στρατιὰν καταγράφειν, ἐὰν μὴ πρότερον ἀποδείξωσι τοὺς ὁριστὰς τῆς δημοσίας γῆς καὶ τὸ περὶ τῆς κληρουχίας ψήφισμα γράψαντες εἰς τὸν δῆμον ἐξενέγκωσιν. ἀντιλεγόντων δὲ πρὸς ταῦτα τῶν ὑπάτων καὶ πρόφασιν ποιουμένων τοῦ μηθὲν αὐτῷ συγχωρεῖν, ὧν ἠξίου, τὸν ἐν χερσὶν ὄντα πόλεμον, οὐκ ἔφη προσέξειν αὐτοῖς τὸν νοῦν, ἀλλὰ [5] κωλύσειν ἁπάσῃ δυνάμει τὴν καταγραφήν. καὶ ἐποίει ταῦτα· οὐ μὴν ἴσχυσέ γε μέχρι τέλους. οἱ γὰρ ὕπατοι προελθόντες ἔξω τῆς πόλεως ἐν τῷ παρακειμένῳ πεδίῳ τοὺς στρατηγικοὺς δίφρους ἔθηκαν· ἐνταῦθα καὶ τὸν στρατιωτικὸν ἐποιοῦντο κατάλογον, καὶ τοὺς οὐχ ὑπακούοντας τοῖς νόμοις, ἐπειδὴ αὐτοὺς ἄγειν οὐχ οἷοί τ᾽ ἦσαν, εἰς χρήματα ἐζημίουν· ὅσοις μὲν χωρία ὑπῆρχεν, ἐκκόπτοντες ταῦτα καὶ τὰς αὐλὰς καθαιροῦντες· ὅσων δὲ γεωργικὸς ὁ βίος ἦν ἐν ἀλλοτρίοις κτήμασι, τούτων ἄγοντές τε καὶ φέροντες τὰ παρεσκευασμένα πρὸς τὴν ἐργασίαν ζεύγη τε βοϊκὰ καὶ βοσκήματα καὶ ὑποζύγια ἀχθοφόρα καὶ σκεύη παντοῖα, οἷς γῆ τ᾽ ἐξεργάζεται καὶ καρποὶ συγκομίζονται. [6] ὁ δὲ κωλύων τὴν καταγραφὴν δήμαρχος οὐθὲν ἔτι ποιεῖν ἦν δυνατός. [p. 263] οὐδενὸς γάρ εἰσι τῶν ἔξω τῆς πόλεως οἱ τὴν δημαρχικὴν ἔχοντες ἐξουσίαν κύριοι· περιγέγραπται γὰρ αὐτῶν τὸ κράτος τοῖς τείχεσι, καὶ οὐδὲ ἀπαυλισθῆναι τῆς πόλεως αὐτοῖς θέμις, ὅτι μὴ πρὸς ἕνα καιρόν, ἐν ᾧ πᾶσαι θύουσιν αἱ τῆς πόλεως ἀρχαὶ κοινὴν ὑπὲρ τοῦ Λατίνων ἔθνους τῷ Διὶ θυσίαν ἐπὶ τὸ Ἀλβανῶν ὄρος ἀναβαίνουσαι. [7] τοῦτο διαμένει μέχρι τῶν καθ᾽ ἡμᾶς χρόνων τὸ ἔθος, τὸ μηθενὸς εἶναι τῶν ἔξω τῆς πόλεως τοὺς δημάρχους κυρίους· καὶ δὴ καὶ τὸν ἐμφύλιον Ῥωμαίων πόλεμον τὸν ἐπὶ τῆς ἐμῆς ἡλικίας, ὃς μέγιστος τῶν πρὸ αὐτοῦ πολέμων ἐγένετο, ἡ κινήσασα πρόφασις ἐπὶ πολλαῖς ἄλλαις δόξασα μείζων εἶναι καὶ μόνη ἀποχρῶσα διαστῆσαι τὴν πόλιν ἥδε ἦν, ὅτι τῶν δημάρχων τινὲς ἐξεληλάσθαι τῆς πόλεως αἰτιώμενοι βίᾳ πρὸς τοῦ τότε κατέχοντος τὰ κατὰ τὴν Ἰταλίαν ἡγεμόνος, ἵνα μηδενὸς εἶεν ἔτι κύριοι, ἐπὶ τὸν ἐν τῇ Γαλατίᾳ τὰ στρατόπεδα κατέχοντα ὡς οὐκ ἔχοντες, ὅποι τράπωνται, κατέφυγον. [8] ὁ δὲ τῇ προφάσει ταύτῃ χρησάμενος, ὡς ἀρχῇ δήμου παναγεῖ τὸ κράτος ἀφαιρεθείσῃ παρὰ τοὺς ὅρκους τῶν προγόνων αὐτὸς ὁσίως καὶ σὺν δίκῃ βοηθῶν αὐτός τε σὺν τοῖς ὅπλοις ἦλθεν εἰς τὴν πόλιν καὶ τοὺς ἄνδρας ἐπὶ τὴν ἀρχὴν κατήγαγε.

ΚΕΦΑΛΑΙΟΝ ΠΗ΄

[1] τότε δ᾽ οὖν οἱ δημόται τῆς δημαρχικῆς ἐξουσίας οὐδὲν ἀπολαύοντες ὑφεῖντο τοῦ θράσους καὶ προσιόντες τοῖς ἐπὶ τῆς στρατολογίας τεταγμένοις [p. 264] τὸν ἱερὸν ὅρκον ὤμνυσαν, καὶ ὑπὸ τὰς σημαίας κατεγράφοντο. ἐπεὶ δὲ τὸ ἐλλιπὲς τῶν λόχων ἐξεπληρώθη, διεκληρώσαντο τὰς ἡγεμονίας τῶν στρατοπέδων οἱ ὕπατοι· καὶ ὁ μὲν Φάβιος τὴν ἐπὶ τῇ βοηθείᾳ τῶν συμμάχων ἀποσταλεῖσαν δύναμιν παρελάμβανεν, ὁ δὲ Οὐαλέριος τὴν ἐν Οὐολούσκοις στρατοπεδεύουσαν ἄγων τοὺς νεωστὶ καταγραφέντας. [2] μαθοῦσι δὲ τὴν παρουσίαν αὐτοῦ τοῖς πολεμίοις ἐδόκει στρατιάν θ᾽ ἑτέραν μεταπέμπεσθαι καὶ ἐν ἰσχυροτέρῳ τὸ στρατόπεδον ποιήσασθαι χωρίῳ καὶ μηδὲν ἐκ τοῦ καταφρονεῖν αὐτῶν ἔτι προπετὲς κινδύνευμα ὡς πρότερον ὑπομένειν. ἐγεγόνει ταῦτα διὰ ταχέων, ἀμφοτέροις τε παρέστη τοῖς ἡγεμόσι τῶν δυνάμεων ὁμοία περὶ τοῦ πολέμου γνώμη, τὰ ἑαυτῶν φυλάττειν ἐρύματα, ἐάν τις ἐπίῃ, τοῖς δὲ τῶν πολεμίων ὡς βίᾳ κρατηθησομένοις μὴ ἐπιχειρεῖν. [3] καὶ ὁ διὰ μέσου χρόνος οὐκ ὀλίγος ἐγένετο φόβῳ τῶν ἐπιχειρήσεων τριβόμενος· οὐ μέντοι καὶ εἰς τέλος γε διαμένειν ἐν τοῖς ἐγνωσμένοις ἐδυνήθησαν. ὁπότε γὰρ ἐπισιτισμοῦ χάριν ἢ τῶν ἄλλων ἐπιτηδείων τινός, ὧν ἀμφοτέροις ἔδει, μοῖρά τις ἀποσταλείη τῆς στρατιᾶς, συμβολαί τ᾽ αὐτῶν ἐγίνοντο καὶ πληγαί, καὶ τὸ νικᾶν οὐκ ἀεὶ παρὰ τοῖς αὐτοῖς ἔμενε· πολλάκις δὲ συμπλεκομένων ἀλλήλοις ἀπέθνησκόν τ᾽ οὐκ ὀλίγοι καὶ τραυματίαι πλείους ἐγίνοντο. [4] τοῖς μὲν οὖν Ῥωμαίοις τὸ ἀπαναλούμενον τῆς στρατιᾶς οὐδεμία ποθὲν ἐπικουρία [p. 265] ἐξεπλήρου, τὸ δὲ τῶν Οὐολούσκων στρατόπεδον ἄλλων ἐπ᾽ ἄλλοις ἡκόντων πολλὴν αὔξησιν ἐλάμβανε· καὶ τούτῳ ἐπαρθέντες οἱ ἡγεμόνες ἐξῆγον ἐκ τοῦ χάρακος τὴν δύναμιν ὡς εἰς μάχην.

ΚΕΦΑΛΑΙΟΝ ΠΘ΄

[1] ἐξελθόντων δὲ καὶ τῶν Ῥωμαίων καὶ παραταξαμένων ἰσχυρὰ μάχη γίνεται καὶ ἱππέων καὶ πεζῶν καὶ ψιλῶν ἴσῃ πάντων χρωμένων προθυμίᾳ τε καὶ ἐμπειρίᾳ, καὶ τὸ νικᾶν ἑκάστου παρ᾽ ἑαυτὸν μόνον τιθεμένου· [2] ὡς δὲ νεκροί τ᾽ αὐτῶν πολλοὶ ἑκατέρωθεν, ἐν ᾧ ἐτάχθησαν χωρίῳ, πεσόντες ἔκειντο, καὶ ἡμιθνῆτες ἔτι πλείους τῶν νεκρῶν, οἱ δὲ παρὰ τὸν ἀγῶνα καὶ τὰ δεινὰ ἔτι διαμένοντες ὀλίγοι ἦσαν, καὶ οὐδὲ οὗτοι δρᾶν τὰ πολέμου ἔργα δυνάμενοι βαρυνόντων μὲν αὐτοῖς τῶν σκεπαστηρίων τὰς εὐωνύμους χεῖρας διὰ πλῆθος τῶν ἐμπεπηγότων βελῶν, καὶ οὐκ ἐώντων ὑπομένειν τὰς προσβολάς, τετραμμένων δὲ τῶν ἐγχειριδίων τὰς ἀκμάς, ἔστι δ᾽ ὧν καὶ κατεαγότων ὅλων, οἷς οὐθὲν ἔτι ἦν χρῆσθαι, τοῦ τε κόπου, ὃς δι᾽ ὅλης ἡμέρας ἀγωνιζομένοις αὐτοῖς πολὺς ἐγεγόνει, παραλύοντος τὰ νεῦρα καὶ τὰς πληγὰς ἀσθενεῖς ποιοῦντος, ἱδρῶτος δὲ καὶ δίψης καὶ ἄσθματος, οἷα ἐν πνιγηρᾷ ὥρᾳ ἔτους τοῖς πολὺν χρόνον ἀγωνιζομένοις συμπίπτειν φιλεῖ, παρ᾽ ἀμφοτέροις γινομένων, τέλος οὐδὲν ἔλαβεν ἀξιόλογον ἡ μάχη, ἀλλ᾽ ἀγαπητῶς [p. 266] ἀμφότεροι τῶν στρατηγῶν ἀνακαλουμένων ἀπῆλθον ἐπὶ τοὺς ἑαυτῶν χάρακας· καὶ οὐκέτι μετὰ τοῦτ᾽ ἐξῄεσαν εἰς μάχην οὐδέτεροι, ἀλλ᾽ ἀντικαθήμενοι παρεφύλαττον ἀλλήλων τὰς ἕνεκα τῶν ἐπιτηδείων γινομένας ἐξόδους. [3] ἔδοξε μέντοι καὶ λόγος ἦν ἐν τῇ Ῥώμῃ πολύς, ὡς δυναμένη τότε νικᾶν ἡ Ῥωμαίων δύναμις ἑκουσία μηδὲν ἦν ἐργάσασθαι λαμπρὸν διὰ μῖσός τε τοῦ ὑπάτου καὶ ὀργήν, ἣν εἶχε πρὸς τοὺς πατρικίους ἐπὶ τῷ φενακισμῷ τῆς κληρουχίας. αὐτοὶ δ᾽ οἱ στρατιῶται τὸν ὕπατον ὡς οὐχ ἱκανὸν στρατηγεῖν ᾐτιῶντο, γράμματα πέμποντες ὡς τοὺς ἐπιτηδείους ἑαυτῶν ἕκαστοι. καὶ τὰ μὲν ἐπὶ στρατοπέδου γινόμενα τοιαῦτ᾽ ἦν· ἐν αὐτῇ δὲ τῇ Ῥώμῃ πολλὰ δαιμόνια σημεῖα ἐφαίνετο δηλωτικὰ θείου χόλου κατά τε φωνὰς καὶ ὄψεις ἀήθεις. [4] πάντα δ᾽ εἰς τοῦτο συνέτεινεν, ὡς οἵ τε μάντεις καὶ οἱ τῶν ἱερῶν ἐξηγηταὶ συνενέγκαντες τὰς ἐμπειρίας ἀπεφαίνοντο, ὅτι θεῶν χολοῦσθαὶ τινες οὐ κομίζονται τὰς νομίμους τιμὰς οὐ καθαρῶς οὐδὲ ὁσίως ἐπιτελουμένων αὐτοῖς τῶν ἱερῶν. ζήτησις δὴ μετὰ τοῦτο πολλὴ ἐκ πάντων ἐγίνετο, καὶ σὺν χρόνῳ μήνυσις ἀποδίδοται τοῖς ἱεροφάνταις, ὅτι τῶν παρθένων μία τῶν φυλαττουσῶν τὸ ἱερὸν πῦρ, Ὀπιμία ὄνομα αὐτῇ, τὴν παρθενίαν ἀφαιρεθεῖσα μιαίνει τὰ ἱερά. [5] οἱ δ᾽ ἔκ τε βασάνων καὶ τῶν ἄλλων ἀποδείξεων [p. 267] μαθόντες, ὅτι τὸ μηνυόμενον ἦν ἀδίκημα ἀληθές, αὐτὴν μὲν τῆς κορυφῆς ἀφελόμενοι τὰ στέμματα καὶ πομπεύσαντες δι᾽ ἀγορᾶς ἐντὸς τείχους ζῶσαν κατώρυξαν· δύο δὲ τοὺς ἐξελεγχθέντας διαπράξασθαι τὴν φθορὰν μαστιγώσαντες ἐν φανερῷ παραχρῆμα ἀπέκτειναν καὶ μετὰ τοῦτο καλὰ τὰ ἱερὰ καὶ τὰ μαντεύματα ὡς ἀφεικότων αὐτοῖς τῶν θεῶν τὸν χόλον, ἐγίνετο.

ΚΕΦΑΛΑΙΟΝ Q΄

[1] ὡς δὲ καθῆκεν ὁ τῶν ἀρχαιρεσιῶν χρόνος, ἐλθόντων τῶν ὑπάτων πολλὴ σπουδὴ καὶ παράταξις ἐγένετο τοῦ δήμου πρὸς τοὺς πατρικίους περὶ τῶν παραληψομένων τὴν ἡγεμονίαν ἀνδρῶν. ἐκεῖνοι μὲν γὰρ ἐκ τῶν νεωτέρων ἐβούλοντο τοὺς δραστηρίους τε καὶ ἥκιστα δημοτικοὺς ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν· καὶ μετῄει τὴν ἀρχὴν κελευσθεὶς ὑπ᾽ αὐτῶν ὁ υἱὸς Ἀππίου Κλαυδίου τοῦ πολεμιωτάτου τῷ δήμῳ δοκοῦντος εἶναι, μεστὸς αὐθαδείας ἀνὴρ καὶ θράσους, ἑταίροις τε καὶ πελάταις ἁπάντων πλεῖστον τῶν καθ᾽ ἡλικίαν δυνάμενος· ὁ δὲ δῆμος ἐκ τῶν πρεσβυτέρων τε καὶ τῶν πεῖραν ἤδη δεδωκότων τῆς ἐπιεικείας τοὺς προνοησομένους τοῦ κοινῇ συμφέροντος ὀνομάζων ἠξίου ποιεῖν ὑπάτους. αἵ τ᾽ ἀρχαὶ διειστήκεσαν καὶ τὰς ἀλλήλων ἀνέλυον ἐξουσίας. [2] ὁπότε μὲν γὰρ οἱ ὕπατοι καλοῖεν τὸ πλῆθος ὡς ἀποδείξοντες τοὺς μετιόντας τὴν ἀρχὴν ὑπάτους, οἱ δήμαρχοι τοῦ κωλύειν ὄντες κύριοι διέλυον τὰ ἀρχαιρέσια, ὁπότε δ᾽ αὖ πάλιν ἐκεῖνοι [p. 268] καλοῖεν ὡς ἀρχαιρεσιάσοντα τὸν δῆμον, οὐκ ἐπέτρεπον οἱ ὕπατοι τὴν ἐξουσίαν ἔχοντες τοῦ συγκαλεῖν τοὺς λόχους καὶ τὰς ψήφους ἀναδιδόναι. κατηγορίαι τ᾽ ἀλλήλων ἐγίνοντο καὶ συνεχεῖς ἁψιμαχίαι καθ᾽ ἑταιρίας συνισταμένων, ὥστε καὶ πληγὰς ἀλλήλοις διδόναι τινὰς ὑπ᾽ ὀργῆς, καὶ οὐ μακρὰν ἀποσχεῖν τὴν στάσιν τῶν ὅπλων. [3] ταῦτα μαθοῦσα ἡ βουλὴ πολὺν ἐσκόπει χρόνον, ὅ τι χρήσεται τοῖς πράγμασιν, οὔτε βιάσασθαι δυναμένη τὸν δῆμον οὔτ᾽ εἶξαι βουλομένη. ἦν δ᾽ ἡ μὲν αὐθαδεστέρα γνώμη δικτάτορα ἑλέσθαι τῶν ἀρχαιρεσιῶν ἕνεκα, ὃν ἂν ἡγῶνται κράτιστον εἶναι· τὸν δὲ λαβόντα τὴν ἐξουσίαν τούς τε νοσοποιοὺς ἐκ τῆς πόλεως ἐξελεῖν, καὶ εἴ τι ἡμάρτηται ταῖς πρότερον ἀρχαῖς ἐπανορθώσασθαι, τόν τε κόσμον τοῦ πολιτεύματος, ὃν βούλεται, καταστησάμενον ἀνδράσι τοῖς κρατίστοις ἀποδοῦναι τὰς ἀρχάς. [4] ἡ δ᾽ ἐπιεικεστέρα μεσοβασιλεῖς ἑλέσθαι τοὺς πρεσβυτάτους τε καὶ τιμιωτάτους ἄνδρας, οἷς ἐπιμελὲς ἔσται τὰ περὶ τὰς ἀρχάς, ὅπως κράτισται γενήσονται, προνοηθῆναι, τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῶν βασιλέων τῶν ἐκλιπόντων ἐγίνοντο. ταύτῃ προσθεμένων τῇ γνώμῃ τῶν πλειόνων ἀποδείκνυται πρὸς αὐτῶν μεσοβασιλεὺς Αὖλος Σεμπρώνιος Ἀτρατῖνος· [5] αἱ δ᾽ ἄλλαι κατελύθησαν ἀρχαί. οὗτος ἐπιτροπεύσας τὴν πόλιν ἀστασίαστον ὅσας ἐξῆν ἡμέρας ἕτερον ἀποδείκνυσιν, ὥσπερ αὐτοῖς ἔθος ἦν, Σπόριον Λάρκιον. κἀκεῖνος συγκαλέσας τὴν λοχῖτιν ἐκκλησίαν [p. 269] καὶ τὰς ψήφους κατὰ τὰ τιμήματα ἀναδούς, ἐκ τῆς ἀμφοτέρων εὐδοκήσεως ἀποδείκνυσιν ὑπάτους, Γάϊον Ἰούλιον, τὸν ἐπικαλούμενον Ἴουλον, ἐκ τῶν φιλοδήμων, καὶ Κόιντον Φάβιον Καίσωνος υἱὸν τὸ δεύτερον ἐκ τῶν ἀριστοκρατικῶν. [6] καὶ ὁ μὲν δῆμος οὐδὲν ἐκ τῆς προτέρας ὑπατείας αὐτοῦ πεπονθὼς εἴασε τυχεῖν ταύτης τῆς ἐξουσίας τὸ δεύτερον, μισῶν τὸν Ἄππιον καὶ ὅτι ἐκεῖνος ἀτιμασθῆναι ἐδόκει σφόδρα ἡδόμενος· τοῖς δ᾽ ἐν τέλει διαπεπραγμένοις δραστήριον ἄνδρα καὶ οὐθὲν ἐνδώσοντα τῷ δήμῳ μαλακὸν ἐπὶ τὴν ὑπατείαν παρελθεῖν, κατὰ γνώμην ἐδόκει κεχωρηκέναι τὰ τῆς διχοστασίας.

ΚΕΦΑΛΑΙΟΝ QΑ΄

[1] ἐπὶ τῆς τούτων ἀρχῆς Αἰκανοὶ μὲν εἰς τὴν Λατίνων χώραν ἐμβαλόντες ἀπήλασαν ἀνδράποδα καὶ βοσκήματα πολλὰ λῃστρικῇ ἐφόδῳ χρησάμενοι· Τυρρηνῶν δ᾽ οἱ καλούμενοι Οὐιεντανοὶ τῆς Ῥωμαίων γῆς πολλὴν ἠδίκησαν προνομαῖς. τῆς δὲ βουλῆς τὸν μὲν πρὸς Αἰκανοὺς πόλεμον εἰς ἕτερον ἀναβαλομένης χρόνον, παρὰ δὲ Οὐιεντανῶν δίκας αἰτεῖν ψηφισαμένης, Αἰκανοὶ μὲν ἐπειδὴ τὰ πρῶτα αὐτοῖς κατὰ νοῦν ἐχώρησε, καὶ οὐθεὶς ὁ κωλύσων τὰ λοιπὰ ἐφαίνετο, θράσει ἐπαρθέντες ἀλογίστῳ λῃστρικὴν μὲν οὐκέτι στρατείαν ἔγνωσαν ποιεῖσθαι, δυνάμει δὲ βαρείᾳ ἐλάσαντες ἐπὶ πόλιν Ὀρτῶνα κατὰ κράτος αἱροῦσι· καὶ διαρπάσαντες τά τ᾽ ἐκ τῆς χώρας καὶ τὰ τῆς πόλεως ἀπῄεσαν εὐπορίαν πολλὴν ἀγόμενοι. [2] Οὐιεντανοὶ δὲ [p. 270] πρὸς τοὺς ἀπὸ τῆς Ῥώμης ἥκοντας ἀποκρινάμενοι, ὅτι οὐκ ἐξ αὐτῶν εἴησαν οἱ προνομεύοντες τὴν χώραν, ἀλλ᾽ ἐκ τῶν ἄλλων Τυρρηνῶν, ἀπέλυσαν τοὺς ἄνδρας οὐθὲν τῶν δικαίων ποιήσαντες· καὶ οἱ πρέσβεις ἐπιτυγχάνουσι τοῖς Οὐιεντανοῖς λείαν ἐκ τῆς αὐτῶν χώρας ἄγουσι. ταῦτα παρ᾽ αὐτῶν ἡ βουλὴ μαθοῦσα πολεμεῖν τ᾽ ἐψηφίσατο Οὐιεντανοῖς καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξάγειν τὴν στρατιάν. [3] ἐγένετο μὲν οὖν περὶ τοῦ δόγματος ἀμφιλογία, καὶ πολλοὶ ἦσαν οἱ τὸν πόλεμον οὐκ ἐῶντες ἐκφέρειν τῆς τε κληρουχίας ὑπομιμνήσκοντες τοὺς δημοτικούς, ἧς γε πέμπτον ἔτος ἐψηφισμένης ὑπὸ τοῦ συνεδρίου κενῇ πιστεύσαντες ἐλπίδι ἐξηπάτηντο, καὶ κοινὸν ἀποφαίνοντες πόλεμον, εἰ κοινῇ χρήσεται γνώμῃ πᾶσα Τυρρηνία τοῖς ὁμοεθνέσι [4] βοηθοῦσα. οὐ μὴν ἴσχυσάν γ᾽ οἱ τῶν στασιαστῶν λόγοι, ἀλλ᾽ ἐκύρωσε καὶ ὁ δῆμος τὸ τῆς βουλῆς δόγμα τῇ Σπορίου Λαρκίου γνώμῃ τε καὶ παρακλήσει χρησάμενος. καὶ μετὰ ταῦτ᾽ ἐξῆγον τὰς δυνάμεις οἱ ὕπατοι· στρατοπεδευσάμενοι δὲ χωρὶς ἀλλήλων οὐ μακρὰν ἀπὸ τῆς πόλεως καὶ μείναντες ἡμέρας συχνάς, ἐπειδὴ οὐκ ἀντεξῆγον οἱ πολέμιοι τὰς δυνάμεις, προνομεύσαντες αὐτῶν τῆς γῆς ὅσην ἐδύναντο πλείστην ἀπῆγον ἐπ᾽ οἴκου τὴν στρατιάν. ἄλλο δ᾽ ἐπὶ τῆς τούτων ὑπατείας λόγου ἄξιον οὐδὲν ἐπράχθη.