Ρωμαϊκή Αρχαιολογία/η/21

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Κεφάλαια 21–30
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος η΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ ΚΑ΄

[1] μετὰ τοῦτο χώρα θ᾽, ὅσην διαπορεύοιτο, ὑποχείριος ἦν καὶ πόλις οὐδεμία ἠναντιοῦτο ἔξω Λαουινίου, ἣν πρώτην τε πόλιν οἱ σὺν Αἰνείᾳ κατάραντες εἰς Ἰταλίαν Τρῶες ἔκτισαν, καὶ ἀφ᾽ ἧς τὸ Ῥωμαίων ἦν γένος, ὡς καὶ πρότερόν μοι δεδήλωται. οἱ δ᾽ ἐν ταύτῃ κατοικοῦντες πάντα πρότερον ᾤοντο δεῖν ὑπομένειν, ἢ τὸ πρὸς τοὺς ἀπογόνους σφῶν Ῥωμαίους [2] πιστὸν ἐγκαταλιπεῖν. ἐγένοντο μὲν οὖν καὶ τειχομαχίαι [p. 153] τινὲς αὐτόθι καρτεραὶ καὶ πρὸ τῶν ἐρυμάτων ὀξεῖαι μάχαι· οὐ μὴν ἑάλω γε τὸ τεῖχος ἀπὸ κράτους τῇ πρώτῃ ἐφόδῳ, ἀλλ᾽ ἐδόκει χρόνου δεῖν ἡ πολιορκία καὶ τριβῆς. ἀποστὰς οὖν τῆς πολιορκίας ὁ Μάρκιος περιετάφρευε κύκλῳ τὴν πόλιν καὶ ἀπεσταύρου, τὰς ὁδοὺς φυλάττων, ἵνα μήτ᾽ ἀγορὰ μήτ᾽ ἐπικουρία τις αὐτοῖς ἔξωθεν προσγένοιτο. [3] Ῥωμαῖοι δὲ τῶν τε κεκρατημένων ἤδη πόλεων τὸν ὄλεθρον ἀκούοντες καὶ τῶν προσθεμένων τῷ Μαρκίῳ τὴν ἀνάγκην, ταῖς τε πρεσβείαις ἐνοχλούμενοι ταῖς ἀφικνουμέναις ὡς αὐτοὺς ὁσημέραι παρὰ τῶν μενουσῶν ἐν τῇ φιλίᾳ καὶ δεομένων βοηθείας, τοῦ τε Λαουινίου τὸν περιτειχισμὸν ὀρρωδοῦντες ἐν χερσὶν ὄντα, καὶ εἰ τόδε τὸ φρούριον ἁλώσεται τὸν πόλεμον ἐπὶ σφᾶς ἥξειν εὐθὺς οἰόμενοι, μίαν ὑπέλαβον ἔσεσθαι πάντων τῶν κακῶν λύσιν, εἰ [4] ψηφίσαιντο τῷ Μαρκίῳ τὴν κάθοδον. καὶ ὅ τε δῆμος ἅπας ἐβόα τοῦτο, καὶ οἱ δήμαρχοι νόμον εἰσφέρειν ὑπὲρ ἀκυρώσεως τῆς καταδίκης ἐβούλοντο· ἀλλ᾽ οἱ πατρίκιοι ἠναντιώθησαν αὐτοῖς οὐκ ἀξιοῦντες τῶν δεδικασμένων λύειν οὐθέν. μὴ γενομένου δὲ προβουλεύματος ὑπὸ τῆς βουλῆς οὐδὲ τοῖς δημάρχοις ἔτι προθεῖναι γνώμην εἰς τὸν δῆμον ἐδόκει. [5] ὃ καὶ θαυμάζειν ἄξιον, ἀφ᾽ ἧς δήποτε αἰτίας ἡ βουλὴ σπουδάζουσα τὸν ἔμπροσθεν χρόνον ὑπὲρ τοῦ Μαρκίου τότε βουλομένῳ [p. 154] τῷ δήμῳ κατάγειν αὐτὸν ἠναντιώθη· πότερα πεῖραν αὐτοῦ ποιουμένη τῆς γνώμης καὶ τῷ μὴ συγχωρεῖν ἑτοίμως ἐπὶ τὸ μᾶλλον σπουδάζειν αὐτὸν παρορμῶσα, ἢ τὰς καθ᾽ ἑαυτῆς ἀπολύσασθαι βουλομένη διαβολὰς ὑπὲρ τοῦ μηθενὸς ὧν ἔπραττεν ὁ ἀνὴρ μήτε αἰτία μήτε συνεργὸς εἶναι. χαλεπὸν γὰρ ἦν ἀπόρρητον γενόμενον αὐτῆς τὸ βούλευμα συμβαλεῖν.

ΚΕΦΑΛΑΙΟΝ ΚΒ΄

[1] ἀκούσας δὲ ταῦτα παρ᾽ αὐτομόλων τινῶν ὁ Μάρκιος, ὡς εἶχεν ὀργῆς, εὐθὺς ἀναστήσας τὴν δύναμιν ἦγεν ἐπὶ τὴν Ῥώμην, φυλακὴν τοῦ Λαουινίου τὴν ἀρκοῦσαν καταλιπών· καὶ αὐτίκα τῆς πόλεως σταδίους τετταράκοντα ἀποσχὼν κατεστρατοπέδευσε περὶ τὰς καλουμένας Κλοιλίας τάφρους. [2] μαθοῦσι δὲ τὴν παρουσίαν αὐτοῦ τοῖς κατὰ τὴν πόλιν τοσοῦτος ἐνέπεσε θόρυβος ὡς αὐτίκα τοῖς τείχεσι τοῦ πολέμου προσάξοντος, ὥσθ᾽ οἱ μὲν ἐπὶ τὰ τείχη τὰ ὅπλα λαβόντες ἔθεον ἄνευ παραγγέλματος, οἱ δ᾽ ἐπὶ τὰς πύλας κατὰ πλῆθος ἐφέροντο χωρὶς ἡγεμόνος, οἱ δὲ τοὺς δούλους καθοπλίσαντες ἐπὶ τοῖς τέγεσι τῶν οἰκιῶν ἵστασαν, οἱ δὲ τήν τ᾽ ἄκραν καὶ τὸ Καπιτώλιον καὶ τοὺς ἄλλους ἐρυμνοὺς τόπους τῆς πόλεως κατελαμβάνοντο, γυναῖκές τε λελυμέναι τὰς κόμας ἐπὶ τὰ τεμένη καὶ τοὺς νεὼς ἔθεον ὀλοφυρόμεναί τε καὶ δεόμεναι τῶν θεῶν ἀποστρέψαι τῆς πόλεως τὸν ἐπιόντα φόβον. [3] ὡς δ᾽ ἥ τε [p. 155] νὺξ παρῆλθε καὶ τῆς ἐπιούσης ἡμέρας τὸ πλεῖστον, καὶ οὐδὲν ὧν ἐδεδοίκεσαν ἐγίνετο, ἀλλ᾽ ἔμενεν ὁ Μάρκιος ἐφ᾽ ἡσυχίας, συνέδραμον ἅπαντες εἰς τὴν ἀγορὰν οἱ δημοτικοὶ καὶ τοὺς πατρικίους ἐκάλουν εἰς τὸ βουλευτήριον, καὶ εἰ μὴ προβουλεύσουσι τῷ ἀνδρὶ τὴν κάθοδον, αὐτοὶ βουλεύσεσθαι περὶ σφῶν αὐτῶν ἔφασαν ὡς προδιδόμενοι. [4] τότε δὴ συνελθόντες εἰς τὴν βουλὴν οἱ πατρίκιοι ψηφίζονται πρεσβευτὰς πρὸς τὸν Μάρκιον ἀποστεῖλαι πέντε ἄνδρας ἐκ τῶν πρεσβυτάτων, οὓς μάλιστ᾽ ἐκεῖνος ἠσπάζετο, περὶ διαλύσεώς τε καὶ φιλίας διαλεξομένους. ἦσαν δ᾽ οἱ προχειρισθέντες ἀπ᾽ αὐτῶν ἄνδρες οἵδε, Μάρκος Μηνύκιος καὶ Πόστουμος Κομίνιος καὶ Σπόριος Λάρκιος καὶ Πόπλιος Πινάριος καὶ [5] Κόιντος Σολπίκιος, ἅπαντες ὑπατικοί. ὡς δ᾽ ἀφίκοντο ἐπὶ τὸ στρατόπεδον, καὶ ἔγνω τὴν παρουσίαν αὐτῶν ὁ Μάρκιος, καθεζόμενος ἅμα τοῖς ἐπιφανεστάτοις Οὐολούσκων τε καὶ τῶν ἄλλων συμμάχων, ἔνθα πλεῖστοι ἔμελλον ἀκούσεσθαι τῶν λεγομένων, ἐκέλευσε καλεῖν τοὺς ἄνδρας. εἰσελθόντων δ᾽ αὐτῶν ἤρξατο τοῦ λόγου Μηνύκιος, ὁ πλεῖστα κατὰ τὸν τῆς ὑπατείας χρόνον σπουδάσας ὑπὲρ αὐτοῦ, καὶ μάλιστα τοῖς δημοτικοῖς ἐναντιωθείς, καὶ ἔλεξε τοιάδε.

ΚΕΦΑΛΑΙΟΝ ΚΓ΄

[1] ὅτι μὲν οὐ δίκαια πέπονθας ὑπὸ τοῦ δήμου, ὦ Μάρκιε, μετ᾽ αἰτίας αἰσχρᾶς ἐξελασθεὶς ἐκ τῆς πατρίδος, ἅπαντες ἴσμεν· καὶ οὐδὲν οἰόμεθά σε ποιεῖν θαυμαστόν, εἰ χαλεπαίνεις καὶ ἀγανακτεῖς ἐπὶ ταῖς τύχαις. κοινὸς γὰρ δὴ τῆς ἁπάντων φύσεως οὗτος [p. 156] ὁ νόμος, ἐχθρὸν εἶναι τῷ δράσαντι τὸ πεπονθὸς κακῶς. [2] ὅτι δ᾽ οὐ μετὰ λογισμοῦ σώφρονος ἐξετάζεις, οὓς ἀμύνεσθαί τε καὶ τιμωρεῖσθαί σοι προσῆκεν, οὐδὲ μετριάζεις περὶ τὴν ἀνάπραξιν τῆς δίκης, ἀλλ᾽ ἐν ταὐτῷ τίθεσαι τά τ᾽ ἀναίτια τοῖς αἰτίοις καὶ τὰ φίλια τοῖς πολεμίοις, νόμους τε κινεῖς φύσεως ἀκινήτους καὶ τὰ πρὸς τοὺς θεοὺς συνταράττεις ὅσια, καὶ οὐδὲ σεαυτὸν ἐξ ὧν τε καὶ ὅστις ἔφυς ἔτι μέμνησαι, τοῦτο τεθαυμάκαμεν. [3] ἥκομέν τ᾽ ἀποσταλέντες ὑπὸ τοῦ κοινοῦ πρέσβεις οἱ προὔχοντες ἡλικίᾳ τῶν πατρικίων καὶ περὶ σὲ προθυμότατοι μεμιγμένην φέροντες δικαιολογίαν παραιτήσει, καὶ ἐφ᾽ οἷς ἀξιοῦμέν σε διαλύσεσθαι τὴν ἔχθραν, πρὸς τὸν δῆμον ἀπαγγελοῦντες· πρὸς δὲ τούτοις, ἃ νομίζομεν εἶναι κάλλιστα καὶ συμφορώτατά σοι, ταῦτα παραινέσοντες.

ΚΕΦΑΛΑΙΟΝ ΚΔ΄

[1] ἀρχέτω δ᾽ ὁ περὶ τῶν δικαίων λόγος. συνέστη τὸ δημοτικὸν ἐπὶ σοὶ παροξυνθὲν ὑπὸ τῶν δημάρχων, καὶ ἧκον ὡς ἀποκτενοῦντές σε ἄκριτον, οἷς φοβερὸς ἦσθα. τοῦτο τὸ ἔργον ἐκωλύσαμεν ἡμεῖς οἱ ἐκ τοῦ συνεδρίου καὶ παρέσχομέν σοι μηθέν, ὃ μὴ δίκαιον ἦν τότε παθεῖν. μετὰ τοῦτο προὐκαλοῦντό σε οἱ κωλυθέντες ἀνελεῖν ἐπὶ δίκην, αἰτιασάμενοι πονηροὺς κατ᾽ αὐτῶν εἰπεῖν ἐν τῇ βουλῇ λόγους. [2] ἐνέστημεν καὶ πρὸς τοῦτο, ὡς οἶσθα, καὶ οὐκ ἐπετρέψαμεν οὔτε γνώμης οὔτε λόγων ὑποσχεῖν σε δίκας. ἀποτυχόντες [p. 157] καὶ τούτου τελευτῶντες ἧκον ἐφ᾽ ἡμᾶς αἰτιώμενοί σε τυραννίδι ἐπιχειρεῖν. ταύτην αὐτὸς ὑπέμεινας ἀπολογήσασθαι τὴν αἰτίαν, ἐπειδὴ πάμπολυ ἀπεῖχες αὐτῆς, καὶ παρέσχες τοῖς δημοτικοῖς περὶ σεαυτοῦ τὴν ψῆφον ἀναλαβεῖν. [3] ἡ βουλὴ δὲ καὶ τότε παρῆν καὶ πολλὰς ἐποιεῖτο δεήσεις περὶ σοῦ. τίνος οὖν ἡμεῖς οἱ πατρίκιοι τῶν συμβεβηκότων σοι κακῶν γεγόναμεν αἴτιοι, καὶ διὰ τί πολεμεῖς ἡμῖν τοσαύτην εὔνοιαν ἀποδειξαμένοις περὶ σὲ κατὰ τὸν τότε ἀγῶνα; ἀλλὰ μὴν οὐδὲ τὸ δημοτικὸν ἅπαν ἐξελασθῆναί σε βουλόμενον εὑρέθη· δυσὶ γοῦν ψήφοις ἑάλως μόναις, ὥστ᾽ οὐδὲ τούτοις ἂν εἴης σὺν δίκῃ πολέμιος, οἵ σε ὡς οὐδὲν ἀδικοῦντα ἀπέλυσαν. [4] τίθημι δ᾽, εἰ βούλει, πᾶσι μὲν τοῖς δημόταις δόξαν, ὅλῃ δὲ τῇ βουλῇ φανὲν ταύτῃ χρήσασθαί σε τῇ συμφορᾷ, καὶ δίκαιον εἶναί σου τὸ πρὸς ἅπαντας ἡμᾶς μῖσος· ἀλλ᾽ αἱ γυναῖκές σε, ὦ Μάρκιε, τί δεινὸν εἰργάσαντο, ἀνθ᾽ ὅτου πολεμεῖς αὐταῖς; ποίαν ἐπενέγκασαι περὶ φυγῆς ψῆφον ἢ τίνας εἰποῦσαι κατὰ σοῦ πονηροὺς λόγους; [5] τί δ᾽ οἱ παῖδες ἡμῶν δράσαντες ἢ διανοηθέντες ἀδικεῖν περὶ σοῦ κινδυνεύουσιν ὑπὲρ αἰχμαλωσίας καὶ τῶν ἄλλων, ἃ παθεῖν αὐτοὺς εἰκός, ἐὰν ἡ πόλις ἁλῷ; οὐ τὰ δίκαια διαιτᾷς, ὦ Μάρκιε, καὶ εἰ τοῦτον οἴει δεῖν τὸν τρόπον τὰ ὑπαίτια καὶ ἐχθρὰ μισεῖν, ὥστε μηδὲ τῶν ἀναιτίων φείδεσθαι καὶ φιλίων, οὐκ ἄρα τὰ προσήκοντα ἀνδρὶ ἀγαθῷ [p. 158] [6] φρονεῖς. ἵνα δὲ πάντα ταῦτα ἀφῶ, τί ἂν ἔχοις εἰπεῖν, ὦ πρὸς Διός, εἴ τις ἔροιτό σε, τοὺς δὲ δὴ τάφους τῶν προγόνων τί παθὼν ὑπ᾽ αὐτῶν ἀνασκάπτεις καὶ τιμάς, ἃς κομίζονται παρ᾽ ἀνθρώπων, ἀφαιρῇ; θεῶν δὲ βωμοὺς καὶ τεμένη καὶ νεὼς τίνος ἀδικήματος ὀργῇ συλᾷς καὶ κατακαίεις καὶ ἀνατρέπεις καὶ σεβασμῶν οὐκ ἐᾷς τυγχάνειν τῶν νομίμων; τί πρὸς ταῦτα φαίης ἄν; ἐγὼ μὲν γὰρ οὐδὲν ὁρῶ. [7] ταῦτά σοι περί τε ἡμῶν αὐτῶν, ὦ Μάρκιε, τῶν ἐκ τοῦ συνεδρίου καὶ περὶ τῶν ἄλλων πολιτῶν, οὓς ἀπολέσαι προθυμῇ κακὸν οὐδὲν ὑπ᾽ αὐτῶν πεπονθώς, τάφων τε καὶ ἱερῶν καὶ πόλεως τῆς γειναμένης τε καὶ θρεψαμένης τὰ δίκαια εἰρήσθω.

ΚΕΦΑΛΑΙΟΝ ΚΕ΄

[1] φέρε, εἰ δὲ δὴ πάντας μὲν ἀνθρώπους καὶ τοὺς μηδὲν ἀδικοῦντάς σε γυναιξὶν ὁμοῦ καὶ τέκνοις δίκας σοι δοῦναι προσῆκε, πάντας δὲ θεούς τε καὶ ἥρωας καὶ δαίμονας πόλιν τε καὶ χώραν ἀπολαῦσαι τῆς τῶν δημάρχων ἀνοίας, καὶ μηδὲν ἐξαίρετον μηδ᾽ ἀτιμώρητον ἀφεῖσθαι μέρος ὑπὸ σοῦ, οὐχ ἱκανὰς ἤδη παρὰ πάντων εἰσπέπραξαι δίκας τοσοῦτον μὲν φόνον ἐργασάμενος ἀνθρώπων, τοσαύτην δὲ χώραν πυρὶ καὶ σιδήρῳ λωβησάμενος, τοσαύτας δὲ πόλεις ἐκ βάθρων ἀναστήσας, ἑορτὰς δὲ καὶ θυσίας καὶ σεβασμοὺς θεῶν καὶ δαιμόνων ἐν πολλοῖς τόποις ἀνεόρτους ἀναγκάσας [p. 159] γενέσθαι καὶ ἀθύτους καὶ τιμῶν νομίμων ἀμοίρους; [2] ἐγὼ μὲν οὐκ ἠξίουν ἄνδρα, ὅτῳ φροντὶς ὁποσηοῦν ἀρετῆς ἐστιν, οὔτε συναναιρεῖν τοῖς ἐχθροῖς τὰ φίλια οὔτε χαλεπὸν ὀργὴν εἶναι καὶ ἀπαραίτητον εἰς τοὺς ἐξαμαρτάνοντάς τι περὶ αὐτόν, ἄλλως τε καὶ δίκας παρ᾽ [3] αὐτῶν εἰληφότα πολλὰς καὶ μεγάλας. ἃ μὲν οὖν ἀπολογεῖσθαί τε περὶ ἡμῶν αὐτῶν εἴχομεν καὶ παραιτεῖσθαί σε περὶ τῶν δημοτικῶν, ταῦτ᾽ ἐστιν, ἃ δ᾽ ὑποτίθεσθαί σοι δι᾽ εὔνοιαν οἱ τιμιώτατοι φίλων ἥκοντες καὶ ὑπισχνεῖσθαι διαλλαττομένῳ πρὸς τὴν πατρίδα, ταυτί· ἐν ᾧ τὸ δύνασθαί σοι μάλιστα ὑπάρχει καὶ τὸ θεῖον ἔτι συλλαμβάνει μετριάσαι καὶ ταμιεύεσθαι τὴν τύχην ἐνθυμηθέντα, ὅτι μεταβολὰς ἔχει πάντα τὰ πράγματα καὶ οὐδὲν ἐπὶ τῶν αὐτῶν φιλεῖ διαμένειν, νεμεσᾶταί τε πάντα ὑπὸ θεῶν τὰ ὑπερέχοντα, ὅταν εἰς ἄκρον ἐπιφανείας ἀφίκηται, καὶ τρέπεται πάλιν εἰς τὸ μηδέν. μάλιστα δὲ τοῦτο πάσχει τὰ σκληρὰ καὶ μεγάλαυχα φρονήματα καὶ τοὺς ὅρους ἐκβαίνοντα τῆς ἀνθρωπίνης φύσεως. [4] ὑπάρχει δέ σοι νῦν ἁπάντων κράτιστα καταλύσασθαι τὸν πόλεμον· ἥ τε γὰρ βουλὴ πᾶσα ὥρμηται τὴν κάθοδον ψηφίσασθαί σοι, καὶ ὁ δῆμος ἕτοιμός ἐστι νόμῳ κυρωθέντι λῦσαι τὴν ἀειφυγίαν. τί οὖν ἔτι κωλύει σε τὰς ἡδίστας καὶ τιμιωτάτας ὄψεις τῶν ἀναγκαιοτάτων σωμάτων ἀπολαβεῖν καὶ κεκομίσθαι τὴν περιμάχητον πατρίδα ἄρχειν τε ὥσπερ σοι προσῆκεν [p. 160] ἀρχόντων καὶ ἡγεῖσθαι ἡγεμόνων παισί τε καὶ ἐγγόνοις μέγιστον αὔχημα καταλιπεῖν; τούτων μέντοι τῶν ὑποσχέσεων ἡμεῖς ἐγγυηταὶ πασῶν ἐσμεν ὡς αὐτίκα μάλα γενησομένων. νῦν μὲν γὰρ οὐχὶ καλῶς εἶχε ψηφίσασθαί [5] σοι τὴν βουλὴν ἢ τὸν δῆμον οὐθὲν ἐπιεικὲς ἢ μέτριον, ἕως ἀντιπαρεστρατοπέδευκας ἡμῖν καὶ τὰ πολεμίων ἔργα δρᾷς· εἰ δ᾽ ἀποσταίης τῶν ὅπλων, ἥξει σοι τὸ περὶ τῆς καθόδου ψήφισμα φερόμενον ὑφ᾽ ἡμῶν οὐκ εἰς μακράν.

ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ΄

[1] ἀγαθὰ μὲν δὴ ταῦτα ὑπάρξει σοι διαλλαττομένῳ, μένοντι δ᾽ ἐπὶ τῆς ὀργῆς καὶ μὴ διαλυομένῳ τὸ μῖσος πρὸς ἡμᾶς πολλὰ καὶ χαλεπά, ἐξ ὧν ἐγὼ δύο τὰ μέγιστα νυνὶ καὶ φανερώτατα ἐρῶ. πρῶτον μὲν ὅτι δυσκόλου γενέσθαι, μᾶλλον δ᾽ ἀδυνάτου πράγματος πονηρὸν ἔρωτα ἔχεις, πόλεως τῆς Ῥωμαίων καθελεῖν τὴν ἰσχὺν καὶ ταῦτα τοῖς Οὐολούσκων ὅπλοις· ἔπειθ᾽ ὅτι σοι κατορθώσαντί τε καὶ δὴ τυχόντι πάντων ἀνθρώπων ὑπάρξει δυστυχεστάτῳ νομίζεσθαι. ἐξ ὧν δὲ ταῦτα παρίσταταί μοι περὶ σοῦ φρονεῖν, ἄκουσον, ὦ Μάρκιε, μηθὲν πρὸς τὴν ἐλευθερίαν μου τῶν λόγων τραχυνόμενος. σκόπει δὲ πρῶτον ὑπὲρ τοῦ ἀδυνάτου. [2] Ῥωμαίοις, ὡς οἶσθα καὶ σύ, πολλὴ μέν ἐστι νεότης ἐπιχώριος, ἧς εἰ τὸ στασιάζον ἐξαιρεθείη· γενήσεται δὲ τοῦτο κατὰ πολλὴν ἀνάγκην νυνὶ διὰ τόνδε τὸν πόλεμον, πάντα γὰρ ὑπὸ δέους κοινοῦ συνίστασθαι φιλεῖ τὰ διάφορα· οὐχ ὅτι Οὐολοῦσκοι κρατήσουσιν, ἀλλ᾽ οὐδὲ ἄλλο τῶν κατὰ τὴν Ἰταλίαν ἐθνῶν οὐθέν· πολλὴ [p. 161] δ᾽ ἡ Λατίνων καὶ τῶν ἄλλων συμμάχων τε καὶ ἀποίκων τῆς πόλεως ἰσχύς, ἣν ὀλίγου πᾶσαν ἐπίκουρον ἥξειν προσδέχου· στρατηγοί τε οἷος σὺ καὶ πρεσβύτεροι καὶ νέοι τοσοῦτοι τὸ πλῆθος, ὅσοι παρὰ πάσαις οὐκ εἰσὶ ταῖς ἄλλαις πόλεσι. [3] μεγίστη δὲ πασῶν βοήθεια καὶ τὰς ἐν τοῖς δεινοῖς ἐλπίδας οὐδέποθ᾽ ἡμῶν ψευσαμένη συμπάσης τ᾽ ἀμείνων ἀνθρωπίνης ἰσχύος, ἡ παρὰ τῶν θεῶν εὔνοια, δι᾽ οὓς οὐ μόνον ἐλευθέραν εἰς τόδε χρόνου τὴν πόλιν τήνδε οἰκοῦμεν ὀγδόην ἤδη τὴν νῦν γενεάν, ἀλλὰ καὶ εὐδαίμονα καὶ πολλῶν ἐθνῶν ἄρχουσαν. [4] μὴ δὲ Πεδανοῖς ἡμᾶς εἰκάσῃς μηδὲ Τολερίνοις μηδὲ τοῖς ἄλλοις μικροπολίταις, ὧν κατέσχες τὰ πολίχνια· καὶ γὰρ ἥττων ἄν τίς σου στρατηγὸς καὶ ἀπ᾽ ἐλάττονος ἢ τοσαύτης στρατιᾶς ὀλιγανθρωπίαν καὶ φαυλότητα ἐρυμάτων ἐβιάσατο· ἀλλ᾽ ἐνθυμοῦ τὸ μέγεθος τῆς πόλεως καὶ τὴν λαμπρότητα τῶν ἐν τοῖς πολέμοις πράξεων καὶ τὴν ἐκ τοῦ θείου παροῦσαν αὐτῇ τύχην, [5] δἰ ἣν ἐκ μικρᾶς τοσαύτη γέγονε. καὶ τὴν σεαυτοῦ δύναμιν, ἣν ἄγων ἔργῳ τοσῷδε ἐπιχειρεῖς, μὴ νόμιζε ἠλλάχθαι, ἀλλὰ μέμνησο ἀκριβῶς, ὅτι Οὐολούσκων τε καὶ Αἰκανῶν στρατιὰν ἐπάγῃ, οὓς ἡμεῖς οἵδε οἱ νῦν ὄντες ἐν πολλαῖς ἐνικῶμεν μάχαις, ὁσάκις ἡμῖν ἐτόλμησαν εἰς πόλεμον καταστῆναι· ὥστε σὺν τοῖς χείροσιν ἀγωνίζεσθαι μέλλων ἴσθι πρὸς τοὺς κρείττονας καὶ σὺν τοῖς ἡττωμένοις διὰ παντὸς πρὸς τοὺς νικῶντας ἀεί. [6] εἰ δὲ δὴ τἀναντία τούτων ἦν, ἐκεῖνό γέ τοι θαυμάζειν [p. 162] ἄξιον, πῶς λέληθέ σε πολεμικῶν ὄντα πραγμάτων ἔμπειρον, ὅτι τὸ παρὰ τὰ δεινὰ εὔτολμον οὐκ ἐξ ἴσου παραγίνεσθαι φιλεῖ τοῖς θ᾽ ὑπὲρ οἰκείων ἀγαθῶν ἀγωνιζομένοις καὶ τοῖς ἐπὶ τἀλλότρια πορευομένοις· οἱ μέν γ᾽ οὐδέν, ἐὰν μὴ κατορθώσωσι, βλάπτονται, τοῖς δ᾽ οὐδέν, ἐὰν πταίσωσι, καταλείπεται· καὶ τοῦ σφάλλεσθαι τὰς μεγάλας δυνάμεις ὑπὸ τῶν ἐλαττόνων καὶ τὰς κρείττους ὑπὸ τῶν φαυλοτέρων τοῦτ᾽ ἐν τοῖς μάλιστ᾽ αἴτιον ἦν. δεινὴ γὰρ ἡ ἀνάγκη, καὶ ὁ περὶ τῶν ἐσχάτων κίνδυνος ἱκανὸς θάρσος ἐνθεῖναί τινι καὶ μὴ προϋπάρχον φύσει. εἶχον ἔτι πλείω λέγειν ὑπὲρ τοῦ ἀδυνάτου, ἀλλὰ καὶ ταῦθ᾽ ἱκανά.

ΚΕΦΑΛΑΙΟΝ ΚΖ΄

[1] εἷς ἔτι μοι καταλείπεται λόγος, ὃν εἰ μὴ μετ᾽ ὀργῆς, ἀλλ᾽ ἐκ λογισμοῦ κρινεῖς, ὀρθῶς τ᾽ εἰρῆσθαι δόξει καὶ παραστήσεταί σοι μεταμέλεια τῶν πραττομένων. τίς δ᾽ ἐστιν οὗτος ὁ λόγος; οὐδενὶ θνητῷ φύντι θεοὶ τῶν μελλόντων ἔσεσθαι βεβαίαν ἐπιστήμην ἔδωκαν ἔχειν, οὐδ᾽ ἂν εὕροις ἐκ τοῦ παντὸς αἰῶνος, ὅτῳ πάντα κατὰ νοῦν ἐχώρησε τὰ πράγματα μηδὲν ἐναντιωθείσης τῆς τύχης. [2] καὶ διὰ τοῦτο οἱ φρονήσει προὔχοντες ἑτέρων, ἣν ὁ μακρὸς βίος καὶ τὰ πολλὰ μαθήματα φέρει, πρὶν ἐγχειρεῖν ὁτῳδήποτε ἔργῳ, τὸ τέλος αὐτοῦ πρῶτον οἴονται δεῖν σκοπεῖν, οὐ θάτερον μόνον, ὃ βούλονται γενέσθαι σφίσιν, ἀλλὰ καὶ τὸ παρὰ [p. 163] γνώμην ἐκβησόμενον· μάλιστα δ᾽ οἱ τῶν πολέμων ἡγεμόνες, ὅσῳ μειζόνων τε γίνονται πραγμάτων κύριοι, καὶ τὰς αἰτίας τῶν κατορθωμάτων ἢ σφαλμάτων ἅπαντες ἐπὶ τούτους ἀναφέρουσιν. ἔπειτ᾽ ἂν μὲν εὕρωσι μηδεμίαν ἐνοῦσαν ἢ μικρὰς καὶ ὀλίγας ἐν τῷ μὴ κατορθῶσαι βλάβας, ἅπτονται τῶν ἔργων, ἐὰν δὲ πολλὰς καὶ μεγάλας, [3] ἀφίστανται. τοῦτο δὴ καὶ σὺ ποίησον καὶ σκόπει πρὸ τῶν ἔργων, ἐὰν σφαλῇς κατὰ τὸν πόλεμον καὶ μὴ πάντα ὑπάρξῃ, τί συμβήσεταί σοι παθεῖν. δι᾽ αἰτίας μὲν ἔσῃ παρὰ τοῖς ὑποδεξαμένοις, μέμψῃ δὲ καὶ αὐτὸς σεαυτόν, ὡς μείζοσιν ἐπιχειρήσας πράγμασιν ἢ δυνατοῖς· στρατιᾶς δ᾽ ἡμετέρας πάλιν ἐκεῖσε ἀφικομένης καὶ φθειρούσης τὴν ἐκείνων γῆν· οὐ γὰρ ἀνεξόμεθα μὴ ἀντιτιμωρούμενοι τοὺς ἄρξαντας ἡμᾶς κακῶς ποιεῖν· δυεῖν οὐκ ἂν ἁμάρτοις θατέρου, ἢ πρὸς αὐτῶν ἐκείνων, οἷς αἴτιος ἔσῃ συμφορῶν μεγάλων, αἰσχρῶς ἀναιρεθῆναι, ἢ πρὸς ἡμῶν, οὓς ἀποκτενῶν τε καὶ [4] δουλωσόμενος ἦλθες. τάχα δ᾽ ἂν ἐκεῖνοι, πρὶν ἐν τῷ παθεῖν τι κακὸν γενέσθαι, διαλύσεις ποιεῖσθαι πρὸς ἡμᾶς ἐπιχειροῦντες ἔκδοτον ἀξιώσειαν ἐπὶ τιμωρίᾳ σε παραδιδόναι· ὃ πολλοὶ βάρβαροί τε καὶ Ἕλληνες εἰς τοιαύτας καταστάντες τύχας ἠναγκάσθησαν ὑπομεῖναι. ἆρά γε μικρὰ καὶ οὐκ ἄξια λόγου ταῦτ᾽ εἶναί σοι δοκεῖ καὶ δέον αὐτῶν ὑπεριδεῖν ἢ κακῶν συμπάντων τὰ ἔσχατα παθεῖν; [p. 164]

ΚΕΦΑΛΑΙΟΝ ΚΗ΄

[1] φέρε, ἐὰν δὲ δὴ κατορθώσῃς, τί τὸ θαυμαστὸν ἔσται σοι καὶ περιμάχητον ἀγαθόν, ἢ τίνας ἐξοίσῃ δόξας; καὶ γὰρ τοῦτ᾽ ἐξέτασον. πρῶτον μὲν τῶν φιλτάτων τε καὶ ἀναγκαιοτάτων ὑπάρξει σοι στερέσθαι σωμάτων, μητρὸς ἀθλίας, ᾗ γενέσεως καὶ τροφῆς καὶ τῶν ἄλλων ὧν ἔσχεν ἐπὶ σοὶ πόνων οὐ καλὰς ἀμοιβὰς ἀποδίδως· ἔπειτα γαμετῆς σώφρονος, ἣ διὰ τὸν σὸν πόθον ἐν ἐρημίᾳ καὶ χηρείᾳ κάθηται πᾶσαν ἡμέραν καὶ νύκτα τὰς σὰς φυγὰς ὀδυρομένη· πρὸς δὲ τούτοις τέκνων δυεῖν, οὓς ἐχρῆν ἀγαθῶν προγόνων ὄντας ἀπογόνους καρποῦσθαι τὰς ἐκείνων τιμὰς εὐδοξοῦντας ἐν εὐτυχούσῃ τῇ πατρίδι. [2] ὧν ἁπάντων οἰκτρὰς καὶ ἀτυχεῖς ἀναγκασθήσῃ θεωρεῖν καταστροφάς, εἰ τολμήσεις προσάγειν τοῖς τείχεσι τὸν πόλεμον· οὐ γὰρ δὴ φείσονται τῶν σῶν οὐθενὸς οἱ περὶ τῶν σφετέρων κινδυνεύοντες καὶ εἰς τὰ ὅμοια κακῶς ὑπὸ σοῦ πάσχοντες, ἀλλ᾽ εἰς αἰκισμοὺς αὐτῶν δεινοὺς καὶ ὕβρεις ἀνηλεεῖς καὶ πᾶσαν ἄλλην ἰδέαν προπηλακισμοῦ χωρήσουσιν ὑπὸ τῶν συμφορῶν βιαζόμενοι· καὶ τούτων οὐχ οἱ δρῶντες, ἀλλ᾽ ὁ τὴν ἀνάγκην αὐτοῖς ἐπιτιθεὶς αἴτιος ἔσῃ· [3] ἡδονὰς μὲν δὴ τοιαύτας καρπώσῃ κατὰ γνώμην χωρήσαντός σοι τοῦδε τοῦ ἔργου, ἔπαινον δὲ καὶ ζῆλον καὶ τιμάς, ὧν ὀρέγεσθαι χρὴ τοὺς ἀγαθοὺς ἄνδρας, σκόπει ποίας τινάς· μητροκτόνος κεκλήσῃ καὶ παιδοφόνος καὶ γυναικὸς ἀλιτήριος καὶ πατρίδος ἀλάστωρ, καὶ οὔτε θυσιῶν οὔτε σπονδῶν οὔθ᾽ ἑστίας, ὅποι ποτ᾽ [p. 165] ἂν ἀφίκῃ, κοινωνεῖν ἐθελήσει σοι τῶν εὐσεβῶν καὶ δικαίων οὐθείς, αὐτοῖς τ᾽ οὐκ ἔσῃ τίμιος, οἷς εὔνοιαν ἐνδεικνύμενος ταῦτα δρᾷς, ἀλλὰ καρπωσάμενοί τινα ἕκαστος τούτων ἐκ τῶν σῶν ἀσεβημάτων ὠφέλειαν μισήσουσι τὴν αὐθάδειαν τοῦ τρόπου. [4] ἐῶ γὰρ λέγειν, ὅτι χωρὶς τοῦ μίσους, ὃ παρὰ τῶν ἐπιεικεστάτων ἕξεις, καὶ φθόνος ἀπαντήσεται πολὺς ἐκ τῶν ἴσων καὶ φόβος ἐκ τῶν ἡσσόνων καὶ δι᾽ ἄμφω ταῦτ᾽ ἐπιβουλαὶ καὶ ἄλλα πολλὰ καὶ χαλεπά, ὅσα εἰκὸς συμπεσεῖν ἀνδρὶ ἐρήμῳ φίλων καὶ ἐν ξένῃ ὄντι γῇ. τὰς γὰρ δὴ παρὰ θεῶν τε καὶ δαιμόνων ἐπιπεμπομένας τοῖς ἀνόσια καὶ δεινὰ διαπραξαμένοις ἐρινύας ἐῶ, ὑφ᾽ ὧν αἰκιζόμενοι ψυχάς τε καὶ σώματα κακοὺς μὲν διαντλοῦσι βίους, [5] οἰκτρὰς δ᾽ ὑπομένουσι τελευτάς. ταῦτ᾽ ἐνθυμηθείς, ὦ Μάρκιε, μετάγνωθι καὶ παῦσαι μνησικακῶν τῇ σεαυτοῦ πατρίδι· τύχην τε πάντων αἰτίαν ἡγησάμενος ὧν πέπονθας πρὸς ἡμῶν ἢ δέδρακας ἡμᾶς κακῶν, ἄπιθι χαίρων ἐπὶ τὰ οἰκεῖα, καὶ κόμισαι μητρός τε περιβολὰς προσηνεστάτας καὶ γυναικὸς τε φιλοφροσύνας ἡδίστας καὶ τέκνων ἀσπασμοὺς γλυκυτάτους, καὶ σεαυτὸν ἀπόδος ὀφείλημα κάλλιστον τῇ γειναμένῃ σε καὶ τηλικοῦτον ἄνδρα παιδευσαμένῃ πατρίδι.

ΚΕΦΑΛΑΙΟΝ ΚΘ΄

[1] τοιαῦτα διεξελθόντος τοῦ Μηνυκίου μικρὸν ἐπισχὼν ὁ Μάρκιος εἶπε· σοὶ μέν, ὦ Μηνύκιε, καὶ ὑμῖν τοῖς ἅμα τούτῳ πεμφθεῖσιν ὑπὸ τῆς βουλῆς φίλος εἰμὶ καὶ πρόθυμος, εἴ τι δύναμαι, ποιεῖν [p. 166] ἀγαθόν, ὅτι μοι καὶ πρότερον, ὅτε πολίτης ὑμέτερος ἦν καὶ τὰ κοινὰ ἔπραττον, ἐν πολλοῖς καὶ ἀναγκαίοις ἐγένεσθε καιροῖς χρήσιμοι, καὶ μετὰ τὴν φυγὴν οὐκ ἀπεστράφητέ με καταφρονήσει τῆς τότε τύχης, ὡς οὔτε φίλους εὖ ποιεῖν δυνάμενον ἔτι οὔτ᾽ ἐχθροὺς κακῶς, ἀλλὰ χρηστοὶ καὶ βέβαιοι διεμείνατε φίλοι μητρός τε τῆς ἐμῆς κηδόμενοι καὶ γυναικὸς καὶ τέκνων, καὶ τὰς συμφορὰς αὐτοῖς κουφοτέρας ποιοῦντες ταῖς ἰδίαις ἐπιμελείαις. [2] τοῖς δ᾽ ἄλλοις Ῥωμαίοις ἀπέχθομαί τ᾽ ὡς δύναμαι μάλιστα καὶ πολεμῶ καὶ οὐδέποτε μισῶν αὐτοὺς παύσομαι· οἵ με ἀντὶ πολλῶν καὶ καλῶν ἔργων, ἐφ᾽ οἱς τιμᾶσθαι προσῆκεν, ὡς τὰ μέγιστα ἐξημαρτηκότα περὶ τὸ κοινὸν αἰσχρῶς ἐξήλασαν ἐκ τῆς πατρίδος, οὔτε μητέρα αἰδεσθέντες τὴν ἐμὴν οὔτε παιδία ἐλεήσαντες οὔτ᾽ ἄλλο πάθος ἥμερον οὐδὲν ἐπὶ ταῖς ἐμαῖς λαβόντες τύχαις. [3] μαθόντες δὲ τοῦτο, εἰ μὲν αὐτοὶ δεῖσθέ του παρ᾽ ἡμῶν, λέγετε μηθὲν ὀκνοῦντες, ὡς οὐθενὸς ἀτυχήσοντες τῶν δυνατῶν, περὶ δὲ φιλίας καὶ διαλλαγῶν, ἃς ἀξιοῦτέ με ποιήσασθαι πρὸς τὸν δῆμον ἐπὶ ταῖς ἐλπίσι τῆς καθόδου, παύσασθε διαλεγόμενοι. πάνυ γὰρ ἀγαπητῶς δεξαίμην ἂν εἰς τοιαύτην κατελθεῖν πόλιν, ἐν ᾗ τὰ μὲν τῆς ἀρετῆς ἆθλα ἡ κακία φέρεται, τὰς δὲ τῶν κακούργων τιμωρίας οἱ μηδὲν ἡμαρτηκότες ὑπομένουσιν. [4] ἐπεί, φέρε, πρὸς θεῶν εἴπατέ μοι, τίνος ἀδικήματος αἰτίᾳ ταύτης ἐγὼ πεπείραμαι τῆς τύχης, ἢ ποῖον ἐπιτηδεύσας ἔργον ἀνάξιον τῶν ἐμαυτοῦ προγόνων; πρώτην ἐστρατευσάμην [p. 167] ἔξοδον κομιδῇ νέος ὤν, ὅτε πρὸς τοὺς βασιλεῖς βίᾳ κατιόντας ἠγωνιζόμεθα. ἐκ ταύτης τῆς μάχης ἀριστείοις ἀνεδούμην ὑπὸ τοῦ στρατηγοῦ στεφάνοις πολίτην ὑπερασπίσας καὶ πολέμιον ἀποκτείνας. [5] ἔπειθ᾽ ὅσας ἄλλας ἱππικὰς καὶ πεζικὰς ἠγωνισάμην μάχας, ἐπιφανὴς ἐν ἁπάσαις ἐγενόμην καὶ τἀριστεῖα ἐξ ἁπασῶν ἔλαβον· καὶ οὔτε πόλις ἐκ τειχομαχίας ἑάλω τις, ἧς οὐκ ἐγὼ πρῶτος ἐπέβην ἢ μόνος ἢ σὺν ὀλίγοις, οὔτε φυγὴ πολεμίων ἐκ παρατάξεως ἐγένετο, ἧς οὐκ ἐμὲ αἰτιώτατον γενέσθαι πάντες οἱ παρόντες ὡμολόγουν, οὔτ᾽ ἄλλο τῶν λαμπρῶν ἢ γενναίων ἐν πολέμοις ἔργων οὐθὲν ἄνευ τῆς ἐμῆς εἴτ᾽ εὐτολμίας εἴτ᾽ εὐτυχίας ἐπράχθη.

ΚΕΦΑΛΑΙΟΝ Λ΄

[1] καὶ ταυτὶ μὲν ἴσως ἂν ἔχοι τις καὶ ἕτερος ὑπὲρ αὑτοῦ γενναῖος ἀνήρ, εἰ μὴ καὶ τοσαῦτα, λέγειν· ἀλλὰ πόλιν ὅλην τίς δύναιτ᾽ ἂν καυχήσασθαι στρατηγὸς ἢ λοχαγὸς ἑλών, ὥσπερ ἐγὼ τὴν Κοριολανῶν, καὶ τῆς αὐτῆς ἡμέρας ὁ αὐτὸς ἀνὴρ στρατιὰν πολεμίων τρεψάμενος, ὥσπερ ἐγὼ τὴν Ἀντιατῶν ἐπίκουρον τοῖς πολιορκουμένοις ἀφικομένην; [2] ἐῶ γὰρ λέγειν, ὅτι τοιαύτας ἀρετὰς ἀποδειξάμενος, ἐξόν μοι λαβεῖν ἐκ τῶν λαφύρων πολὺν μὲν χρυσόν, πολὺν δ᾽ ἄργυρον ἀνδράποδά τε καὶ ὑποζύγια καὶ βοσκήματα καὶ γῆν πολλὴν καὶ ἀγαθὴν οὐκ ἠξίωσα, ἀλλ᾽ ἀνεπίφθονον ὡς μάλιστα βουληθεὶς ἐμαυτὸν παρασχεῖν, πολεμιστὴν ἵππον ἕνα μόνον ἐκ τῶν λαφύρων ἔλαβον καὶ τὸν ἐμαυτοῦ ξένον ἐκ τῶν αἰχμαλώτων, τὸν δ᾽ ἄλλον πλοῦτον [p. 168] [3] εἰς τὸ κοινὸν ἔθηκα φέρων. πότερον οὖν τιμωρίας ἄξιος ἦν ἐπὶ τούτοις ὑπέχειν, ἢ τιμὰς λαμβάνειν, καὶ πότερον ὑπὸ τοῖς κακίστοις γενέσθαι τῶν πολιτῶν, ἢ τὰ δίκαια τάττειν αὐτὸς τοῖς ἥττοσιν; ἀλλ᾽ οὐ διὰ ταῦτά με ἀπήλασεν ὁ δῆμος, ἀλλ᾽ ὅτι περὶ τὸν ἄλλον βίον ἀκόλαστος καὶ πολυτελὴς καὶ παράνομος ἦν; καὶ τίς ἂν ἔχοι δεῖξαί τινα διὰ τὰς ἐμὰς παρανόμους ἡδονὰς ἢ τὴν πατρίδα φεύγοντα ἢ τὴν ἐλευθερίαν ἀπολωλεκότα ἢ χρημάτων στερόμενον ἢ ἄλλῃ τινὶ συμφορᾷ χρησάμενον; ἀλλ᾽ οὐδὲ τῶν ἐχθρῶν με οὐδεὶς πώποτε ᾐτιάσατο οὐδὲ διέβαλεν ἐπ᾽ οὐδενὶ τούτων, ἀλλ᾽ ὑπὸ πάντων ἐμαρτυρεῖτό μοι καὶ ὁ καθ᾽ ἡμέραν ἀνεπίληπτος εἶναι βίος. [4] ἀλλ᾽ ἡ προαίρεσις, νὴ Δία, φαίη τις ἄν, ἡ τῶν πολιτευμάτων σου μισηθεῖσα ταύτην ἐξειργάσατό σοι τὴν συμφοράν. ἐξὸν γὰρ ἑλέσθαι τὴν κρείττω μερίδα τὴν χείρονα εἵλου καὶ διετέλεις ἅπαντα καὶ λέγων καὶ πράττων, ἐξ ὧν καταλυθήσεται μὲν ἡ πάτριος ἀριστοκρατία, κύριος δ᾽ ἔσται τῶν κοινῶν ὄχλος ἀμαθὴς καὶ πονηρός. ἀλλ᾽ ἔγωγε τἀναντία ἔπραττον, ὦ Μηνύκιε, καὶ ὅπως ἡ βουλὴ τῶν κοινῶν διὰ παντὸς ἐπιμελήσεται καὶ ὁ πάτριος διαμενεῖ κόσμος τῆς πολιτείας προὐνοούμην. [5] ἀντὶ τούτων μέντοι τῶν καλῶν ἐπιτηδευμάτων, ἃ τοῖς προγόνοις ἡμῶν ζηλωτὰ εἶναι ἐδόκει, τὰς εὐτυχεῖς ταύτας καὶ μακαρίας κεκόμισμαι παρὰ τῆς πατρίδος ἀμοιβάς, οὐχ ὑπὸ τοῦ δήμου μόνον ἐξελασθείς, ὦ Μηνύκιε, ἀλλὰ πολὺ πρότερον [p. 169] ὑπὸ τῆς βουλῆς, ἣ κατ᾽ ἀρχὰς ἐπαίρουσά με κεναῖς ἐλπίσιν, ἡνίκα τοῖς δημάρχοις τυραννίδα περιβαλλομένοις ἠναντιούμην, ὡς αὐτὴ παρέξουσα τὸ ἀσφαλές, ἐπειδὴ κίνδυνόν τιν᾽ ἐκ τῶν δημοτικῶν ὑπείδετο, [6] ἀπέστη καὶ παρέδωκέ με τοῖς ἐχθροῖς. σὺ μέντοι τότ᾽ αὐτὸς ὕπατος ἦσθα, ὦ Μηνύκιε, ὅτι τὸ προβούλευμα τὸ περὶ τῆς δίκης ἐγένετο, καὶ ἡνίκα Οὐαλέριος ὁ παραδιδόναι με τῷ δήμῳ παραινῶν σφόδρα ἐπὶ τοῖς λόγοις εὐδοκίμει, κἀγὼ δεδιώς, μὴ ψήφου δοθείσης ὑπὸ τῶν συνέδρων ἁλῶ, συνέγνων καὶ παρέξειν ἐμαυτὸν ὑπεσχόμην ἑκόντα ἐπὶ τὴν δίκην.