Μετάβαση στο περιεχόμενο

Ρωμαϊκή Αρχαιολογία/ε/71

Από Βικιθήκη
Κεφάλαια 71–77
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ε΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ ΟΑ΄

[1] μετὰ τοῦτο πολλὴ ζήτησις ἐνέπιπτε τοῖς προεστηκόσι τῆς βουλῆς καὶ πρόνοια περὶ τοῦ παραληψομένου τὴν ἡγεμονίαν. ἐδόκει γὰρ αὐτοῖς δραστηρίου τ᾽ ἀνδρὸς εἰς τὰ πράγματα δεῖν καὶ πολλὴν τῶν πολεμικῶν ἀγώνων ἐμπειρίαν ἔχοντος, πρὸς δὲ τούτοις φρονίμου τε καὶ σώφρονος καὶ μηδὲν ὑπὸ τοῦ μεγέθους τῆς ἐξουσίας ἐπὶ τὸ ἀνόητον παραχθησομένου· ὑπὲρ ἅπαντα δὲ ταῦτα καὶ τἆλλα ὅσα δεῖ προσεῖναι στρατηλάταις ἀγαθοῖς ἄρχειν ἐγκρατῶς εἰδότος καὶ μηθὲν μαλακὸν ἐνδώσοντος τοἰς ἀπειθοῦσιν, οὗ [2] μάλιστα ἐν τῷ παρόντι ἐδέοντο. ἅπαντα δ᾽ ὁρῶντες [p. 248] ὅσα ἠξίουν περὶ τὸν ἕτερον ὑπάρχοντα τῶν ὑπάτων Τῖτον Λάρκιον· ὁ γὰρ Κλοίλιος ἐν ταῖς πολιτικαῖς χρείαις διάφορος ὢν τὸ δραστήριον καὶ φιλοπόλεμον οὐκ εἶχεν, οὐδέ γε τὸ ἀρχικὸν καὶ φοβερόν, ἀλλ᾽ ἐπιεικὴς τιμωρὸς ἦν τῶν ἀπειθούντων· ἡ δὲ βουλὴ δι᾽ αἰσχύνης ἐλάμβανον τοῦ μὲν ἀφελέσθαι τὴν ἀρχήν, ἣν κατὰ τοὺς νόμους εἶχε, τῷ δὲ χαρίσασθαι τὴν ἀμφοτέρων ἐξουσίαν, μείζονα βασιλικοῦ σχήματος γινομένην· καί τι καὶ δέος αὐτὴν ὑπῄει, μὴ βαρεῖαν ὁ Κλοίλιος ἡγησάμενος τὴν ἀπαξίωσιν τῆς ἀρχῆς ὡς ἠτιμασμένος ὑπὸ τῆς βουλῆς ἔπειτα μεταθῆται τὴν προαίρεσιν τοῦ βίου τοῦ δήμου γενόμενος προστάτης [3] καὶ πάντα ἀνατρέψῃ τὰ κοινά. αἰδουμένων δ᾽ ἁπάντων, ἃ φρονοῦντες ἐτύγχανον, εἰς μέσον ἐκφέρειν καὶ μέχρι πολλοῦ τοῦτο ποιούντων ὁ πρεσβύτατός τε καὶ τιμιώτατος τῶν ὑπατικῶν γνώμην ἀπεδείξατο, δι᾽ ἧς ἀμφοτέρους ἐν ἴσῃ τιμῇ τοὺς ὑπάτους φυλάξας παρ᾽ αὐτῶν ἐκείνων τὸν ἐπιτηδειότερον ἄρχειν εὕρετο· ἔφη γὰρ αὑτῷ δοκεῖν, ἐπειδὴ τὸ μὲν τῆς ἀρχῆς κράτος ἥ τε βουλὴ διέγνωκε καὶ ὁ δῆμος ἐπεψήφικεν ἑνὶ δοθῆναι, δύο δὲ καταλείπεται βουλῆς καὶ φροντίδος οὐ μικρᾶς δεόμενα, τίς ὁ παραληψόμενος τὴν ἰσοτύραννον ἀρχὴν ἔσται καὶ ὑπὸ τίνος ἀποδειχθεὶς ἐξουσίας νομίμου, ἐκ τῶν τότε ὄντων ὑπάτων τὸν ἕτερον, εἴτε παραχωρήσαντος [p. 249] τοῦ συνάρχοντος, εἴτε κλήρῳ λαχόντα, ἑλέσθαι Ῥωμαίων ὃν ὑπολαμβάνει κράτιστα καὶ συμφορώτατα τὰ τῆς πόλεως ἐπιτροπεύσειν. μεσοβασιλέων δ᾽ αὐτοῖς μηθὲν ἐν τῷ παρόντι δεῖν, οὓς ἐν ταῖς μοναρχίαις ἀποδείκνυσθαι μονογνώμονας τῶν μελλόντων ἄρξειν ἔθος ἦν, ἐχούσης τῆς πόλεως τὴν ὅσιον ἀρχήν.

ΚΕΦΑΛΑΙΟΝ ΟΒ΄

[1] ἐπαινεσάντων δὲ τὴν γνώμην ἁπάντων μετὰ τοῦτον ἀναστὰς ἕτερος εἶπεν· ἐμοὶ δ᾽, ὦ βουλή, δοκεῖ καὶ τοῦτ᾽ ἔτι προστεθῆναι τῇ γνώμῃ, δυεῖν ἀνδρῶν κρατίστων εἰς τόδε χρόνου τὰ κοινὰ διοικούντων, ὧν οὐκ ἂν εὕροιτε ἀμείνους, τὸν μὲν ἕτερον αὐτῶν κύριον ἀποδειχθῆναι τῆς ἀναρρήσεως, τὸν δ᾽ ἕτερον ὑπὸ τοῦ συνάρχοντος αἱρεθῆναι διαγνόντων αὐτῶν ἐν ἀλλήλοις τὸν ἐπιτηδειότερον· ἵνα αὐτοῖς περιγένηται σὺν τῷ τιμίῳ καὶ τὸ χαῖρον ἴσον, τῷ μὲν ὅτι τὸν συνάρχοντα κράτιστον ἀπέφηνε, τῷ δ᾽ ὅτι πρὸς τοῦ συνάρχοντος ἄριστος ἐκρίθη· ἡδὺ γὰρ καὶ καλὸν ἑκάτερον. οἶδα μὲν οὖν, ὅτι καὶ μὴ προστεθέντος τῇ γνώμῃ τοῦδε τοῦ μέρους, αὐτοῖς ἂν ἐφάνη τοῖς ἀνδράσιν οὕτως ποιεῖν· κρεῖττον δὲ τὸ μηδ᾽ ὑμῶν ἕτερόν τι βουλομένων. [2] ἐδόκει καὶ τοῦτο κατὰ νοῦν ἅπασιν εἰρῆσθαι· καὶ οὐθενὸς ἔτι τῇ γνώμῃ προστεθέντος ἐπικυροῦται τὸ δόγμα. ὡς δὲ παρέλαβον τὴν ἐξουσίαν οἱ ὕπατοι τοῦ διαγνῶναι, πότερος ἐξ αὐτῶν ἄρχειν ἐστὶν ἐπιτηδειότερος, θαυμαστόν τι καὶ παρὰ πάσας τὰς ἀνθρωπίνας ὑπολήψεις πρᾶγμα ἐποίουν. οὐ γὰρ ἑαυτὸν ἑκάτερος ἄξιον ἀπέφαινε τῆς ἡγεμονίας, [p. 250] ἀλλὰ τὸν ἕτερον· καὶ κατέτριψαν ὅλην τὴν ἡμέραν ἐκείνην τὰς ἀλλήλων ἀρετὰς ἐξαριθμούμενοι καὶ λιπαροῦντες μὴ λαβεῖν αὐτοὶ τὴν ἀρχήν, ὥστε ἐν πολλῇ γενέσθαι τοὺς ἐν τῷ συνεδρίῳ παρόντας ἀμηχανίᾳ. [3] διαλυθείσης δὲ τῆς βουλῆς οἱ προσήκοντες κατὰ γένος ἑκατέρῳ, καὶ τῶν ἄλλων βουλευτῶν οἱ ἐντιμότατοι πρὸς τὸν Λάρκιον ἀφικόμενοι πολλὰς ἐποιοῦντο τοῦ ἀνδρὸς ἄχρι πολλῆς νυκτὸς δεήσεις διδάσκοντες, ὡς ἐν ἐκείνῳ τὰς ἐλπίδας ἡ βουλὴ τέθειται πάσας, καὶ τὸ ἀσπούδαστον αὐτοῦ περὶ τὴν ἀρχὴν πονηρὸν εἶναι τῷ κοινῷ λέγοντες. ὁ δ᾽ ἦν ἀτενὴς καὶ πολλὰ ἐν μέρει δεόμενός τε καὶ ἀντιβολῶν ἕκαστον διετέλει. τῇ δ᾽ ἑξῆς ἡμέρᾳ πάλιν τοῦ συνεδρίου συναχθέντος, ἐπειδὴ καὶ τότε διεμάχετο καὶ πειθόμενος ὑπὸ πάντων οὐκ ἀφίστατο τῆς γνώμης, ἀναστὰς ὁ Κλοίλιος ἀναγορεύει τ᾽ αὐτόν, ὥσπερ εἰώθεσαν ποιεῖν οἱ μεσοβασιλεῖς, καὶ τὴν ὑπατείαν αὐτὸς ἐξόμνυται.

ΚΕΦΑΛΑΙΟΝ ΟΓ΄

[1] οὗτος πρῶτος ἐν Ῥώμῃ μόναρχος ἀπεδείχθη πολέμου τε καὶ εἰρήνης καὶ παντὸς ἄλλου πράγματος αὐτοκράτωρ. ὄνομα δ᾽ αὐτῷ τίθενται δικτάτορα, εἴτε διὰ τὴν ἐξουσίαν τοῦ κελεύειν, ὅτι θέλοι, καὶ τάττειν τὰ δίκαιά τε καὶ τὰ καλὰ τοῖς ἄλλοις, ὡς ἂν αὐτῷ δοκῇ· τὰ γὰρ ἐπιτάγματα καὶ τὰς διαγραφὰς τῶν δικαίων τε καὶ ἀδίκων ἠδίκτα οἱ Ῥωμαῖοι καλοῦσιν· εἴτε ὥς τινες γράφουσι διὰ τὴν τότε γενομένην ἀνάρρησιν, ἐπειδὴ οὐ παρὰ τοῦ δήμου τὴν ἀρχὴν εὑρόμενος κατὰ τοὺς πατρίους ἐθισμοὺς ἕξειν ἔμελλεν, [p. 251] [2] ἀλλ᾽ ὑπ᾽ ἀνδρὸς ἀποδειχθεὶς ἑνός. οὐ γὰρ ᾤοντο δεῖν ἐπίφθονον ὄνομα καὶ βαρὺ θέσθαι τινὶ ἀρχῇ πόλιν ἐλευθέραν ἐπιτροπευούσῃ, τῶν τε ἀρχομένων ἕνεκα, ἵνα μηθὲν ἐπὶ ταῖς μισουμέναις προσηγορίαις ἐκταράττωνται, καὶ τῶν παραλαμβανόντων τὰς ἀρχὰς προνοίᾳ, μή τι λάθωσιν ἢ παθόντες ὑφ᾽ ἑτέρων πλημμελὲς ἢ δράσαντες αὐτοὶ τοὺς πέλας, ὧν φέρουσιν αἱ τοιαῦται δυναστεῖαι· ἐπεὶ τό γε τῆς ἐξουσίας μέγεθος, ἧς ὁ δικτάτωρ ἔχει, ἥκιστα δηλοῦται ὑπὸ τοῦ ὀνόματος· [3] ἔστι γὰρ αἱρετὴ τυραννὶς ἡ δικτατορία. δοκοῦσι δέ μοι καὶ τοῦτο παρ᾽ Ἑλλήνων οἱ Ῥωμαῖοι τὸ πολίτευμα λαβεῖν. οἱ γὰρ Αἰσυμνῆται καλούμενοι παρ᾽ Ἕλλησι τὸ ἀρχαῖον, ὡς ἐν τοῖς περὶ βασιλείας ἱστορεῖ Θεόφραστος, αἱρετοί τινες ἦσαν τύραννοι· ᾑροῦντο δ᾽ αὐτοὺς αἱ πόλεις οὔτ᾽ εἰς ὁριστὸν χρόνον οὔτε συνεχῶς, ἀλλὰ πρὸς τοὺς καιρούς, ὁπότε δόξειε συμφέρειν, καὶ εἰς ὁποσονοῦν χρόνον· ὥσπερ καὶ Μιτυληναῖοί ποθ᾽ εἵλοντο Πιττακὸν πρὸς τοὺς φυγάδας τοὺς περὶ Ἀλκαῖον τὸν ποιητήν.

ΚΕΦΑΛΑΙΟΝ ΟΔ΄

[1] ἦλθον δ᾽ ἐπὶ τοῦτο οἱ πρῶτοι διδαχθέντες τῇ πείρᾳ τὸ χρήσιμον. κατ᾽ ἀρχὰς μὲν γὰρ ἅπασα πόλις Ἑλλὰς ἐβασιλεύετο, πλὴν οὐχ ὥσπερ τὰ βάρβαρα ἔθνη δεσποτικῶς, ἀλλὰ κατὰ νόμους τινὰς καὶ ἐθισμοὺς πατρίους· καὶ κράτιστος ἦν βασιλεὺς ὁ δικαιότατός τε καὶ νομιμώτατος καὶ μηθὲν ἐκδιαιτώμενος τῶν πατρίων. [2] δηλοῖ δὲ καὶ Ὅμηρος δικασπόλους τε καλῶν [p. 252] τοὺς βασιλεῖς καὶ θεμιστοπόλους. καὶ μέχρι πολλοῦ διέμενον ἐπὶ ῥητοῖς τισιν αἱ βασιλεῖαι διοικούμεναι, καθάπερ ἡ Λακεδαιμονίων· ἀρξαμένων δέ τινων ἐν ταῖς ἐξουσίαις πλημμελεῖν καὶ νόμοις μὲν ὀλίγα χρωμένων, ταῖς δ᾽ ἑαυτῶν γνώμαις τὰ πολλὰ διοικούντων, δυσχεράναντες ὅλον τὸ πρᾶγμα οἱ πολλοὶ κατέλυσαν μὲν τὰ βασιλικὰ πολιτεύματα, νόμους δὲ καταστησάμενοι καὶ ἀρχὰς ἀποδείξαντες, ταύταις ἐχρῶντο τῶν πόλεων φυλακαῖς. [3] ἐπεὶ δ᾽ οὐκ αὐτάρκεις ἦσαν οὔτε οἱ τεθέντες ὑπ᾽ αὐτῶν νόμοι βεβαιοῦν τὸ δίκαιον οὔτε οἱ τὰς ἀρχὰς καὶ τὰς ἐπιμελείας αὐτῶν λαμβάνοντες βοηθεῖν τοῖς νόμοις, οἵ τε καιροὶ πολλὰ νεοχμοῦντες οὐ τὰ κράτιστα τῶν πολιτευμάτων, ἀλλὰ τὰ πρεπωδέστατα ταῖς καταλαμβανούσαις αὐτοὺς συντυχίαις ἠνάγκαζον αἱρεῖσθαι, οὐ μόνον ἐν ταῖς ἀβουλήτοις συμφοραῖς, ἀλλὰ κἀν ταῖς ὑπερβαλλούσαις τὸ μέτριον εὐτυχίαις, διαφθειρομένων δι᾽ αὐτὰς τῶν πολιτικῶν κόσμων, οἷς ἐπανορθώσεως ταχείας καὶ αὐτογνώμονος ἔδει, ἠναγκάζοντο παράγειν πάλιν τὰς βασιλικὰς καὶ τυραννικὰς ἐξουσίας εἰς μέσον, ὀνόμασι περικαλύπτοντες αὐτὰς εὐπρεπεστέροις, Θετταλοὶ μὲν ἀρχούς, Λακεδαιμόνιοι δ᾽ ἁρμοστὰς καλοῦντες, φοβούμενοι τυράννους ἢ βασιλεῖς αὐτοὺς καλεῖν, ὡς οὐδ᾽ ὅσιον σφίσιν ὑπάρχον, ἃς κατέλυσαν ἐξουσίας ὅρκοις καὶ ἀραῖς ἐπιθεσπισάντων [p. 253] [4] θεῶν, ταύτας πάλιν ἐμπεδοῦν. ἐμοὶ μὲν δὴ παρὰ τῶν Ἑλλήνων δοκοῦσι Ῥωμαῖοι τὸ παράδειγμα λαβεῖν, ὥσπερ ἔφην, Λικίννιος δὲ παρ᾽ Ἀλβανῶν οἴεται τὸν δικτάτορα Ῥωμαίους εἰληφέναι, τούτους λέγων πρώτους μετὰ τὸν Ἀμολίου καὶ Νεμέτορος θάνατον ἐκλιπούσης τῆς βασιλικῆς συγγενείας ἐνιαυσίους ἄρχοντας ἀποδεῖξαι τὴν αὐτὴν ἔχοντας ἐξουσίαν τοῖς βασιλεῦσι, καλεῖν δ᾽ αὐτοὺς δικτάτορας· ἐγὼ δ᾽ οὐ τοὔνομα ζητεῖν ἠξίουν, πόθεν ἡ Ῥωμαίων πόλις ἔλαβεν, ἀλλὰ τὸ τῆς ἐξουσίας τῆς περιλαμβανομένης τῷ ὀνόματι παράδειγμα. ἀλλ᾽ ὑπὲρ μὲν τούτων οὐθὲν ἂν εἴη τάχα προὔργου τὰ πλείω γράφειν.

ΚΕΦΑΛΑΙΟΝ ΟΕ΄

[1] ὃν δὲ τρόπον ὁ Λάρκιος ἐχρήσατο τοῖς πράγμασι δικτάτωρ πρῶτος ἀποδειχθεὶς καὶ κόσμον, οἷον περιέθηκε τῇ ἀρχῇ, συντόμως πειράσομαι διεξελθεῖν, ταῦτα ἡγούμενος εἶναι χρησιμώτατα τοῖς ἀναγνωσομένοις, ἃ πολλὴν εὐπορίαν παρέξει καλῶν καὶ συμφερόντων παραδειγμάτων νομοθέταις τε καὶ δημαγωγοῖς καὶ τοῖς ἄλλοις ἅπασι τοῖς πολιτεύεσθαί τε καὶ τὰ κοινὰ πράττειν βουλομένοις. οὐ γὰρ ἀζήλου καὶ ταπεινῆς πόλεως πολιτεύματα καὶ βίους οὐδὲ ἀνωνύμων καὶ ἀπερριμμένων ἀνθρώπων βουλεύματα καὶ πράξεις μέλλω διηγεῖσθαι, ὥστε ὄχλον ἄν τινι καὶ φλυαρίαν φανῆναι τὴν περὶ τὰ μικρὰ καὶ φαῦλα ἡμῶν σπουδήν· ἀλλ᾽ ὑπὲρ τῆς ἅπασι τὰ καλὰ καὶ δίκαια ὁριζούσης πόλεως καὶ περὶ τῶν εἰς τοῦτο καταστησαμένων αὐτὴν τὸ ἀξίωμα ἡγεμόνων, ἅ τις ἂν σπουδάσειε μὴ ἀγνοεῖν [p. 254] [2] φιλόσοφος καὶ πολιτικὸς ἀνήρ, συγγράφω. εὐθὺς μὲν οὖν ἅμα τῷ παραλαβεῖν τὴν ἐξουσίαν, ἱππάρχην ἀποδείκνυσι Σπόριον Κάσσιον, τὸν ὑπατεύσαντα κατὰ τὴν ἑβδομηκοστὴν ὀλυμπιάδα. τοῦτο τὸ ἔθος ἕως τῆς κατ᾽ ἐμὲ γενεᾶς ἐφυλάττετο ὑπὸ Ῥωμαίων, καὶ οὐθεὶς εἰς τόδε χρόνου δικτάτωρ αἱρεθεὶς χωρὶς ἱππάρχου τὴν ἀρχὴν διετέλεσεν. ἔπειτα τῆς ἐξουσίας τὸ κράτος ἐπιδεῖξαι βουληθεὶς ὅσον ἐστί, καταπλήξεως μᾶλλον ἢ χρήσεως ἕνεκα τοῖς ῥαβδούχοις ἐκέλευσεν ἅμα ταῖς δεσμαῖς τῶν ῥάβδων τοὺς πελέκεις διὰ τῆς πόλεως φέρειν· ἔθος ἐπιχώριον μὲν τοῖς βασιλεῦσιν, ἐκλειφθὲν δ᾽ ὑπὸ τῶν ὑπάτων, ἐξ οὗ Οὐαλέριος Ποπλικόλας ὁ πρῶτος ὑπατεύσας ἐμείωσε τὸν φθόνον τῆς ἀρχῆς, αὐτὸς ἀνανεωσάμενος. [3] καταπληξάμενος δὲ τούτῳ τε καὶ τοῖς ἄλλοις συμβόλοις τῆς βασιλικῆς ἡγεμονίας τοὺς ταρακτικοὺς καὶ νεωτεριστάς, τὸ κράτιστον τῶν ὑπὸ Σερουΐου Τυλλίου τοῦ δημοτικωτάτου βασιλέως κατασταθέντων νομίμων, πρῶτον ἐπέταξε ποιῆσαι Ῥωμαίοις ἅπασι, τιμήσεις κατὰ φυλὰς τῶν βίων ἐνεγκεῖν, προσγράφοντας γυναικῶν τε καὶ παίδων ὀνόματα καὶ ἡλικίας ἑαυτῶν τε καὶ τέκνων. [4] ἐν ὀλίγῳ δὲ χρόνῳ πάντων τιμησαμένων διὰ τὸ μέγεθος τῆς τιμωρίας· τήν τε γὰρ οὐσίαν ἀπολέσαι τοὺς ἀπειθήσαντας ἔδει καὶ τὴν πολιτείαν· ἑπτακοσίοις πλείους εὑρέθησαν οἱ ἐν ἥβῃ Ῥωμαῖοι πεντεκαίδεκα μυριάδων. μετὰ τοῦτο διακρίνας τοὺς ἔχοντας τὴν στρατεύσιμον ἡλικίαν ἀπὸ τῶν πρεσβυτέρων [p. 255] καὶ καταχωρίσας εἰς λόχους, διένειμε πεζούς τε καὶ ἱππεῖς εἰς τέτταρας μοίρας· ὧν μίαν μὲν τὴν κρατίστην περὶ αὑτὸν εἶχεν, ἐκ δὲ τῶν ὑπολειπομένων Κλοίλιον ἐκέλευσε τὸν συνύπατον ἣν αὐτὸς ἐβούλετο λαβεῖν, τὴν δὲ τρίτην Σπόριον Κάσσιον τὸν ἱππάρχην, τὴν δὲ καταλειπομένην τὸν ἀδελφὸν Σπόριον Λάρκιον· αὕτη φρουρεῖν τὴν πόλιν ἐτάχθη σὺν τοῖς πρεσβυτέροις ἐντὸς τείχους μένουσα.

ΚΕΦΑΛΑΙΟΝ ΟΣΤ΄

[1] ὡς δ᾽ ἦν αὐτῷ πάντα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια εὐτρεπῆ, προήγαγε τὰς δυνάμεις εἰς ὕπαιθρον, καὶ τίθεται στρατόπεδα τρία καθ᾽ οὓς μάλιστα ὑπελάμβανε τόπους ποιήσεσθαι τοὺς Λατίνους τὴν ἔφοδον. ἐνθυμούμενος δ᾽, ὅτι φρονίμων στρατηγῶν ἐστιν, οὐ μόνον τὰ ἑαυτῶν πράγματα ποιεῖν ἰσχυρά, ἀλλὰ καὶ τὰ τῶν πολεμίων ἀσθενῆ, καὶ μάλιστα μὲν ἄνευ μάχης καὶ πόνου καταλύεσθαι τοὺς πολέμους, εἰ δὲ μή γε σὺν ἐλαχίστῃ τοῦ στρατιωτικοῦ πλήθους δαπάνῃ, πολέμων θ᾽ ἁπάντων κακίστους ἡγούμενος καὶ πλεῖστα τὰ λυπηρὰ ἔχοντας, οὓς πρὸς συγγενεῖς καὶ φίλους ἀναγκαζόμενοί τινες ἀναιροῦνται, ἐπιεικεστέρων μᾶλλον ἢ δικαιοτέρων ᾤετο δεῖν αὐτοῖς διαλύσεων. [2] κρύφα τε δὴ πέμπων πρὸς τοὺς ἐπιφανεστάτους τῶν Λατίνων ἀνυπόπτους τινὰς ἔπειθε φιλίαν πράττειν ταῖς πόλεσι, καὶ ἐκ τοῦ φανεροῦ πρεσβευόμενος κατὰ πόλεις τε καὶ πρὸς τὸ κοινὸν οὐ χαλεπῶς ἐξειργάσατο μηκέτι τὴν αὐτὴν ἅπαντας ὁρμὴν ἔχειν πρὸς τὸν πόλεμον· μάλιστα δ᾽ αὐτοὺς ἐξεθεράπευσε καὶ διαστῆναι πρὸς τοὺς ἡγεμόνας ἐποίησε διὰ τοιαύτης εὐεργεσίας. [p. 256] [3] οἱ γὰρ τὴν αὐτοκράτορα παρειληφότες τῶν Λατίνων στρατηγίαν, Μαμίλιός τε καὶ Σέξτος ἐν Τύσκλῳ πόλει τὰς δυνάμεις συνέχοντες, παρεσκευάζοντο μὲν ὡς ἐλάσοντες ἐπὶ τὴν Ῥώμην, ἐδαπάνων δὲ πολὺν εἰς τὸ μέλλειν χρόνον, εἴτε τὰς ὑστεριζούσας ἀναμένοντες πόλεις, εἴτε τῶν ἱερῶν αὐτοῖς οὐ γινομένων καλῶν. ἐν τούτῳ δὴ τῷ χρόνῳ τινὲς ἀποσκιδνάμενοι τοῦ στρατοπέδου τὴν χώραν τῶν Ῥωμαίων ἐπόρθουν. [4] τοῦτο μαθὼν ὁ Λάρκιος ἀποστέλλει τὸν Κλοίλιον ἐπ᾽ αὐτοὺς ἄγοντα τῶν ἱππέων τε καὶ ψιλῶν τοὺς ἀνδρειοτάτους. ὃς ἐπιφανεὶς αὐτοῖς ἀπροσδόκητος ὀλίγους μέν τινας ἀποκτείνει μαχόμενος, τοὺς δὲ λοιποὺς αἰχμαλώτους λαμβάνει. τούτους ὁ Λάρκιος ἐκ τῶν τραυμάτων ἀναλαβὼν καὶ ταῖς ἄλλαις ἐκθεραπεύσας φιλανθρωπίαις ἀπέστειλεν εἰς Τύσκλον ἀθρόους ἄνευ λύτρων, πρεσβευτὰς σὺν αὐτοῖς πέμψας Ῥωμαίων τοὺς ἐντιμοτάτους. οὗτοι διεπράξαντο διαλυθῆναι τὸ στράτευμα τῶν Λατίνων καὶ γενέσθαι ταῖς πόλεσιν ἐνιαυσίους ἀνοχάς.

ΚΕΦΑΛΑΙΟΝ ΟΖ΄

[1] ταῦτα διαπραξάμενος ὁ ἀνὴρ ἀπῆγε τὰς δυνάμεις ἐκ τῆς ὑπαίθρου καὶ πρὶν ἢ πάντα τὸν τῆς ἐξουσίας ἐκπληρῶσαι χρόνον ὑπάτους ἀποδείξας ἀπέθετο τὴν ἀρχὴν οὔτ᾽ ἀποκτείνας οὐθένα Ῥωμαίων οὔτ᾽ ἐξελάσας τῆς πατρίδος οὔτ᾽ ἄλλῃ συμφορᾷ βαρείᾳ περιβαλὼν οὐδεμιᾷ. [2] οὗτος ὁ ζῆλος ἀπ᾽ ἐκείνου τοῦ ἀνδρὸς ἀρξάμενος ἅπασι παρέμεινε τοῖς λαμβάνουσι τὴν αὐτὴν ἐξουσίαν ἄχρι τῆς τρίτης πρὸ ἡμῶν γενεᾶς. οὐθένα [p. 257] γοῦν ἐκ τῆς ἱστορίας παρειλήφαμεν, ὃς οὐ μετρίως αὐτῇ καὶ πολιτικῶς ἐχρήσατο, πολλάκις ἀναγκασθείσης τῆς πόλεως καταλῦσαι τὰς νομίμους ἀρχὰς καὶ πάντα ποιῆσαι τὰ πράγματα ὑφ᾽ ἑνί. [3] καὶ εἰ μὲν ἐν τοῖς ὀθνείοις πολέμοις μόνον ἦσαν οἱ λαμβάνοντες τὴν δικτατορίαν ἀγαθοὶ προστάται τῆς πατρίδος μηδὲν ὑπὸ τοῦ μεγέθους τῆς ἀρχῆς διαφθειρόμενοι ἧττον ἂν θαυμαστὸν ἦν· νῦν δὲ καὶ ἐν ταῖς ἐμφυλίοις διχοστασίαις πολλαῖς καὶ μεγάλαις γενομέναις καὶ ἐπὶ καταλύσει βασιλειῶν καὶ τυραννίδων ὑποπτευομένων καὶ ἐπ᾽ ἄλλων συμφορῶν κωλύσει μυρίων ὅσων οἱ τηλικαύτης τυχόντες ἐξουσίας ἅπαντες ἀνεπιλήπτους καὶ τῷ πρώτῳ λαβόντι τὴν ἀρχὴν ὁμοίους ἑαυτοὺς παρέσχον· ὥσθ᾽ ἅπασι παραστῆναι τὴν αὐτὴν δόξαν, ὅτι μία βοήθεια παντός ἐστιν ἀνιάτου κακοῦ καὶ τελευταίας σωτηρίας ἐλπίς, ὅταν ἀπορραγῶσιν ἅπασαι διὰ καιρούς τινας, ἡ τοῦ δικτάτορος ἀρχή. ἐπὶ δὲ [4] τῆς κατὰ τοὺς πατέρας ἡμῶν ἡλικίας ὁμοῦ τι τετρακοσίων διαγενομένων ἐτῶν ἀπὸ τῆς Τίτου Λαρκίου δικτατορίας διεβλήθη καὶ μισητὸν ἅπασιν ἀνθρώποις ἐφάνη τὸ πρᾶγμα Λευκίου Κορνηλίου Σύλλα πρώτου καὶ μόνου πικρῶς αὐτῇ καὶ ὠμῶς χρησαμένου· ὥστε τότε πρῶτον αἰσθέσθαι Ῥωμαίους, ὃ τὸν ἄλλον ἅπαντα χρόνον ἠγνόουν, ὅτι τυραννίς ἐστιν ἡ τοῦ [5] δικτάτορος ἀρχή. βουλήν τε γὰρ ἐκ τῶν ἐπιτυχόντων ἀνθρώπων συνέστησε καὶ τὸ τῆς δημαρχίας κράτος εἰς [p. 258] τοὐλάχιστον συνέστειλε καὶ πόλεις ὅλας ἐξῴκισε καὶ βασιλείας τὰς μὲν ἀνεῖλε, τὰς δ᾽ αὐτὸς ἀπέδειξε, καὶ ἄλλα πολλὰ καὶ αὐθάδη διεπράξατο, περὶ ὧν πολὺ ἂν ἔργον εἴη λέγειν· πολίτας τε χωρὶς τῶν ἐν ταῖς μάχαις ἀπολομένων τοὺς παραδόντας αὐτῷ σφᾶς αὐτοὺς οὐκ ἐλάττους τετρακισμυρίων ἀπέκτεινεν, ὧν τινας καὶ [6] βασάνοις πρῶτον αἰκισάμενος. εἰ μὲν οὖν ἀναγκαίως ἢ συμφερόντως τῷ κοινῷ πάντα ταῦτ᾽ ἔπραξεν, οὐχ ὁ παρὼν καιρὸς ἐξετάζειν· ὅτι δὲ διὰ ταῦτ᾽ ἐμισήθη καὶ δεινὸν ἐφάνη τὸ τοῦ δικτάτορος ὄνομα, τοῦτό μοι προὔκειτο ἐπιδεῖξαι. πέφυκε δ᾽ οὐ ταῖς δυναστείαις τοῦτο μόναις, ἀλλὰ καὶ τοῖς ἄλλοις συμβαίνειν τοῖς περιμαχήτοις καὶ θαυμαζομένοις ὑπὸ τοῦ κοινοῦ βίου πράγμασι. καλὰ μὲν γὰρ ἅπαντα φαίνεται καὶ συμφέροντα τοῖς χρωμένοις, ὅταν τις αὐτοῖς χρῆται καλῶς, αἰσχρὰ δὲ καὶ ἀσύμφορα, ὅταν πονροὺς λάβῃ προστάτας. τούτου δ᾽ ἡ φύσις αἰτία προσθεῖσα τοῖς ἀγαθοῖς ἅπασι καὶ κῆράς τινας συμφύτους. ἀλλ᾽ ὑπὲρ μὲν τούτων ἕτερος ἂν εἴη τοῖς λόγοις καιρὸς ἐπιτηδειότερος. οἱ δ᾽ ἐν τῷ κατόπιν ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν παραλαβόντες Αὖλος Σεμπρώνιος Ἀτρατῖνος καὶ Μάρκος Μηνύκιος, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ πρώτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Τισικράτης Κροτωνιάτης, ἄρχοντος Ἀθήνησιν Ἱππάρχου.