Ρωμαϊκή Αρχαιολογία/ε/41
←Κεφάλαια 31–40 | Κεφάλαια 41–50 Συγγραφέας: Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ε΄ |
Κεφάλαια 51–60→ |
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. |
- ΚΕΦΑΛΑΙΟΝ ΜΑ΄
[1] ἐπεὶ δὲ παρεσκεύαστο ἅπαντα ἀμφοτέροις, πρῶτον μὲν ἐξῆγον οἱ Σαβῖνοι τὰς δυνάμεις καὶ ποιοῦνται δύο παρεμβολὰς μίαν μὲν ὕπαιθρον οὐ πρόσω Φιδήνης, ἑτέραν δ᾽ ἐν αὐτῇ Φιδήνῃ φυλακῆς τε τῶν ἔνδον ἕνεκα καὶ καταφυγῆς τῶν ἔξω στρατοπεδευόντων, ἄν τι γένηται πταῖσμα περὶ αὐτούς. ἔπειτα οἱ τῶν Ῥωμαίων ὕπατοι μαθόντες τὴν τῶν Σαβίνων ἐπὶ σφᾶς ἔλασιν καὶ αὐτοὶ πάντας ἄγοντες τοὺς ἐν ἀκμῇ στρατοπεδεύονται χωρὶς ἀλλήλων, Οὐαλέριος μὲν ἀγχοῦ τῆς ὑπαίθρου τῶν Σαβίνων παρεμβολῆς, Λουκρήτιος [2] δ᾽ ὀλίγον ἄπωθεν ἐπ᾽ ὄχθου τινός, ὅθεν ἦν ὁ ἕτερος χάραξ καταφανής. ἡ μὲν οὖν τῶν Ῥωμαίων ὑπόληψις [p. 198] ἦν συμβαλεῖν τοῖς πολεμίοις αὐτίκα, ὡς ἐν ἀγῶνι φανερῷ τοῦ πολέμου ταχείαν ἕξοντος τὴν κρίσιν, ὁ δὲ τῶν Σαβίνων στρατηγὸς ὀρρωδῶν ἐκ τοῦ φανεροῦ συμφέρεσθαι πρὸς εὐτολμίαν τε καὶ καρτερίαν ἀνθρώπων ἅπαντα τὰ δεινὰ ὑπομένειν ἑτοίμων νύκτωρ ἐπιχειρεῖν αὐτοῖς ἔγνω· [3] καὶ παρασκευασάμενος τάφρου τε χώσει καὶ χάρακος ἐπιβάσει ἃ πρόσφορα εἶναι ἔμελλεν, ἐπειδὴ πάντα ἐγένετο τὰ πρὸς τὸν ἀγῶνα εὐτρεπῆ, μετὰ τὸν πρῶτον ὕπνον ἀναστήσας τὸ κράτιστον τοῦ στρατοῦ μέρος ἄξειν ἐπὶ τὸ τῶν Ῥωμαίων ἔμελλεν ἔρυμα, τοῖς τ᾽ ἐν Φιδήνῃ κατεστρατοπεδευκόσι παρήγγειλεν, ἐπειδὰν ἐξεληλυθότας αἴσθωνται τοὺς σφετέρους ἐξιέναι καὶ αὐτοὺς ἐκ τῆς πόλεως κούφῃ ἐσταλμένους ὁπλίσει· ἔπειτα λοχήσαντας ἐν χωρίοις ἐπιτηδείοις ἐκέλευσεν, εἴ τινες ἐπίκουροι τοῖς περὶ τὸν Οὐαλέριον ἐκ τῆς ἑτέρας στρατιᾶς ἐπίοιεν, ἀναστάντας καὶ κατὰ νώτου γενομένους σὺν βοῇ τε καὶ πατάγῳ πολλῷ χωρεῖν ἐπ᾽ αὐτούς. [4] ὁ μὲν δὴ Σέξτος ταῦτα βουλευσάμενος καὶ τοῖς λοχαγοῖς φράσας, ἐπειδὴ κἀκείνοις ἦν βουλομένοις, περιέμεινε τὸν καιρόν· αὐτόμολος δέ τις ἐλθὼν εἰς τὸν χάρακα τῶν Ῥωμαίων μηνύει τὴν διάνοιαν αὐτοῦ πρὸς τὸν ὕπατον, καὶ μετ᾽ οὐ πολὺ τῶν ἱππέων τινὲς ἧκον ἄγοντες αἰχμαλώτους τῶν Σαβίνων, οὓς ἐπὶ ξυλισμὸν ἐξεληλυθότας συνέλαβον. οὗτοι χωρὶς ἀλλήλων ἀνακρινόμενοι, τί παρασκευάζεται· πράττειν [p. 199] σφῶν αὐτῶν ὁ στρατηγός, λέγουσιν, ὅτι κλίμακας τεκταίνεται καὶ διαβάθρας· ὅπου δ᾽ αὐταῖς καὶ ὁπότε μέλλοι χρῆσθαι, οὐκ ἔφασαν εἰδέναι. [5] ταῦτα μαθὼν ὁ Οὐαλέριος ἀποστέλλει τὸν πρεσβευτὴν Λάρκιον εἰς τὸν ἕτερον χάρακα τήν τε διάνοιαν τῶν πολεμίων ἀπαγγελοῦντα τῷ κατέχοντι τὴν παρεμβολὴν ἐκείνην Λουκρητίῳ, καὶ τίνα χρὴ τρόπον ἐπιχειρεῖν τοῖς πολεμίοις ὑποθησόμενον· αὐτὸς δὲ τοὺς ταξιάρχους καὶ λοχαγοὺς καλέσας καὶ φράσας ὅσα τοῦ τ᾽ αὐτομόλου καὶ τῶν αἰχμαλώτων ἤκουσε καὶ παρακαλέσας ἄνδρας ἀγαθοὺς εἶναι καιρὸν εἰληφέναι νομίσαντας εὐχῆς ἄξιον, ἐν ᾧ δίκας λήψονται παρὰ τῶν ἐχθρῶν καλάς, ἅ τε δέοι πράττειν ἑκάστοις ὑποθέμενος καὶ τὸ σύνθημα δοὺς ἀπέλυσεν ἐπὶ τὰς τάξεις.
- ΚΕΦΑΛΑΙΟΝ ΜΒ΄
[1] οὔπω μέσαι νύκτες ἦσαν, καὶ ὁ τῶν Σαβίνων ἡγεμὼν ἀναστήσας τοῦ στρατοῦ τὸ κράτιστον μέρος ἦγεν ἐπὶ τὸν χάρακα σιωπᾶν ἅπασι παραγγείλας καὶ μὴ ποιεῖν ψόφον τῶν ὅπλων, ἵνα μὴ γνοῖεν ἥκοντας αὐτοὺς οἱ πολέμιοι, πρὶν ἐπὶ τῷ ἐρύματι γένωνται. ὡς δὲ πλησίον ἐγένοντο τοῦ χάρακος οἱ πρῶτοι πορευόμενοι καὶ οὔτε φέγγη λαμπτήρων ἑώρων οὔτε φωνὰς φυλάκων κατήκουον, πολλὴν μωρίαν τῶν Ῥωμαίων καταγνόντες ὡς ἀφεικότων ἐρήμους τὰς φυλακὰς καὶ ἐντὸς τοῦ χάρακος καθευδόντων, ἐνεπίμπλασαν ὕλης [p. 200] τὰς τάφρους κατὰ πολλὰ μέρη καὶ διέβαινον οὐδενὸς σφίσιν ἐμποδὼν γινομένου. [2] παρεκάθηντο δὲ μεταξὺ τῶν τάφρων καὶ τῶν περισταυρωμάτων οἱ Ῥωμαῖοι κατὰ σπείρας ἀφανεῖς διὰ τὸ σκότος, καὶ τοὺς διαβαίνοντας αὐτῶν, ὅτε γένοιντο ἐν χερσίν, ἐφόνευον. μέχρι μὲν οὖν τινος ἐλάνθανε τοὺς ὑστέρους προσιόντας ὁ τῶν προηγουμένων ὄλεθρος· ἐπεὶ δὲ φῶς ἐγένετο σελήνης ἀνισχούσης οἱ πλησιάζοντες τῇ τάφρῳ σωρούς θ᾽ ὁρῶντες οἰκείων νεκρῶν παρ᾽ αὐτῇ καὶ στίφη πολεμίων καρτερὰ ὁμόσε χωροῦντα, ῥίψαντες τὰ [3] ὅπλα τρέπονται πρὸς φυγήν. οἱ δὲ Ῥωμαῖοι μέγα ἀναβοήσαντες· ἦν δὲ τοῦτο σύνθημα τοῖς ἐπὶ τῆς ἑτέρας παρεμβολῆς· ἐκτρέχουσιν ἐπ᾽ αὐτοὺς ἅπαντες ἀθρόοι. καὶ ὁ Λουκρήτιος ὡς ἤκουσε τῆς κραυγῆς τοὺς ἱππεῖς προαποστείλας διερευνησομένους, μή τις ἐγκάθηται πολεμίων λόχος, ὀλίγον ὕστερον ἠκολούθει τοὺς ἀκμαιοτάτους τῶν πεζῶν ἐπαγόμενος. [4] καὶ κατὰ τὸν αὐτὸν χρόνον οἵ θ᾽ ἱππεῖς τοῖς ἐκ τῆς Φιδήνης λοχῶσι περιτυχόντες τρέπουσιν εἰς φυγὴν καὶ οἱ πεζοὶ τοὺς ἐπὶ τὴν παρεμβολὴν σφῶν ἀφικομένους κτείνοντες ἐδίωκον οὔτε ὅπλα οὔτε κόσμον σώζοντας. ἐν ταύταις ταῖς μάχαις Σαβίνων τε καὶ τῶν συμμάχων ἀπέθανον μὲν ἀμφὶ τοὺς μυρίους καὶ τρισχιλίους καὶ πεντακοσίους, αἰχμάλωτοι δ᾽ ἐλήφθησαν τετρακισχίλιοι καὶ διακόσιοι· καὶ ὁ μὲν χάραξ αὐθημερὸν ἑάλω. [p. 201]
- ΚΕΦΑΛΑΙΟΝ ΜΓ΄
[1] ἡ δὲ Φιδήνη πολιορκηθεῖσα οὐ πολλαῖς ἡμέραις, καθ᾽ ὃ μάλιστα δυσάλωτος εἶναι μέρος ἐδόκει καὶ ὑπ᾽ ὀλίγων ἐφυλάσσετο, κατὰ τοῦτ᾽ ἐλήφθη. οὐ μὴν ἀνδραποδισμοῦ γ᾽ ἢ κατασκαφῆς ἐπειράθη φόνος τ᾽ ἀνθρώπων οὐ πολὺς ἐγένετο μετὰ τὴν ἅλωσιν· ἀποχρῶσα γὰρ ἐφάνη ζημία τοῖς ὑπάτοις πόλεως ὁμοεθνοῦς ἁμαρτούσης ἁρπαγὴ χρημάτων τε καὶ ἀνδραπόδων καὶ ὁ τῶν κατὰ τὴν μάχην ἀπολομένων ὄλεθρος· τοῦ δὲ μὴ προχείρως ἔτι τοὺς ἑαλωκότας ἐπὶ τὰ ὅπλα χωρῆσαι φυλακὴ γενήσεσθαι μετρία καὶ συνήθης Ῥωμαίοις, [2] ἡ τῶν αἰτίων τῆς ἀποστάσεως κόλασις. συγκαλέσαντες δὴ Φιδηναίων τοὺς ἁλόντας εἰς τὴν ἀγορὰν καὶ πολλὰ τῆς ἀνοίας αὐτῶν κατηγορήσαντες ἀξίους τ᾽ εἶναι φήσαντες ἅπαντας ἡβηδὸν ἀπολωλέναι μήτε ταῖς εὐεργεσίαις χάριν εἰδότας μήτε τοῖς κακοῖς σωφρονιζομένους, ῥάβδοις αἰκισάμενοι τοὺς ἐπιφανεστάτους ἁπάντων ὁρώντων ἀπέκτειναν· τοὺς δὲ λοιποὺς εἴασαν οἰκεῖν ὡς πρότερον ᾤκουν φρουροὺς συγκατοικίσαντες αὐτοῖς, ὅσους ἔκρινεν ἡ βουλή, καὶ τῆς χώρας ἀφελόμενοί τινα μοῖραν τοῖς φρουροῖς ἔδωκαν. ταῦτα διαπραξάμενοι τὴν δύναμιν ἀπῆγον ἐκ τῆς τῶν πολεμίων καὶ τὸν ὑπὸ τῆς βουλῆς ψηφισθέντα θρίαμβον κατήγαγον. ταῦτα μὲν ἐπὶ τῆς τούτων ὑπατείας ἐπράχθη.
- ΚΕΦΑΛΑΙΟΝ ΜΔ΄
[1] Ποπλίου δὲ Ποστομίου τοῦ καλουμένου Τουβέρτου τὸ δεύτερον ἄρχειν αἱρεθέντος καὶ [p. 202] Ἀγρίππα Μενηνίου τοῦ λεγομένου Λανάτου τρίτη γίνεται Σαβίνων εἰσβολὴ μείζονι στρατιᾷ, πρὶν αἰσθέσθαι Ῥωμαίους αὐτῶν τὴν ἔξοδον, καὶ μέχρι τοῦ τείχους τῆς Ῥώμης ἔλασις· ἐν ᾗ πολὺς ἐγένετο Ῥωμαίων φόνος οὐ μόνον τῶν γεωργῶν, οἷς οὐδὲν προσδεχομένοις αἰφνιδίως ἐπέστη τὸ δεινόν, πρὶν εἰς τὰ φρούρια τὰ πλησίον ἑκάστους καταφυγεῖν, ἀλλὰ καὶ [2] τῶν κατὰ πόλιν τηνικαῦτα διατριβόντων. ὁ γὰρ ἕτερος τῶν ὑπάτων Ποστόμιος οὐκ ἀνεκτὴν εἶναι τὴν ὕβριν τῶν πολεμίων ἡγησάμενος ἐξεβοήθει κατὰ σπουδὴν τοὺς ἐπιτυγχάνοντας ἄγων προχειρότερον μᾶλλον ἢ φρονιμώτερον. οὓς ἰδόντες οἱ Σαβῖνοι σὺν πολλῇ καταφρονήσει χωροῦντας ἐπὶ σφᾶς ἀσυντάκτους τε καὶ διεσπασμένους ἀπ᾽ ἀλλήλων, ἔτι μᾶλλον αὐξῆσαι τὸ καταφρονοῦν αὐτῶν βουλόμενοι θᾶττον ἢ βάδην ἀνεχώρουν ὡς δὴ φεύγοντες ὀπίσω, τέως εἰς δρυμοὺς ἀφίκοντο βαθεῖς, ἔνθα ὁ λοιπὸς αὐτῶν στρατὸς ὑπεκάθητο· ἔπειθ᾽ ὑποστρέψαντες ἐχώρουν τοῖς διώκουσιν ὁμόσε, καὶ οἱ ἐκ τοῦ δρυμοῦ μέγα ἀλαλάξαντες ἵενται ἐπ᾽ αὐτούς. [3] ἀσυντάκτοις δ᾽ ἀνθρώποις καὶ τεταραγμένοις καὶ ὑπὸ τοῦ δρόμου συγκεκομμένοις τὰ πνεύματα πολλοὶ καὶ σὺν κόσμῳ ἐπελθόντες, καταβάλλουσί τε τοὺς ὁμόσε χωροῦντας καὶ τοὺς λοιποὺς εἰς φυγὴν ὁρμήσαντας ὑποτεμόμενοι τὰς εἰς τὴν πόλιν φερούσας ὁδοὺς εἰς ὀρεινήν τινα κατακλείουσι ῥάχιν ἔρημον. θέμενοι δὲ πλησίον αὐτῶν τὰ ὅπλα· νὺξ γὰρ ἤδη [p. 203] κατελάμβανε· φυλακὰς ἐποιοῦντο δι᾽ ὅλης νυκτός, ἵνα μὴ λάθοιεν σφᾶς ἀποδράντες. [4] ὡς δ᾽ εἰς τὴν Ῥώμην τὸ πάθος ἀπηγγέλθη ταραχή τ᾽ ἦν πολλὴ καὶ δρόμος ἐπὶ τὰ τείχη καὶ δέος ἁπάντων, μὴ διὰ νυκτὸς εἰς τὴν πόλιν ἔλθοιεν οἱ πολέμιοι τῷ κατορθώματι ἐπαρθέντες, τῶν τ᾽ ἀπολωλότων οἶκτος καὶ τῶν περιλειπομένων ἔλεος, ὡς ἀναρπασθησομένων αὐτίκα μάλα δι᾽ ἀπορίαν τῶν ἀναγκαίων, εἰ μή τις αὐτοῖς ἐπικουρία ἔλθοι ταχεῖα. [5] ἐκείνην μὲν οὖν τὴν νύκτα πονηρὰς ἔχοντας τὰς ψυχὰς ἄγρυπνοι διῆγον· τῇ δ᾽ ἑξῆς ἡμέρᾳ πάντας τοὺς ἐν ἀκμῇ καθοπλίσας ὁ ἕτερος τῶν ὑπάτων Μενήνιος ἦγεν ἐπικούρους τοῖς ἐν τῷ ὄρει κόσμον καὶ τάξιν φυλάττοντας. ἰδόντες δ᾽ αὐτοὺς οἱ Σαβῖνοι προσιόντας οὐκέτι παρέμειναν, ἀλλ᾽ ἀναστήσαντες τὸν αὑτῶν στρατὸν ἦγον ἀπὸ τοῦ ὄρους ἀποχρῆν οἰόμενοι σφίσι τὴν παροῦσαν εὐτυχίαν· καὶ οὐ πολὺν ἔτι διατρίψαντες χρόνον ἀπῄεσαν ἐπὶ τὰ σφέτερα σὺν αὐχήματι μεγάλῳ βοσκημάτων τε καὶ ἀνδραπόδων καὶ χρημάτων ἀφθόνους ἄγοντες ὠφελείας.
- ΚΕΦΑΛΑΙΟΝ ΜΕ΄
[1] Ῥωμαῖοι δ᾽ ἀγανακτοῦντες ἐπὶ τῇ συμφορᾷ καὶ τὸν ἕτερον τῶν ὑπάτων Ποστόμιον ἐν αἰτίαις ἔχοντες ἔγνωσαν ἁπάσαις δυνάμεσι στρατεύειν κατὰ τάχος ἐπὶ τὴν Σαβίνων γῆν, τήν τε ἧτταν αἰσχρὰν καὶ ἀνέλπιστον γενομένην ἐπανορθῶσαι προθυμούμενοι, καὶ ἐπὶ τῇ νεωστὶ ἀφικομένῃ παρὰ τῶν πολεμίων πρεσβείᾳ πολλὴν ὕβρις ἐχούσῃ καὶ αὐθάδειαν ἀχθόμενοι. [p. 204] [2] ὡς γὰρ δὴ κρατοῦντες ἤδη καὶ δίχα πόνου τὴν Ῥώμην αἱρήσοντες αὐτῶν μὴ βουλομένων τὰ κελευόμενα ποιεῖν, Ταρκυνίοις τε διδόναι τὴν κάθοδον ἐκέλευον καὶ τῆς ἡγεμονίας σφίσι παραχωρεῖν πολιτείαν τε καταστήσασθαι καὶ νόμους, οὓς ἂν οἱ κεκρατηκότες τάξωσιν. ἀποκρινάμενοι δὲ τοῖς πρεσβευταῖς ἀπαγγέλλειν πρὸς τὸ κοινόν, ὅτι Ῥωμαῖοι κελεύουσι Σαβίνους ὅπλα τ᾽ ἀποθέσθαι καὶ παραδοῦναι σφίσι τὰς πόλεις ὑπηκόους τ᾽ εἶναι πάλιν, ὥσπερ πρότερον ἦσαν, ταῦτα δὲ ποιήσαντας αὐτοὺς ἥκειν τότε περὶ ὧν ἠδίκησαν ἢ κατέβλαψαν αὐτοὺς ἐν ταῖς πρότερον εἰσβολαῖς δεησομένους, εἰ βούλονται τυχεῖν εἰρήνης καὶ φιλίας· ἐὰν δὲ μὴ ποιῶσι τὰ κελευόμενα προσδέχεσθαι τὸν πόλεμον ἥξοντα ἐπὶ τὰς πόλεις αὐτῶν οὐκ εἰς μακράν. [3] τοιαῦτα ἐπιταχθέντες τε καὶ ἐπιτάξαντες ἀλλήλοις, ἐπειδὴ πᾶσιν ἐξηρτύσαντο τοῖς εἰς τὸν ἀγῶνα ἐπιτηδείοις, ἐξῆγον τὰς δυνάμεις, Σαβῖνοί τε τὴν κρατίστην ἐξ ἁπάσης πόλεως νεότητα ὅπλοις ἐκπρεπέσι κεκοσμημένην ἐπαγόμενοι, Ῥωμαῖοί τε πᾶσαν τὴν δύναμιν τήν τε κατὰ πόλιν καὶ τὴν ἐν τοῖς φρουρίοις ἀναλαβόντες, ἱκανοὺς οἰόμενοι τοὺς ὑπὲρ τὴν στρατεύσιμον ἡλικίαν γεγονότας καὶ τὸν οἰκετικὸν ὄχλον τήν τε πόλιν καὶ τὰ ἐπὶ τῆς χώρας ἐρύματα φυλάττειν. [4] καὶ συνελθόντες ὁμόσε τίθενται τοὺς χάρακας [p. 205] ἀμφότεροι μικρὸν ἀπέχοντας ἀλλήλων Ἠρήτου πόλεως, ἣ τοῦ Σαβίνων ἐστὶν ἔθνους, οὐ πρόσω.
- ΚΕΦΑΛΑΙΟΝ ΜΣΤ΄
[1] ὡς δὲ συνεῖδον ἀμφότεροι τὰ τῶν πολεμίων πράγματα, τῷ τε μεγέθει τῶν στρατοπέδων εἰκάσαντες καὶ παρ᾽ αἰχμαλώτων ἀκούσαντες, τοῖς μὲν Σαβίνοις θάρσος παρέστη καὶ καταφρόνησις τῆς τῶν πολεμίων ὀλιγότητος, τοῖς δὲ Ῥωμαίοις δέος πρὸς τὸ τῶν ἀντιπολεμούντων πλῆθος· ἐθάρρησαν δὲ καὶ οὐ μικρὰς ἐλπίδας ὑπὲρ τῆς νίκης ἔλαβον ἄλλων τε σημείων γενομένων σφίσι θεοπέμπτων καὶ δὴ καὶ τελευταίου φάσματος, ὅτε παρατάττεσθαι ἔμελλον, τοιοῦδε. [2] ἐκ τῶν καταπεπηγμένων παρὰ ταῖς σκηναῖς ὑσσῶν· ἔστι δὲ ταῦτα βέλη Ῥωμαίων, ἃ συνιόντες εἰς χεῖρας ἐξακοντίζουσι, ξύλα προμήκη τε καὶ χειροπλήθη τριῶν οὐχ ἧττον ποδῶν σιδηροῦς ὀβελίσκους ἔχοντα προὔχοντας κατ᾽ εὐθεῖαν ἐκ θατέρου τῶν ἄκρων, μετρίοις ἀκοντίοις ἴσα σὺν τῷ σιδήρῳ· ἐκ τούτων δὴ τῶν ὑσσῶν περὶ τοῖς ἄκροις τῶν ὀβελίσκων φλόγες ἀνήπτοντο, καὶ δι᾽ ὅλου τοῦ στρατοπέδου τὸ σέλας ἦν, ὥσπερ ἀπὸ [3] λαμπάδων, καὶ κατέσχε τῆς νυκτὸς ἐπὶ πολύ. ἐκ τούτου κατέλαβον τοῦ φάσματος, ὥσπερ οἱ τερατοσκόποι ἀπέφαινον καὶ πᾶσιν ἀνθρώποις συμβαλεῖν οὐ χαλεπὸν ἦν, ὅτι νίκην αὐτοῖς ταχεῖαν καὶ λαμπρὰν σημαίνει τὸ δαιμόνιον, ἐπειδήπερ ἅπαν εἴκει τῷ πυρὶ καὶ οὐδὲν ὅ τι οὐχ ὑπὸ τοῦ πυρὸς διαφθείρεται. τοῦτο δ᾽ ὅτι ἐκ τῶν ἀμυντηρίων αὐτοῖς ὅπλων ἀνήφθη, μετὰ [p. 206] πολλοῦ θάρσους προῄεσαν ἐκ τοῦ χάρακος καὶ συρράξαντες τοῖς Σαβίνοις ἐμάχοντο πολλαπλασίοις ἐλάττους ἐν τῷ θαρρεῖν τὸ πιστὸν ἔχοντες· καὶ ἡ ἐμπειρία δὲ σὺν τῷ φιλοπόνῳ πολλὴ αὐτοῖς παροῦσα παντὸς ἐπήγετο δεινοῦ καταφρονεῖν. [4] πρῶτος μὲν οὖν ὁ Ποστόμιος τὸ εὐώνυμον ἔχων κέρας ἀναλύσασθαι τὴν προτέραν ἧτταν προθυμούμενος τὸ δεξιὸν τῶν πολεμίων ἐξωθεῖ κέρας πρόνοιαν οὐδεμίαν τῆς, ἑαυτοῦ ψυχῆς παρὰ τὸ νικᾶν ποιούμενος, ἀλλ᾽ ὥσπερ οἱ μεμηνότες καὶ θανατῶντες εἰς μέσους τοὺς πολεμίους ῥιπτῶν ἑαυτόν· ἔπειτα καὶ οἱ σὺν τῷ Μενηνίῳ θάτερον ἔχοντες κέρας κάμνοντες ἤδη καὶ ἐξωθούμενοι τῆς στάσεως, ὡς ἔμαθον, ὅτι νικῶσι τοὺς κατὰ σφᾶς οἱ τοῦ Ποστομίου, θαρρήσαντες εἰς ἀντίπαλα χωροῦσι· καὶ γίνεται τῶν κεράτων ἀμφοτέρων τοῖς Σαβίνοις ἐκκλινάντων τροπὴ παντελής. [5] οὐδὲ γὰρ οἱ ἐν μέσῃ τῇ φάλαγγι ταχθέντες ἐψιλωμένων τῶν ἄκρων ἔτι παρέμειναν, ἀλλ᾽ ὑπὸ τῆς ἵππου τῆς Ῥωμαϊκῆς ἐξελαυνούσης κατὰ τέλη βιασθέντες ἀνεστάλησαν. φυγῆς δὲ πάντων γενομένης ἐπὶ τοὺς χάρακας ἀκολουθήσαντες οἱ Ῥωμαῖοι καὶ συνεισπεσόντες ἀμφότερα λαμβάνουσιν αὐτῶν τὰ ἐρύματα. τοῦ δὲ μὴ πανσυδὶ τὸν τῶν πολεμίων διαφθαρῆναι στρατὸν ἥ τε νὺξ αἰτία ἐγένετο καὶ τὸ ἐν οἰκείᾳ γῇ τὸ πάθος αὐτοῖς συμβῆναι· ῥᾷον γὰρ οἱ [p. 207] φεύγοντες ἐπὶ τὰ σφέτερα ἐσώζοντο δι᾽ ἐμπειρίαν τῶν τόπων.
- ΚΕΦΑΛΑΙΟΝ ΜΖ΄
[1] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ καύσαντες τοὺς ἑαυτῶν νεκροὺς οἱ ὕπατοι καὶ τὰ σκῦλα συλλέξαντες· ἑάλω δέ τινα καὶ ἀπὸ τῶν ζώντων ῥιπτούντων ἐν τῇ φυγῇ τὰ ὅπλα· ἄνδρας τ᾽ αἰχμαλώτους ἄγοντες, οὓς ἔλαβον οὐκ ὀλίγους καὶ χρήματα, χωρὶς ὧν οἱ στρατιῶται διήρπασαν· τούτων δὲ διαπραθέντων δημοσίᾳ τὰς κατ᾽ ἄνδρα γενομένας εἰσφοράς, αἷς ἔστειλαν τοὺς στρατιώτας, ἅπαντες ἐκομίσαντο· καὶ ἀπῄεσαν ἐπ᾽ [2] οἴκου λαμπροτάτην ἀνῃρημένοι νίκην. καὶ θριάμβοις ὑπὸ τῆς βουλῆς ἐκοσμοῦντο ἀμφότεροι, Μενήνιος μὲν τῷ μείζονι καὶ τιμιωτέρῳ, παρεμβεβηκὼς ἐφ᾽ ἁρματίου δίφρου βασιλικοῦ, Ποστόμιος δὲ τῷ ἐλάσσονι καὶ ὑποδεεστέρῳ, ὃν καλοῦσιν οὐαστήν, παρεγκλίναντες τοὔνομα Ἑλληνικὸν ὑπάρχον εἰς τἀσαφές. τὸ γὰρ πρῶτον εὐαστὴς οὔτως ἀπὸ τοῦ συμβεβηκότος ἐλέγετο, ὡς αὐτός τ᾽ εἰκάζω καὶ ἐν πολλαῖς εὑρίσκω γραφαῖς ἐπιχωρίοις φερόμενον. [3] τότε δὲ πρῶτον, ὡς Λικίννιος ἱστορεῖ, τοῦτον ἐξευρούσης τὸν θρίαμβον τῆς βουλῆς. διαφέρει δὲ θατέρου πρῶτον μέν, ὅτι πεζὸς εἰσέρχεται μετὰ τῆς στρατιᾶς προηγούμενος ὁ τὸν οὐαστὴν κατάγων [p. 208] θρίαμβον, ἀλλ᾽ οὐκ ἐφ᾽ ἅρματος ὥσπερ ἐκεῖνος· ἔπειθ᾽ ὅτι οὐ τὴν ποικίλην καὶ χρυσόσημον ἀμφιέννυται στολήν, ᾗ κοσμεῖται ὁ ἕτερος, οὐδὲ τὸν χρυσοῦν ἔχει στέφανον, ἀλλὰ περιπόρφυρον λευκὴν περιβέβληται τήβενναν, τὸ ἐπιχώριον τῶν ὑπάτων τε καὶ στρατηγῶν φόρημα, στέφανον δ᾽ ἐπίκειται δάφνης, μεμείωται δὲ καὶ τοῦ σκήπτρου τῇ φορήσει παρὰ τὸν ἕτερον, [4] τὰ δ᾽ ἄλλα πάντα ταὐτὰ ἔχει. αἴτιον δὲ τῷ ἀνδρὶ Ποστομίῳ τῆς ἐλάττονος τιμῆς ἐγένετο, καίτοι λαμπροτάτῳ πάντων γενομένῳ κατὰ τὴν μάχην, τὸ πρότερον πταῖσμα ἐν τῇ ἐπιδρομῇ μέγα καὶ σὺν αἰσχύνῃ γενόμενον, ἐξ οὗ τῆς τε δυνάμεως πολλοὺς ἀπώλεσε καὶ αὐτὸς ὀλίγου ἐδέησε σὺν τοῖς περιλειφθεῖσιν ἐκ τῆς τροπῆς αἰχμάλωτος γενέσθαι.
- ΚΕΦΑΛΑΙΟΝ ΜΗ΄
[1] ἐπὶ δὲ τῆς τούτων ἀρχῆς Πόπλιος Οὐαλέριος Ποπλικόλας ἐπικαλούμενος νοσήσας ἐτελεύτα, κράτιστος τῶν τότε Ῥωμαίων κατὰ πᾶσαν ἀρετὴν νομισθείς. τὰ μὲν οὖν ἄλλα τοῦ ἀνδρὸς ἔργα, δι᾽ ἃ θαυμάζεσθαί τε καὶ μνήμης τυγχάνειν ἄξιός ἐστιν, οὐδὲν δέομαι λέγειν· ἐν ἀρχῇ γὰρ τοῦ λόγου τοῦδε τὰ πολλὰ εἴρηται· ὃ δ᾽ ἁπάντων ἐστὶ τῶν τοῦ ἀνδρὸς ἐγκωμίων θαυμασιώτατον καὶ οὔπω τέτευχε λόγου, τοῦτ᾽ οἴομαι δεῖν μὴ παρελθεῖν, παντὸς μάλιστα νομίζων τοῦτο προσήκειν τοῖς γράφουσιν ἱστορίας, μὴ μόνον τὰς πολεμικὰς πράξεις τῶν ἐπισήμων ἡγεμόνων [p. 209] διεξιέναι, μηδ᾽ εἴ τι πολίτευμα καλὸν καὶ σωτήριον ταῖς πόλεσιν ἀπεδείξαντο ἐξευρόντες, ἀλλὰ καὶ τοὺς βίους αὐτῶν, εἰ μέτριοι καὶ σώφρονες καὶ μένοντες ἐπὶ τοῖς πατρίοις ἐπιτηδεύμασι διετέλεσαν, ἐπιδείκνυσθαι. [2] ἐκεῖνος τοίνυν ὁ ἀνὴρ συγκαταλύσας μὲν τοὺς βασιλεῖς ἐν τοῖς πρώτοις τέτταρσι πατρικίοις καὶ δημεύσας αὐτῶν τὰς ὑπάρξεις, τετράκις δὲ τῆς ὑπατικῆς ἐξουσίας γενόμενος κύριος, μεγίστους δὲ δύο νικήσας πολέμους καὶ θριάμβους καταγαγὼν ἀπ᾽ ἀμφοτέρων, τὸν μὲν πρῶτον ἀπὸ τοῦ Τυρρηνῶν ἔθνους, τὸν δὲ δεύτερον ἀπὸ Σαβίνων, τοιαύτας ἀφορμὰς χρηματισμοῦ λαβών, ἃς οὐδεὶς ἂν ὡς αἰσχρὰς καὶ ἀδίκους διέβαλεν, οὐχ ἑάλω τῇ πάντας ἀνθρώπους καταδουλουμένῃ καὶ ἀσχημονεῖν ἀναγκαζούσῃ φιλοχρηματίᾳ· ἀλλ᾽ ἐπὶ τῇ μικρᾷ καὶ πατροπαραδότῳ διέμενεν οὐσίᾳ σώφρονα καὶ αὐτάρκη καὶ πάσης ἐπιθυμίας κρείττονα βίον ζῶν, καὶ παῖδας ἐπὶ τοῖς ὀλίγοις χρήμασιν ἐθρέψατο τοῦ γένους ἀξίους, καὶ δῆλον ἐποίησεν ἅπασιν, ὅτι πλούσιός ἐστιν οὐχ ὁ πολλὰ κεκτημένος, ἀλλ᾽ ὁ μικρῶν δεόμενος. [3] πίστις δ᾽ ἀκριβὴς καὶ ἀναμφίλεκτος τῆς αὐταρκείας τοῦ ἀνδρός, ἣν ἀπεδείξατο παρὰ πάντα τὸν τοῦ βίου χρόνον, ἡ μετὰ τὸν θάνατον αὐτοῦ φανεῖσα ἀπορία. οὐδὲ γὰρ αὐτὰ τὰ εἰς τὴν ἐκκομιδὴν τοῦ σώματος καὶ ταφήν, ὧν ἀνδρὶ προσήκει τηλικούτῳ τυχεῖν, ἀρκοῦντα ἐν τοῖς ὑπάρχουσι κατέλιπεν· ἀλλ᾽ ἐμέλλησαν αὐτὸν οἱ συγγενεῖς φαύλως πως καὶ ὡς ἕνα [p. 210] τῶν ἐπιτυχόντων ἐκκομίσαντες ἐκ τῆς πόλεως καίειν τε καὶ θάπτειν· ἡ μέντοι βουλὴ μαθοῦσα ὡς εἶχεν αὐτοῖς τὰ πράγματα ἀπόρως, ἐκ τῶν δημοσίων ἐψηφίσατο χρημάτων ἐπιχορηγηθῆναι τὰς εἰς τὴν ταφὴν δαπάνας, καὶ χωρίον, ἔνθα ἐκαύθη καὶ ἐτάφη, μόνῳ τῶν μέχρις ἐμοῦ γενομένων ἐπιφανῶν ἀνδρῶν ἐν τῇ πόλει σύνεγγυς τῆς ἀγορᾶς ἀπέδειξεν ὑπ᾽ Οὐελίας· καὶ ἔστιν ὥσπερ ἱερὸν τοῦτο τοῖς ἐξ ἐκείνου τοῦ γένους ἐνθάπτεσθαι ἀνειμένον, παντὸς πλούτου καὶ πάσης βασιλείας κρεῖττον ἀγαθόν, εἴ τις μὴ ταῖς ἐπονειδίστοις ἡδοναῖς μετρεῖ τὴν εὐδαιμονίαν, ἀλλὰ τῷ καλῷ. [4] Οὐαλέριος μὲν δὴ Ποπλικόλας οὐθὲν ἔξω τῆς εἰς τἀναγκαῖα δαπάνης κτήσασθαι προελόμενος, ὡς τῶν πολυχρημάτων τις βασιλέων λαμπραῖς ὑπὸ τῆς πόλεως ἐκοσμήθη ταφαῖς· καὶ αὐτὸν Ῥωμαίων αἱ γυναῖκες ἅπασαι συνειπάμεναι τὸν αὐτὸν τρόπον ὥσπερ Ἰούνιον Βροῦτον ἀποθέσει χρυσοῦ τε καὶ πορφύρας τὸν ἐνιαύσιον ἐπένθησαν χρόνον, ὡς ἔθος αὐταῖς ἐστι πενθεῖν ἐπὶ τοῖς ἀναγκαίοις τῶν συγγενῶν κήδεσι.
- ΚΕΦΑΛΑΙΟΝ ΜΘ΄
[1] μετὰ δὲ τὸν ἐνιαυτὸν ἐκεῖνον ὕπατοι καθίστανται Σπόριος Κάσσιος Οὐεκελλῖνος ἐπικαλούμενος καὶ Ὀπίτωρ Οὐεργίνιος Τρικάτος. ἐφ᾽ ὧν ὁ πρὸς Σαβίνους πόλεμος ὑπὸ θατέρου τῶν ὑπάτων Σπορίου κατελύθη μάχης ἰσχυρᾶς γενομένης οὐ μακρὰν τῆς Κυριτῶν πόλεως· ἐξ ἧς ἀπέθανον μὲν ἀμφὶ τοὺς [p. 211] μυρίους καὶ τριακοσίους Σαβίνων, αἰχμάλωτοι δ᾽ ἐλήφθησαν ὀλίγον ἀποδέοντες τετρακισχιλίων. [2] ταύτῃ τῇ συμφορᾷ τελευταίᾳ πληγέντες οἱ Σαβῖνοι πρέσβεις ἀπέστειλαν ὡς τὸν ὕπατον διαλεξομένους περὶ φιλίας. ἀναβαλλομένου δ᾽ αὐτοὺς ἐπὶ τὴν βουλὴν τοῦ Κασσίου, παραγενηθέντες εἰς Ῥώμην σὺν πολλῇ δεήσει μόλις εὑρίσκονται διαλλαγὰς καὶ κατάλυσιν τοῦ πολέμου, σῖτόν τε τῇ στρατιᾷ δόντες, ὅσον ἐπέταξε Κάσσιος καὶ ἀργύριόν τι τακτὸν κατ᾽ ἄνδρα καὶ γῆς πεφυτευμένης πλέθρα μύρια. [3] Σπόριος μὲν δὴ Κάσσιος θρίαμβον ἐκ τοῦ πολέμου τοῦδε κατήγαγεν· ὁ δ᾽ ἕτερος τῶν ὑπάτων Οὐεργίνιος ἐπὶ τὴν Καμαριναίων πόλιν ἐστράτευσεν μὲν ἀφεστῶσαν ἀπὸ τῆς Ῥωμαίων συμμαχίας κατὰ τόνδε τὸν πόλεμον, ἄγων τὴν ἡμίσειαν τῆς ἑτέρας στρατιᾶς, φράσας δ᾽ οὐδενί, ποῖ μέλλει πορεύεσθαι καὶ διὰ νυκτὸς ἀνύσας τὴν ὁδόν, ἵνα ἀπαρασκεύοις καὶ μὴ [4] προειδόσι τὴν ἔφοδον τοῖς ἔνδον ἐπιθῆται· ὅπερ καὶ συνέβη. γενόμενος γὰρ πλησίον τοῦ τείχους ἅπαντας ἔλαθεν ἄρτι τῆς ἡμέρας διαυγούσης, καὶ πρὶν ἢ καταστρατοπεδεύεσθαι κριοὺς προσέφερε καὶ κλίμακας καὶ πάσῃ πολιορκίας ἐχρῆτο ἰδέᾳ. τῶν δὲ Καμαριναίων καταπλαγέντων τὸ αἰφνίδιον τῆς παρουσίας αὐτοῦ καὶ τῶν μὲν ἀνοίγειν τὰς πύλας καὶ δέχεσθαι τὸν ὕπατον ἀξιούντων, τῶν δ᾽ ἀμύνεσθαι πάσῃ δυνάμει καὶ μὴ παριέναι τοὺς πολεμίους εἴσω, ἐν ᾧ τὸ ταραττόμενόν [p. 212] τε καὶ στασιάζον αὐτῶν ἐπεκράτει, τὰς πύλας ἐκκόψας καὶ τὰ βραχύτατα τῶν ἐρυμάτων κλίμαξι καταλαβόμενος κατὰ κράτος εἰλήφει τὴν πόλιν. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα φέρειν τε καὶ [5] ἄγειν τὰ χρήματα τοῖς σφετέροις ἐφῆκε· τῇ δ᾽ ἑξῆς συναχθῆναι τοὺς αἰχμαλώτους εἰς ἓν χωρίον κελεύσας τοὺς μὲν βουλεύσαντας τὴν ἀπόστασιν ἅπαντας ἀπέκτεινε, τὸν δ᾽ ἄλλον ὄχλον ἀπέδοτο, τὴν δὲ πόλιν κατέσκαψεν.
- ΚΕΦΑΛΑΙΟΝ Ν΄
[1] ἐπὶ δὲ τῆς ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Νικέας Λοκρὸς ἐξ Ὀποῦντος, ἄρχοντος Ἀθήνησι Σμύρου, παραλαμβάνουσι τὴν ὕπατον ἀρχὴν Πόστομος Κομίνιος καὶ Τῖτος Λάρκιος· ἐφ᾽ ὧν ἀπέστησαν αἱ Λατίνων πόλεις ἀπὸ τῆς Ῥωμαίων φιλίας, Ὀκταουΐου Μαμιλίου τοῦ κηδεύσαντος Ταρκυνίῳ τοὺς ἐπιφανεστάτους ἐξ ἑκάστης πόλεως, τοὺς μὲν ὑποσχέσεσι δώρων, τοὺς δὲ δεήσεσι πείσαντος συμπρᾶξαι τοῖς [2] φυγάσι τὴν κάθοδον. καὶ γίνεται κοινὴ τῶν συναγομένων εἰς Φερεντῖνον ἀγορὰ πλὴν μιᾶς τῆς Ῥωμαίων πόλεως· ταύτῃ γὰρ οὐκ ἐπήγγειλαν μόνῃ παρεῖναι, καθάπερ εἰώθεσαν· ἐν ᾗ ψῆφον ἐνεγκεῖν ἔδει τὰς πόλεις περὶ τοῦ πολέμου καὶ στρατηγοὺς ἀποδεῖξαι καὶ [3] περὶ τῶν ἄλλων βουλεύσασθαι παρασκευῶν. ἐτύγχανε δὲ κατὰ τὸν χρόνον τοῦτον ἀπεσταλμένος ὑπὸ Ῥωμαίων πρεσβευτὴς Μάρκος Οὐαλέριος ἀνὴρ ὑπατικὸς εἰς τὰς ὁμόρους πόλεις δεησόμενος αὐτῶν μηδὲν νεωτερίζειν· [p. 213] ἐλῄστευον γὰρ ἐξ αὐτῶν τινες τοὺς ὁμοτέρμονας ἀγροὺς ὑπὸ τῶν δυνατῶν ἀποστελλόμενοι καὶ πολλὰ τοὺς γεωργοὺς τῶν Ῥωμαίων ἔβλπτον· ὃς ἐπειδὴ τὴν κοινὴν σύνοδον ἔγνω τῶν πόλεων γιγνομένην ἐπὶ τῷ διενεγκεῖν ἁπάσας τὴν περὶ τοῦ πολέμου ψῆφον, ἐλθὼν ἐπὶ τὸν σύλλογον καὶ λόγον αἰτησάμενος παρὰ τῶν προέδρων ἔλεξεν, ὅτι πεμφθείη μὲν ὑπὸ τῆς πόλεως πρεσβευτὴς πρὸς τὰς ἀποστελλούσας τὰ λῃστήρια πόλεις δεησόμενος αὐτῶν τοὺς ἐνόχους τοῖς ἀδικήμασιν ἐξευρούσας ἐκδοῦναι σφίσι τιμωρίας ὑφέξοντας κατὰ τὸν νόμον, ὃν ἐν ταῖς συνθήκαις ὥρισαν, ὅτε συνετίθεντο τὴν φιλίαν, καὶ τὸ λοιπὸν ἀξιώσων φυλάττειν, ἵνα μηδὲν ἁμάρτημα γένηται κοινόν, ὃ διαστήσει τήν τε φιλίαν αὐτῶν καὶ τὴν συγγένειαν. [4] ὁρῶν δ᾽ ἁπάσας συνεληλυθυίας τὰς πόλεις ἐπὶ τῷ κατὰ Ῥωμαίων πολέμῳ καὶ τοῦτ᾽ ἐκ πολλῶν μὲν καὶ ἄλλων καταλαμβανόμενος, μάλιστα δ᾽ ὅτι Ῥωμαίοις μόνοις οὐ παρήγγειλαν ἐπὶ τὴν ἀγορὰν παρεῖναι, γεγραμμένον ἐν ταῖς συνθήκαις ἁπάσας παρεῖναι τὰς πόλεις ταῖς κοιναῖς ἀγοραῖς, ὅσαι τοῦ Λατίνων εἰσὶ γένους, παραγγειλάντων αὐταῖς τῶν προέδρων, θαυμάζειν, τί δήποτε παθόντες ἢ τί κατηγορεῖν ἔχοντες τῆς πόλεως οἱ σύνεδροι μόνην οὐ παρέλαβον ἐκείνην ἐπὶ τὸν σύλλογον, ἣν πρώτην τε πασῶν ἔδει παρεῖναι καὶ πρώτην ἐρωτᾶσθαι γνώμην ἡγεμονίαν ἔχουσαν τοῦ ἔθνους, ἧς ἔτυχε παρ᾽ αὐτῶν ἑκόντων ἀντὶ πολλῶν καὶ μεγάλων εὐεργεσιῶν. [p. 214]