Ρωμαϊκή Αρχαιολογία/γ/41

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Κεφάλαια 41–50
Συγγραφέας: Διονύσιος ο Αλικαρνασσεύς
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος γ΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ ΜΑ΄

[1] τετάρτῳ δὲ μάλιστα μετὰ τόνδε τὸν πόλεμον ἐνιαυτῷ Μάρκιος ὁ τῶν Ῥωμαίων βασιλεὺς τήν τε πολιτικὴν δύναμιν ἄγων καὶ τὴν συμμαχικὴν μεταπεμψάμενος ὅσην ἐδύνατο πλείστην ἐστράτευσεν ἐπὶ Οὐιεντανοὺς καὶ πολλὴν τῆς χώρας αὐτῶν ἐδῄωσεν. ἐκεῖνοι δ᾽ ἤρξαντο ἐνιαυτῷ πρότερον εἰς τὴν Ῥωμαίων γῆν ἐμβαλόντες καὶ πολλὰς μὲν ἁρπαγὰς χρημάτων, πολὺν δὲ ἀνθρώπων ὄλεθρον ποιήσαντες· [p. 355] [2] στρατιᾶς δὲ πολλῆς παρὰ τῶν Οὐιεντανῶν ἐξελθούσης καὶ πέραν τοῦ Τεβέριος ποταμοῦ πρὸς τῇ Φιδηναίων πόλει χάρακα θεμένης ἀναλαβὼν τὴν δύναμιν ἦγεν ὡς εἶχε τάχους καὶ πρῶτον μὲν τῶν ἐπὶ τὴν χώραν ἐξόδων αὐτοὺς ἀπέκλεισεν ἱπποκρατῶν, ἔπειτ᾽ εἰς παράταξιν προελθεῖν ἀναγκάσας ἐνίκησε καὶ τοῦ χάρακος αὐτῶν ἐκράτησε. χωρήσαντος δὲ αὐτῷ καὶ τούτου κατὰ γνώμην τοῦ πολέμου τὴν ἐπινίκιον πομπὴν καὶ τὸν εἰωθότα θρίαμβον τοῖς θεοῖς κατήγαγεν εἰς τὴν πόλιν ἀφικόμενος. [3] δευτέρῳ δ᾽ ὕστερον ἔτει πάλιν τῶν Οὐιεντανῶν λυσάντων ἃς ἐποιήσαντο πρὸς αὐτὸν ἀνοχὰς καὶ τὰς ἁλὰς ἀξιούντων ἀπολαβεῖν, ὧν ἐπὶ Ῥωμύλου βασιλέως καθ᾽ ὁμολογίας ἀπέστησαν, ἑτέραν τίθεται πρὸς αὐτοὺς μάχην περὶ ταῖς ἁλαῖς μείζονα τῆς προτέρας, ἣν εὐπετῶς ἐνίκησε, [4] καὶ τὰς ἁλὰς ἐξ ἐκείνου κατεῖχεν ἀναμφιλόγως. τὰ δὲ ἀριστεῖα καὶ ἐκ ταύτης ἔλαβε τῆς μάχης ὁ τῶν ἱππέων ἡγεμὼν Ταρκύνιος, καὶ αὐτὸν ὁ Μάρκιος ἄνδρα πάντων κράτιστον ἡγησάμενος τά τε ἄλλα σεμνύνων διετέλει καὶ εἰς τὸν τῶν πατρικίων τε καὶ βουλευτῶν ἀριθμὸν κατέγραψεν. [5] ἐγένετο δὲ καὶ πρὸς τὸ τῶν Οὐολούσκων ἔθνος τῷ Μαρκίῳ πόλεμος λῃστηρίων κἀκεῖθεν ἐξιόντων ἐπὶ τοὺς τῶν Ῥωμαίων ἀγρούς· καὶ στρατεύσας ἐπ᾽ αὐτοὺς μεγάλῃ χειρὶ πολλὴν περιεβάλετο λείαν πόλει τε αὐτῶν Οὐελίτραις προσκαθεζόμενος [p. 356] ἀπετάφρευε καὶ περιεχαράκου καὶ τειχομαχίαν συνίστατο τῆς ὑπαίθρου κρατῶν. ἐξελθόντων δὲ σὺν ἱκετηρίαις τῶν πρεσβυτάτων καὶ τάς τε βλάβας διαλύσειν ὑποσχομένων, ὡς ἂν ὁ βασιλεὺς δικαιώσῃ, καὶ τοὺς ἐνόχους ταῖς αἰτίαις ἐπὶ δίκην παρέξειν ὁμολογούντων, ἀνοχὰς πρὸς αὐτοὺς ποιησάμενος καὶ τὰ δίκαια παρ᾽ ἑκόντων λαβὼν εἰρήνην καὶ φιλίαν συντίθεται.

ΚΕΦΑΛΑΙΟΝ ΜΒ΄

[1] ἐκ δὲ τοῦ Σαβίνων ἔθνους αὖθις ἕτεροί τινες τῆς Ῥωμαίων οὔπω πεπειραμένοι δυνάμεως, πόλιν οἰκοῦντες εὐδαίμονα καὶ μεγάλην, ἐγκαλεῖν μὲν αὐτοῖς οὐδὲν ἔχοντες, φθονεῖν δὲ ταῖς εὐτυχίαις ἀναγκαζόμενοι μείζοσιν ἢ κατὰ λόγον γινομέναις, ἄνθρωποι δεινοὶ τὰ πολέμια τὸ μὲν πρῶτον ἀπὸ λῃστηρίων καὶ καταδρομῆς ἀγρῶν ὀλίγοι συνελθόντες ἤρξαντο, ἔπειτα δελεαζόμενοι ταῖς ὠφελείαις φανερὰν ποιοῦνται στρατείαν ἐπ᾽ αὐτοὺς καὶ τῆς ὁμόρου πολλὴν λεηλατοῦντες ἐκάκωσαν ἰσχυρῶς. [2] οὐ μὴν ἐξεγένετό γε αὐτοῖς οὔτε τὰς ὠφελείας ἀπἄγειν οὔτ᾽ αὐτοῖς ἀθώοις ἀπελθεῖν, ἀλλ᾽ ἐκβοηθήσας κατὰ σπουδὴν ὁ τῶν Ῥωμαίων βασιλεὺς καὶ πλησίον τῆς ἐκείνων παρεμβολῆς θέμενος τὸν χάρακα προελθεῖν [3] αὐτοὺς ἠνάγκασεν εἰς μάχην. ἐγένετο μὲν οὖν μέγας ἀγὼν καὶ πολλοὶ παρ᾽ ἀμφοτέρων ἔπεσον, ἐκράτησαν δὲ Ῥωμαῖοι κατὰ τὸ ἔμπειρόν τε καὶ φιλόπονον, ὧν [p. 357] ἐθάδες ἦσαν ἐκ πλείστου, καὶ περιεγένοντο παρὰ πολὺ τῶν Σαβίνων τοῖς τε φεύγουσιν αὐτῶν ἐπὶ τὸν χάρακα σποράσι καὶ ἀσυντάκτοις ἐκποδὸς ἑπόμενοι πολὺν ἐποίουν φόνον. [4] κρατήσαντες δὲ καὶ τῆς παρεμβολῆς αὐτῶν παντοδαπῶν χρημάτων γεμούσης καὶ τοὺς αἰχμαλώτους, οὓς ἔλαβον οἱ Σαβῖνοι κατὰ τὰς προνομάς, ἀπολαβόντες ἀπῄεσαν ἐπ᾽ οἴκου. αἱ μὲν δὴ πολεμικαὶ πράξεις τοῦδε τοῦ βασιλέως αἱ μνήμης καὶ λόγου παρὰ Ῥωμαίοις τυγχάνουσαι τοιαίδε τινὲς λέγονται γενέσθαι· πολιτικαὶ δὲ ἃς ἔρχομαι λέξων.

ΚΕΦΑΛΑΙΟΝ ΜΓ΄

[1] πρῶτον μὲν τῇ πόλει μοῖραν οὐ μικρὰν προσέθηκεν τειχίσας τὸν λεγόμενον Ἀουεντῖνον· ἔστι δὲ λόφος ὑψηλὸς ἐπιεικῶς ὀκτωκαίδεκά που σταδίων τὴν περίμετρον, ὃς τότε μὲν ὕλης παντοδαπῆς μεστὸς ἦν, πλείστης δὲ καὶ καλλίστης δάφνης, ἐφ᾽ ἧς Λαυρῆτον ὑπὸ Ῥωμαίων καλεῖται τόπος τις ἐπ᾽ αὐτοῦ· νῦν δὲ οἰκιῶν ἐστι πλήρης ἅπας, ἔνθα σὺν πολλοῖς ἄλλοις καὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἵδρυται, εἴργεται δὲ ἀφ᾽ ἑτέρου τῶν συμπεριεχομένων τῇ Ῥώμῃ λόφων τοῦ καλουμένου Παλλαντίου, περὶ ὃν ἡ πρώτη κατασκευασθεῖσα πόλις ἱδρύθη, βαθείᾳ καὶ στενῇ φάραγγι. ἐν δὲ τοῖς ὕστερον χρόνοις ἐχώσθη πᾶς ὁ μεταξὺ τῶν λόφων αὐλών. [2] τοῦτον δὴ τὸν λόφον ἐπιτείχισμα κατὰ τῆς πόλεως ὁρῶν ἐσόμενον, εἴ [p. 358] τις αὐτῇ ἐπίοι στρατὸς τείχει καὶ τάφρῳ περιέλαβε καὶ τοὺς μεταχθέντας ἐκ Τελλήνης τε καὶ Πολιτωρίου καὶ τῶν ἄλλων πόλεων ὅσων ἐκράτησεν ἐν τούτῳ τῷ χωρίῳ καθίδρυσεν. ἓν μὲν δὴ τοῦτο τὸ πολίτευμα τοῦ βασιλέως παραδίδοται καλὸν ἅμα καὶ πραγματικόν, ἐξ οὗ μείζονά τε συνέβη γενέσθαι τὴν πόλιν ἑτέρας προσθέσει πόλεως καὶ πολλῇ χειρὶ πολεμίων ἐπιστρατευσάντων ἧττον εὔληπτον·

ΚΕΦΑΛΑΙΟΝ ΜΔ΄

[1] ἕτερον δέ τι τοῦ προειρημένου πολιτεύματος κρεῖττον, ὃ καὶ τοῖς κατὰ τὸν βίον ἅπασιν εὐδαιμονεστέραν αὐτὴν ἐποίησε καὶ πραγμάτων ἐπῆρεν ἅψασθαι γενναιοτέρων. τοῦ γὰρ Τεβέριος ποταμοῦ καταβαίνοντος μὲν ἐκ τῶν Ἀπεννίνων ὀρῶν, παρ᾽ αὐτὴν δὲ τὴν Ῥώμην ῥέοντος, ἐμβάλλοντος δ᾽ εἰς αἰγιαλοὺς ἀλιμένους καὶ προσεχεῖς, οὓς τὸ Τυρρηνικὸν ποιεῖ πέλαγος, μικρὰ δὲ καὶ οὐκ ἄξια λόγου τὴν Ῥώμην ὠφελοῦντος διὰ τὸ μηθὲν ἐπὶ ταῖς ἐκβολαῖς ἔχειν φρούριον, ὃ τὰς εἰσκομιζομένας διὰ θαλάττης καὶ καταγομένας ἄνωθεν ἀγορὰς ὑποδέξεταί τε καὶ ἀμείψεται τοῖς ἐμπορευομένοις, ἱκανοῦ δὲ ὄντος ἄχρι μὲν τῶν πηγῶν ποταμηγοῖς σκάφεσιν εὐμεγέθεσιν ἀναπλεῖσθαι, πρὸς αὐτὴν δὲ τὴν Ῥώμην καὶ θαλαττίαις ὁλκάσι μεγάλαις, ἐπίνειον ἔγνω κατασκευάζειν ἐπὶ ταῖς ἐκβολαῖς αὐτοῦ λιμένι χρησάμενος αὐτῷ τῷ στόματι τοῦ ποταμοῦ. [2] εὐρύνεταί τε γὰρ ἐπιπολὺ τῇ θαλάττῃ συνάπτων καὶ κόλπους λαμβάνει [p. 359] μεγάλους, οἵους οἱ κράτιστοι τῶν θαλαττίων λιμένων· ὃ δὲ μάλιστα θαυμάσειεν ἄν τις, οὐκ ἀποκλείεται τοῦ στόματος ὑπὸ τῆς θαλαττίας θινὸς ἐμφραττόμενος, ὃ πάσχουσι πολλοὶ καὶ τῶν μεγάλων ποταμῶν, οὐδ᾽ εἰς ἕλη καὶ τέλματα πλανώμενος ἄλλοτε ἄλλῃ προκαταναλίσκεται πρὶν ἢ τῇ θαλάττῃ συνάψαι τὸ ῥεῖθρον, ἀλλὰ ναυσιπέρατός ἐστιν ἀεὶ καὶ δι᾽ ἑνὸς ἐκδίδωσι τοῦ γνησίου στόματος ἀνακόπτων τὰς πελαγίους ῥαχίας τῆς θαλάττης, καίτοι πολὺς αὐτόθι γίνεται καὶ χαλεπὸς ὁ πνέων ἀπὸ τῆς ἑσπέρας ἄνεμος. [3] αἱ μὲν οὖν ἐπίκωποι νῆες ὁπηλίκαι ποτ᾽ ἂν οὖσαι τύχωσι καὶ τῶν ὁλκάδων αἱ μέχρι τρισχιλιοφόρων εἰσάγουσί τε διὰ τοῦ στόματος αὐτοῦ καὶ μέχρι τῆς Ῥώμης εἰρεσίᾳ καὶ ῥύμασι παρελκόμεναι κομίζονται, αἱ δὲ μείζους πρὸ τοῦ στόματος ἐπ᾽ ἀγκυρῶν σαλεύουσαι ταῖς ποταμηγοῖς ἀπογεμίζονταί τε καὶ ἀντιφορτίζονται σκάφαις. [4] ἐν δὲ τῷ μεταξὺ τοῦ τε ποταμοῦ καὶ τῆς θαλάττης ἀγκῶνι πόλιν ὁ βασιλεὺς ἐντειχίσας, ἣν ἀπὸ τοῦ συμβεβηκότος Ὠστίαν ὠνόμασεν, ὡς δ᾽ ἂν ἡμεῖς εἴποιμεν θύραν, οὐ μόνον ἠπειρῶτιν, ἀλλὰ καὶ θαλαττίαν παρεσκεύασε τὴν Ῥώμην γενέσθαι καὶ τῶν διαποντίων ἀγαθῶν ἔγευσεν.

ΚΕΦΑΛΑΙΟΝ ΜΕ΄

[1] ἐτείχισε δὲ καὶ τὸ καλούμενον Ἰανίκολον ὄρος ὑψηλὸν ἐπέκεινα τοῦ Τεβέριος ποταμοῦ κείμενον καὶ φρουρὰν ἱκανὴν ἐν αὐτῷ κατέστησεν ἀσφαλείας ἕνεκα τῶν διὰ τοῦ ποταμοῦ πλεόντων· [p. 360] ἐλῄστευον γὰρ οἱ Τυρρηνοὶ τοὺς ἐμπόρους ἅπασαν κατέχοντες τὴν ἐπέκεινα τοῦ ποταμοῦ χώραν· [2] καὶ τὴν ξυλίνην γέφυραν, ἣν ἄνευ χαλκοῦ καὶ σιδήρου δεδέσθαι θέμις ὑπ᾽ αὐτῶν διακρατουμένην τῶν ξυλίνων, ἐκεῖνος ἐπιθεῖναι τῷ Τεβέρει λέγεται, ἣν ἄχρι τοῦ παρόντος διαφυλάττουσιν ἱερὰν εἶναι νομίζοντες. εἰ δέ τι πονήσειεν αὐτῆς μέρος οἱ ἱεροφάνται θεραπεύουσι θυσίας τινὰς ἐπιτελοῦντες ἅμα τῇ κατασκευῇ [3] πατρίους. ταῦτα διαπραξάμενος ἐπὶ τῆς ἰδίας ἀρχῆς ὁ βασιλεὺς οὗτος ἱστορίας ἄξια καὶ τὴν Ῥώμην οὐκ ὀλίγῳ κρείττονα παραδοὺς τοῖς ἐπιγινομένοις ἧς αὐτὸς παρέλαβεν, ἔτη τέτταρα πρὸς τοῖς εἴκοσι τὴν βασιλείαν κατασχὼν ἀποθνήσκει δύο καταλιπὼν υἱούς, τὸν μὲν ἔτι παῖδα τὴν ἡλικίαν, τὸν δὲ πρεσβύτερον ἀρτίως γενειῶντα.

ΚΕΦΑΛΑΙΟΝ ΜΣΤ΄

[1] μετὰ δὲ τὸν Ἄγκου Μαρκίου θάνατον ἡ βουλὴ πάλιν ἐπιτρέψαντος αὐτῇ τοῦ δήμου πολιτείαν ἣν ἐβούλετο καταστήσασθαι μένειν ἐπὶ τῆς αὐτῆς ἔγνω καὶ ἀποδείκνυσι μεσοβασιλεῖς. οἱ δὲ συναγαγόντες εἰς ἀρχαιρεσίας τὸ πλῆθος αἱροῦνται βασιλέα Λεύκιον Ταρκύνιον. βεβαιωσάντων δὲ καὶ τῶν παρὰ τοῦ δαιμονίου σημείων τὰ κριθέντα ὑπὸ τοῦ πλήθους παραλαμβάνει τὴν βασιλείαν ἐνιαυτῷ δευτέρῳ μάλιστα τῆς μιᾶς καὶ τετταρακοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Κλεώνδας Θηβαῖος, ἄρχοντος Ἀθήνησιν Ἡνιοχίδου. [2] γονέων δ᾽ ὁποίων τινῶν οὗτος ὁ Ταρκύνιος ἦν καὶ πατρίδος ἐξ ἧς ἔφυ καὶ δι᾽ [p. 361] ἅς2τινας αἰτίας εἰς Ῥώμην ἀφίκετο καὶ δι᾽ οἵων ἐπιτηδευμάτων ἐπὶ τὴν βασιλείαν παρῆλθεν, ὡς ἐν ταῖς ἐπιχωρίοις συγγραφαῖς εὗρον ἐρῶ. [3] Κορίνθιός τις ἀνὴρ ὄνομα Δημάρατος ἐκ τῆς Βακχιαδῶν συγγενείας ἐμπορεύεσθαι προελόμενος ἐπέπλευσεν εἰς τὴν Ἰταλίαν ὁλκάδα τε οἰκείαν ἀνάγων καὶ φόρτον ἴδιον. ἐξεμπολήσας δὲ τὸν φόρτον ἐν ταῖς Τυρρηνῶν πόλεσιν εὐδαιμονούσαις μάλιστα τῶν ἐν Ἰταλίᾳ τότε καὶ μεγάλα κέρδη περιβαλόμενος ἐκεῖθεν οὐκέτι εἰς ἄλλους ἐβούλετο κατάγεσθαι λιμένας, ἀλλὰ τὴν αὐτὴν εἰργάζετο συνεχῶς θάλατταν Ἑλληνικόν τε φόρτον εἰς Τυρρηνοὺς κομίζων καὶ Τυρρηνικὸν εἰς τὴν Ἑλλάδα φέρων καὶ γίνεται πάνυ πολλῶν χρημάτων κύριος. [4] ἐπικαταλαβούσης δὲ στάσεως τὴν Κόρινθον καὶ τῆς Κυψέλου τυραννίδος ἐπανισταμένης τοῖς Βακχιάδαις οὐκ ἀσφαλὲς εἶναι δοκῶν ἐν τυραννίδι ζῆν πολλὰ κεκτημένος ἄλλως τε καὶ τῆς ὀλιγαρχικῆς οἰκίας ὑπάρχων, συνεσκευασμένος τὴν οὐσίαν ὅσην οἷός τ᾽ [5] ἦν ᾤχετο πλέων ἐκ τῆς Κορίνθου. ἔχων δὲ φίλους πολλοὺς καὶ ἀγαθοὺς Τυρρηνῶν διὰ τὰς συνεχεῖς ἐπιμιξίας, μάλιστα δ᾽ ἐν Ταρκυνίοις πόλει μεγάλῃ τε καὶ εὐδαίμονι τότε οὔσῃ, οἶκόν τε αὐτόθι κατασκευάζεται καὶ γυναῖκα ἐπιφανῆ κατὰ γένος ἄγεται. γενομένων δ᾽ αὐτῷ δυεῖν παίδων Τυρρηνικὰ θέμενος [p. 362] αὐτοῖς ὀνόματα, τῷ μὲν Ἄρροντα, τῷ δὲ Λοκόμωνα καὶ παιδεύσας ἀμφοτέρους Ἑλληνικήν τε καὶ Τυρρηνικὴν παιδείαν, εἰς ἄνδρας ἐλθοῦσιν αὐτοῖς γυναῖκας ἐκ τῶν ἐπιφανεστάτων οἴκων λαμβάνει.

ΚΕΦΑΛΑΙΟΝ ΜΖ΄

[1] καὶ μετ᾽ οὐ πολὺν χρόνον ὁ μὲν πρεσβύτερος αὐτοῦ τῶν παίδων γένος οὐδὲν καταλιπὼν ἐμφανὲς ἀποθνήσκει. καὶ μετ᾽ ὀλίγας ἡμέρας αὐτὸς ὁ Δημάρατος ὑπὸ λύπης τελευτᾷ κληρονόμον ἁπάσης τῆς οὐσίας τὸν περιλειπόμενον τῶν παίδων Λοκόμωνα καταλιπών· ὃς παραλαβὼν τὸν πατρικὸν πλοῦτον μέγαν ὄντα πολιτεύεσθαί τε καὶ τὰ κοινὰ πράττειν καὶ ἐν τοῖς πρώτοις τῶν ἀστῶν εἶναι προῄρητο. [2] ἀπελαυνόμενος δὲ πανταχόθεν ὑπὸ τῶν ἐπιχωρίων καὶ οὐχ ὅπως ἐν τοῖς πρώτοις ἀριθμούμενος, ἀλλ᾽ οὐδ᾽ ἐν τοῖς μέσοις, ἀνιαρῶς ἔφερε τὴν ἀτιμίαν. ἀκούων δὲ περὶ τῆς Ῥωμαίων πόλεως, ὅτι πάντας ἀσμένως ὑποδεχομένη τοὺς ξένους ἀστοὺς ποιεῖται καὶ τιμᾷ κατὰ τὴν ἀξίαν ἕκαστον, ἐκεῖ μετενέγκασθαι τὴν οἴκησιν ἔγνω τά τε χρήματα πάντα συσκευασάμενος καὶ τὴν γυναῖκα ἐπαγόμενος καὶ τῶν ἄλλων φίλων καὶ οἰκείων τοὺς βουλομένους· ἐγένοντο δὲ οἱ συναπαίρειν αὐτῷ προθυμηθέντες συχνοί. [3] ὡς δὲ κατὰ τὸ καλούμενον Ἰανίκολον ἦσαν, ὅθεν ἡ Ῥώμη τοῖς ἀπὸ Τυρρηνίας ἐρχομένοις πρῶτον ἀφορᾶται, καταπτὰς ἀετὸς ἄφνω καὶ τὸν πῖλον αὐτοῦ τὸν ἐπὶ τῆς κεφαλῆς κείμενον ἁρπάσας, ἀνέπτη πάλιν ἄνω κατὰ [p. 363] τὴν ἐγκύκλιον αἰώραν φερόμενος καὶ εἰς τὸ βάθος τοῦ περιέχοντος ἀέρος ἀπέκρυψεν· ἔπειτ᾽ ἐξαίφνης ἐπιτίθησι τῷ Λοκόμωνι τὸν πῖλον ἐπὶ τὴν κεφαλὴν ἁρμόσας ὡς πρότερον ἥρμοστο. [4] θαυμαστοῦ δὲ καὶ παραδόξου πᾶσι τοῦ σημείου φανέντος ἡ γυνὴ τοῦ Λοκόμωνος ὄνομα Τανακύλλα ἐμπειρίαν ἱκανὴν ἐκ πατέρων ἔχουσα τῆς Τυρρηνικῆς οἰωνοσκοπίας, λαβοῦσα μόνον αὐτὸν ἀπὸ τῶν συνόντων ἠσπάσατό τε καὶ ἀγαθῶν ἐλπίδων ἐνέπλησεν ὡς ἐξ ἰδιωτικῆς τύχης εἰς ἐξουσίαν βασιλικὴν ἐλευσόμενον. σκοπεῖν μέντοι συνεβούλευεν ὅπως παρ᾽ ἑκόντων λήψεται Ῥωμαίων τὴν ἡγεμονίαν ἄξιον τῆς τιμῆς ταύτης ἑαυτὸν παρασχών.

ΚΕΦΑΛΑΙΟΝ ΜΗ΄

[1] ὁ δὲ περιχαρὴς τῷ σημείῳ γενόμενος ἐπειδὴ ταῖς πύλαις ἤδη συνήγγιζεν, εὐξάμενος τοῖς θεοῖς ἐπιτελῆ γενέσθαι τὰ μαντεύματα καὶ σὺν ἀγαθαῖς εἰσελθεῖν τύχαις παρῆλθεν εἰς τὴν πόλιν· καὶ μετὰ τοῦτο συνελθὼν εἰς λόγους Μαρκίῳ τῷ βασιλεῖ πρῶτον μὲν ἑαυτὸν ἐδήλωσεν ὅστις ἦν, ἔπειθ᾽ ὅτι κατοικεῖν ἐν τῇ πόλει βουλόμενος παρείη πᾶσαν τὴν πατρικὴν οὐσίαν ἐπαγόμενος, ἣν εἰς τὸ κοινὸν ἔφη τῷ βασιλεῖ καὶ τῇ Ῥωμαίων πόλει τιθέναι μείζονα οὖσαν ἢ κατ᾽ ἰδιώτην ἄνδρα κεκτῆσθαι. [2] ἀσμένως δὲ τοῦ βασιλέως αὐτὸν ὑποδεξαμένου καὶ καταχωρίσαντος ἅμα τοῖς συμπαροῦσιν αὐτῷ Τυρρηνῶν εἰς φυλήν τε καὶ φρατρίαν, οἰκίαν τε κατασκευάζεται [p. 364] τόπον διαλαχὼν τῆς πόλεως τὸν ἀρκοῦντα καὶ γῆς λαμβάνει κλῆρον. ἐπεὶ δὲ ταῦτα διῳκήσατο καὶ τῶν ἀστῶν εἷς ἐγεγόνει, μαθὼν ὅτι Ῥωμαίων ἑκάστῳ κοινόν τ᾽ ὄνομα κεῖται καὶ μετὰ τὸ κοινὸν ἕτερον, ὃ δὴ συγγενικὸν αὐτοῖς ἐστι καὶ πατρωνυμικόν, ἐξομοιοῦσθαι καὶ κατὰ τοῦτο αὐτοῖς βουλόμενος Λεύκιον μὲν ἀντὶ Λοκόμωνος ἑαυτῷ τίθεται τὸ κοινὸν ὄνομα, Ταρκύνιον δὲ τὸ συγγενικὸν ἐπὶ τῆς πόλεως ἐν ᾗ γενέσεώς τε καὶ τροφῆς ἔτυχε· [3] βασιλέως τε φίλος ἐν ὀλίγῳ πάνυ χρόνῳ γίνεται δῶρα διδούς, ὧν αὐτὸν ἐν χρείᾳ μάλιστα γινόμενον ᾐσθάνετο καὶ χρήματα παρέχων εἰς τὰς πολεμικὰς χρείας ὅσων ἐδεῖτο, ἐν δὲ ταῖς στρατείαις ἁπάντων κράτιστα πεζῶν τε καὶ ἱππέων ἀγωνιζόμενος γνώμης τε ὅπου δεήσειεν ἀγαθῆς ἐν τοῖς πάνυ φρονίμοις τῶν συμβούλων ἀριθμούμενος. [4] γενόμενος δὲ παρὰ τῷ βασιλεῖ τίμιος οὐδὲ τῆς ἄλλων Ῥωμαίων εὐνοίας διήμαρτεν, ἀλλὰ καὶ τῶν πατρικίων πολλοὺς ταῖς εὐεργεσίαις ὑπηγάγετο καὶ τὸ δημοτικὸν πλῆθος οἰκείως ἔχειν ἑαυτῷ παρεσκεύασεν εὐπροσηγόροις τε ἀσπασμοῖς καὶ κεχαρισμέναις ὁμιλίαις καὶ χρημάτων μεταδόσει καὶ ταῖς ἄλλαις φιλοφροσύναις.

ΚΕΦΑΛΑΙΟΝ ΜΘ΄

[1] τοιοῦτος μὲν δή τις ὁ Ταρκύνιος ἦν καὶ διὰ ταύτας τὰς αἰτίας ζῶντός τε Μαρκίου πάντων ἐγένετο Ῥωμαίων ἐπιφανέστατος καὶ τελευτήσαντος [p. 365] ἐκείνου τῆς βασιλείας ὑπὸ πάντων ἄξιος ἐκρίθη. ἐπειδὴ δὲ παρέλαβε τὴν ἀρχήν, πρῶτον μὲν ἐπολέμησε τοῖς καλουμένοις Ἀπιολανοῖς πόλει τοῦ [2] Λατίνων ἔθνους οὐκ ἀφανεῖ. οἱ γὰρ Ἀπιολανοὶ καὶ οἱ ἄλλοι σύμπαντες Λατῖνοι μετὰ τὸν Ἄγκου Μαρκίου θάνατον λελύσθαι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας οἰόμενοι λῃστείαις τε καὶ προνομαῖς τὴν Ῥωμαίων γῆν ἐπόρθουν· ἀνθ᾽ ὧν τιμωρήσασθαι βουλόμενος αὐτοὺς ὁ Ταρκύνιος ἐξεστράτευσε πολλῇ δυνάμει καὶ τῆς γῆς αὐτῶν τὴν κρατίστην ἐδῄωσεν· [3] ἀφικομένης δ᾽ ἐκ τῶν πλησιοχώρων Λατίνων ἐπικουρίας μεγάλης τοῖς Ἀπιολανοῖς διττὰς τίθεται πρὸς αὐτοὺς μάχας, κρατήσας δ᾽ ἐν ἀμφοτέραις περὶ τὴν πολιορκίαν τῆς πόλεως ἐγίνετο καὶ προσῆγε τοῖς τείχεσι τὰς δυνάμεις ἐκ διαδοχῆς· οἱ δ᾽ ἐκ τῆς πόλεως ὀλίγοι τε πρὸς πολλοὺς μαχόμενοι καὶ κατ᾽ οὐδένα καιρὸν ἀναπαύσεως τυγχάνοντες ἐξῃρέθησαν σὺν χρόνῳ. ἁλούσης δὲ κατὰ κράτος τῆς πόλεως οἱ μὲν πλείους τῶν Ἀπιολανῶν μαχόμενοι κατεσφάγησαν, ὀλίγοι δὲ τὰ ὅπλα παραδόντες ἅμα τοῖς ἄλλοις λαφύροις ἐπράθησαν, παῖδές τε αὐτῶν καὶ γυναῖκες ἀνδραποδισθέντες ὑπὸ Ῥωμαίων ἀπήχθησαν, καὶ ἡ πόλις διαρπασθεῖσα ἐνεπρήσθη. [4] ταῦτα διαπραξάμενος ὁ βασιλεὺς καὶ τὸ τεῖχος ἐκ θεμελίων κατασκάψας ἀπῆγε τὴν δύναμιν ἐπ᾽ οἴκου καὶ μετὰ τοῦθ᾽ ἑτέραν στρατιὰν ἦγεν ἐπὶ τὴν Κρουστομερίνων πόλιν. αὕτη δὲ [p. 366] ἀποικία μὲν ἦν Λατίνων, προσεχώρησε δὲ Ῥωμαίοις ἐπὶ τῆς Ῥωμύλου δυναστείας· Ταρκυνίου δὲ τὴν ἀρχὴν παραλαβόντος τὰ Λατίνων αὖθις ἤρξατο φρονεῖν. οὐ μὴν ἐδέησέ γε καὶ ταύτην πολιορκίᾳ τε παραστήσασθαι [5] καὶ πόνῳ· μαθόντες γὰρ οἱ Κρουστομερῖνοι τό τε πλῆθος τῆς ἡκούσης ἐπ᾽ αὐτοὺς δυνάμεως καὶ τὴν ἑαυτῶν ἀσθένειαν οὐδεμιᾶς αὐτοῖς ἐπικουρίας παρὰ τῶν ἄλλων Λατίνων ἀφικομένης ἀνέῳξαν τὰς πύλας καὶ προελθόντες οἱ πρεσβύτατοι τῶν πολιτῶν καὶ τιμιώτατοι παρέδοσαν αὐτῷ τὴν πόλιν ἀξιοῦντες ἐπιεικῶς σφισι χρήσασθαι καὶ μετρίως. [6] τῷ δὲ κατ᾽ εὐχὴν τὸ πρᾶγμα ἐφάνη καὶ παρελθὼν εἰς τὸ τεῖχος ἀπέκτεινε μὲν οὐδένα Κρουστομερίνων, ὀλίγους δὲ πάνυ τοὺς αἰτίους τῆς ἀποστάσεως φυγαῖς ἀιδίοις ἐζημίωσε, τοῖς δ᾽ ἄλλοις ἅπασι τὰ σφέτερα συνεχώρησεν ἔχειν καὶ τῆς Ῥωμαίων πολιτείας μετέχειν ὡς πρότερον, τοῦ δὲ μηδὲν ἔτι παρακινῆσαι χάριν ἐποίκους αὐτοῖς κατέλιπε Ῥωμαίους.

ΚΕΦΑΛΑΙΟΝ Ν΄

[1] τὰ δ᾽ αὐτὰ καὶ Νωμεντανοῖς διανοηθεῖσι τῶν αὐτῶν τυχεῖν ἐξεγένετο. καὶ γὰρ οὗτοι λῃστήρια πέμποντες ἐπὶ τοὺς Ῥωμαίων ἀγροὺς πολέμιοι κατέστησαν αὐτοῖς ἐκ τοῦ προφανοῦς ταῖς Λατίνων πεποιθότες συμμαχίαις· στρατεύσαντος δ᾽ ἐπ᾽ αὐτοὺς Ταρκυνίου καὶ τῆς Λατίνων ἐπικουρίας ὑστεριζούσης οὐχ οἷοί τε ὄντες αὐτοὶ πρὸς τοσαύτην δύναμιν ἀντέχειν, [p. 367] ἱκετηρίας ἀναλαβόντες ἐξῆλθον ἐκ τῆς πόλεως καὶ παρέδοσαν ἑαυτούς. [2] οἱ δὲ τὴν καλουμένην Κολλατίαν κατοικοῦντες ἐπειράθησαν μὲν ἐλθεῖν διὰ μάχης πρὸς τὰς Ῥωμαίων δυνάμεις καὶ προῆλθον ἔξω τῆς πόλεως, ἐν ἁπάσαις δὲ ταῖς συμπλοκαῖς ἐλαττούμενοι καὶ πληγὰς πολλὰς λαμβάνοντες ἠναγκάσθησαν πάλιν εἰς τὸ τεῖχος καταφυγεῖν καὶ διεπέμποντο πρὸς τὰς Λατίνων πόλεις αἰτούμενοι συμμαχίαν. ὡς δὲ βραδύτερα τὰ παρ᾽ ἐκείνων ἦν, καὶ κατὰ πολλὰ μέρη τοῦ τείχους οἱ πολέμιοι τὰς προσβολὰς ἐποιοῦντο, παραδοῦναι τὴν πόλιν ἠναγκάσθησαν σὺν χρόνῳ. [3] οὐ μέντοι τῆς αὐτῆς μετριότητος ἔτυχον, ἧς Νωμεντανοί τε καὶ Κρουστομερῖνοι, ἀλλ᾽ ὅπλά τε ὁ βασιλεὺς ἀφείλετο καὶ εἰς χρήματα ἐζημίωσε καὶ φρουρὰν κατέλιπεν ἐν τῇ πόλει τὴν ἱκανὴν ἄρχειν τε αὐτῶν ἔταξε τὴν ἀνυπεύθυνον ἀρχὴν διὰ βίου Ταρκύνιον Ἄρροντα τὸν ἴδιον ἀδελφιδοῦν, ὃς μετὰ τὴν τελευτὴν τοῦ τε πατρὸς Ἄρροντος καὶ τοῦ πάππου Δημαράτου γενόμενος οὔτε τῶν πατρῴων οὔτε τῶν τοῦ πάππου χρημάτων τὴν προσήκουσαν ἐκληρονόμησε μοῖραν καὶ διὰ ταύτην τὴν αἰτίαν Ἠγέριος ἐπωνομάσθη. τοὺς γὰρ ἀπόρους καὶ πτωχοὺς οὕτως ὀνομάζουσι Ῥωμαῖοι. ἐξ οὗ δὲ παρέλαβε τὴν ἐκείνης τῆς πόλεως ἐπιμέλειαν αὐτός τε Κολλατῖνος ἐπεκλήθη καὶ πάντες οἱ ἀπ᾽ ἐκείνου γενόμενοι. [4] μετὰ δὲ τὴν Κολλατίας παράδοσιν ἐπὶ τὸν καλούμενον Κορνίκολον [p. 368] ὁ βασιλεὺς ἐστράτευσεν· ἦν δὲ κἀκείνη τοῦ Λατίνων ἔθνους ἡ πόλις. λεηλατήσας δὲ τὴν χώραν αὐτῶν κατὰ πολλὴν ἄδειαν οὐδενὸς ὑπὲρ αὐτῆς ἀμυνομένου πρὸς αὐτὴν στρατεύεται τὴν πόλιν προκαλούμενος τοὺς ἄνδρας εἰς φιλίαν· οὐ βουλομένων δὲ αὐτῶν εἰς διαλλαγὰς ἐλθεῖν, ἀλλὰ καὶ τοῦ τείχους τῇ ἐχυρότητι πεποιθότων καὶ συμμαχίας πολλαχόθεν ἥξειν οἰομένων, περὶ πάντα τὸν κύκλον τῆς πόλεως τὴν δύναμιν περιστήσας ἐτειχομάχει. [5] οἱ δὲ Κορνικολανοὶ πολὺν μὲν χρόνον ἀντεῖχον ἀνδρείως ἀπομαχόμενοι καὶ πολλὰς τοῖς προσβαλοῦσι πληγὰς ἔδωκαν, κάμνοντες δὲ τῇ συνεχείᾳ τῶν πόνων καὶ οὐδὲ τὴν αὐτὴν ἔτι γνώμην ἅπαντες φυλάττοντες ῾τοῖς μὲν γὰρ ἐδόκει παραδιδόναι τὴν πόλιν, τοῖς δὲ μέχρι παντὸς ἀντέχειν᾽ δι᾽ αὐτὸ τὸ στασιάζειν μάλιστα καταπονούμενοι κατὰ κράτος ἑάλωσαν. [6] τὸ μὲν οὖν κράτιστον αὐτῶν μέρος ἐν τῇ καταλήψει τῆς πόλεως μαχόμενον διεφθάρη, τὸ δὲ ἀγεννὲς καὶ διὰ τοῦτο σωθὲν ἐν ἀνδραπόδων ἐπράθη λόγῳ γυναιξὶν ὁμοῦ καὶ τέκνοις, ἡ δὲ πόλις αὐτῶν διαρπασθεῖσα ὑπὸ τῶν κεκρατηκότων ἐνεπρήσθη. [7] ἐφ᾽ οἷς οἱ Λατῖνοι χαλεπῶς φέροντες ἐψηφίσαντο κοινῇ στρατιὰν ἐπὶ Ῥωμαίους ἐξαγαγεῖν καὶ παρασκευασάμενοι πολλὴν δύναμιν εἰς τὴν κρατίστην χώραν αὐτῶν ἐνέβαλον, ἐξ ἧς αἰχμαλώτους τε πολλοὺς ἀπήγαγον καὶ λείας ἐγένοντο μεγάλης κύριοι. βασιλεὺς δὲ Ταρκύνιος ἐξῆλθε [p. 369] μὲν ἐπ᾽ αὐτοὺς τὴν εὔζωνόν τε καὶ ἐν ἑτοίμῳ δύναμιν ἐπαγόμενος, οὐκέτι δὲ καταλαβεῖν αὐτοὺς φθάσας εἰς τὴν ἐκείνων χώραν ἐνέβαλε καὶ τὰ ὅμοια διέθηκε. [8] τοιαῦτα συνέβαινε πολλὰ παραλλὰξ ἑκατέροις ἐπὶ τὰς ὁμόρους χώρας ἐκστρατευομένοις ἐλαττώματά τε καὶ πλεονεκτήματα, μία δὲ αὐτῶν ἐκ παρατάξεως ἐγένετο μάχη Φιδήνης πόλεως πλησίον ἁπάσαις συμβαλόντων ταῖς δυνάμεσιν, ἐν ᾗ πολλοὶ μὲν ἔπεσον ἀμφοτέρων, ἐνίκησαν δὲ Ῥωμαῖοι καὶ τοὺς Λατίνους ἠνάγκασαν λιπόντας τὸν χάρακα νύκτωρ εἰς τὰς ἑαυτῶν πόλεις ἀπελθεῖν.