Ρωμαϊκή Αρχαιολογία/β/51

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Κεφάλαια 51–60
Συγγραφέας: Διονύσιος ο Αλικαρνασσεύς
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος β΄


LI. 1. Ἐνιαυτῷ δὲ ἕκτῳ περιίσταται πάλιν εἰς ἕνα Ῥωμύλον ἡ τῆς πόλεως ἀρχὴ Τατίου τελευτήσαντος ἐξ ἐπιβουλῆς, ἣν συνέστησαν ἐπ´ αὐτῷ Λαουινιατῶν οἱ κορυφαιότατοι συμφρονήσαντες ἀπὸ τοιαύτης αἰτίας· τῶν ἑταίρων τινὲς τοῦ Τατίου λῃστήριον ἐξαγαγόντες εἰς τὴν Λαουινιατῶν χώραν χρήματά τε αὐτῶν ἥρπασαν πολλὰ καὶ βοσκημάτων ἀπήλασαν ἀγέλας, τῶν δ´ ἐπιβοηθούντων οὓς μὲν ἀπέκτειναν, οὓς δ´ ἐτραυμάτισαν.

2. Ἀφικομένης δὲ πρεσβείας παρὰ τῶν ἠδικημένων καὶ τὰ δίκαια ἀπαιτούσης ὁ μὲν Ῥωμύλος ἐδικαίωσε παραδοῦναι τοὺς δράσαντας τοῖς ἀδικηθεῖσιν ἀπάγειν, ὁ δὲ Τάτιος τῶν ἑταίρων περιεχόμενος οὐκ ἠξίου πρὸ δίκης τινὰς ὑπ´ ἐχθρῶν ἄγεσθαι καὶ ταῦτα πολίτας ὄντας ὑπὸ ξένων· δικάζεσθαι δ´ αὐτοῖς ἐκέλευε τοὺς ἠδικῆσθαι λέγοντας εἰς Ῥώμην ἀφικομένους.

3. Οἱ μὲν δὴ πρέσβεις οὐδὲν εὑρόμενοι τῶν δικαίων ἀγανακτοῦντες ἀπῄεσαν, ἀκολουθήσαντες δ´ αὐτοῖς τῶν Σαβίνων τινὲς ὑπ´ ὀργῆς, ἐσκηνωμένοις παρὰ τὴν ὁδόν (ἑσπέρα γὰρ αὐτοὺς κατέλαβεν) ἐπιτίθενται καθεύδουσι καὶ τά τε χρήματ´ αὐτοὺς ἀφαιροῦνται καὶ ὁπόσους ἐν ταῖς κοίταις ἔτι κατέλαβον ἀποσφάττουσιν, ὅσοις δὲ ταχεῖα τῆς ἐπιβουλῆς αὐτῶν αἴσθησις ἐγένετο καὶ τοῦ διαφυγεῖν δύναμις εἰς τὴν πόλιν ἀφικνοῦνται. Μετὰ τοῦτο ἔκ τε Λαουινίου πρέσβεις ἀφικόμενοι καὶ ἐξ ἄλλων πόλεων συχνῶν κατηγόρουν τῆς παρανομίας καὶ πόλεμον παρήγγελλον εἰ μὴ τεύξονται τῆς δίκης.

LII. 1. Ῥωμύλῳ μὲν οὖν δεινόν, ὥσπερ ἦν, τὸ περὶ τοὺς πρεσβευτὰς ἐφαίνετο πάθος καὶ ταχείας ἀφοσιώσεως δεόμενον, ὡς ἱεροῦ καταλυομένου νόμου. καὶ οὐδὲν ἔτι διαμελλήσας, ὡς εἶδεν ὀλιγωροῦντα τὸν Τάτιον αὐτὸς συνέλαβε τοὺς ἐνόχους τῷ ἄγει καὶ δήσας παρέδωκε τοῖς πρεσβευταῖς ἀπάγειν.

2. Τατίῳ δὲ θυμός τε εἰσέρχεται τῆς ὕβρεως, ἣν ὑπὸ τοῦ συνάρχοντος ᾐτιᾶτο ὑβρίσθαι κατὰ τὴν παράδοσιν τῶν ἀνδρῶν, καὶ οἶκτος τῶν ἀπαγομένων (ἦν γὰρ καὶ συγγενής τις αὐτοῦ τῷ ἄγει ἔνοχος) καὶ αὐτίκα τοὺς στρατιώτας ἀναλαβὼν ἐβοήθει διὰ τάχους ἐν ὁδῷ τε ὄντας τοὺς πρέσβεις καταλαβὼν ἀφείλετο τοὺς ἀπαγομένους.

3. Χρόνου δὲ οὐ πολλοῦ διελθόντος, ὡς μέν τινες φασιν, ἅμα Ῥωμύλῳ παραγενόμενος εἰς τὸ Λαουίνιον ἕνεκα θυσίας, ἣν ἔδει τοῖς πατρῴοις θεοῖς ὑπὲρ τῆς πόλεως θῦσαι τοὺς βασιλεῖς, συστάντων ἐπ´ αὐτὸν τῶν ἑταίρων τε καὶ γένει προσηκόντων τοῖς ἀνῃρημένοις πρέσβεσιν ἐπὶ τῶν βωμῶν ταῖς μαγειρικαῖς σφαγίσι καὶ τοῖς βουπόροις ὀβελοῖς παιόμενος ἀποθνήσκει.

4. Ὡς δ´ οἱ περὶ Λικίννιον γράφουσιν οὐ μετὰ Ῥωμύλου παραγενόμενος οὐδὲ χάριν ἱερῶν, ἀλλὰ μόνος ὡς πείσων τοὺς ἀδικηθέντας ἀφεῖναι τοῖς δεδρακόσι τὴν ὀργήν, ἀγανακτήσαντος τοῦ πλήθους ἐπὶ τῷ μὴ παραδίδοσθαί σφισι τοὺς ἄνδρας, ὡς ὅ τε Ῥωμύλος ἐδικαίωσε καὶ ἡ τῶν Ῥωμαίων ἔκρινε βουλή, καὶ τῶν προσηκόντων τοῖς τεθνεῶσι κατὰ πλῆθος ὁρμησάντων ἐπ´ αὐτόν, ἀδύνατος ὢν ἔτι διαφυγεῖν τὴν ἐκ χειρὸς δίκην καταλευσθεὶς ὑπ´ αὐτῶν ἀποθνήσκει.

5. Τάτιος μὲν οὖν τοιαύτης τελευτῆς ἔτυχε τρία μὲν ἔτη πολεμήσας Ῥωμύλῳ, πέντε δὲ συνάρξας, θάπτεται δ´ εἰς Ῥώμην κομισθεὶς ἐντίμῳ ταφῇ καὶ χοὰς αὐτῷ καθ´ ἕκαστον ἐνιαυτὸν ἡ πόλις ἐπιτελεῖ δημοσίᾳ.

LIII. 1. Ῥωμύλος δὲ μόνος ἐπὶ τὴν ἀρχὴν τὸ δεύτερον καταστὰς τό τε ἄγος ἀφοσιοῦται τὸ περὶ τοὺς πρέσβεις γενόμενον προειπὼν τοῖς ἐργασαμένοις τὸ μύσος ὕδατος εἴργεσθαι καὶ πυρός (ἐπεφεύγεσαν γὰρ ἐκ τῆς πόλεως ἅπαντες ἅμα τῷ τὸν Τάτιον ἀποθανεῖν) καὶ τῶν Λαουινιατῶν τοὺς συστάντας ἐπὶ τὸν Τάτιον δικαστηρίῳ παραδοὺς ἐκδοθέντας ὑπὸ τῆς πόλεως, ἐπειδὴ δικαιότερα ἐδόκουν λέγειν τὰ βίαια τιμωρησάμενοι τοῖς βιαίοις, ἀπέλυσε τῆς αἰτίας.

2. Ταῦτα διαπραξάμενος ἐπὶ τὴν Φιδηναίων ἐστράτευσε πόλιν ἀπὸ τετταράκοντα σταδίων τῆς Ῥώμης κειμένην, μεγάλην τε καὶ πολυάνθρωπον οὖσαν τότε. Ἀγομένης γὰρ εἰς τὴν Ῥώμην ἀγορᾶς ἐν σκάφαις ποταμηγοῖς, ἣν Κρουστομερῖνοι πιεζομένοις ὑπὸ λιμοῦ Ῥωμαίοις ἀπέστειλαν, ὠσάμενοι κατὰ πλῆθος ἐπὶ τὰς σκάφας οἱ Φιδηναῖοι τήν τε ἀγορὰν διήρπασαν καὶ τῶν ἀνθρώπων τινὰς τῶν ἐπιβοηθούντων ἀπέκτειναν αἰτούμενοί τε δίκας οὐχ ὑπεῖχον.

3. Ἐφ´ οἷς ἀγανακτῶν ὁ Ῥωμύλος ἐνέβαλεν εἰς τὴν χώραν αὐτῶν πολλῇ στρατιᾷ καὶ γενόμενος ἀφθόνου λείας ἐγκρατὴς ἀπάγειν μὲν παρεσκευάζετο τὴν δύναμιν, ἐπεξελθόντων δὲ τῶν Φιδηναίων συνάπτει πρὸς αὐτοὺς μάχην. Καρτεροῦ δὲ ἀγῶνος γενομένου καὶ πολλῶν πεσόντων ἀφ´ ἑκατέρων ἡσσηθέντες οἱ Φιδηναῖοι τρέπονται πρὸς φυγήν, ὁ δ´ ἐκ ποδὸς συνακολουθῶν αὐτοῖς συνεισπίπτει τοῖς φεύγουσιν εἰς τὸ τεῖχος.

4. Ἁλούσης δὲ τῆς πόλεως ἐξ ἐφόδου τιμωρησάμενος ἐξ αὐτῶν ὀλίγους καὶ φυλακὴν ἐν τῇ πόλει τριακοσίων ἀνδρῶν καταλιπὼν τῆς τε χώρας μοῖραν ἀποτεμόμενος, ἣν τοῖς σφετέροις διεῖλεν, ἀποικίαν ἐποίησε Ῥωμαίων καὶ ταύτην τὴν πόλιν, ἦν δὲ Ἀλβανῶν ἀπόκτισις κατὰ τὸν αὐτὸν οἰκισθεῖσα Νωμεντῷ τε καὶ Κρουστομερείᾳ χρόνον τριῶν ἀδελφῶν τῆς ἀποικίας ἡγησαμένων, ὧν ὁ πρεσβύτατος τὴν Φιδήνην ἔκτισεν.

LIV. 1. Μετὰ τοῦτον τὸν πόλεμον ἐπὶ Καμερίνους ἐστράτευσεν ἐπιθεμένους τοῖς παρὰ σφίσιν ἐποίκοις, καθ´ ὃν χρόνον ἔκαμνεν ἡ Ῥωμαίων πόλις ὑπὸ νόσου λοιμικῆς· ᾗ δὴ μάλιστα ἐπαρθέντες οἱ Καμερῖνοι καὶ νομίσαντες ἄρδην τὸ Ῥωμαίων διαφθαρήσεσθαι γένος ὑπὸ τῆς συμφορᾶς τοὺς μὲν ἀπέκτειναν τῶν ἐποίκων, τοὺς δ´ ἐξέβαλον.

2. Ἀνθ´ ὧν τιμωρούμενος αὐτοὺς ὁ Ῥωμύλος, ἐπειδὴ τὸ δεύτερον ἐκράτησε τῆς πόλεως, τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως ἀπέκτεινε, τοῖς δὲ στρατιώταις διαρπάσαι τὴν πόλιν ἐφῆκε, τῆς τε χώρας τὴν ἡμίσειαν ἀποτεμόμενος ἔξω τῆς πρότερον τοῖς κληρούχοις δοθείσης καὶ φρουρὰν ἀξιόχρεων καταλιπών, ὡς μηδὲν ἔτι παρακινῆσαι τοὺς ἔνδον, ἀπῆγε τὴν δύναμιν. Ἐκ ταύτης τῆς στρατείας καὶ δεύτερον θρίαμβον κατήγαγε καὶ ἀπὸ τῶν λαφύρων τέθριππον χαλκοῦν ἀνέθηκε τῷ Ἡφαίστῳ καὶ παρ´ αὐτῷ τὴν ἰδίαν ἀνέστησεν εἰκόνα ἐπιγράψας Ἑλληνικοῖς γράμμασι τὰς ἑαυτοῦ πράξεις.

3. Τρίτος αὐτῷ συνέστη πόλεμος πρὸς ἔθνους Τυρρηνικοῦ τὴν μεγίστην ἰσχὺν ἔχουσαν τότε πόλιν, ἣ καλεῖται μὲν Οὐιοί, ἀπέχει δὲ τῆς Ῥώμης ἀμφὶ τοὺς ἑκατὸν σταδίους, κεῖται δ´ ἐφ´ ὑψηλοῦ σκοπέλου καὶ περιρρῶγος μέγεθος ἔχουσα ὅσον Ἀθῆναι. ἐποιήσαντο δ´ οἱ Οὐιεντανοὶ τοῦ πολέμου πρόφασιν τὴν τῆς Φιδήνης ἅλωσιν καὶ πρέσβεις ἀποστείλαντες ἐκέλευον Ῥωμαίοις ἐξάγειν ἐκ τῆς πόλεως τὴν φρουρὰν καὶ τὴν χώραν, ἣν κατεῖχον ἀφελόμενοι τοὺς Φιδηναίους, ἀποδιδόναι τοῖς ἐξ ἀρχῆς κυρίοις. Ὡς δ´ οὐκ ἔπειθον ἐλάσαντες πολλῇ στρατιᾷ πλησίον τῆς Φιδήνης ἐν ἀπόπτῳ τίθενται τὸν χάρακα.

4. Προεγνωκὼς δὲ αὐτῶν τὴν ἔξοδον ὁ Ῥωμύλος ἐξεληλύθει τὴν κρατίστην δύναμιν ἔχων καὶ ἦν ἐν τῇ πόλει τῶν Φιδηναίων εὐτρεπής. Ἐπεὶ δ´ ἕτοιμα τὰ πρὸς τὸν ἀγῶνα ἦν, ἀμφότεροι προελθόντες εἰς τὸ πεδίον ἐμάχοντο καὶ διέμειναν ἄχρι πολλῆς ὥρας ἐκθύμως ἀγωνιζόμενοι, τέως ἡ νὺξ ἐπιλαβοῦσα διέκρινεν αὐτοὺς ἴσους κατὰ τὸν ἀγῶνα γενομένους. καὶ ταύτην μὲν τὴν μάχην οὕτως ἠγωνίσαντο·

LV. 1. Ἑτέρας δὲ μάχης μετ´ οὐ πολὺ γενομένης, ἐνίκων οἱ Ῥωμαῖοι σοφίᾳ τοῦ ἡγεμόνος ὄρος τι καταλαβομένου νύκτωρ οὐ πολὺν τοῦ στρατοπέδου τῶν πολεμίων τόπον ἀπέχον καὶ λοχίσαντος ἐν αὐτῷ τὴν ἀκμαιοτάτην τῶν ὕστερον ἀφικομένων ἐκ τῆς πόλεως ἱππέων τε καὶ πεζῶν δύναμιν.

2. Συνελθόντων δ´ εἰς τὸ πεδίον ἀμφοτέρων καὶ τὸν αὐτὸν ἀγωνιζομένων τρόπον, ἐπειδὴ τὸ σύνθημα ὁ Ῥωμύλος ἦρε τοῖς ἐπὶ τοῦ ὄρους, ἀλαλάξαντες οἱ λοχῶντες ἔθεον ἐπὶ τοὺς Οὐιεντανοὺς ἐκ τῶν κατόπιν καὶ προσπεσόντες ἀνθρώποις μεμοχθηκόσιν αὐτοὶ ἀκμῆτες ὄντες οὐ σὺν πολλῷ τρέπουσι χρόνῳ. Τῶν δ´ ὀλίγοι μέν τινες ἀποθνήσκουσι κατὰ τὴν μάχην, οἱ δὲ πλείους εἰς τὸν Τέβεριν ποταμόν (ῥεῖ δὲ παρὰ τὴν Φιδήνην) ῥίψαντες ἑαυτούς, ὡς διανηξόμενοι τὸ ῥεῦμα, διεφθάρησαν. τραυματίαι γὰρ ὄντες καὶ βαρεῖς ὑπὸ κόπου ἀδύνατοι ἐγένοντο διανήξασθαι· οἱ δὲ καὶ ἀπειρίᾳ τοῦ νεῖν, οὐ προϊδόντες, ὑπὸ τοῦ δεινοῦ τὴν γνώμην ἐπιταραχθέντες ἐν ταῖς δίναις ἀπώλλυντο.

3. Εἰ μὲν οὖν συνέγνωσαν ἑαυτοῖς Οὐιεντανοὶ κακῶς τὰ πρῶτα βεβουλευμένοις καὶ τὸ λοιπὸν ἦγον ἡσυχίαν οὐδενὸς ἂν ἔτι μείζονος ἀπέλαυσαν κακοῦ, νῦν δὲ ἀναμαχεῖσθαί τε τὰ πρότερα σφάλματα ἐλπίσαντες καὶ εἰ μείζονι παρασκευῇ ἐπιβάλοιεν, ῥᾳδίως ἐπικρατήσειν οἰόμενοι τῷ πολέμῳ, πολλῇ στρατιᾷ τῇ τε ἐξ αὐτῆς τῆς πόλεως καταγραφείσῃ καὶ {τῇ} ἐκ τῶν ὁμοεθνῶν κατὰ φιλίαν παραγενομένῃ τὸ δεύτερον ἐπὶ τοὺς Ῥωμαίους ἐλαύνουσι·

4. Καὶ γίνεται πάλιν αὐτῶν μάχη καρτερὰ τῆς Φιδήνης πλησίον, ἣν ἐνίκων Ῥωμαῖοι πολλοὺς μὲν ἀποκτείναντες τῶν Οὐιεντανῶν, ἔτι δὲ πλείους αἰχμαλώτους λαβόντες. Ἑάλω δὲ καὶ ὁ χάραξ αὐτῶν μεστὸς ὢν χρημάτων τε καὶ ὅπλων καὶ ἀνδραπόδων, καὶ σκάφαι ποταμηγοὶ γέμουσαι πολλῆς ἀγορᾶς ἐλήφθησαν, ἐν αἷς ὁ τῶν αἰχμαλώτων ὄχλος εἰς τὴν Ῥώμην κατήγετο διὰ τοῦ ποταμοῦ.

5. Οὗτος κατήχθη τρίτος ὑπὸ Ῥωμύλου θρίαμβρος μακρῷ τῶν προτέρων ἐκπρεπέστερος. Καὶ μετ´ οὐ πολὺ Οὐιεντανῶν πρεσβείας ἀφικομένης περὶ διαλύσεως τοῦ πολέμου καὶ συγγνώμην τῶν ἁμαρτημάτων ἀξιούσης λαβεῖν δίκας ὁ Ῥωμύλος αὐτοῖς ἐπιτίθησι τάςδε· χώραν τε παραδοῦναι Ῥωμαίοις τὴν προσεχῆ τῷ Τεβέρει, τοὺς καλουμένους Ἑπτὰ πάγους, καὶ τῶν ἁλῶν ἀποστῆναι τῶν παρὰ ταῖς ἐκβολαῖς τοῦ ποταμοῦ, τοῦ δὲ μηδὲν ἔτι νεωτερίσαι τὸ πιστὸν παρασχεῖν ὅμηρα πεντήκοντα ἀγαγόντας.

6. Ὑπομεινάντων δὲ Οὐιεντανῶν ἅπαντα ταῦτα σπονδὰς ποιησάμενος πρὸς αὐτοὺς εἰς ἑκατὸν ἔτη στήλαις ἐνεχάραξε τὰς ὁμολογίας. Τῶν δ´ αἰχμαλώτων τοὺς μὲν ἀπιέναι βουλομένους ἀφῆκεν ἄνευ λύτρων, τοὺς δ´ αὐτοῦ μένειν προαιρουμένους πολλῷ πλείους ὄντας τῶν ἑτέρων πολίτας ποιησάμενος ταῖς φράτραις ἐπιδιεῖλε καὶ κλήρους αὐτοῖς προσένειμε [τοὺς] ἐπὶ τάδε τοῦ Τεβέριος.

LVI. 1. Οὗτοι συνέστησαν οἱ πόλεμοι Ῥωμύλῳ λόγου καὶ μνήμης ἄξιοι. τοῦ δὲ μηδὲν ἔτι τῶν πλησίον ἐθνῶν ὑπαγαγέσθαι ταχεῖα ἡ τελευτὴ τοῦ βίου συμβᾶσα ἔτι ἀκμάζοντι αὐτῷ τὰ πολέμια πράττειν ἐν αἰτίᾳ γενέσθαι ἔδοξε· περὶ ἧς πολλοὶ παραδέδονται λόγοι καὶ διάφοροι.

2. Οἱ μὲν οὖν μυθωδέστερα τὰ περὶ αὐτοῦ ποιοῦντες ἐκκλησιάζοντά φασιν αὐτὸν ἐπὶ στρατοπέδου ζόφου κατασκήψαντος ἐξ αἰθρίας καὶ χειμῶνος μεγάλου καταρραγέντος ἀφανῆ γενέσθαι καὶ πεπιστεύκασιν ὑπὸ τοῦ πατρὸς Ἄρεος τὸν ἄνδρα ἀνηρπάσθαι·

3. Οἱ δὲ τὰ πιθανώτερα γράφοντες πρὸς τῶν ἰδίων πολιτῶν λέγουσιν αὐτὸν ἀποθανεῖν. Αἰτίαν δὲ τῆς ἀναιρέσεως αὐτοῦ φέρουσι τήν τε ἄφεσιν τῶν ὁμήρων, οὓς παρὰ Οὐιεντανῶν ἔλαβεν, ἄνευ κοινῆς γνώμης γενομένην παρὰ τὸ εἰωθός, καὶ τὸ μηκέτι τὸν αὐτὸν προσφέρεσθαι τρόπον τοῖς ἀρχαιοτάτοις πολίταις καὶ τοῖς προσγράφοις, ἀλλὰ τοὺς μὲν ἐν τιμῇ πλείονι ἄγειν, τῶν δ´ ἐπεισαχθέντων ὑπερορᾶν, τό τε ὠμὸν αὐτοῦ τὸ περὶ τὰς τιμωρίας τῶν ἐξαμαρτανόντων [καὶ αὔθαδες], (Ῥωμαίων γάρ τινας ἐπὶ λῃστείᾳ τῶν πλησιοχώρων κατηγορηθέντας οὔτε ἀφανεῖς ἄνδρας οὔτε ὀλίγους ἐκέλευσεν ὦσαι κατὰ τοῦ κρημνοῦ τὴν δίκην αὐτὸς μόνος δικάσας) μάλιστα δὲ ὅτι βαρὺς ἤδη καὶ αὐθάδης εἶναι ἐδόκει καὶ τὴν ἀρχὴν οὐκέτι βασιλικῶς ἀλλὰ τυραννικώτερον ἐξάγειν.

4. Διὰ ταύτας δὴ λέγουσι τὰς αἰτίας συστάντας ἐπ´ αὐτῷ τοὺς πατρικίους βουλεῦσαι τὸν φόνον, πρᾶξαι δὲ τὸ ἔργον ἐν τῷ βουλευτηρίῳ καὶ διελόντας τὸ σῶμα κατὰ μέρη χάριν τοῦ μὴ φανῆναι τὸν νεκρὸν ἐξελθεῖν κρύπτοντας ὑπὸ ταῖς περιβολαῖς ὅσον ἕκαστος εἶχεν αὐτοῦ μέρος καὶ μετὰ τοῦτο γῇ κρύψαι κατὰ τὸ ἀφανές.

5. Οἱ δ´ ἐκκλησιάζοντα μὲν αὐτόν φασιν ὑπὸ τῶν νεοπολιτῶν Ῥωμαίων ἀναιρεθῆναι, ἐπιχειρῆσαι δ´ αὐτοὺς τῷ φόνῳ καθ´ ὃν χρόνον δηλαδὴ καὶ τὸ σκότος ἐγένετο διασκεδασθέντος ἐκ τῆς ἐκκλησίας τοῦ δήμου καὶ μονωθέντος τῆς φυλακῆς τοῦ ἡγεμόνος. Διὰ τοῦτο γοῦν φασι τὴν ἡμέραν ἐν ᾗ τὸ πάθος ἐγένετο τῆς τροπῆς τοῦ πλήθους ἐπώνυμον εἶναι καὶ μέχρι τῶν καθ´ ἡμᾶς χρόνων ὄχλου φυγὴν καλεῖσθαι.

6. Ἔοικε δ´ οὐ μικρὰν ἀφορμὴν παρέχειν τοῖς θεοποιοῦσι τὰ θνητὰ καὶ εἰς οὐρανὸν ἀναβιβάζουσι τὰς ψυχὰς τῶν ἐπιφανῶν τὰ συμβάντα ἐκ τοῦ θεοῦ περὶ τὴν σύγκρισιν τοῦ ἀνδρὸς ἐκείνου καὶ τὴν διάκρισιν. Ἔν τε γὰρ τῷ βιασμῷ τῆς μητρὸς αὐτοῦ εἴθ´ ὑπ´ ἀνθρώπων τινὸς εἴθ´ ὑπὸ θεοῦ γενομένῳ τὸν ἥλιον ἐκλιπεῖν φασιν ὅλον καὶ σκότος παντελῶς ὥσπερ ἐν νυκτὶ τὴν γῆν κατασχεῖν ἔν τε τῇ τελευτῇ αὐτοῦ ταὐτὸ συμβῆναι λέγουσι πάθος.

7. Ὁ μὲν δὴ κτίσας τὴν Ῥώμην καὶ πρῶτος ἀποδειχθεὶς ὑπ´ αὐτῆς βασιλεὺς Ῥωμύλος τοιαύτης λέγεται τελευτῆς τυχεῖν, οὐδεμίαν ἐξ αὑτοῦ γενεὰν καταλιπών, ἑπτὰ μὲν ἔτη καὶ τριάκοντα βασιλεύσας, πεντηκοστὸν δὲ καὶ πέμπτον ἔτος ἔχων ἀπὸ γενεᾶς. Νέος γὰρ δὴ παντάπασιν ἔτυχε τῆς ἡγεμονίας ὀκτωκαιδεκαέτης {ὤν}, ὡς ἅπαντες ὁμολογοῦσιν οἱ τὰς περὶ αὐτοῦ συγγράψαντες ἱστορίας.

LVII. 1. Τῷ δ´ ἑξῆς ἐνιαυτῷ βασιλεὺς μὲν οὐδεὶς ἀπεδείχθη Ῥωμαίων, ἀρχὴ δέ τις, ἣν καλοῦσι μεσοβασίλειον, ἐπεμελεῖτο τῶν κοινῶν τοιόνδέ τινα τρόπον ἀποδεικνυμένη· τῶν πατρικίων οἱ καταγραφέντες εἰς τὴν βουλὴν ὑπὸ Ῥωμύλου διακόσιοι τὸν ἀριθμὸν ὄντες, ὥσπερ ἔφην, διενεμήθησαν εἰς δεκάδας· ἔπειτα διακληρωσάμενοι τοῖς λαλοῦσι δέκα πρώτοις ἀπέδωκαν ἄρχειν τῆς πόλεως τὴν αὐτοκράτορα ἀρχήν.

2. Ἐκεῖνοι δ´ οὐχ ἅμα πάντες ἐβασίλευον, ἀλλ´ ἐκ διαδοχῆς ἡμέρας πέντε ἕκαστος, ἐν αἷς τάς τε ῥάβδους εἶχε καὶ τὰ λοιπὰ τῆς βασιλικῆς ἐξουσίας σύμβολα. Παρεδίδου δ´ ὁ πρῶτος ἄρξας τῷ δευτέρῳ τὴν ἡγεμονίαν κἀκεῖνος τῷ τρίτῳ καὶ τοῦτ´ ἐγίνετο μέχρι τοῦ τελευταίου. διεξελθούσης δὲ τοῖς πρώτοις δέκα [βασιλεῦσι] τῆς πεντηκονθημέρου προθεσμίας ἕτεροι δέκα τὴν ἀρχὴν παρελάμβανον καὶ παρ´ ἐκείνων αὖθις ἄλλοι.

3. Ἐπεὶ δ´ ἔδοξε τῷ δήμῳ παῦσαι τὰς δεκαδαρχίας ἀχθομένῳ ταῖς μεταβολαῖς τῶν ἐξουσιῶν διὰ τὸ μήτε προαιρέσεις ἅπαντας ὁμοίας ἔχειν μήτε φύσεις, τότε δὴ συγκαλέσαντες εἰς ἐκκλησίαν τὸ πλῆθος οἱ βουλευταὶ κατὰ φυλάς τε καὶ φράτρας ἀπέδωκαν αὐτῷ περὶ τοῦ κόσμου τῆς πολιτείας σκοπεῖν, εἴτε βασιλεῖ βούλεται τὰ κοινὰ ἐπιτρέπειν εἴτε ἀρχαῖς ἐνιαυσίοις.

4. Οὐ μὴν ὅ γε δῆμος ἐφ´ ἑαυτῷ τὴν αἵρεσιν ἐποίησεν, ἀλλ´ ἀπέδωκε τοῖς βουλευταῖς τὴν διάγνωσιν, ὡς ἀγαπήσων ὁποτέραν ἂν ἐκεῖνοι δοκιμάσωσι τῶν πολιτειῶν· τοῖς δὲ βασιλικὴν μὲν ἐδόκει καταστήσασθαι πολιτείαν ἅπασι, περὶ δὲ τοῦ μέλλοντος ἄρξειν στάσις ἐνέπιπτεν ἐξ ὁποτέρας ἔσται τάξεως. Οἱ μὲν γὰρ ἐκ τῶν ἀρχαίων βουλευτῶν ᾤοντο δεῖν ἀποδειχθῆναι τὸν ἐπιτροπεύσοντα τὴν πόλιν, οἱ δ´ ἐκ τῶν ὕστερον ἐπεισαχθέντων, οὓς νεωτέρους ἐκάλουν.

LVIII. 1. Ἑλκομένης δ´ ἐπὶ πολὺ τῆς φιλονεικίας τελευτῶντες ἐπὶ τούτῳ συνέβησαν τῷ δικαίῳ, ὥστε δυεῖν θάτερον, ἢ τοὺς πρεσβυτέρους βουλευτὰς ἀποδεῖξαι βασιλέα σφῶν μὲν αὐτῶν μηδένα, τῶν δ´ ἄλλων ὃν ἂν ἐπιτηδειότατον εἶναι νομίσωσιν, ἢ τοὺς νεωτέρους τὸ αὐτὸ ποιῆσαι τοῦτο. Δέχονται τὴν αἵρεσιν οἱ πρεσβύτεροι καὶ πόλλ´ ἐπὶ σφῶν αὐτῶν βουλευσάμενοι τάδ´ ἔγνωσαν· ἐπειδὴ τῆς ἡγεμονίας αὐτοὶ κατὰ τὰς συνθήκας ἀπηλαύνοντο μηδὲ τῶν ἐπεισελθόντων βουλευτῶν μηδενὶ προσθεῖναι τὴν ἀρχήν, ἀλλ´ ἐπακτόν τινα ἔξωθεν ἄνδρα καὶ μηδ´ ὁποτέροις προσθησόμενον, ὡς ἂν μάλιστα ἐξαιρεθείη τὸ στασιάζον, ἐξευρόντες ἀποδεῖξαι βασιλέα.

2. Ταῦτα βουλευσάμενοι προὐχειρίσαντο ἄνδρα γένους μὲν τοῦ Σαβίνων, υἱὸν δὲ Πομπιλίου Πόμπωνος ἀνδρὸς ἐπιφανοῦς [κατ´] ὄνομα Νόμαν, [χρὴ δὲ τὴν δευτέραν συλλαβὴν ἐκτείνοντας βαρυτονεῖν] ἡλικίας τε τῆς φρονιμωτάτης ὄντα, τετταρακονταετίας γὰρ οὐ πολὺ ἀπεῖχε, καὶ ἀξιώσει μορφῆς βασιλικόν.

3. Ἦν δὲ αὐτοῦ καὶ κλέος μέγιστον οὐ παρὰ Κυρίταις μόνον, ἀλλὰ καὶ παρὰ τοῖς περιοίκοις ἐπὶ σοφίᾳ. ὡς δὲ τοῦτ´ ἔδοξεν αὐτοῖς συγκαλοῦσι τὸ πλῆθος εἰς ἐκκλησίαν, καὶ παρελθὼν ἐξ αὐτῶν ὁ τότε μεσοβασιλεὺς εἶπεν, ὅτι κοινῇ δόξαν ἅπασι τοῖς βουλευταῖς βασιλικὴν καταστήσασθαι πολιτείαν, κύριος γεγονὼς αὐτὸς {τῆς} διαγνώσεως τοῦ παραληψομένου τὴν ἀρχὴν βασιλέα τῆς πόλεως αἱρεῖται Νόμαν Πομπίλιον. Καὶ μετὰ τοῦτο πρεσβευτὰς ἀποδείξας ἐκ τῶν πατρικίων ἀπέστειλε τοὺς παραληψομένους τὸν ἄνδρα ἐπὶ τὴν ἀρχὴν ἐνιαυτῷ τρίτῳ τῆς ἑκκαιδεκάτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Πυθαγόρας Λάκων.

LIX. 1. Μέχρι μὲν δὴ τούτων οὐδὲν ἀντειπεῖν ἔχω πρὸς τοὺς ἐκδεδωκότας τὴν περὶ τὸν ἄνδρα τοῦτον ἱστορίαν, ἐν δὲ τοῖς ἑξῆς ἀπορῶ τί ποτε χρὴ λέγειν. Πολλοὶ μὲν γάρ {εἰσιν} οἱ γράψαντες ὅτι Πυθαγόρου μαθητὴς ὁ Νόμας ἐγένετο καὶ καθ´ ὃν χρόνον ὑπὸ τῆς Ῥωμαίων πόλεως ἀπεδείχθη βασιλεὺς φιλοσοφῶν ἐν Κρότωνι διέτριβεν,

2. ὁ δὲ χρόνος τῆς Πυθαγόρου ἡλικίας μάχεται πρὸς τὸν λόγον. οὐ γὰρ ὀλίγοις ἔτεσιν, ἀλλὰ καὶ τέτταρσι γενεαῖς ὅλαις ὕστερος ἐγένετο Πυθαγόρας Νόμα, ὡς ἐκ τῶν κοινῶν παρειλήφαμεν ἱστοριῶν. Ὁ μὲν γὰρ ἐπὶ τῆς ἑκκαιδεκάτης ὀλυμπιάδος μεσούσης τὴν Ῥωμαίων βασιλείαν παρέλαβε, Πυθαγόρας δὲ μετὰ τὴν πεντηκοστὴν ὀλυμπιάδα διέτριψεν ἐν Ἰταλίᾳ.

3. Τούτου δ´ ἔτι μεῖζον ἔχω τεκμήριον εἰπεῖν ὑπὲρ τοῦ μὴ συμφωνεῖν τοὺς χρόνους ταῖς παραδεδομέναις ὑπὲρ τοῦ ἀνδρὸς ἱστορίαις, ὅτι καθ´ ὃν χρόνον ὁ Νόμας ἐπὶ τὴν βασιλείαν ἐκαλεῖτο ὑπὸ Ῥωμαίων οὔπω πόλις ἦν ἡ Κρότων· τέτταρσι γὰρ ὅλοις ὕστερον ἔτεσιν ἢ Νόμαν ἄρξαι Ῥωμαίων Μύσκελος αὐτὴν ἔκτισεν ἐνιαυτῷ τρίτῳ τῆς ἑπτακαιδεκάτης ὀλυμπιάδος. Οὔτε δὴ Πυθαγόρᾳ τῷ Σαμίῳ συμφιλοσοφῆσαι τῷ μετὰ τέτταρας ἀκμάσαντι γενεὰς δυνατὸς ἦν τὸν Νόμαν οὔτ´ ἐν Κρότωνι διατρίβειν, ὅτ´ αὐτὸν ἐκάλουν ἐπὶ τὴν βασιλείαν Ῥωμαῖοι, τῇ μήπω τότ´ οὔσῃ πόλει.

4. Ἀλλ´ ἐοίκασιν οἱ τὰ ὑπὲρ αὐτοῦ γράψαντες, εἰ χρὴ δόξαν ἰδίαν ἀποφήνασθαι, δύο ταῦτα λαβόντες ὁμολογούμενα, τήν τε Πυθαγόρου διατριβὴν τὴν γενομένην ἐν Ἰταλίᾳ καὶ τὴν Νόμα σοφίαν (ὡμολόγηται γὰρ ὑπὸ πάντων ὁ ἀνὴρ γενέσθαι σοφός) ἐπισυνάψαι ταῦτα καὶ ποιῆσαι Πυθαγόρου μαθητὴν τὸν Νόμαν οὐκέτι τοὺς βίους αὐτῶν ἐξετάσαντες, εἰ κατὰ τοὺς αὐτοὺς ἤκμασαν ἀμφότεροι χρόνους, ὅπερ ἐγὼ πεποίηκα νῦν· εἰ μή τις ἄρα Πυθαγόραν ἕτερον ὑποθήσεται πρὸ τοῦ Σαμίου γεγονέναι παιδευτὴν σοφίας, ᾧ συνδιέτριψεν ὁ Νόμας. Τοῦτο δ´ οὐκ οἶδ´ ὅπως ἂν ἀποδεῖξαι δύναιτο μηδενὸς τῶν ἀξιολόγων μήτε Ῥωμαίου μήθ´ Ἕλληνος, ὅσα κἀμὲ εἰδέναι, παραδεδωκότος ἐν ἱστορίᾳ. ἀλλὰ περὶ μὲν τούτων ἅλις.

LX. 1. Ὁ δὲ Νόμας ἀφικομένων ὡς αὐτὸν τούτων τῶν καλούντων ἐπὶ τὴν ἡγεμονίαν, τέως μὲν ἀντέλεγε καὶ μέχρι πολλοῦ διέμεινεν ἀπομαχόμενος μὴ λαβεῖν τὴν ἀρχήν, ὡς δὲ οἵ τε ἀδελφοὶ προσέκειντο λιπαροῦντες καὶ τελευτῶν ὁ πατὴρ οὐκ ἠξίου τηλικαύτην τιμὴν διδομένην ἀπωθεῖσθαι, συνέγνω γενέσθαι βασιλεύς·

2. Τοῖς δὲ Ῥωμαίοις πυθομένοις ταῦτα παρὰ τῶν πρεσβευτῶν, πρὶν ὄψει τὸν ἄνδρα ἰδεῖν πολὺς αὐτοῦ παρέστη πόθος, ἱκανὸν ἡγουμένοις τεκμήριον εἶναι τῆς σοφίας, εἰ τῶν ἄλλων ὑπὲρ τὸ μέτριον ἐκτετιμηκότων βασιλείαν καὶ τὸν εὐδαίμονα βίον ἐν ταύτῃ τιθεμένων μόνος ἐκεῖνος ὡς φαύλου τινὸς καὶ οὐκ ἀξίου σπουδῆς πράγματος καταφρονεῖ, παραγενομένῳ τε ὑπήντων ἔτι καθ´ ὁδὸν ὄντι σὺν ἐπαίνῳ πολλῷ καὶ ἀσπασμοῖς καὶ ταῖς ἄλλαις τιμαῖς παραπέμποντες εἰς τὴν πόλιν.

3. Ἐκκλησίας δὲ μετὰ τοῦτο συναχθείσης, ἐν ᾗ διήνεγκαν ὑπὲρ αὐτοῦ τὰς ψήφους αἱ φυλαὶ κατὰ φράτρας καὶ τῶν πατρικίων ἐπικυρωσάντων τὰ δόξαντα τῷ πλήθει καὶ τελευταῖον ἔτι τῶν ὀρνιθοσκόπων αἴσια τὰ παρὰ τοῦ δαιμονίου σημεῖα ἀποφηνάντων παραλαμβάνει τὴν ἀρχήν.

4. Τοῦτον τὸν ἄνδρα Ῥωμαῖοί φασι στρατείαν μηδεμίαν ποιήσασθαι, θεοσεβῆ δὲ καὶ δίκαιον γενόμενον ἐν εἰρήνῃ πάντα τὸν τῆς ἀρχῆς χρόνον διατελέσαι καὶ τὴν πόλιν ἄριστα πολιτευομένην παρασχεῖν, λόγους τε ὑπὲρ αὐτοῦ πολλοὺς καὶ θαυμαστοὺς λέγουσιν ἀναφέροντες τὴν ἀνθρωπίνην σοφίαν εἰς θεῶν ὑποθήκας.

5. Νύμφην γάρ τινα μυθολογοῦσιν Ἠγερίαν φοιτᾶν πρὸς αὐτὸν ἑκάστοτε διδάσκουσαν τὴν βασιλικὴν σοφίαν, ἕτεροι δὲ οὐ νύμφην, ἀλλὰ τῶν Μουσῶν μίαν. Καὶ τοῦτό φασι γενέσθαι πᾶσι φανερόν. Ἀπιστούντων γὰρ, ὡς ἔοικε, τῶν ἀνθρώπων κατ´ ἀρχὰς καὶ πεπλάσθαι νομιζόντων τὸν περὶ τῆς θεᾶς λόγον, βουλόμενον αὐτὸν ἐπιδείξασθαι τοῖς ἀπιστοῦσιν ἐναργές τι μήνυμα τῆς πρὸς τὴν δαίμονα ὁμιλίας [καὶ] διδαχθέντα ὑπ´ αὐτῆς ποιῆσαι τάδε·

6. Καλέσαντα Ῥωμαίων πολλοὺς καὶ ἀγαθοὺς εἰς τὴν οἰκίαν, ἐν ᾗ διαιτώμενος ἐτύγχανεν, ἔπειτα δείξαντα τοῖς ἐλθοῦσι τὰ ἔνδον τῇ τε ἄλλῃ κατασκευῇ φαύλως κεχορηγημένα καὶ δὴ καὶ τῶν εἰς ἑστίασιν ὀχλικὴν ἐπιτηδείων ἄπορα, τότε μὲν ἀπαλλάττεσθαι κελεύειν, εἰς ἑσπέραν δὲ καλεῖν αὐτοὺς ἐπὶ τὸ δεῖπνον·

7. παραγενομένοις δὲ κατὰ τὴν ἀποδειχθεῖσαν ὥραν ἐπιδεῖξαι στρωμνάς τε πολυτελεῖς καὶ τραπέζας ἐκπωμάτων γεμούσας πολλῶν καὶ καλῶν ἑστίασίν τε αὐτοῖς παραθεῖναι κατακλιθεῖσιν ἁπάσης ἐδωδῆς, ἣν οὐδ´ ἂν ἐκ πολλοῦ πάνυ χρόνου παρασκευάσασθαί τινι τῶν τότε ἀνθρώπων ῥᾴδιον ἦν. Τοῖς δὲ Ῥωμαίοις κατάπληξίν τε πρὸς ἕκαστον τῶν ὁρωμένων ὑπελθεῖν καὶ δόξαν ἐξ ἐκείνου τοῦ χρόνου παραστῆναι βέβαιον, ὅτι θεά τις αὐτῷ συνῆν.