Μετάβαση στο περιεχόμενο

Ρήσος

Από Βικιθήκη
Ῥῆσος
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα.


Χορός

Βᾶθι πρὸς εὐνὰς τὰς Ἑκτορέους.
Τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως,
ἢ τευχοφόρων;
Δέξαιτο νέων κληδόνα μύθων,
οἳ τετράμοιρον νυκτὸς φυλακὴν    5
πάσης στρατιᾶς προκάθηνται.
Ὄρθου κεφαλὴν πῆχυν ἐρείσας,
λῦσον βλεφάρων γοργωπὸν ἕδραν,
λεῖπε χαμεύνας φυλλοστρώτους,
Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι.    10

Ἕκτωρ

Τίς ὅδ'; Ἦ φίλιος φθόγγος· τίς ἀνήρ;
Τί τὸ σῆμα; Θρόει·
τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας
κοίτας πλάθουσ'; Ἐνέπειν χρή.

Χορός

Φύλακες στρατιᾶς.    15

Ἕκτωρ

Τί φέρῃ θορύβῳ;

Χορός

Θάρσει.

Ἕκτωρ

Θαρσῶ.
μῶν τις λόχος ἐκ νυκτῶν;

Χορός

Οὐκ ἔστι.

Ἕκτωρ

Τί σὺ γὰρ
φυλακὰς προλιπὼν κινεῖς στρατιάν,
εἰ μή τιν' ἔχων νυκτηγορίαν;
Οὐκ οἶσθα δορὸς πέλας Ἀργείου    20
νυχίαν ἡμᾶς
κοίταν πανόπλους κατέχοντας;

Χορός

Ὁπλίζου χέρα· συμμάχων,
Ἕκτορ, βᾶθι πρὸς εὐνάς,
ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.    25
Πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον,
ἁρμόσατε ψαλίοις ἵππους.
Τίς εἶσ' ἐπὶ Πανθοί̈δαν,
ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;
Ποῦ σφαγίων ἔφοροι;    30
Ποῦ δὲ γυμνήτων μόναρχοι
τοξοφόροι τε Φρυγῶν;
Ζεύγνυτε κερόδετα τόξα νευραῖς.

Ἕκτωρ

Τὰ μὲν ἀγγέλλεις δείματ' ἀκούειν,
τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς.    35
Ἀλλ' ἦ Κρονίου Πανὸς τρομερᾷ
μάστιγι φοβῇ; Φυλακὰς δὲ λιπὼν
κινεῖς στρατιάν. Τί θροεῖς; Τί σε φῶ
νέον ἀγγέλλειν; Πολλὰ γὰρ εἰπὼν
οὐδὲν τρανῶς ἀπέδειξας.    40

Χορός

Πύρ' αἴθει στρατὸς Ἀργόλας,
Ἕκτορ, πᾶσαν ἀν' ὄρφναν,
διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.
Πᾶς δ' Ἀγαμεμνονίαν προσέβα στρατὸς
ἐννύχιος θορύβῳ σκηνάν,    45
νέαν τιν' ἐφιέμενοι
βάξιν. Οὐ γάρ πω πάρος ὧδ' ἐφοβήθη
ναυσιπόρος στρατιά.
Σοὶ δ', ὑποπτεύων τὸ μέλλον,
ἤλυθον ἄγγελος, ὡς    50
μήποτ' ἐς ἐμέ τινα μέμψιν εἴπῃς.

Ἕκτωρ

Ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον·
ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρῳ πλάτῃ
λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν
μέλλουσι· σαίνει μ' ἔννυχος φρυκτωρία.    55
Ὦ δαῖμον, ὅστις μ' εὐτυχοῦντ' ἐνόσφισας
θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν
σύρδην ἅπαντα τῷδ' ἀναλῶσαι δορί.
Εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου
λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ,    60
πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν
κτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί.
Κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ
ἐν νυκτὶ χρῆσθαί τ' εὐτυχεῖ ῥύμῃ θεοῦ·
ἀλλ' οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες    65
μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος
κἄπειτ' Ἀχαιῶν μηδέν' ἐν χέρσῳ λιπεῖν.
Οἳ δ' οὐ μένουσι τῶν ἐμῶν θυοσκόων
βουλάς· ἐν ὄρφνῃ δραπέτης μέγα σθένει.
Ἀλλ' ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ    70
τεύχη πρόχειρα λαμβάνειν λῆξαί θ' ὕπνου,
ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι
νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ,
οἳ δ' ἐν βρόχοισι δέσμιοι λελημμένοι
Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν.    75

Χορός

Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον·
ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς.

Ἕκτωρ

Τίς γὰρ πύρ' αἴθειν πρόφασις Ἀργείων στρατόν;

Χορός

Οὐκ οἶδ'· ὕποπτον δ' ἐστὶ κάρτ' ἐμῇ φρενί.

Ἕκτωρ

Πάντ' ἂν φοβηθεὶς ἴσθι, δειμαίνων τόδε.    80

Χορός

Οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς.

Ἕκτωρ

Οὐδ' ὧδέ γ' αἰσχρῶς ἔπεσον ἐν τροπῇ δορός.

Χορός

Σὺ ταῦτ' ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει.

Ἕκτωρ

Ἁπλοῦς ἐπ' ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.

Χορός

Καὶ μὴν ὅδ' Αἰνέας καὶ μάλα σπουδῇ ποδὸς    85
στείχει, νέον τι πρᾶγμ' ἔχων φίλοις φράσαι.

Αἰνείας

Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν
τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳ
νυκτηγοροῦσι καὶ κεκίνηται· στρατός;

Ἕκτωρ

Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν.    90

Αἰνείας

Τί δ' ἔστι; Μῶν τις πολεμίων ἀγγέλλεται
δόλος κρυφαῖος ἑστάναι κατ' εὐφρόνην;

Ἕκτωρ

Φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν.

Αἰνείας

Τί τοῦδ' ἂν εἴποις ἀσφαλὲς τεκμήριον;

Ἕκτωρ

Αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός·    95
καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον,
ἀλλ' ἐκκέαντες πύρσ' ἐπ' εὐσέλμων νεῶν
φυγῇ πρὸς οἴκους τῆσδ' ἀφορμήσειν χθονός.

Αἰνείας

Σὺ δ' ὡς τί δράσων πρὸς τάδ' ὁπλίζῃ χέρας;

Ἕκτωρ

Φεύγοντας αὐτοὺς κἀπιθρῴσκοντας νεῶν    100
λόγχῃ καθέξω κἀπικείσομαι βαρύς·
αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνῃ κακόν,
θεοῦ διδόντος πολεμίους ἄνευ μάχης
φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά.

Αἰνείας

Εἴθ' ἦσθ' ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί.    105
Ἀλλ' οὐ γὰρ αὑτὸς πάντ' ἐπίστασθαι βροτῶν
πέφυκεν· ἄλλῳ δ' ἄλλο πρόσκειται γέρας,
σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς·
ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλύων
φλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειν    110
τάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει.
Καίτοι περάσας κοῖλον αὐλώνων βάθος,
εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸς
φεύγοντας, ἀλλὰ σὸν βλέποντας ἐς δόρυ,
νικώμενος μὲν οὔτι μὴ μόλῃς πάλιν·    115
πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῇ στρατός;
Πῶς δ' αὖ γεφύρας διαβαλοῦσ' ἱππηλάται,
ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας;
Νικῶν δ' ἔφεδρον παῖδ' ἔχεις τὸν Πηλέως,
ὅς σ' οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα,    120
οὐδ' ὧδ' Ἀχαιούς, ὡς δοκεῖς, ἀναρπάσαι.
Αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται χερί.
Ἀλλὰ στρατὸν μὲν ἥσυχον παρ' ἀσπίδας
εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων,
κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέλῃ,    125
πέμπειν δοκεῖ μοι· κἂν μὲν αἴρωνται φυγήν,
στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῷ·
εἰ δ' ἐς δόλον τιν' ἥδ' ἄγει φρυκτωρία,
μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου
βουλευσόμεσθα· τήνδ' ἔχω γνώμην, ἄναξ.    130

Χορός

Τάδε δοκεῖ, τάδε μεταθέμενος νόει.
Σφαλερὰ δ' οὐ φιλῶ στρατηγῶν κράτη.
Τί γὰρ ἄμεινον ἢ
ταχυβάταν νεῶν κατόπταν μολεῖν
πέλας ὅ τί ποτ' ἄρα δαίοις    135
πυρὰ κατ' ἀντίπρῳρα ναυστάθμων δαίεται;

Ἕκτωρ

Νικᾶτ', ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε.
Στείχων δὲ κοίμα συμμάχους· τάχ' ἂν στρατὸς
κινοῖτ' ἀκούσας νυκτέρους ἐκκλησίας.
Ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον.    140
Κἂν μέν τιν' ἐχθρῶν μηχανὴν πυθώμεθα,
σὺ πάντ' ἀκούσῃ καὶ παρὼν εἴσῃ λόγον·
ἐὰν δ' ἀπαίρωσ' ἐς φυγὴν ὁρμώμενοι,
σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει,
ὡς οὐ μενοῦντά μ'· ἀλλὰ προσμείξω νεῶν    145
ὁλκοῖσι νυκτὸς τῆσδ' ἐπ' Ἀργείων στρατῷ.

Αἰνείας

Πέμφ' ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς φρονεῖς.
Σὺν σοὶ δ' ἔμ' ὄψῃ καρτεροῦνθ', ὅταν δέῃ.

Ἕκτωρ

Τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγῳ
θέλει κατόπτης ναῦς ἐπ' Ἀργείων μολεῖν;    150
Τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης;
Τίς φησιν; Οὔτοι πάντ' ἐγὼ δυνήσομαι
πόλει πατρῴᾳ συμμάχοις θ' ὑπηρετεῖν.

Δόλων

Ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλω
ῥίψας κατόπτης ναῦς ἐπ' Ἀργείων μολεῖν,    155
καὶ πάντ' Ἀχαιῶν ἐκμαθὼν βουλεύματα
ἥξω· ἐπὶ τούτοις τόνδ' ὑφίσταμαι πόνον.

Ἕκτωρ

Ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολις
Δόλων· πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμον
νῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον.    160

Δόλων

Οὐκοῦν πονεῖν μὲν χρή, πονοῦντα δ' ἄξιον
μισθὸν φέρεσθαι. Παντὶ γὰρ προσκείμενον
κέρδος πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν.

Ἕκτωρ

Ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω.
Τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος.    165

Δόλων

Οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος.

Ἕκτωρ

Σὺ δ' ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ.

Δόλων

Οὐδ' ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω.

Ἕκτωρ

Χρυσὸς πάρεστιν, εἰ τόδ' αἰτήσεις γέρας.

Δόλων

Ἀλλ' ἔστ' ἐν οἴκοις· οὐ βίου σπανίζομεν.    170

Ἕκτωρ

Τί δῆτα χρῄζεις ὧν κέκευθεν Ἴλιος;

Δόλων

Ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον.

Ἕκτωρ

Δώσω· σὺ δ' αἴτει πλὴν στρατηλάτας νεῶν.

Δόλων

Κτεῖν', οὔ σ' ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα.

Ἕκτωρ

Οὐ μὴν τὸν Ἰλέως παῖδά μ' ἐξαιτῇ λαβεῖν;    175

Δόλων

Κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι.

Ἕκτωρ

Τίν' οὖν Ἀχαιῶν ζῶντ' ἀποινᾶσθαι θέλεις;

Δόλων

Καὶ πρόσθεν εἶπον· ἔστι χρυσὸς ἐν δόμοις.

Ἕκτωρ

Καὶ μὴν λαφύρων γ' αὐτὸς αἱρήσῃ παρών.

Δόλων

Θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις.    180

Ἕκτωρ

Τί δῆτα μεῖζον τῶνδέ μ' αἰτήσεις γέρας;

Δόλων

Ἵππους Ἀχιλλέως· χρὴ δ' ἐπ' ἀξίοις πονεῖν
ψυχὴν προβάλλοντ' ἐν κύβοισι δαίμονος.

Ἕκτωρ

Καὶ μὴν ἐρῶντί γ' ἀντερᾷς ἵππων ἐμοί·
ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες    185
τὸν Πηλέως φέρουσι θούριον γόνον·
δίδωσι δ' αὐτοὺς πωλοδαμνήσας ἄναξ
Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος.
Ἀλλ' οὔ σ' ἐπάρας ψεύσομαι· δώσω δέ σοι,
κάλλιστον οἴκοις κτῆμ', Ἀχιλλέως ὄχον.    190

Δόλων

Αἰνῶ· λαβὼν δ' ἄν φημι κάλλιστον Φρυγῶν
δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.
Σὲ δ' οὐ φθονεῖν χρή· μυρί' ἔστιν ἄλλα σοι,
ἐφ' οἷσι τέρψῃ τῆσδ' ἀριστεύων χθονός.

Χορός

Μέγας ἀγών, μεγάλα δ' ἐπινοεῖς ἑλεῖν·    195
μακάριός γε μὴν κυρήσας ἔσῃ.
Πόνος ὅδ' εὐκλεής·
μέγα δὲ κοιράνοισι γαμβρὸν πέλειν.
Τὰ θεόθεν ἐπιδέτω Δίκα,
τὰ δὲ παρ' ἀνδράσιν τέλειά σοι φαίνεται.    200

Δόλων

Στείχοιμ' ἄν· ἐλθὼν <δ'> ἐς δόμους ἐφέστιος
σκευῇ πρεπόντως σῶμ' ἐμὸν καθάψομαι,
κἀκεῖθεν ἥσω ναῦς ἐπ' Ἀργείων πόδα.

Χορός

Ἐπεὶ τίν' ἄλλην ἀντὶ τῆσδ' ἕξεις στολήν;

Δόλων

Πρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι.    205

Χορός

Σοφοῦ παρ' ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν·
λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;

Δόλων

Λύκειον ἀμφὶ νῶτ' ἐνάψομαι δορὰν
καὶ χάσμα θηρὸς ἀμφ' ἐμῷ θήσω κάρᾳ,
βάσιν τε χερσὶ προσθίαν καθαρμόσας    210
καὶ κῶλα κώλοις, τετράπουν μιμήσομαι
λύκου κέλευθον πολεμίοις δυσεύρετον,
τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.
Ὅταν δ' ἔρημον χῶρον ἐμβαίνω ποδί,
δίβαμος εἶμι· τῇδε σύγκειται δόλος.    215

Χορός

Ἀλλ' εὖ σ' ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν    216
πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.
Ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ.

Δόλων

Σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέως
οἴσω κάρα σοι σύμβολον δ' ἔχων σαφὲς    220
φήσεις Δόλωνα ναῦς ἐπ' Ἀργείων μολεῖν
ἢ παῖδα Τυδέως· οὐδ' ἀναιμάκτῳ χερὶ
ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.

Χορός

Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας
ναὸν ἐμβατεύων    225
Ἄπολλον, ὦ δία κεφαλά, μόλε τοξή-
ρης, ἱκοῦ ἐννύχιος
καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς    229
ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις,    230
ὦ παγκρατές, ὦ Τροί̈ας
τείχη παλαιὰ δείμας.

Μόλοι δὲ ναυκλήρια, καὶ στρατιᾶς
Ἑλλάδος διόπτας
ἵκοιτο, καὶ κάμψειε πάλιν θυμέλας οἴ-    235
κων πατρὸς Ἰλιάδας.
Φθιάδων δ' ἵππων ποτ' ἐπ' ἄντυγα βαίη,
δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη,
τὰς πόντιος Αἰακίδᾳ    240
Πηλεῖ δίδωσι δαίμων.

Ἐπεὶ πρό τ' οἴκων πρό τε γᾶς ἔτλα μόνος    243
ναύσταθμα βὰς κατιδεῖν· ἄγαμαι
λήματος· ἦ σπανία <τις>    245
τῶν ἀγαθῶν, ὅταν ᾖ
δυσάλιος ἐν πελάγει
καὶ σαλεύῃ
πόλις. Ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος·    250
ἔνι δὲ θράσος ἐν αἰχ-
μᾷ· πόθι Μυσῶν ὃς ἐμὰν
συμμαχίαν ἀτίζει;

Τίν' ἄνδρ' Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺς
οὐτάσει ἐν κλισίαις, τετράπουν    255
μῖμον ἔχων ἐπιγαίου
θηρός; Ἕλοι Μενέλαν,
κτανὼν δ' Ἀγαμεμνόνιον
κρᾶτ' ἐνέγκοι
Ἑλένᾳ κακόγαμβρον ἐς χέρας γόον,    260
ὃς ἐπὶ πόλιν, ὃς ἐπὶ
γᾶν Τροίαν χιλιόναυν
ἤλυθ' ἔχων στρατείαν.

Ἄγγελος Ποιμήν

Ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος
εἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.    265

Ἕκτωρ

Ἦ πόλλ' ἀγρώταις σκαιὰ πρόσκειται φρενί·
καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις
ἥκειν ἔοικας ἀγγελῶν ἵν' οὐ πρέπει.
Οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός,
οἷ χρῆν γεγωνεῖν σ' εὐτυχοῦντα ποίμνια;    270

Ἄγγελος

Σκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω.
Ἀλλ' οὐδὲν ἧσσον σοι φέρω κεδνοὺς λόγους.

Ἕκτωρ

Παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας·
μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.

Ἄγγελος

Τοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα·    275
ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν
στείχει φίλος σοὶ σύμμαχός τε τῇδε γῇ.

Ἕκτωρ

Ποίας πατρῴας γῆς ἐρημώσας πέδον;

Ἄγγελος

Θρῄκης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.

Ἕκτωρ

Ῥῆσον τιθέντ' ἔλεξας ἐν Τροίᾳ πόδα;    280

Ἄγγελος

Ἔγνως· λόγου δὲ δὶς τόσου μ' ἐκούφισας.

Ἕκτωρ

Καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται,
πλαγχθεὶς πλατείας πεδιάδος θ' ἁμαξιτοῦ;

Ἄγγελος

Οὐκ οἶδ' ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα.
Νυκτὸς γὰρ οὔτι φαῦλον ἐμβαλεῖν στρατόν,    285
κλύοντα πλήρη πεδία πολεμίας χερός.
Φόβον δ' ἀγρώσταις, οἳ κατ' Ἰδαῖον λέπας
οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,
παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.
Πολλῇ γὰρ ἠχῇ Θρῄκιος ῥέων στρατὸς    290
ἔστειχε· θάμβει δ' ἐκπλαγέντες ἵεμεν
ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόλῃ
λεηλατήσων καὶ σὰ πορθήσων σταθμά,
πρὶν δὴ δι' ὤτων γῆρυν οὐχ Ἑλληνικὴν
ἐδεξάμεσθα καὶ μετέστημεν φόβου.    295
Στείχων δ' ἄνακτος προυξερευνητὰς ὁδοῦ
ἀνιστόρησα Θρῃκίοις προσφθέγμασι,
Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος
στείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος;
Καὶ πάντ' ἀκούσας ὧν ἐφιέμην μαθεῖν,    300
ἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα
ἑστῶτ' ἐν ἵπποις Θρῃκίοις τ' ὀχήμασι.
Χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον
πώλων ἔκλῃε χιόνος ἐξαυγεστέρων.
Πέλτη δ' ἐπ' ὤμων χρυσοκολλήτοις τύποις    305
ἔλαμπε· Γοργὼν δ' ὡς ἐπ' αἰγίδος θεᾶς
χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος
πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.
Στρατοῦ δὲ πλῆθος οὐδ' ἂν ἐν ψήφου λόγῳ
θέσθαι δυναίμην, ὡς ἄπλατον ἦν ἰδεῖν,    310
πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη,
πολλοὶ δ' ἀτράκτων τοξόται, πολὺς δ' ὄχλος
γυμνὴς ὁμαρτῇ, Θρῃκίαν ἔχων στολήν.
Τοιόσδε Τροίᾳ σύμμαχος πάρεστ' ἀνήρ,
ὃν οὔτε φεύγων οὔθ' ὑποσταθεὶς δορὶ    315
ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.

Χορός

Ὅταν πολίταις εὐσταθῶσι δαίμονες,
ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.

Ἕκτωρ

Πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ
καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.    320
Ἀλλ' οὐδὲν αὐτῶν δεόμεθ', οἵτινες πάλαι
μὴ ξυμπονοῦσιν, ἡνίκ' ἐξώστης Ἄρης
ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.
Ῥῆσος δ' ἔδειξεν οἷος ἦν Τροίᾳ φίλος·
ἥκει γὰρ ἐς δαῖτ', οὐ παρὼν κυνηγέταις    325
αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.

Χορός

Ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις·
δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.

Ἕκτωρ

Ἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι.

Χορός

Πέποιθας ἤδη πολεμίους ᾑρηκέναι;    330

Ἕκτωρ

Πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ.

Χορός

Ὅρα τὸ μέλλον· πόλλ' ἀναστρέφει θεός.

Ἕκτωρ

Μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.    333
Ὃ δ' οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ,    336
ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων·
χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο.

Χορός

Ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.    334

Ἄγγελος

Φόβος γένοιτ' ἂν πολεμίοις ὀφθεὶς μόνον.    335

Ἕκτωρ

Σύ τ' εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.    339
Ὁ χρυσοτευχὴς δ' οὕνεκ' ἀγγέλου λόγων    340
Ῥῆσος παρέστω τῇδε σύμμαχος χθονί.

Χορός

Ἀδράστεια μὲν ἁ Διὸς
παῖς εἴργοι στομάτων φθόνον·
φράσω γὰρ δὴ ὅσον μοι ψυχᾷ
προσφιλές ἐστιν εἰπεῖν.    345
Ἥκεις, ὦ ποταμοῦ παῖ,
ἥκεις, ἐπλάθης Φιλίου πρὸς αὐλὰν
ἀσπαστός, ἐπεί σε χρόνῳ
Πιερὶς μάτηρ ὅ τε καλλιγέφυ-
ρος ποταμὸς πορεύει    350

Στρυμών, ὅς ποτε τᾶς μελῳ-
δοῦ Μούσας δι' ἀκηράτων
δινηθεὶς ὑδροειδὴς κόλπων
σὰν ἐφύτευσεν ἥβαν.
Σύ μοι Ζεὺς ὁ φαναῖος    355
ἥκεις διφρεύων βαλιαῖσι πώλοις.
Νῦν, ὦ πατρὶς ὦ Φρυγία,
ξὺν θεῷ νῦν σοι τὸν ἐλευθέριον
Ζῆνα πάρεστιν εἰπεῖν.

Ἆρά ποτ' αὖθις ἁ παλαιὰ Τροία    360
τοὺς προπότας παναμερεύ-
σει θιάσους ἐρώτων
ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανή-
τοις ὑποδεξίαις ἁμίλ-
λαις κατὰ πόντον Ἀτρειδᾶν    365
Σπάρταν οἰχομένων
Ἰλιάδος παρ' ἀκτᾶς;
Ὦ φίλος, εἴθε μοι
σᾷ χερὶ καὶ σῷ δορὶ πρά-
ξας τάδ' ἐς οἶκον ἔλθοις.    369β

Ἐλθέ, φάνηθι, τὰν ζάχρυσον προβαλοῦ    370
Πηλεί̈δα κατ' ὄμμα πέλ-
ταν δοχμίαν πεδαίρων
σχιστὰν παρ' ἄντυγα, πώλους ἐρεθί-
ζων δίβολόν τ' ἄκοντα πάλ-
λων. Σὲ γὰρ οὔτις ὑποστὰς    375
Ἀργείας ποτ' ἐν Ἥ-
ρας δαπέδοις χορεύσει·
ἀλλά νιν ἅδε γᾶ    377β
καπφθίμενον Θρῃκὶ μόρῳ
φίλτατον ἄχθος οἴσει.    378β

Ἰὼ ἰώ, μέγας ὦ βασιλεῦ.
Καλόν, ὦ Θρῄκη,    380
σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν.
Ἴδε χρυσόδετον σώματος ἀλκήν,
κλύε καὶ κόμπους κωδωνοκρότους
παρὰ πορπάκων κελαδοῦντας.
Θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρης    385
ὁ Στρυμόνιος πῶλος ἀοιδοῦ
Μούσης ἥκων καταπνεῖ σε.

Ῥῆσος

Χαῖρ', ἐσθλὸς ἐσθλοῦ παῖς, τύραννε τῆσδε γῆς,
Ἕκτορ· παλαιᾷ σ' ἡμέρᾳ προσεννέπω.
Αίρω δέ σ' εὐτυχοῦντα καὶ προσήμενον    390
πύργοισιν ἐχθρῶν· συγκατασκάψων δ' ἐγὼ
τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη.

Ἕκτωρ

Παῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶς
Θρῃκός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν
τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκ' ἀνήρ.    395
Πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶ
ἐλθόντα, καὶ μὴ τοὐπί σ' Ἀργείων ὕπο
Τροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί.
Οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις
οὐκ ἦλθες οὐδ' ἤμυνας οὐδ' ἐπεστράφης.    400
Τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν
ἐλθοῦσ' ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει;
Ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;
Σὺ δ' ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους
Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος.    405
Καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν
Θρῃκῶν ἄνακτα τῇδ' ἔθηκ' ἐγὼ χερί,
ὅτ' ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν
Θρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν    410
παρέσχον· ὧν σὺ λακτίσας πολλὴν χάριν,
φίλων νοσούντων ὕστερος βοηδρομεῖς.
Οἱ δ' οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες,
πάλαι παρόντες, οἳ μὲν ἐν χωστοῖς τάφοις
κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει,    415
οἳ δ' ἔν θ' ὅπλοισι καὶ παρ' ἱππείοις ὄχοις
ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ
μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις
πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.
Ταῦθ', ὡς ἂν εἰδῇς Ἕκτορ' ὄντ' ἐλεύθερον,    420
καὶ μέμφομαί σοι καὶ λέγω κατ' ὄμμα σόν.

Ῥῆσος

Τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων
τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκ' ἀνήρ.
Ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδ' ἀπὼν χθονὸς
λύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην·    425
ἀλλ' ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς,
μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν
ξυνῆψε πόλεμον· Εὐξένου δ' ἀφικόμην
πόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν.
Ἔνθ' αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθης    430
ἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος.
Τοιάδε τοί μ' ἀπεῖργε συμφορὰ πέδον
Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν.
Ἐπεὶ δ' ἔπερσα, τῶνδ' ὁμηρεύσας τέκνα
τάξας <τ'> ἔτειον δασμὸν ἐς δόμους φέρειν,    435
ἥκω περάσας ναυσὶ πόντιον στόμα,
τὰ δ' ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα
οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας,
οὐδ' ἐν ζαχρύσοις δώμασιν κοιμώμενος,
ἀλλ' οἷα πόντον Θρῄκιον φυσήματα    440
κρυσταλλόπηκτα Παιόνας τ' ἐπεζάρει,
ξὺν τοῖσδ' ἄυπνος οἶδα τλὰς πορπάμασιν.
Ἀλλ' ὕστερος μὲν ἦλθον, ἐν καιρῷ δ' ὅμως·
σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος
κοὐδὲν περαίνεις, ἡμέραν δ' ἐξ ἡμέρας    445
πίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη·
ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει
πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν
κτεῖναί τ' Ἀχαιούς· θατέρᾳ δ' ἀπ' Ἰλίου
πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους,    450
ὑμῶν δὲ μή τις ἀσπίδ' ἄρηται χερί·
ἐγὼ γὰρ ἕξω τοὺς μέγ' αὐχοῦντας δορὶ
πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.

Χορός

Ἰὼ ἰώ.
Φίλα θροεῖς, φίλος Διόθεν εἶ· μόνον    455
φθόνον ἄμαχον ὕπατος
Ζεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν.
Τὸ δὲ νάιον Ἀργόθεν δόρυ    459
οὔτε πρίν τιν' οὔτε νῦν    460
ἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω. Πῶς μοι
Ἀχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο,
πῶς δ' Αἴας ὑπομεῖναι;
Εἰ γὰρ ἐγὼ τόδ' ἦμαρ εἰσίδοιμ', ἄναξ,
ὅτῳ πολυφόνου    465
χειρὸς ἀποινάσαιο λόγχᾳ.

Ῥῆσος

Τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίας
πρᾶξαι παρέξω σὺν δ' Ἀδραστείᾳ λέγω
ἐπειδἂν ἐχθρῶν τήνδ' ἐλευθέραν πόλιν
θῶμεν θεοῖσί τ' ἀκροθίνι' ἐξέλῃς,    470
ξὺν σοὶ στρατεύειν γῆν ἐπ' Ἀργείων θέλω
καὶ πᾶσαν ἐλθὼν Ἑλλάδ' ἐκπέρσαι δορί,
ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς.

Ἕκτωρ

Εἰ τοῦ παρόντος τοῦδ' ἀπαλλαχθεὶς κακοῦ
πόλιν νεμοίμην ὡς τὸ πρίν ποτ' ἀσφαλῆ,    475
ἦ κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν.
Τὰ δ' ἀμφί τ' Ἄργος καὶ νομὸν τὸν Ἑλλάδος
οὐχ ὧδε πορθεῖν ῥᾴδι', ὡς λέγεις, δορί.

Ῥῆσος

Οὐ τούσδ' ἀριστέας φασὶν Ἑλλήνων μολεῖν;

Ἕκτωρ

Κοὐ μεμφόμεσθά γ', ἀλλ' ἄδην ἐλαύνομεν.    480

Ῥῆσος

Οὐκ οὖν κτανόντες τούσδε πᾶν εἰργάσμεθα;

Ἕκτωρ

Μή νυν τὰ πόρρω τἀγγύθεν μεθεὶς σκόπει.

Ῥῆσος

Ἀρκεῖν ἔοικέ σοι παθεῖν, δρᾶσαι δὲ μή.

Ἕκτωρ

Πολλῆς γὰρ ἄρχω κἀνθάδ' ὢν τυραννίδος.
Ἀλλ' εἴτε λαιὸν εἴτε δεξιὸν κέρας    485
εἴτ' ἐν μέσοισι συμμάχοις πάρεστί σοι
πέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν.

Ῥῆσος

Μόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω.
Εἰ δ' αἰσχρὸν ἡγῇ μὴ συνεμπρῆσαι νεῶν
πρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον,    490
τάξον μ' Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα.

Ἕκτωρ

Οὐκ ἔστ' ἐκείνῳ θοῦρον ἐντάξαι δόρυ.

Ῥῆσος

Καὶ μὴν λόγος γ' ἦν ὡς ἔπλευσ' ἐπ' Ἴλιον.

Ἕκτωρ

Ἔπλευσε καὶ πάρεστιν· ἀλλὰ μηνίων
στρατηλάταισιν οὐ συναίρεται δόρυ.    495

Ῥῆσος

Τίς δὴ μετ' αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ;

Ἕκτωρ

Αἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖ
χὡ Τυδέως παῖς· ἔστι δ' αἱμυλώτατον
κρότημ' Ὀδυσσεύς, λῆμά τ' ἀρκούντως θρασὺς
καὶ πλεῖστα χώραν τήνδ' ἀνὴρ καθυβρίσας·    500
ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼν
κλέψας ἄγαλμα ναῦς ἐπ' Ἀργείων φέρει.
Ἤδη δ' ἀγύρτης πτωχικὴν ἔχων στολὴν
ἐσῆλθε πύργους, πολλὰ δ' Ἀργείοις κακὰ
ἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος·    505
κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν
ἐξῆλθεν· αἰεὶ δ' ἐν λόχοις εὑρίσκεται
Θυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλας
θάσσων· κακῷ δὲ μερμέρῳ παλαίομεν.

Ῥῆσος

Οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθρᾳ    510
κτεῖναι τὸν ἐχθρόν, ἀλλ' ἰὼν κατὰ στόμα.
Τοῦτον δ' ὃν ἵζειν φὴς σὺ κλωπικὰς ἕδρας
καὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼ
πυλῶν ἐπ' ἐξόδοισιν ἀμπείρας ῥάχιν
στήσω πετεινοῖς γυψὶ θοινατήριον.    515
Λῃστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορα
συλῶντα δεῖ νιν τῷδε κατθανεῖν μόρῳ.

Ἕκτωρ

Νῦν μὲν καταυλίσθητε· καὶ γὰρ εὐφρόνη.
Δείξω δ' ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸν
τὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα.    520
Ξύνθημα δ' ἡμῖν Φοῖβος, ἤν τι καὶ δέῃ·
μέμνησ' ἀκούσας, Θρῃκί τ' ἄγγειλον στρατῷ.
Ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεων
φρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπον
δέχθαι Δόλωνα· καὶ γάρ, εἴπερ ἐστὶ σῶς,    525
ἤδη πελάζει στρατοπέδοισι Τρωικοῖς.

Χορός

Τίνος ἁ φυλακά; Τίς ἀμείβει
τὰν ἐμάν; Πρῶτα
δύεται σημεῖα καὶ ἑπτάποροι
Πλειάδες αἰθέριαι· μέσα δ' αἰετὸς οὐρανοῦ ποτᾶται.    530
Ἔγρεσθε, τί μέλλετε; Κοιτᾶν    532
ἔγρεσθε πρὸς φυλακάν.
Οὐ λεύσσετε μηνάδος αἴγλαν;
Ἀὼς δὴ πέλας, ἀὼς    535
γίγνεται, καί τις προδρόμων
ὅδε γ' ἐστὶν ἀστήρ.
Τίς ἐκηρύχθη πρώτην φυλακήν;
Μυγδόνος υἱόν φασι Κόροιβον.
Τίς γὰρ ἐπ' αὐτῷ;    540
Κίλικας Παίων
στρατὸς ἤγειρεν, Μυσοὶ δ' ἡμᾶς.
Οὐκ οὖν Λυκίους πέμπτην φυλακὴν
βάντας ἐγείρειν
καιρὸς κλήρου κατὰ μοῖραν;    545

Καὶ μὴν ἀί̈ω· Σιμόεντος    547
ἡμένα κοίτας
φοινίας ὑμνεῖ πολυχορδοτάτᾳ
γήρυϊ παιδολέτωρ μελοποιὸν ἀηδονὶς μέριμναν.    550
Ἤδη δὲ νέμουσι κατ' Ἴδαν
ποίμνια· νυκτιβρόμου
σύριγγος ἰὰν κατακούω.
Θέλγει δ' ὄμματος ἕδραν
ὕπνος· ἅδιστος γὰρ ἔβα    555
βλεφάροις πρὸς ἀοῦς.
Τί ποτ' οὐ πλάθει σκοπός, ὃν ναῶν
Ἕκτωρ ὤτρυνε κατόπταν;
Ταρβῶ· χρόνιος γὰρ ἄπεστιν.
Ἀλλ' ἦ κρυπτὸν λόχον ἐσπαίσας    560
διόλωλε;
Τάχ' ἄν. Φοβερόν μοι.
Αὐδῶ Λυκίους πέμπτην φυλακὴν
βάντας ἐγείρειν
ἡμᾶς κλήρου κατὰ μοῖραν.

Ὀδυσσεύς

Διόμηδες, οὐκ ἤκουσας ἢ κενὸς ψόφος    565
στάζει δι' ὤτων; Τευχέων τινὰ κτύπον;

Διομήδης

Οὔκ, ἀλλὰ δεσμὰ πωλικῶν ἐξ ἀντύγων
κλάζει σιδήρου· κἀμέ τοι, πρὶν ᾐσθόμην
δεσμῶν ἀραγμὸν ἱππικῶν, ἔδυ φόβος.

Ὀδυσσεύς

Ὄρα κατ' ὄρφνην μὴ φύλαξιν ἐντύχῃς.    570

Διομήδης

Φυλάξομαί τοι κἀν σκότῳ τιθεὶς πόδα.

Ὀδυσσεύς

Ἢν δ' οὖν ἐγείρῃς, οἶσθα σύνθημα στρατοῦ;

Διομήδης

<Φοῖβον> Δόλωνος οἶδα σύμβολον κλύων.

Ὀδυσσεύς

Ἔα·
εὐνὰς ἐρήμους τάσδε πολεμίων ὁρῶ.

Διομήδης

Καὶ μὴν Δόλων γε τάσδ' ἔφραζεν Ἕκτορος    575
κοίτας, ἐφ' ᾧπερ ἔγχος εἵλκυσται τόδε.

Ὀδυσσεύς

Τί δῆτ' ἂν εἴη; Μῶν λόχος βέβηκέ ποι;

Διομήδης

Ἴσως ἐφ' ἡμῖν μηχανὴν στήσων τινά.

Ὀδυσσεύς

Θρασὺς γὰρ Ἕκτωρ νῦν, ἐπεὶ κρατεῖ, θρασύς.

Διομήδης

Τί δῆτ', Ὀδυσσεῦ, δρῶμεν; Οὐ γὰρ ηὕρομεν    580
τὸν ἄνδρ' ἐν εὐναῖς, ἐλπίδων δ' ἡμάρτομεν.

Ὀδυσσεύς

Στείχωμεν ὡς τάχιστα ναυστάθμων πέλας.
Σῴζει γὰρ αὐτὸν ὅστις εὐτυχῆ θεῶν
τίθησιν· ἡμῖν δ' οὐ βιαστέον τύχην.

Διομήδης

Οὐκ οὖν ἐπ' Αἰνέαν ἢ τὸν ἔχθιστον Φρυγῶν    585
Πάριν μολόντε χρὴ καρατομεῖν ξίφει;

Ὀδυσσεύς

Πῶς οὖν ἐν ὄρφνῃ πολεμίων ἀνὰ στρατὸν
ζητῶν δυνήσῃ τούσδ' ἀκινδύνως κτανεῖν;

Διομήδης

Αἰσχρόν γε μέντοι ναῦς ἐπ' Ἀργείων μολεῖν
δράσαντε μηδὲν πολεμίους νεώτερον.    590

Ὀδυσσεύς

Πῶς δ' οὐ δέδρακας; Οὐ κτανόντε ναυστάθμων
κατάσκοπον Δόλωνα σῴζομεν τάδε
σκυλεύματ'; Ἢ πᾶν στρατόπεδον πέρσειν δοκεῖς;

Διομήδης

Πείθεις, πάλιν στείχωμεν· εὖ δ' εἴη τυχεῖν.

Ἀθήνα

Ποῖ δὴ λιπόντες Τρωικῶν ἐκ τάξεων    595
χωρεῖτε, λύπῃ καρδίαν δεδηγμένοι,
εἰ μὴ κτανεῖν σφῷν Ἕκτορ' ἢ Πάριν θεὸς
δίδωσιν; Ἄνδρα δ' οὐ πέπυσθε σύμμαχον
Τροίᾳ μολόντα Ῥῆσον οὐ φαύλῳ τρόπῳ.
Ὃς εἰ διοίσει νύκτα τήνδ' ἐς αὔριον,    600
οὔτε σφ' Ἀχιλλεὺς οὔτ' ἂν Αἴαντος δόρυ
μὴ πάντα πέρσαι ναύσταθμ' Ἀργείων σχέθοι,
τείχη κατασκάψαντα καὶ πυλῶν ἔσω
λόγχῃ πλατεῖαν ἐσδρομὴν ποιούμενον.
Τοῦτον κατακτὰς πάντ' ἔχεις. Τὰς δ' Ἕκτορος    605
εὐνὰς ἔασον καὶ καρατόμους σφαγάς·
ἔσται γὰρ αὐτῷ θάνατος ἐξ ἄλλης χερός.

Ὀδυσσεύς

Δέσποιν' Ἀθάνα, φθέγματος γὰρ ᾐσθόμην
τοῦ σοῦ συνήθη γῆρυν· ἐν πόνοισι γὰρ
παροῦσ' ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε·    610
τὸν ἄνδρα δ' ἡμῖν, ποῦ κατηύνασται, φράσον·
πόθεν τέτακται βαρβάρου στρατεύματος;

Ἀθήνα

Ὅδ' ἐγγὺς ἧσται κοὐ συνήθροισται στρατῷ,
ἀλλ' ἐκτὸς αὐτὸν τάξεων κατηύνασεν
Ἕκτωρ, ἕως ἂν νὺξ ἀμείψηται φάος.    615
Πέλας δὲ πῶλοι Θρῃκίων ἐξ ἁρμάτων
λευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνῃ·
στίλβουσι δ' ὥστε ποταμίου κύκνου πτερόν.
Ταύτας, κτανόντες δεσπότην, κομίζετε,
κάλλιστον οἴκοις σκῦλον· οὐ γὰρ ἔσθ' ὅπου    620
τοιόνδ' ὄχημα χθὼν κέκευθε πωλικόν.

Ὀδυσσεύς

Διόμηδες, ἢ σὺ κτεῖνε Θρῄκιον λεών,
ἢ 'μοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν.

Διομήδης

Ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ·
τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός.    625
Χρὴ δ' ἄνδρα τάσσειν οὗ μάλιστ' ἂν ὠφελοῖ.

Ἀθήνα

Καὶ μὴν καθ' ἡμᾶς τόνδ' Ἀλέξανδρον βλέπω
στείχοντα, φυλάκων ἔκ τινος πεπυσμένον
δόξας ἀσήμους πολεμίων μεμβλωκότων.

Διομήδης

Πότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται;    630

Ἀθήνα

Μόνος· πρὸς εὐνὰς δ', ὡς ἔοικεν, Ἕκτορος
χωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ.

Διομήδης

Οὐκ οὖν ὑπάρχειν τόνδε κατθανόντα χρή;

Ἀθήνα

Οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον.
Τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν.    635
Ἀλλ' ᾧπερ ἥκεις μορσίμους φέρων σφαγάς,
τάχυν'· ἐγὼ δέ, τῷδε σύμμαχος Κύπρις
δοκοῦσ' ἀρωγὸς ἐν πόνοις παραστατεῖν,
σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρ' ἀμείψομαι.
Καὶ ταῦτ' ἐγὼ μὲν εἶπον· ὃν δὲ χρὴ παθεῖν,    640
οὐκ οἶδεν οὐδ' ἤκουσεν ἐγγὺς ὢν λόγου.

Ἀλέξανδρος

Σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω,
Ἕκτορ, καθεύδεις; Οὐκ ἐγείρεσθαί σε χρῆν;
Ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι,
ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες.    645

Ἀθήνα

Θάρσει· φυλάσσει σ' ἥδε πρευμενὴς Κύπρις.
Μέλει δ' ὁ σός μοι πόλεμος, οὐδ' ἀμνημονῶ
τιμῆς, ἐπαινῶ δ' εὖ παθοῦσα πρὸς σέθεν.
Καὶ νῦν ἐπ' εὐτυχοῦντι Τρωικῷ στρατῷ
ἥκω πορεύουσ' ἄνδρα σοι μέγαν φίλον,    650
τῆς ὑμνοποιοῦ παῖδα Θρῄκιον θεᾶς
Μούσης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.

Ἀλέξανδρος

Αἰεί ποτ' εὖ φρονοῦσα τυγχάνεις πόλει
κἀμοί, μέγιστον δ' ἐν βίῳ κειμήλιον
κρίνας σέ φημι τῇδε προσθέσθαι πόλει.    655
Ἥκω δ' ἀκούσας οὐ τορῶς φήμη δέ τις
φύλαξιν ἐμπέπτωκεν ὡς κατάσκοποι
ἥκουσ' Ἀχαιῶν. Χὣ μὲν οὐκ ἰδὼν λέγει,
ὃ δ' εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι·
ὧν οὕνεκ' εὐνὰς ἤλυθον πρὸς Ἕκτορος.    660

Ἀθήνα

Μηδὲν φοβηθῇς· οὐδὲν ἐν στρατῷ νέον·
Ἕκτωρ δὲ φροῦδος Θρῇκα κοιμήσων στρατόν.

Ἀλέξανδρος

Σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοις
τάξιν φυλάξων εἶμ' ἐλεύθερος φόβου.

Ἀθήνα

Χώρει· μέλειν γὰρ πάντ' ἐμοὶ δόκει τὰ σά,    665
ὥστ' εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν.
Γνώσῃ δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν.
Ὑμᾶς δ' ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους,
Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη.
Κεῖται γὰρ ἡμῖν Θρῄκιος στρατηλάτης,    670
ἵπποι τ' ἔχονται, πολέμιοι δ' ᾐσθημένοι
χωροῦσ' ἐφ' ὑμᾶς· ἀλλ' ὅσον τάχιστα χρὴ
φεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. Τί μέλλετε
σκηπτοῦ 'πιόντος πολεμίων σῷσαι βίον;

Χορός

Ἔα ἔα·    675
βάλε βάλε βάλε βάλε.
Θένε θένε.
Τίς ἁνήρ; Λεύσσετε· τοῦτον αὐδῶ.
Κλῶπες οἵτινες κατ' ὄρφνην τόνδε κινοῦσι στρατόν.
Δεῦρο δεῦρο πᾶς.    680
Τούσδ' ἔχω, τούσδ' ἔμαρψα.
Τίς ὁ λόχος; Πόθεν ἔβας; Ποδαπὸς εἶ;

Ὀδυσσεύς

Οὔ σε χρὴ εἰδέναι· θανῇ γὰρ σήμερον δράσας κακῶς.

Χορός

Οὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν;

Ὀδυσσεύς

Ἵστω. Θάρσει.    685

Χορός

Πέλας ἴθι. Παῖε πᾶς.

Ὀδυσσεύς

Ἦ σὺ δὴ Ῥῆσον κατέκτας;

Χορός

Ἀλλὰ τὸν κτενοῦντα σὲ...

Ὀδυσσεύς

Ἴσχε πᾶς τις.

Χορός

Οὐ μὲν οὖν.

Ὀδυσσεύς

Ἆ· φίλιον ἄνδρα μὴ θένῃς.

Χορός

Καὶ τί δὴ τὸ σῆμα;

Ὀδυσσεύς

Φοῖβος.

Χορός

Ἔμαθον· ἴσχε πᾶς δόρυ.
οἶσθ' ὅποι βεβᾶσιν ἅνδρες;

Ὀδυσσεύς

Τῇδέ πῃ κατείδομεν.

Χορός

Ἕρπω πᾶς κατ' ἴχνος αὐτῶν.    690
Ἢ βοὴν ἐγερτέον;
Ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φόβῳ.

Χορός

Τίς ἀνδρῶν ὁ βάς;    692
Τίς ὁ μέγα θρασὺς ἐπεύξεται
χέρα φυγὼν ἐμάν;
Πόθεν νιν κυρήσω;    695
Τίνι προσεικάσω,
ὅστις δι' ὄρφνης ἦλθ' ἀδειμάντῳ ποδὶ
διά τε τάξεων καὶ φυλάκων ἕδρας;
Θεσσαλὸς ἢ
παραλίαν Λοκρῶν νεμόμενος πόλιν;    700
Ἢ νησιώτην σποράδα κέκτηται βίον;
Τίς ἦν; Πόθεν; Ποίας πάτρας;
Ποῖον δ' εὔχεται τὸν ὕπατον θεῶν;
Ἆρ' ἔστ' Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε;
Εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι· τί μήν;    705
Δοκεῖς γάρ;
Τί μὴν οὔ;
Θρασὺς γοῦν ἐς ἡμᾶς.
Τίν' ἀλκήν; Τίν' αἰνεῖς;
Ὀδυσσῆ.
Μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.

Ἔβα καὶ πάρος    710
κατὰ πόλιν, ὕπαφρον ὄμμ' ἔχων,
ῥακοδύτῳ στολᾷ
πυκασθείς, ξιφήρης
κρύφιος ἐν πέπλοις.
Βίον δ' ἐπαιτῶν εἷρπ' ἀγύρτης τις λάτρις,    715
ψαφαρόχρουν κάρα πολυπινές τ' ἔχων·
πολλὰ δὲ τὰν
βασιλίδ' ἑστίαν Ἀτρειδᾶν κακῶς
ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις.
Ὄλοιτ' ὄλοιτο πανδίκως,    720
πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.
Εἴτ' οὖν Ὀδυσσέως εἴτε μή, φόβος μ' ἔχει·
Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.
Τί λάσκων;
Δυσοίζων.
Τί δρᾶσαι; Τί ταρβεῖς;    725
Καθ' ἡμᾶς περᾶσαι...
τίν' ἀνδρῶν;
Οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.

Ἡνίοχος

Ἰὼ, ἰώ, δαίμονος τύχα βαρεῖα. Φεῦ φεῦ.    729

Χορός

Ἔα, ἔα·
σῖγα πᾶς ὕφιζ'· ἴσως γὰρ ἐς βόλον τις ἔρχεται.    730

Ἡνίοχος

Ἰὼ ἰώ,
συμφορὰ βαρεῖα Θρῃκῶν.

Χορός

Συμμάχων τις ὁ στένων.

Ἡνίοχος

Ἰὼ ἰώ,    733
δύστηνος ἐγώ· σύ τ', ἄναξ Θρῃκῶν,
ὦ στυγνοτάτην Τροίαν ἐσιδών,
οἷόν σε βίου τέλος εἷλεν.    735

Χορός

Τίς εἶ ποτ' ἀνδρῶν συμμάχων; Κατ' εὐφρόνην
ἀμβλῶπες αὐγαὶ κοὔ σε γιγνώσκω τορῶς.

Ἡνίοχος

Ποῦ τιν' ἀνάκτων Τρωικῶν εὕρω;
Ποῦ δῆθ' Ἕκτωρ
τὸν ὑπασπίδιον κοῖτον ἰαύει;    740
Τίνι σημήνω διόπων στρατιᾶς
οἷα πεπόνθαμεν, οἷά τις ἡμᾶς
δράσας ἀφανῆ φροῦδος, φανερὸν
Θρῃξὶν πένθος τολυπεύσας;

Χορός

Κακὸν κυρεῖν τι Θρῃκίῳ στρατεύματι    745
ἔοικεν, οἷα τοῦδε γιγνώσκω κλύων.

Ἡνίοχος

Ἔρρει στρατιά, πέπτωκεν ἄναξ
δολίῳ πληγῇ.
Ἆ ἆ ἆ ἆ,
οἵα μ' ὀδύνη τείρει φονίου    750
τραύματος εἴσω. Πῶς ἂν ὀλοίμην;
Χρῆν γάρ μ' ἀκλεῶς Ῥῆσόν τε θανεῖν,
Τροίᾳ κέλσαντ' ἐπίκουρον;

Χορός

Τάδ' οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά·
σαφῶς γὰρ αὐδᾷ συμμάχους ὀλωλότας.    755

Ἡνίοχος

Κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸς
αἴσχιστα· καίτοι δὶς τόσον κακὸν τόδε·
θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών,
λυπρὸν μὲν οἶμαι τῷ θανόντι πῶς γὰρ οὔ;
Τοῖς ζῶσι δ' ὄγκος καὶ δόμων εὐδοξία.    760
Ἡμεῖς δ' ἀβούλως κἀκλεῶς ὀλώλαμεν.
Ἐπεὶ γὰρ ἡμᾶς ηὔνασ' Ἑκτόρεια χείρ,
ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ
κόπῳ δαμέντες, οὐδ' ἐφρουρεῖτο στρατὸς
φυλακαῖσι νυκτέροισιν, οὐδ' ἐν τάξεσιν    765
ἔκειτο τεύχη, πλῆκτρά τ' οὐκ ἐπὶ ζυγοῖς
ἵππων καθήρμοσθ', ὡς ἄναξ ἐπεύθετο
κρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶν
πρύμναισι· φαύλως δ' ηὕδομεν πεπτωκότες.
Κἀγὼ μελούσῃ καρδίᾳ λήξας ὕπνου    770
πώλοισι χόρτον, προσδοκῶν ἑωθινὴν
ζεύξειν ἐς ἀλκήν, ἀφθόνῳ μετρῶ χερί.
Λεύσσω δὲ φῶτε περιπολοῦνθ' ἡμῶν στρατὸν
πυκνῆς δι' ὄρφνης· ὡς δ' ἐκινήθην ἐγώ,
ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν·    775
ἤπυσα δ' αὐτοῖς μὴ πελάζεσθαι στρατῷ,
κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς.
Οἳ δ' οὐδέν· οὐ μὴν οὐδ' ἐγὼ τὰ πλείονα.
Ηὗδον δ' ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν.

Καί μοι καθ' ὕπνον δόξα τις παρίσταται·    780
ἵππους γὰρ ἃς ἔθρεψα κἀδιφρηλάτουν
Ῥήσῳ παρεστώς, εἶδον, ὡς ὄναρ δοκῶν,
λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν·
θείνοντε δ' οὐρᾷ πωλικῆς ῥινοῦ τρίχα
ἤλαυνον, αἳ δ' ἔρρεγκον ἐξ ἀντηρίδων    785
θυμὸν πνέουσαι κἀνεχαίτιζον φόβῳ.
Ἐγὼ δ' ἀμύνων θῆρας ἐξεγείρομαι
πώλοισιν· ἔννυχος γὰρ ἐξώρμα φόβος.
Κλύω δ' ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν.
Θερμὸς δὲ κρουνὸς δεσπότου πάρα σφαγαῖς    790
βάλλει με δυσθνῄσκοντος αἵματος νέου.
Ὀρθὸς δ' ἀνᾴσσω χειρὶ σὺν κενῇ δορός.
Καί μ' ἔγχος αὐγάζοντα καὶ θηρώμενον
παίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφει
ἀνὴρ ἀκμάζων· φασγάνου γὰρ ᾐσθόμην    795
πληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών.
Πίπτω δὲ πρηνής· οἳ δ' ὄχημα πωλικὸν
λαβόντες ἵππων ἵεσαν φυγῇ πόδα.
Ἆ ἆ.
Ὀδύνη με τείρει, κοὐκέτ' ὀρθοῦμαι τάλας.
Καὶ ξυμφορὰν μὲν οἶδ' ὁρῶν, τρόπῳ δ' ὅτῳ    800
τεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι,
οὐδ' ἐξ ὁποίας χειρός. Εἰκάσαι δέ μοι
πάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι.

Χορός

Ἡνίοχε Θρῃκὸς τοῦ κακῶς πεπραγότος,
μηδὲν δυσοίζου· πολέμιοι '̓́δρασαν τάδε.    805
Ἕκτωρ δὲ καὐτὸς συμφορᾶς πεπυσμένος
χωρεῖ· συναλγεῖ δ', ὡς ἔοικε, σοῖς κακοῖς.

Ἕκτωρ

Πῶς, ὦ μέγιστα πήματ' ἐξειργασμένοι,
μολόντες ὑμᾶς πολεμίων κατάσκοποι
λήθουσιν αἰσχρῶς, καὶ κατεσφάγη στρατός,    810
κοὔτ' εἰσιόντας στρατόπεδ' ἐξαπώσατε
οὔτ' ἐξιόντας; Τῶνδε τίς τείσει δίκην
πλὴν σοῦ; Σὲ γὰρ δὴ φύλακά φημ' εἶναι στρατοῦ.
Φροῦδοι δ' ἄπληκτοι, τῇ Φρυγῶν κακανδρίᾳ
πόλλ' ἐγγελῶντες τῷ στρατηλάτῃ τ' ἐμοί.    815
Εὖ νυν τόδ' ἴστε Ζεὺς ὀμώμοται πατήρ
ἤτοι μάραγνά γ' ἢ καρανιστὴς μόρος
μένει σε δρῶντα τοιάδ', ἢ τὸν Ἕκτορα
τὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε.

Χορός

Ἰὼ ἰώ,    820
μετὰ σέ, ναί, μετὰ σέ, ὦ πολίοχον κράτος,
τότ' ἄρ' ἔμολον, ὅτε σοι
ἄγγελος ἦλθον ἀμφὶ ναῦς πύρ' αἴθειν·    824
ἐπεὶ ἄγρυπνον ὄμμ' ἐν εὐφρόνῃ    825
οὔτ' ἐκοίμισ' οὔτ' ἔβριξ',
οὐ τὰς Σιμοεντιάδας πηγάς· μή μοι
κότον, ὦ ἄνα, θῇς· ἀναίτιος γὰρ
... ἔγωγε πάντων.
Εἰ δὲ χρόνῳ παράκαιρον ἔργον ἢ λόγον    830
πύθῃ, κατά με γᾶς
ζῶντα πόρευσον· οὐ παραιτοῦμαι.

Ἡνίοχος

Τί τοῖσδ' ἀπειλεῖς βάρβαρός τε βαρβάρου
γνώμην ὑφαιρῇ τὴν ἐμήν, πλέκων λόγους;
Σὺ ταῦτ' ἔδρασας· οὐδέν' ἂν δεξαίμεθα    835
οὔθ' οἱ θανόντες οὔτ' ἂν οἱ τετρωμένοι
ἄλλον· μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου,
ὅτῳ με πείσεις μὴ φίλους κατακτανεῖν,
ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχους
τοὺς σοὺς φονεύεις, πόλλ' ἐπισκήπτων μολεῖν.    840
Ἦλθον, τεθνᾶσιν· εὐπρεπέστερον Πάρις
ξενίαν κατῄσχυν' ἢ σὺ συμμάχους κτανών.
Μὴ γάρ τι λέξῃς ὥς τις Ἀργείων μολὼν
διώλεσ' ἡμᾶς· τίς δ' ὑπερβαλὼν λόχους
Τρώων ἐφ' ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν;    845
Σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός.
Τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχων
τῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις;
Ἡμεῖς δ' ἑκὰς τετρώμεθ', οἳ δὲ μειζόνως
παθόντες οὐχ ὁρῶσιν ἡλίου φάος.    850
Ἁπλῶς δ' Ἀχαιῶν οὐδέν' αἰτιώμεθα.
Τίς δ' ἂν χαμεύνας πολεμίων κατ' εὐφρόνην
Ῥήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶν
ἔφραζε τοῖς κτανοῦσιν; Οὐδ' ἀφιγμένον
τὸ πάμπαν ᾖσαν· ἀλλὰ μηχανᾷ τάδε.    855

Ἕκτωρ

Χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα
ὅσονπερ ἐν γῇ τῇδ' Ἀχαιικὸς λεώς,
κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλύων·
ἐν σοὶ δ' ἂν ἀρχοίμεσθα. Μή μ' ἔρως ἕλοι
τοιοῦτος ἵππων ὥστ' ἀποκτείνειν φίλους.    860
Καὶ ταῦτ' Ὀδυσσεύς· τίς γὰρ ἄλλος ἄν ποτε
ἔδρασεν ἢ 'βούλευσεν Ἀργείων ἀνήρ;
Δέδοικα δ' αὐτὸν καί τί μου θράσσει φρένας,
μὴ καὶ Δόλωνα συντυχὼν κατακτάνῃ·
χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται.    865

Ἡνίοχος

Οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας·
ἡμεῖς δ' ὑπ' ἐχθρῶν οὐδενὸς πεπλήγμεθα.

Ἕκτωρ

Σὺ δ' οὖν νόμιζε ταῦτ', ἐπείπερ σοι δοκεῖ.

Ἡνίοχος

Ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι;

Ἕκτωρ

Μὴ θνῇσχ'· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος.    870

Ἡνίοχος

Ποῖ δὴ τράπωμαι δεσποτῶν μονούμενος;

Ἕκτωρ

Οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται.

Ἡνίοχος

Καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες;

Ἕκτωρ

Ὅδ' αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων.

Ἡνίοχος

Ὄλοιθ' ὁ δράσας. Οὐ γὰρ ἐς σὲ τείνεται    875
γλῶσσ', ὡς σὺ κομπεῖς· ἡ Δίκη δ' ἐπίσταται.

Ἕκτωρ

Λάζυσθ'· ἄγοντες <δ'> αὐτὸν ἐς δόμους ἐμούς,
οὕτως ὅπως ἂν μὴ 'γκαλῇ πορσύνετε·
ὑμᾶς δ' ἰόντας τοῖσιν ἐν τείχει χρεὼν
Πριάμῳ τε καὶ γέρουσι σημῆναι νεκροὺς    880
θάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.

Χορός

Τί ποτ' εὐτυχίας ἐκ τῆς μεγάλης
Τροίαν ἀνάγει πάλιν ἐς πένθη
δαίμων ἄλλος, τί φυτεύων;
Ἔα ἔα. Ὦ ὦ.    885
Τίς ὑπὲρ κεφαλῆς θεός, ὦ βασιλεῦ,
τὸν νεόκμητον νεκρὸν ἐν χειροῖν
φοράδην πέμπει;
Ταρβῶ, λεύσσων τόδε, πῆμα.

Μοῦσα

Ὁρᾶν πάρεστι, Τρῶες· ἡ γὰρ ἐν σοφοῖς    890
τιμὰς ἔχουσα Μοῦσα συγγόνων μία
πάρειμι, παῖδα τόνδ' ὁρῶσ' οἰκτρῶς φίλον
θανόνθ' ὑπ' ἐχθρῶν· ὅν ποθ' ὁ κτείνας χρόνῳ
δόλιος Ὀδυσσεὺς ἀξίαν τείσει δίκην.

Ἰαλέμῳ αὐθιγενεῖ,    895
τέκνον, σ' ὀλοφύρομαι, ὦ
ματρὸς ἄλγος, οἵαν
ἔκελσας ὁδὸν ποτὶ Τροίαν·
ἦ δυσδαίμονα καὶ μελέαν,
ἀπομεμφομένας ἐμοῦ πορευθείς,    900
ἀπὸ δ' ἀντομένου πατρὸς βιαίως.
Ὤμοι ἐγὼ σέθεν, ὦ φιλία
φιλία κεφαλά, τέκνον, ὤμοι.

Χορός

Ὅσον προσήκει μὴ γένους κοινωνίαν
ἔχοντι λύπῃ τὸν σὸν οἰκτίρω γόνον.    905

Μοῦσα

Ὄλοιτο μὲν Οἰνεί̈δας,
ὄλοιτο δὲ Λαρτιάδας,
ὅς μ' ἄπαιδα γέννας
ἔθηκεν ἀριστοτόκοιο·
ἅ θ' Ἕλλανα λιποῦσα δόμον    910
Φρυγίων λεχέων ἔπλευσε πλαθεῖσ'
ὑπ' Ἰλίῳ ὤλεσε μὲν σ' ἕκατι Τροίας,
φίλτατε, μυριάδας τε πόλεις
ἀνδρῶν ἀγαθῶν ἐκένωσεν.

Ἦ πολλὰ μὲν ζῶν, πολλὰ δ' εἰς Ἅιδου μολών,    915
Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός·
ὕβρις γάρ, ἥ σ' ἔσφηλε, καὶ Μουσῶν ἔρις
τεκεῖν μ' ἔθηκε τόνδε δύστηνον γόνον.
Περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰς
λέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις,    920
ὅτ' ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπας
Πάγγαιον ὀργάνοισιν ἐξησκημέναι
Μοῦσαι μεγίστην εἰς ἔριν μελῳδίας
κείνῳ σοφιστῇ Θρῃκί, κἀκτυφλώσαμεν
Θάμυριν, ὃς ἡμῶν πόλλ' ἐδέννασεν τέχνην.    925

Κἀπεὶ σὲ τίκτω, συγγόνους αἰδουμένη
καὶ παρθενείαν, ἧκ' ἐς εὐύδρου πατρὸς
δίνας· τρέφειν δέ σ' οὐ βρότειον ἐς χέρα
Στρυμὼν δίδωσιν, ἀλλὰ πηγαίαις κόραις.
Ἔνθ' ἐκτραφεὶς κάλλιστα Παρθένων ὕπο,    930
Θρῄκης ἀνάσσων πρῶτος ἦσθ' ἀνδρῶν, τέκνον.
Καί σ' ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτους
ἀλκὰς κορύσσοντ' οὐκ ἐδείμαινον θανεῖν·
Τροίας δ' ἀπηύδων ἄστυ μὴ κέλσαι ποτε,
εἰδυῖα τὸν σὸν πότμον· ἀλλά σ' Ἕκτορος    935
πρεσβεύμαθ' αἵ τε μυρίαι γερουσίαι
ἔπεισαν ἐλθεῖν κἀπικουρῆσαι φίλοις.

Καὶ τοῦδ', Ἀθάνα, παντὸς αἰτία μόρου,
οὐδὲν δ' Ὀδυσσεὺς οὐδ' ὁ Τυδέως τόκος
ἔδρασε δράσας μὴ δόκει λεληθέναι.    940
καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομεν
Μοῦσαι μάλιστα κἀπιχρώμεθα χθονί,
μυστηρίων τε τῶν ἀπορρήτων φανὰς
ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ
τοῦδ' ὃν κατακτείνεις σύ: Μουσαῖόν τε, σὸν    945
σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρ' ἕνα
ἐλθόντα, Φοῖβος σύγγονοί τ' ἠσκήσαμεν.
καὶ τῶνδε μισθὸν παῖδ' ἔχουσ' ἐν ἀγκάλαις
θρηνῶ: σοφιστὴν δ' ἄλλον οὐκ ἐπάξομαι.

Χορός

Μάτην ἄρ' ἡμᾶς Θρῄκιος τροχηλάτης    950
ἐδέννασ', Ἕκτορ, τῷδε βουλεῦσαι φόνον.

Ἕκτωρ

ᾜδη τάδ'· οὐδὲν μάντεων ἔδει φράσαι
Ὀδυσσέως τέχναισι τόνδ' ὀλωλότα.
Ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸν
λεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοις    955
κήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί;
Ἔπεμψ'· ὀφείλων δ' ἦλθε συμπονεῖν ἐμοί.
Οὐ μὴν θανόντι γ' οὐδαμῶς συνήδομαι.
Καὶ νῦν ἕτοιμος τῷδε καὶ τεῦξαι τάφον
καὶ ξυμπυρῶσαι μυρίων πέπλων χλιδήν·    960
φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται.

Μοῦσα

Οὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον·
τοσόνδε Νύμφην τὴν ἔνερθ' αἰτήσομαι,
τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς,
ψυχὴν ἀνεῖναι τοῦδ'· ὀφειλέτις δέ μοι    965
τοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους.
Κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάος
ἔσται τὸ λοιπόν· οὐ γὰρ ἐς ταὐτόν ποτε
οὔτ' εἶσιν οὔτε μητρὸς ὄψεται δέμας·
κρυπτὸς δ' ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸς    970
ἀνθρωποδαίμων κείσεται βλέπων φάος,
Βάκχου προφήτης ὥστε Παγγαίου πέτραν
ᾤκησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός.
Ῥᾷον δὲ πένθος τῆς θαλασσίας θεοῦ
οἴσω· θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών.    975
Θρήνοις δ' ἀδελφαὶ πρῶτα μὲν σὲ ὑμνήσομεν,
ἔπειτ' Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ.
Οὐ ῥύσεταί νιν Παλλάς, ἥ σ' ἀπέκτανεν·
τοῖον φαρέτρα Λοξίου σῴζει βέλος.
Ὦ παιδοποιοὶ συμφοραί, πόνοι βροτῶν·    980
ὡς ὅστις ὑμᾶς μὴ κακῶς λογίζεται,
ἄπαις διοίσει κοὐ τεκὼν θάψει τέκνα.

Χορός

Οὗτος μὲν ἤδη μητρὶ κηδεύειν μέλει·
σὺ δ' εἴ τι πράσσειν τῶν προκειμένων θέλεις,
Ἕκτορ, πάρεστι· φῶς γὰρ ἡμέρας τόδε.    985

Ἕκτωρ

Χωρεῖτε, συμμάχους δ' ὁπλίζεσθαι τάχος
ἄνωχθε πληροῦν τ' αὐχένας ξυνωρίδων.
Πανοὺς δ' ἔχοντας χρὴ μένειν Τυρσηνικῆς
σάλπιγγος αὐδήν· ὡς ὑπερβαλὼν στρατὸν
τείχη τ' Ἀχαιῶν ναυσὶν αἶθον ἐμβαλεῖν    990
πέποιθα Τρωσί θ' ἡμέραν ἐλευθέραν
ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.

Χορός

Πείθου βασιλεῖ· στείχωμεν ὅπλοις
κοσμησάμενοι καὶ ξυμμαχίᾳ
τάδε φράζωμεν· τάχα δ' ἂν νίκην    995
δοίη δαίμων ὁ μεθ' ἡμῶν.