Πυθαγόρου βίος
Πυθαγόρου βίος Συγγραφέας: |
Vita Pythagorae, ed. A. Nauck, Porphyrii philosophi Platonici opuscula selecta, 2nd edn. Leipzig: Teubner, 1886 (repr. Hildesheim: Olms, 1963): 1752. (Cod: 6,077: Biogr., Phil.) |
ΜΑΛΧΟΥ Η ΒΑΣΙΛΕΩΣ
<ΠΥΘΑΓΟΡΟΥ ΒΙΟΣ.>
[1.1]Συμφωνεῖται μὲν δὴ παρὰ τοῖς πλείστοις Μνησάρχου γεγενῆσθαι
παῖς· περὶ δὲ τοῦ γένους τοῦ Μνησάρχου διαπεφώνηται. οἳ μὲν γὰρ Σάμιον
αὐτὸν εἶναι φασί, Νεάνθης δ' ἐν τῷ πέμπτῳ τῶν μυθικῶν [1.5]Σύρον ἐκ Τύρου
τῆς Συρίας. σιτοδείας δὲ καταλαβούσης τοὺς Σαμίους προσπλεύσαντα τὸν
Μνήσαρχον κατ' ἐμπορίαν μετὰ σίτου τῇ νήσῳ ἀποδόμενον τιμηθῆναι
πολιτείᾳ. Πυθαγόρου δ' ἐκ παίδων εἰς πᾶσαν μάθησιν ὄντος εὐφυοῦς, τὸν
Μνήσαρχον ἀπαγαγεῖν [1.10]αὐτὸν εἰς Τύρον, ἐκεῖ δὲ τοῖς Χαλδαίοις
συστάντα μετασχεῖν τούτων ἐπὶ πλεῖον ποιῆσαι. ἐπανελθόντα δ' εἰς τὴν
Ἰωνίαν ἐντεῦθεν τὸν Πυθαγόραν πρῶτον μὲν Φερεκύδῃ τῷ Συρίῳ ὁμιλῆσαι, δεύτερον
δ' [2.1] Ἑρμοδάμαντι τῷ Κρεοφυλείῳ ἐν Σάμῳ ἤδη γηράσκοντι. λέγει δ' ὁ
Νεάνθης ἄλλους εἶναι οἳ τὸν πατέρα αὐτοῦ Τυρρηνὸν ἀποφαίνονται τῶν τὴν Λῆμνον
ἐποικησάντων, ἐντεῦθεν δὲ κατὰ πρᾶξιν εἰς Σάμον ἐλθόντα [2.5]καταμεῖναι
καὶ ἀστὸν γενέσθαι· πλέοντος δὲ τοῦ Μνησάρχου εἰς τὴν Ἰταλίαν συμπλεύσαντα
τὸν Πυθαγόραν νέον ὄντα κομιδῇ σφόδρα οὖσαν εὐδαίμονα καὶ τόθ' ὕστερον
εἰς αὐτὴν ἀποπλεῦσαι. καταλέγει δ' αὐτοῦ καὶ ἀδελφοὺς δύο, Εὔνοστον καὶ
Τυρρηνόν, [2.10]πρεσβυτέρους. Ἀπολλώνιος δ' ἐν τοῖς περὶ Πυθαγόρου καὶ
μητέρα ἀναγράφει Πυθαΐδα, ἀπόγονον Ἀγκαίου τοῦ οἰκιστοῦ τῆς Σάμου. τινὰς δ'
Ἀπόλλωνος αὐτὸν ἱστορεῖν καὶ Πυθαΐδος τῷ γόνῳ, λόγῳ δὲ Μνησάρχου φησὶν
Ἀπολλώνιος. τῶν γοῦν ποιητῶν τῶν Σαμίων [2.15]εἰπεῖν τινά·
Πυθαγόραν
θ' ὃν ἔτικτε Διὶ φίλον Ἀπόλλωνι
Πυθαΐς, ἣ κάλλος πλεῖστον ἔχεν
Σαμίων.
διακοῦσαι δ' οὐ μόνον Φερεκύδου καὶ Ἑρμοδάμαντος, [3.1]ἀλλὰ καὶ
Ἀναξιμάνδρου φησὶν οὗτος. Δοῦρις δ' ὁ Σάμιος ἐν δευτέρῳ τῶν ὥρων παῖδά τ'
αὐτοῦ ἀναγράφει Ἀρίμνηστον καὶ διδάσκαλον φησὶ γενέσθαι Δημοκρίτου. τὸν
δ' Ἀρίμνηστον κατελθόντ' ἀπὸ τῆς [3.5]φυγῆς χαλκοῦν ἀνάθημα τῷ ἱερῷ τῆς Ἥρας
ἀναθεῖναι τὴν διάμετρον ἔχον ἐγγὺς δύο πήχεων, οὗ ἐπίγραμμα ἦν
ἐγγεγραμμένον τόδε·
Πυθαγόρεω φίλος υἱὸς Ἀρίμνηστός μ'
ἀνέθηκε,
πολλὰς ἐξευρὼν εἰνὶ λόγοις σοφίας.
[3.10]τοῦτο δ' ἀνελόντα
Σῖμον τὸν ἁρμονικὸν καὶ τὸν κανόνα σφετερισάμενον ἐξενεγκεῖν ὡς ἴδιον.
εἶναι μὲν οὖν ἑπτὰ τὰς ἀναγεγραμμένας σοφίας· διὰ δὲ τὴν μίαν, ἣν Σῖμος
ὑφείλετο, συναφανισθῆναι καὶ τὰς
ἄλλας τὰς ἐν τῷ ἀναθήματι γεγραμμένας.
ἄλλοι δ'
ἐκ Θεανοῦς τῆς Πυθώνακτος τὸ γένος Κρήσσης υἱὸν
Τηλαύγη Πυθαγόρου
ἀναγράφουσι καὶ θυγατέρα Μυῖαν,
οἳ δὲ καὶ Ἀριγνώτην· ὧν καὶ συγγράμματα
Πυθα-
[4.5]γόρεια σῴζεσθαι. Τίμαιος δ' ἱστορεῖ τὴν Πυθαγόρου
θυγατέρα καὶ
παρθένον οὖσαν ἡγεῖσθαι τῶν παρθένων
ἐν Κρότωνι καὶ γυναῖκα τῶν γυναικῶν· τὴν
δ' οἰκίαν
Δήμητρος ἱερὸν ποιῆσαι τοὺς Κροτωνιάτας, τὸν δὲ
[5.1]στενωπὸν
καλεῖν μουσεῖον. Λύκος δ' ἐν τῇ τετάρτῃ
τῶν ἱστοριῶν καὶ περὶ τῆς πατρίδος ὡς
διαφωνούν-
των τινῶν μνημονεύει λέγων· ‘τὴν μὲν οὖν πατρίδα
καὶ τὴν πόλιν,
ἧς γενέσθαι πολίτην τὸν ἄνδρα τοῦ-
[5.5]τον συμβέβηκεν, εἰ μὴ τυγχάνεις
κατειδώς, μηδὲν
διαφερέτω σοι. λέγουσι γὰρ αὐτὸν οἳ μὲν εἶναι
Σά-
[6.1]μιον, οἳ δὲ Φλιάσιον, οἳ δὲ Μεταποντῖνον.’ ἔτι καὶ
περὶ τῆς
διδασκαλίας αὐτοῦ οἱ πλείους τὰ μὲν τῶν
μαθηματικῶν καλουμένων ἐπιστημῶν παρ'
Αἰγυπτίων
τε καὶ Χαλδαίων καὶ Φοινίκων φασὶν ἐκμαθεῖν· γεω-
[6.5]μετρίας
μὲν γὰρ ἐκ παλαιῶν χρόνων ἐπιμεληθῆναι
Αἰγυπτίους, τὰ δὲ περὶ ἀριθμούς
τε καὶ λογισμοὺς
Φοίνικας, Χαλδαίους δὲ τὰ περὶ τὸν οὐρανὸν θεωρή-
ματα·
περὶ τὰς τῶν θεῶν ἁγιστείας καὶ τὰ λοιπὰ τῶν
περὶ τὸν βίον ἐπιτηδευμάτων παρὰ
τῶν μάγων φασὶ
[7.1]διακοῦσαί τε καὶ λαβεῖν. καὶ ταῦτα μὲν σχεδὸν
πολ-
λοὺς ἐπιγιγνώσκειν διὰ τὸ γεγράφθαι ἐν ὑπομνήμασιν,
τὰ δὲ λοιπὰ τῶν
ἐπιτηδευμάτων ἧττον εἶναι γνώριμα·
πλὴν τοσαύτῃ γε ἁγνείᾳ φησὶν Εὔδοξος ἐν τῇ
ἑβδόμῃ
[7.5]τῆς γῆς περιόδου κεχρῆσθαι καὶ τῇ περὶ τοὺς φόνους
φυγῇ καὶ
τῶν φονευόντων, ὡς μὴ μόνον τῶν ἐμψύχων
ἀπέχεσθαι, ἀλλὰ καὶ μαγείροις καὶ
θηράτορσι μηδέ-
ποτε πλησιάζειν. Ἀντιφῶν δ' ἐν τῷ περὶ τοῦ βίου
τῶν ἐν
ἀρετῇ πρωτευσάντων καὶ τὴν καρτερίαν αὐτοῦ
[7.10]τὴν ἐν Αἰγύπτῳ διηγεῖται
λέγων τὸν Πυθαγόραν
ἀποδεξάμενον τῶν Αἰγυπτίων ἱερέων τὴν ἀγωγὴν
σπου-
δάσαντά τε μετασχεῖν ταύτης δεηθῆναι Πολυκράτους
τοῦ τυράννου γράψαι
πρὸς Ἄμασιν τὸν βασιλέα τῆς
Αἰγύπτου, φίλον ὄντα καὶ ξένον, ἵνα κοινωνήσῃ
τῆς
[7.15]τῶν προειρημένων παιδείας. ἀφικόμενον δὲ πρὸς Ἄμα-
σιν λαβεῖν
γράμματα πρὸς τοὺς ἱερέας καὶ συμμίξαντα
τοῖς Ἡλιοπολίταις ἐκπεμφθῆναι μὲν
εἰς Μέμφιν ὡς
πρὸς πρεσβυτέρους, τῇ γ' ἀληθείᾳ σκηπτομένων τῶν
Ἡλιοπολιτῶν τὰ τοιαῦτα, ἐκ δὲ Μέμφεως κατὰ τὴν
[8.1]ὁμοίαν σκῆψιν πρὸς
Διοσπολίτας ἐλθεῖν. τῶν δ' οὐ
δυναμένων προΐσχεσθαι αἰτίας διὰ τὸ δέος τοῦ
βασι-
λέως, νομισάντων δὲ τῷ μεγέθει τῆς κακοπαθείας
ἀποστήσειν αὐτὸν τῆς
ἐπιβολῆς, προστάγματα σκληρὰ
[8.5]καὶ κεχωρισμένα τῆς Ἑλληνικῆς ἀγωγῆς
κελεῦσαι ὑπο-
μεῖναι αὐτόν. τὸν δὲ ταῦτα ἐκτελέσαντα προθύμως
οὕτως
θαυμασθῆναι, ὡς ἐξουσίαν λαβεῖν θύειν τοῖς
θεοῖς καὶ προσιέναι ταῖς τούτων
ἐπιμελείαις, ὅπερ
[9.1]ἐπ' ἄλλου ξένου γεγονὸς οὐχ εὑρίσκεται.
ἐπανελθόντα
δ' εἰς τὴν Ἰωνίαν κατασκευάσαι ἐν τῇ πατρίδι διδα-
σκαλεῖον τὸ
Πυθαγόρου καλούμενον ἔτι καὶ νῦν ἡμι-
κύκλιον, ἐν ᾧ Σάμιοι περὶ τῶν κοινῶν
συνιόντες
[9.5]βουλεύονται. ἔξω δὲ τῆς πόλεως ἄντρον οἰκεῖον τῆς
ἑαυτοῦ
φιλοσοφίας ποιήσαντα, ἐν τούτῳ τὰ πολλὰ τῆς
ἡμέρας καὶ τῆς νυκτὸς διατρίβειν
συνόντα ὀλίγοις τῶν
ἑταίρων. γεγονότα δ' ἐτῶν τεσσαράκοντα, φησὶν
ὁ
Ἀριστόξενος, καὶ ὁρῶντα τὴν τοῦ Πολυκράτους τυραν-
[9.10]νίδα
συντονωτέραν οὖσαν ὥστε καλῶς ἔχειν ἐλευθέρῳ
ἀνδρὶ τὴν ἐπιστατείαν τε καὶ
δεσποτείαν ὑπομένειν,
10.1οὕτως δὴ τὴν εἰς Ἰταλίαν ἄπαρσιν ποιήσασθαι.
Διο-
γένους δ' ἐν τοῖς ὑπὲρ Θούλην ἀπίστοις τὰ κατὰ τὸν
φιλόσοφον ἀκριβῶς
διελθόντος, ἔκρινα μηδαμῶς τὰ
τούτου παρελθεῖν. φησὶ δὴ Μνήσαρχον
Τυρρηνὸν
[10.5]ὄντα κατὰ γένος τῶν Λῆμνον καὶ Ἴμβρον καὶ
Σκῦρον
κατοικησάντων Τυρρηνῶν κἀκεῖθεν μεταστάντα πολλὰς
μὲν πόλεις πολλὰ
δὲ χωρία ἐπιόντα ἐπιτυχεῖν ποτὲ
παιδὶ νηπίῳ ὑπὸ λεύκῃ μεγάλῃ καὶ εὐφυεῖ
κειμένῳ·
ἐπιστάντα δὲ θεάσασθαι ὕπτιον εἰς τὸν οὐρανὸν
ἀνα-
[10.10]βλέποντα πρὸς ἥλιον ἀσκαρδαμυκτὶ καὶ τῷ στόματι
ἐνιέντα
κάλαμον σμικρὸν καὶ λεπτὸν καθάπερ αὐλόν.
θαυμάσαντα δὲ καὶ δρόσῳ ἐκ τῆς
λεύκης κατασταζούσῃ
θεασάμενον τρεφόμενον ἀναλαβεῖν, θείαν τινὰ
νομί-
ζοντα τὴν τοῦ παιδίου εἶναι γένεσιν· ἱδρυθέντα δ'
[10.15]ἐν Σάμῳ
ἀναληφθῆναι ὑπὸ τοῦ Ἀνδροκλέους ἐπιχω-
ρίου, ὃς τὴν ἐπιμέλειαν αὐτῷ τῆς
οἰκίας ἐνεχείρισεν.
βιοῦντα δ' ἐν ἀφθόνοις ἀνατρέφειν τὸ παιδίον
Ἀστραῖον
καλέσαντα μετὰ τῶν αὑτοῦ παίδων τριῶν ὄντων,
Εὐνόστου καὶ
Τυρρηνοῦ καὶ Πυθαγόρου· ὃν καὶ υἱὸν
[11.1]ἔθετο Ἀνδροκλῆς ὄντα νεώτατον.
παῖδα μὲν οὖν
ὄντα ἔπεμπεν εἴς τε κιθαριστοῦ καὶ παιδοτρίβου καὶ
ζωγράφου,
νεανίαν δὲ γενόμενον εἰς Μίλητον πρὸς
Ἀναξίμανδρον, μαθησόμενον τὰ γεωμετρικὰ
καὶ ἀστρο-
[11.5]νομικά. ἀφίκετο δὲ καὶ πρὸς Αἰγυπτίους, φησίν,
ὁ
Πυθαγόρας καὶ πρὸς Ἄραβας καὶ Χαλδαίους καὶ
Ἑβραίους, παρ' ὧν καὶ τὴν
περὶ ὀνείρων γνῶσιν
ἠκριβώσατο· καὶ τῇ διὰ λιβανωτοῦ μαντείᾳ πρῶτος
ἐχρήσατο. καὶ ἐν Αἰγύπτῳ μὲν τοῖς ἱερεῦσι συνῆν
[11.10]καὶ τὴν σοφίαν
ἐξέμαθε καὶ τὴν Αἰγυπτίων φωνήν,
γραμμάτων τε τρισσὰς διαφοράς,
ἐπιστολογραφικῶν
τε καὶ ἱερογλυφικῶν καὶ συμβολικῶν, τῶν μὲν
κυριο-
λογουμένων κατὰ μίμησιν, τῶν δ' ἀλληγορουμένων
κατά τινας
αἰνιγμούς· καὶ περὶ θεῶν πλέον τι ἔμαθεν.
[12.5]ἐν δὲ Ἀραβίᾳ τῷ βασιλεῖ συνῆν
ἔν τε Βαβυλῶνι τοῖς
τ' ἄλλοις Χαλδαίοις συνεγένετο καὶ πρὸς
Ζάρατον
ἀφίκετο, παρ' οὗ καὶ ἐκαθάρθη τὰ τοῦ προτέρου βίου
λύματα καὶ
ἐδιδάχθη ἀφ' οὗ ἁγνεύειν προσήκει τοῖς
σπουδαίοις, τόν τε περὶ φύσεως λόγον
ἤκουσε καὶ
[12.10]τίνες αἱ τῶν ὅλων ἀρχαί. ἐκ γὰρ τῆς περὶ ταῦτα τὰ
ἔθνη
πλάνης ὁ Πυθαγόρας τὸ πλεῖστον τῆς σοφίας
[13.1]ἐνεπορεύσατο. τὸν δὴ Ἀστραῖον
τῷ Πυθαγόρᾳ χαρί-
ζεται Μνήσαρχος. ὃ δὲ λαβὼν καὶ φυσιογνωμονήσας
καὶ τὰς
κινήσεις καὶ τὰς ἠρεμίας τοῦ σώματος ἐπισκε-
ψάμενος ἐπαίδευεν. ταύτην γὰρ
ἠκρίβου πρῶτος τὴν
[13.5]περὶ ἀνθρώπων ἐπιστήμην, ὁποῖος τὴν φύσιν
ἕκαστος
εἴη μανθάνων. καὶ οὔτ' ἂν φίλον οὔτε γνώριμον
ἐποιήσατο οὐδένα
πρὶν πρότερον φυσιογνωμονῆσαι τὸν
[14.1]ἄνδρα, ὁποῖός ποτ' ἔστιν. ἦν δ' αὐτῷ
καὶ ἕτερον
μειράκιον ὃ ἐκ Θρᾴκης ἐκτήσατο, ᾧ Ζάμολξις ἦν ὄνομα,
ἐπεὶ γεννηθέντι αὐτῷ δορὰ ἄρκτου ἐπεβλήθη· τὴν
γὰρ δορὰν οἱ Θρᾷκες ζαλμὸν
καλοῦσιν. ἀγαπῶν δ'
[14.5]αὐτὸν ὁ Πυθαγόρας τὴν μετέωρον θεωρίαν
ἐπαίδευσε
τά τε περὶ ἱερουργίας καὶ τὰς ἄλλας εἰς θεοὺς θρη-
σκείας· τινὲς
δὲ καὶ Θαλῆν τοῦτον φασὶν ὀνομάζεσθαι.
ὡς Ἡρακλέα δ' αὐτὸν προσκυνοῦσιν οἱ
βάρβαροι.
[15.1]Διονυσοφάνης δὲ λέγει δουλεῦσαι μὲν αὐτὸν τῷ Πυθα-
γόρᾳ,
ἐμπεσόντα δ' εἰς λῃστὰς καὶ στιχθέντα, ὅτε
κατεστασιάσθη ὁ Πυθαγόρας καὶ
ἔφευγεν, δῆσαι τὸ
μέτωπον διὰ τὰ στίγματα. τινὲς δ' ἑρμηνεύεσθαι
τὸ
[15.5]ὄνομα φασὶ Ζάλμοξιν ξένος ἀνήρ. νοσήσαντα δὲ τὸν
Φερεκύδην ἐν
Δήλῳ θεραπεύσας ὁ Πυθαγόρας καὶ
ἀποθανόντα θάψας εἰς Σάμον ἐπανῆλθε πόθῳ
τοῦ
συγγενέσθαι Ἑρμοδάμαντι τῷ Κρεοφυλείῳ. χρόνον
δέ τινα αὐτοῦ διατρίβων
Εὐρυμένους τοῦ Σαμίου
[15.10]ἀθλητοῦ ἐπεμελεῖτο, ὃς τῇ Πυθαγόρου σοφίᾳ
καίτοι
σμικρὸς τὸ σῶμα ὢν πολλῶν καὶ μεγάλων ἐκράτει καὶ
ἐνίκα Ὀλυμπίασιν.
τῶν γὰρ ἄλλων ἀθλητῶν κατὰ τὸν
ἀρχαῖον ἔτι τρόπον τυρὸν καὶ σῦκα σιτουμένων,
οὗτος
Πυθαγόρᾳ πειθόμενος πρῶτος κρέας τεταγμένον ἐσθίων
[15.15]ἐφ'
ἑκάστην τὴν ἡμέραν ἰσχὺν τῷ σώματι περιεποιή-
σατο. καίτοι γε προϊὼν τῇ σοφίᾳ
ὁ Πυθαγόρας ἀθλεῖν
μὲν παρῄνει, νικᾶν δὲ μή, ὡς δέον τοὺς μὲν
πόνους
ὑπομένειν, τοὺς δ' ἐκ τοῦ νικᾶν φθόνους φεύγειν·
συμβαίνειν γὰρ καὶ
ἄλλως μηδ' εὐαγεῖς εἶναι τοὺς
[16.1]νικῶντας καὶ φυλλοβολουμένους.
μετὰ δὲ ταῦτα τῆς
Πολυκράτους τυραννίδος Σαμίους καταλαβούσης, οὐ
πρέπον
ἡγούμενος ὁ Πυθαγόρας ἐν τοιαύτῃ πολιτείᾳ
βιοῦν ἀνδρὶ φιλοσόφῳ, διενοήθη εἰς
Ἰταλίαν ἀπαίρειν.
[16.5]ὡς δὲ πλέων Δελφοῖς προσέσχε, τὸ ἐλεγεῖον τῷ
τοῦ
Ἀπόλλωνος τάφῳ ἐπέγραψε, δι' οὗ ἐδήλου ὡς Σειληνοῦ
μὲν ἦν υἱὸς
Ἀπόλλων, ἀνῃρέθη δὲ ὑπὸ Πύθωνος,
ἐκηδεύθη δ' ἐν τῷ καλουμένῳ Τρίποδι, ὃς
ταύτης
ἔτυχε τῆς ἐπωνυμίας διὰ τὸ τὰς τρεῖς κόρας τὰς Τριό-
[16.10]που
θυγατέρας ἐνταῦθα θρηνῆσαι τὸν Ἀπόλλωνα.
[17.1]Κρήτης δ' ἐπιβὰς τοῖς Μόργου
μύσταις προσῄει ἑνὸς
τῶν Ἰδαίων Δακτύλων, ὑφ' ὧν καὶ ἐκαθάρθη τῇ
κεραυνίᾳ
λίθῳ, ἕωθεν μὲν παρὰ θαλάττῃ πρηνὴς ἐκτα-
θείς, νύκτωρ δὲ παρὰ ποταμῷ ἀρνειοῦ
μέλανος μαλλοῖς
[17.5]ἐστεφανωμένος. εἰς δὲ τὸ Ἰδαῖον καλούμενον
ἄντρον
καταβὰς ἔρια ἔχων μέλανα τὰς νομιζομένας τρὶς ἐννέα
ἡμέρας ἐκεῖ
διέτριψεν καὶ καθήγισεν τῷ Διὶ τόν τε
στορνύμενον αὐτῷ κατ' ἔτος θρόνον
ἐθεάσατο, ἐπί-
γραμμά τ' ἐνεχάραξεν ἐπὶ τῷ τάφῳ ἐπιγράψας
‘Πυθα-
[17.10]γόρας τῷ Διὶ’, οὗ ἡ ἀρχή·
ὧδε θανὼν κεῖται Ζάν, ὃν Δία
κικλήσκουσιν.
[18.1]ἐπεὶ δὲ τῆς Ἰταλίας ἐπέβη καὶ ἐν Κρότωνι
ἐγένετο,
φησὶν ὁ Δικαίαρχος, ὡς ἀνδρὸς ἀφικομένου πολυ-
πλάνου τε καὶ
περιττοῦ καὶ κατὰ τὴν ἰδίαν φύσιν
ὑπὸ τῆς τύχης εὖ κεχορηγημένου, τήν τε γὰρ
ἰδέαν
[18.5]εἶναι ἐλευθέριον καὶ μέγαν χάριν τε πλείστην καὶ
κόσμον ἐπί τε
τῆς φωνῆς καὶ τοῦ ἤθους καὶ ἐπὶ τῶν
ἄλλων ἁπάντων ἔχειν, οὕτως διαθεῖναι τὴν
Κροτω-
νιατῶν πόλιν ὥστ' ἐπεὶ τὸ τῶν γερόντων ἀρχεῖον
ἐψυχαγώγησεν πολλὰ
καὶ καλὰ διαλεχθείς, τοῖς νέοις
18.10πάλιν ἡβητικὰς ἐποιήσατο παραινέσεις ὑπὸ
τῶν ἀρχόν-
των κελευσθείς· μετὰ δὲ ταῦτα τοῖς παισὶν ἐκ τῶν
διδασκαλείων
ἀθρόοις συνελθοῦσιν· εἶτα ταῖς γυναιξὶ
19.1καὶ γυναικῶν σύλλογος αὐτῷ
κατεσκευάσθη. γενομέ-
νων δὲ τούτων μεγάλη περὶ αὐτοῦ ηὐξήθη δόξα,
καὶ
πολλοὺς μὲν ἔλαβεν ἐξ αὐτῆς τῆς πόλεως ὁμιλητὰς οὐ
μόνον ἄνδρας ἀλλὰ
καὶ γυναῖκας, ὧν μιᾶς γε Θεανοῦς
[19.5]καὶ διεβοήθη τοὔνομα, πολλοὺς δ' ἀπὸ
τῆς σύνεγγυς
βαρβάρου χώρας βασιλεῖς τε καὶ δυνάστας. ἃ μὲν οὖν
ἔλεγε τοῖς
συνοῦσιν οὐδὲ εἷς ἔχει φράσαι βεβαίως·
καὶ γὰρ οὐχ ἡ τυχοῦσα ἦν παρ' αὐτοῖς
σιωπή. μάλιστα
μέντοι γνώριμα παρὰ πᾶσιν ἐγένετο πρῶτον μὲν
ὡς
[19.10]ἀθάνατον εἶναι φησὶ τὴν ψυχήν, εἶτα μεταβάλλουσαν
εἰς ἄλλα γένη
ζῴων, πρὸς δὲ τούτοις ὅτι κατὰ περι-
όδους τινὰς τὰ γενόμενά ποτε πάλιν
γίνεται, νέον δ'
οὐδὲν ἁπλῶς ἔστι, καὶ ὅτι πάντα τὰ γινόμενα
ἔμψυχα
ὁμογενῆ δεῖ νομίζειν. φέρεται γὰρ εἰς τὴν Ἑλλάδα
[20.1]τὰ δόγματα
πρῶτος κομίσαι ταῦτα Πυθαγόρας. οὕτως
δὲ πάντας εἰς ἑαυτὸν ἐπέστρεψεν ὥστε
μιᾷ μόνον
ἀκροάσει, ὡς φησὶ Νικόμαχος, ἣν ἐπιβὰς τῆς Ἰταλίας
πεποίηται,
πλέον ἢ δισχιλίους ἑλεῖν τοῖς λόγοις, ὡς
[20.5]μηκέτι οἴκαδ' ἀποστῆναι, ἀλλ'
ὁμοῦ σὺν παισὶ καὶ
γυναιξὶν ὁμακοεῖόν τι παμμέγεθες ἱδρυσαμένους πολί-
σαι
τὴν πρὸς πάντων ἐπικληθεῖσαν μεγάλην Ἑλλάδα
ἐν Ἰταλίᾳ, νόμους τε παρ' αὐτοῦ
δεξαμένους καὶ προς-
τάγματα ὡσανεὶ θείας ὑποθήκας ἐκτὸς τούτων
πράτ-
[20.10]τειν μηδὲ ἕν. οὗτοι δὲ καὶ τὰς οὐσίας κοινὰς ἔθεντο
καὶ μετὰ
τῶν θεῶν τὸν Πυθαγόραν κατηρίθμουν·
διόπερ ἕν τι τῶν παρ' αὐτοῖς ἐν τοῖς
μαθήμασιν
ἀπορρήτων προχειρισάμενοι, γλαφυρὸν ἄλλως καὶ πρὸς
πολλὰ
διατεῖνον φυσικὰ συντελέσματα, τὴν λεγομένην
[20.15]τετρακτύν, δι' αὐτῆς
ἐπώμνυον ὡς θεόν τινα τὸν
Πυθαγόραν ἐπιφθεγγόμενοι πάντες ἐπὶ πᾶσι τοῖς
ὑπ'
αὐτῶν βεβαιουμένοις,
οὔ, μὰ τὸν ἁμετέρᾳ γενεᾷ παραδόντα
τετρακτύν,
παγὰν ἀενάου φύσιος ῥιζώματ' ἔχουσαν.
[21.1]ἃς δ'
ἐπιδημήσας Ἰταλίᾳ τε καὶ Σικελίᾳ κατέλαβε
πόλεις δεδουλωμένας ὑπ'
ἀλλήλων, τὰς μὲν πολλῶν
ἐτῶν τὰς δὲ νεωστί, φρονήματος ἐλευθερίου
πλήσας
διὰ τῶν ἐφ' ἑκάστης ἀκουστῶν αὐτοῦ ἠλευθέρωσε,
[21.5]Κρότωνα καὶ
Σύβαριν καὶ Κατάνην καὶ Ῥήγιον καὶ
Ἱμέραν καὶ Ἀκράγαντα καὶ Ταυρομένιον καὶ
ἄλλας
τινάς, αἷς καὶ νόμους ἔθετο διὰ Χαρώνδα τε τοῦ
Καταναίου καὶ
Ζαλεύκου τοῦ Λοκροῦ, δι' ὧν ἀξιοζή-
λωτοι τοῖς περιοίκοις ἄχρι πολλοῦ
γεγόνασιν. Σίμιχος
[21.10]δ' ὁ Κεντοριπίνων τύραννος ἀκούσας αὐτοῦ τήν
τ'
ἀρχὴν ἀπέθετο καὶ τῶν χρημάτων τὰ μὲν τῇ ἀδελφῇ
[22.1]τὰ δὲ τοῖς
πολίταις ἔδωκεν. προσῆλθον δ' αὐτῷ, ὡς
φησὶν Ἀριστόξενος, καὶ Λευκανοὶ καὶ
Μεσσάπιοι καὶ
Πευκέτιοι καὶ Ῥωμαῖοι. ἀνεῖλεν δ' ἄρδην στάσιν οὐ
μόνον ἀπὸ
τῶν γνωρίμων, ἀλλὰ καὶ τῶν ἀπογόνων
[22.5]αὐτῶν ἄχρι πολλῶν γενεῶν καὶ
καθόλου ἀπὸ τῶν ἐν
Ἰταλίᾳ τε καὶ Σικελίᾳ πόλεων πασῶν πρός τε ἑαυτὰς
καὶ
πρὸς ἀλλήλας. πυκνὸν γὰρ ἦν πρὸς ἅπαντας αὐτῷ
πολλοὺς καὶ ὀλίγους τόδε τὸ
ἀπόφθεγμα· φυγαδευτέον
πάσῃ μηχανῇ καὶ περικοπτέον πυρὶ καὶ σιδήρῳ
καὶ
[22.10]μηχαναῖς παντοίαις ἀπὸ μὲν σώματος νόσον, ἀπὸ δὲ
ψυχῆς ἀμαθίαν,
κοιλίας δὲ πολυτέλειαν, πόλεως δὲ
στάσιν, οἴκου δὲ διχοφροσύνην, ὁμοῦ δὲ
πάντων ἀμε-
[23.1]τρίαν. εἰ δὲ δεῖ πιστεύειν τοῖς ἱστορήσασι περὶ
αὐτοῦ
παλαιοῖς τε οὖσι καὶ ἀξιολόγοις, μέχρι καὶ τῶν ἀλόγων
ζῴων διικνεῖτο
αὐτοῦ ἡ νουθέτησις. τὴν μὲν γὰρ
Δαυνίαν ἄρκτον λυμαινομένην τοὺς ἐνοίκους
κατασχών,
[23.5]ὡς φασί, καὶ ἐπαφησάμενος χρόνον συχνὸν ψωμίσας
τε μάζῃ
καὶ ἀκροδρύοις ὁρκώσας τε μηκέτι ἐμψύχου
ἐφάπτεσθαι ἀπέλυσεν. ἣ δ' εὐθὺς εἰς
τὰ ὄρη καὶ τοὺς
δρυμοὺς ἀπαλλαγεῖσα οὐκέτ' ὤφθη παράπαν ἐπιοῦσα
[24.1]οὐδ'
ἀλόγῳ ζῴῳ. βοῦν δ' ἐν Τάραντι ἰδὼν ἐν παμ-
μιγεῖ νομῇ κυάμων χλωρῶν
ἐφαπτόμενον, τῷ βουκόλῳ
παραστὰς συνεβούλευσεν εἰπεῖν τῷ βοῒ τῶν
κυάμων
ἀποσχέσθαι· προσπαίξαντος δ' αὐτῷ τοῦ βουκόλου καὶ
[24.5]φήσαντος
οὐκ εἰδέναι βοϊστὶ λαλεῖν, προσελθόντα καὶ
εἰς τὸ οὖς προσψιθυρίσαντα τῷ
ταύρῳ οὐ μόνον τότ'
ἀποστῆσαι τοῦ κυαμῶνος, ἀλλὰ καὶ αὖθις μηδέποτε
κυάμων θιγεῖν, μακροχρονιώτατον δ' ἐν Τάραντι κατὰ
τὸ τῆς Ἥρας ἱερὸν
γηρῶντα διαμεμενηκέναι τὸν ἱερὸν
[24.10]καλούμενον βοῦν, τροφὰς σιτούμενον ἃς
οἱ ἀπαντῶντες
[25.1]ὤρεγον. αἰετὸν δ' ὑπεριπτάμενον Ὀλυμπίασι
προσομι-
λοῦντος αὐτοῦ τοῖς γνωρίμοις ἀπὸ τύχης περί τε οἰω-
νῶν καὶ
συμβόλων καὶ διοσημιῶν, ὅτι παρὰ θεῶν
εἰσὶν ἀγγελίαι τινὲς αἱ αὐταὶ
τοῖς ὡς ἀληθῶς θεοφι-
[25.5]λέσι τῶν ἀνθρώπων, καταγαγεῖν λέγεται καὶ
καταψή-
σαντα πάλιν ἀφεῖναι. δικτυουλκοῖς τ' ἐπιστάντα ἐπὶ
τῆς σαγήνης ἐκ
βυθοῦ πολὺν φόρτον ἐπισυρομένοις,
ὅσον πλῆθος ἐπισπῶνται προειπεῖν τῶν ἰχθύων
ὁρί-
σαντα τὸν ἀριθμόν, καὶ τῶν ἀνδρῶν ὑπομεινάντων ὅτι
[25.10]ἂν κελεύσῃ
πράξειν, εἰ τοῦθ' οὕτως ἀποβαίη, ζῶντας
ἀφεῖναι πάλιν κελεῦσαι τοὺς ἰχθύας
πρότερόν γε ἀκρι-
βῶς διαριθμήσαντας· καὶ τὸ θαυμασιώτερον ὅτι οὐδεὶς
ἐν
τοσούτῳ τῆς ἀριθμήσεως χρόνῳ τῶν ἰχθύων ἐκτὸς
[26.1]ὕδατος μεινάντων
ἀπέπνευσεν ἐφεστῶτος αὐτοῦ. πολ-
λοὺς δὲ τῶν ἐντυγχανόντων ἀνεμίμνησκε τοῦ
προτέρου
βίου, ὃν αὐτῶν ἡ ψυχὴ πρὸ τοῦ τῷδε τῷ σώματι
ἐνδεθῆναι πάλαι ποτ'
ἐβίωσε. καὶ ἑαυτὸν δ' ἀναμφι-
[26.5]λέκτοις τεκμηρίοις ἀπέφαινεν Εὔφορβον τὸν
Πάνθου.
καὶ τῶν Ὁμηρικῶν στίχων ἐκείνους μάλιστα ἐξύμνει
καὶ μετὰ λύρας
ἐμμελέστατα ἀνέμελπεν,
αἵματί οἱ δεύοντο κόμαι χαρίτεσσιν
ὁμοῖαι
πλοχμοί θ', οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
[26.10]οἷον δὲ
τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης
χώρῳ ἐν οἰοπόλῳ, ὅθ' ἅλις ἀναβέβρυχεν
ὕδωρ
καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσιν
παντοίων
ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·
ἐλθὼν δ' ἐξαπίνης ἄνεμος σὺν λαίλαπι
πολλῇ
[26.15]βόθρου τ' ἐξέστρεψε καὶ ἐξετάνυσσ' ἐπὶ γαίης·
τοῖον
Πάνθου υἱὸν ἐυμελίην Εὔφορβον
Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε, τεύχε'
ἐσύλα.
[27.1]τὰ γὰρ ἱστορούμενα περὶ τῆς ἐν Μυκήναις ἀνακειμένης
σὺν
Τρωικοῖς λαφύροις τῇ Ἀργείᾳ Ἥρᾳ Εὐφόρβου
τοῦ Φρυγὸς τούτου ἀσπίδος παρίεμεν
ὡς πάνυ δημώδη.
Καύκασον δ' ἔφασαν τὸν ποταμὸν σὺν πολλοῖς
τῶν
[27.5]ἑταίρων διαβαίνοντά ποτε προσειπεῖν· καὶ ὁ ποταμὸς
γεγωνόν τι
καὶ τρανὸν ἀπεφθέγξατο πάντων ἀκουόν-
των ‘χαῖρε Πυθαγόρα’. μιᾷ δὲ καὶ τῇ
αὐτῇ ἡμέρᾳ ἔν τε
Μεταποντίῳ τῆς Ἰταλίας καὶ ἐν Ταυρομενίῳ τῆς
Σικελίας
συγγεγονέναι καὶ διειλέχθαι κοινῇ τοῖς ἑκατέρωθι
ἑταί-
[27.10]ροις αὐτὸν διαβεβαιοῦνται σχεδὸν ἅπαντες, σταδίων
ἐν
μεταιχμίῳ παμπόλλων καὶ κατὰ γῆν καὶ κατὰ θάλατ-
ταν ὑπαρχόντων οὐδ' ἡμέραις
ἀνυσίμων πάνυ πολλαῖς.
[28.1]τὸ μὲν γὰρ ὅτι τὸν μηρὸν χρυσοῦν ἐπέδειξεν
Ἀβάριδι
τῷ Ὑπερβορέῳ εἰκάσαντι αὐτὸν Ἀπόλλωνα εἶναι τὸν
ἐν
Ὑπερβορέοις, οὗπερ ἦν ἱερεὺς ὁ Ἄβαρις, βεβαι-
οῦντα ὡς τοῦτο ἀληθές,
τεθρύληται· καὶ ὅτι νεὼς
[28.5]καταπλεούσης καὶ τῶν φίλων εὐχομένων τὰ
κομιζόμενα
γενέσθαι αὐτοῖς ὁ Πυθαγόρας εἶπεν ‘ἔσται τοίνυν
ὑμῖν νεκρός’,
καὶ ἡ ναῦς κατέπλευσεν ἔχουσα νεκρόν.
μυρία δ' ἕτερα θαυμαστότερα καὶ
θειότερα περὶ τἀν-
δρὸς ὁμαλῶς καὶ συμφώνως εἴρηται. ὡς <δ'>
ἁπλῶς
[28.10]εἰπεῖν κατ' οὐδενὸς ὑπενοήθη πλείονα οὐδὲ
περιττό-
[29.1]τερα. προρρήσεις τε γὰρ ἀπαράβατοι σεισμῶν
διαμνη-
μονεύονται αὐτοῦ καὶ λοιμῶν ἀποτροπαὶ σὺν τάχει
καὶ ἀνέμων βιαίων
χαλαζῶν τ' ἐκχύσεως καταστολαὶ
καὶ κυμάτων ποταμίων τε καὶ θαλαττίων
ἀπευδιασμοὶ
πρὸς εὐμαρῆ τῶν ἑταίρων διάβασιν. ὧν μεταλαβόντας
Ἐμπεδοκλέα
τε καὶ Ἐπιμενίδην καὶ Ἄβαριν πολλαχῇ
ἐπιτετελεκέναι τοιαῦτα· δῆλα δ' αὐτῶν τὰ
ποιήματα
ὑπάρχει. ἄλλως δὲ καὶ ἀλεξάνεμος μὲν ἦν τὸ ἐπώνυμον
Ἐμπεδοκλέους,
καθαρτὴς δὲ τὸ Ἐπιμενίδου, αἰθροβάτης
[29.10]δὲ τὸ Ἀβάριδος, ὅτι ἄρα ὀιστῷ
τοῦ ἐν Ὑπερβορέοις
Ἀπόλλωνος δωρηθέντι αὐτῷ ἐποχούμενος ποταμούς τε
καὶ
πελάγη καὶ τὰ ἄβατα διέβαινεν ἀεροβατῶν τρόπον
τινά. ὅπερ ὑπενόησαν καὶ
Πυθαγόραν τινὲς πεπον-
θέναι τότε ἡνίκα ἐν Μεταποντίῳ καὶ ἐν Ταυρομενίῳ
[30.1]τοῖς ἑκατέρωθι ἑταίροις ὡμίλησε τῇ αὐτῇ ἡμέρᾳ. κατε-
κήλει δὲ
ῥυθμοῖς καὶ μέλεσι καὶ ἐπῳδαῖς τὰ ψυχικὰ
πάθη καὶ τὰ σωματικά. καὶ τοῖς μὲν
ἑταίροις ἡρμό-
ζετο ταῦτα, αὐτὸς δὲ τῆς τοῦ παντὸς ἁρμονίας
ἠκροᾶτο
[30.5]συνιεὶς τῆς καθολικῆς τῶν σφαιρῶν καὶ τῶν κατ'
αὐτὰς
κινουμένων ἀστέρων ἁρμονίας, ἧς ἡμᾶς μὴ
ἀκούειν διὰ σμικρότητα τῆς φύσεως.
τούτοις καὶ Ἐμπε-
δοκλῆς μαρτυρεῖ λέγων περὶ αὐτοῦ·
ἦν δέ τις ἐν
κείνοισιν ἀνὴρ περιώσια εἰδώς,
[30.10]ὃς δὴ μήκιστον πραπίδων ἐκτήσατο
πλοῦτον,
παντοίων τε μάλιστα σοφῶν ἐπιήρανος ἔργων.
ὁππότε γὰρ
πάσῃσιν ὀρέξαιτο πραπίδεσσιν,
ῥεῖά γε τῶν ὄντων πάντων λεύσσεσκεν
ἕκαστα,
καί τε δέκ' ἀνθρώπων καί τ' εἴκοσιν αἰώνεσσιν.
[31.1]τὸ γὰρ
‘περιώσια’ καὶ ‘τῶν ὄντων λεύσσεσκεν ἕκα-
στα’ καὶ ‘πραπίδων πλοῦτον’ καὶ τὰ
ἐοικότα ἐμφαν-
τικὰ μάλιστα τῆς ἐξαιρέτου καὶ ἀκριβεστέρας παρὰ
τοὺς
ἄλλους διοργανώσεως ἔν τε τῷ ὁρᾶν καὶ τῷ
[31.5]ἀκούειν καὶ τῷ νοεῖν [τοῦ
Πυθαγόρου]. τὰ δ' οὖν
τῶν ἑπτὰ ἀστέρων φθέγματα καὶ τῆς τῶν ἀπλανῶν
ἐπὶ ταύτης τε τῆς ὑπὲρ ἡμᾶς λεγομένης δὲ κατ' αὐ-
τοὺς ἀντίχθονος τὰς
ἐννέα μούσας εἶναι διεβεβαιοῦτο.
τὴν δὲ πασῶν ἅμα σύγκρασιν καὶ συμφωνίαν
καὶ
[31.10]ὡσανεὶ σύνδεσμον, ἧσπερ ὡς ἀιδίου τε καὶ ἀγενήτου
μέρος ἑκάστη
καὶ ἀπόρροια, Μνημοσύνην ὠνόμαζεν.
[32.1]τὴν δὲ καθ' ἡμέραν αὐτοῦ διαγωγὴν
ἀφηγούμενος ὁ
Διογένης φησὶν ὡς ἅπασι μὲν παρηγγύα φιλοτιμίαν
φεύγειν καὶ
φιλοδοξίαν, ὥπερ μάλιστα φθόνον ἐργά-
ζεσθαι, ἐκτρέπεσθαι δὲ τὰς μετὰ τῶν
πολλῶν ὁμιλίας.
[32.5]τὰς γοῦν διατριβὰς καὶ αὐτὸς ἕωθεν μὲν ἐπὶ
τῆς
οἰκίας ἐποιεῖτο, ἁρμοζόμενος πρὸς λύραν τὴν ἑαυτοῦ
φωνὴν καὶ ᾄδων
παιᾶνας ἀρχαίους τινὰς τῶν Θάλη-
τος. καὶ ἐπῇδε τῶν Ὁμήρου καὶ Ἡσιόδου ὅσα
καθη-
μεροῦν τὴν ψυχὴν ἐδόξαζε. καὶ ὀρχήσεις δέ τινας
[32.10]ὑπωρχεῖτο
ὁπόσας εὐκινησίαν καὶ ὑγείαν τῷ σώματι
παρασκευάζειν ᾤετο. τοὺς δὲ περιπάτους
οὐδ' αὐτὸς
ἐπιφθόνως μετὰ πολλῶν ἐποιεῖτο, ἀλλὰ δεύτερος ἢ
τρίτος ἐν
ἱεροῖς ἢ ἄλσεσιν, ἐπιλεγόμενος τῶν χωρίων
[33.1]τὰ ἡσυχαίτατα καὶ
περικαλλέστατα. τοὺς δὲ φίλους
ὑπερηγάπα, κοινὰ μὲν τὰ τῶν φίλων εἶναι
πρῶτος
ἀποφηνάμενος, τὸν δὲ φίλον ἄλλον ἑαυτόν. καὶ
ὑγιαίνουσι μὲν αὐτοῖς
ἀεὶ συνδιέτριβεν, κάμνοντας
[33.5]δὲ τὰ σώματα ἐθεράπευεν, καὶ τὰς ψυχὰς δὲ
νοσοῦν-
τας παρεμυθεῖτο, καθάπερ ἔφαμεν, τοὺς μὲν ἐπῳδαῖς
καὶ
μαγείαις τοὺς δὲ μουσικῇ. ἦν γὰρ αὐτῷ μέλη
καὶ πρὸς νόσους σωμάτων παιώνια, ἃ
ἐπᾴδων ἀνίστη
τοὺς κάμνοντας. ἦν <δ'> ἃ καὶ λύπης λήθην
εἰργάζετο
[33.10]καὶ ὀργὰς ἐπράυνε καὶ ἐπιθυμίας ἀτόπους ἐξῄρει.
[34.1]τῆς
δὲ διαίτης τὸ μὲν ἄριστον ἦν κηρίον ἢ μέλι,
δεῖπνον δ' ἄρτος ἐκ κέγχρων ἢ
μᾶζα καὶ λάχανα
ἑφθὰ καὶ ὠμά, σπανίως δὲ κρέας ἱερείων θυσίμων
καὶ τοῦτο
οὐδ' ἐκ παντὸς μέρους. τά γε μὴν πλεῖστα
[34.5]ὁπότε θεῶν ἀδύτοις
ἐγκαταδύσεσθαι μέλλοι καὶ ἐν-
ταῦθα χρόνου τινὸς ἐνδιατρίψειν, ἀλίμοις ἐχρῆτο
καὶ
ἀδίψοις τροφαῖς, τὴν μὲν ἄλιμον συντιθεὶς ἐκ μήκω-
νος σπέρματος καὶ
σησάμου καὶ φλοιοῦ σκίλλης πλυ-
θείσης ἀκριβῶς ἔστ' ἂν τοῦ περὶ αὐτὴν ὀποῦ
καθαρ-
[34.10]θείη, καὶ ἀσφοδέλων ἀνθερίκων καὶ μαλάχης φύλλων
καὶ ἀλφίτων
καὶ κριθῶν καὶ ἐρεβίνθων, ἅπερ κατ'
ἴσον πάντα σταθμὸν κοπέντα μέλιτι
ἀνέδευεν Ὑμηττίῳ·
τὴν δ' ἄδιψον ἐκ σικύων σπέρματος καὶ ἀσταφίδος
λιπαρᾶς,
ἐξελὼν αὐτῆς τὰ γίγαρτα, καὶ ἄνθους κορίου
[34.15]καὶ μαλάχης ὁμοίως
σπέρματος καὶ ἀνδράχνης καὶ
τυροῦ κνήστεως καὶ ἀλεύρου πάλης καὶ
γάλακτος
[35.1]λίπους, ἅπερ πάντα ἀνεμίγνυ μέλιτι νησιωτικῷ. ταῦτα
δ'
Ἡρακλέα παρὰ Δήμητρος ἔφασκε μαθεῖν στελλό-
μενον εἰς τὴν Λιβύην τὴν ἄνυδρον.
ὅθεν αὐτῷ καὶ
τὸ σῶμα ὥσπερ ἐπὶ στάθμῃ τὴν αὐτὴν ἕξιν διεφύ-
[35.5]λαττεν, οὐ ποτὲ μὲν ὑγιαῖνον ποτὲ δὲ νοσοῦν, οὐδ'
αὖ ποτὲ μὲν
πιαινόμενον καὶ αὐξανόμενον ποτὲ δὲ
λεπτυνόμενον καὶ ἰσχναινόμενον, ἥ τε ψυχὴ
τὸ ὅμοιον
ἦθος ἀεὶ διὰ τῆς ὄψεως παρεδήλου. οὔτε γὰρ ὑφ'
ἡδονῆς διεχεῖτο
πλέον οὔθ' ὑπ' ἀνίας συνεστέλλετο,
[35.10]οὐδ' ἐπίδηλος ἦν χαρᾷ ἢ λύπῃ
κάτοχος, ἀλλ' οὐδὲ
γελάσαντα ἢ κλαύσαντά τίς ποτ' ἐκεῖνον
ἐθεάσατο.
[36.1]θύων τε θεοῖς ἀνεπαχθὴς ἦν, ἀλφίτοις τε καὶ ποπάνῳ
καὶ
λιβανωτῷ καὶ μυρρίνῃ τοὺς θεοὺς ἐξιλασκόμενος,
ἐμψύχοις δ' ἥκιστα, πλὴν εἰ μή
ποτε ἀλεκτορίσιν καὶ
τῶν χοίρων τοῖς ἁπαλωτάτοις. ἐβουθύτησεν δέ ποτε
[36.5]σταίτινον, ὡς φασὶ βοῦν οἱ ἀκριβέστεροι, ἐξευρὼν
τοῦ ὀρθογωνίου τὴν
ὑποτείνουσαν ἴσον δυναμένην
ταῖς περιεχούσαις. ὅσα γε μὴν τοῖς προσιοῦσι
διε-
[37.1]λέγετο, ἢ διεξοδικῶς ἢ συμβολικῶς παρῄνει. διττὸν
γὰρ ἦν αὐτοῦ
τῆς διδασκαλίας τὸ σχῆμα. καὶ τῶν
προσιόντων οἳ μὲν ἐκαλοῦντο μαθηματικοί, οἳ
δ'
ἀκουσματικοί· καὶ μαθηματικοὶ μὲν οἱ τὸν περιττότε-
[37.5]ρον καὶ πρὸς
ἀκρίβειαν διαπεπονημένον τῆς ἐπιστήμης
λόγον ἐκμεμαθηκότες, ἀκουσματικοὶ δ'
οἱ μόνας τὰς
κεφαλαιώδεις ὑποθήκας τῶν γραμμάτων ἄνευ ἀκριβε-
[38.1]στέρας
διηγήσεως ἀκηκοότες. παρῄνει δὲ περὶ μὲν
τοῦ θείου καὶ δαιμονίου καὶ ἡρῴου
γένους εὔφημον
εἶναι καὶ ἀγαθὴν ἔχειν διάνοιαν, γονεῦσι δὲ καὶ
εὐεργέταις
εὔνουν· νόμοις δὲ πείθεσθαι· προσκυνεῖν
[38.5]δὲ μὴ ἐκ παρέργου τοὺς θεούς,
ἀλλ' οἴκοθεν ἐπὶ
τοῦτο ὡρμημένοις· καὶ τοῖς μὲν οὐρανίοις θεοῖς
πε-
ριττὰ θύειν, τοῖς δὲ χθονίοις ἄρτια. ἐκάλει γὰρ τῶν
ἀντικειμένων
δυνάμεων τὴν μὲν βελτίονα μονάδα καὶ
φῶς καὶ δεξιὸν καὶ ἴσον καὶ μένον καὶ
εὐθύ, τὴν
[38.10]δὲ χείρονα δυάδα καὶ σκότος καὶ ἀριστερὸν καὶ
ἄνισον
[39.1]καὶ περιφερὲς καὶ φερόμενον. παρῄνει δὲ καὶ τοιάδε.
φυτὸν
ἥμερον καὶ ἔγκαρπον, ἀλλὰ μηδὲ ζῷον ὁ μὴ
βλαβερὸν εἶναι πέφυκε τῷ ἀνθρωπείῳ
γένει, μήτε
φθείρειν μήτε βλάπτειν. παρακαταθήκην δὲ μὴ χρη-
[39.5]μάτων
μόνον ἀλλὰ καὶ λόγων πιστῶς τῷ παρακαταθε-
μένῳ φυλάσσειν. τρισσὰς δ'
ἡγεῖσθαι διαφορὰς τῶν
ἀξίων σπουδῆς πραγμάτων, ἃ καὶ μετιτέον καὶ
μεταχει-
ριστέον· πρῶτον μὲν τῶν εὐκλεῶν καὶ καλῶν, εἶτα
τῶν πρὸς τὸν βίον
συμφερόντων, τρίτην δὲ καὶ τελευ-
[39.10]ταίαν τὴν τῶν ἡδέων. ἡδονὴν δὲ οὐ
προσίετο τὴν
δημώδη καὶ γοητευτικήν, ἀλλὰ τὴν βέβαιον καὶ σεμνο-
τάτην
καὶ καθαρεύουσαν διαβολῆς. διττὴν γὰρ εἶναι
διαφορὰν ἡδονῶν· τὴν μὲν γὰρ
γαστρὶ καὶ ἀφροδισίοις
διὰ πολυτελείας κεχαρισμένην ἀπείκαζε ταῖς
ἀνδρο-
[39.15]φόνοις τῶν σειρήνων ᾠδαῖς· τὴν δ' ἐπὶ καλοῖς καὶ
δικαίοις
τοῖς πρὸς τὸ ζῆν ἀναγκαίοις, ὁμοίως καὶ
παραχρῆμα ἡδεῖαν καὶ εἰς τὸ ἐπιὸν
ἀμεταμέλητον, ἣν
[40.1]ἔφασκεν ἐοικέναι μουσῶν τινὶ ἁρμονίᾳ. δύο δὲ
μάλιστα
καιροὺς παρηγγύα ἐν φροντίδι θέσθαι, τὸν μὲν ὅτε
εἰς ὕπνον
τρέποιτο, τὸν δ' ὅτε ἐξ ὕπνου διανίσταιτο.
ἐπισκοπεῖν γὰρ προσήκειν ἐν
ἑκατέρῳ τούτοιν τά τε
[40.5]ἤδη πεπραγμένα καὶ τὰ μέλλοντα, τῶν μὲν
γενομένων
εὐθύνας παρ' ἑαυτοῦ ἕκαστον λαμβάνοντα, τῶν δὲ
μελλόντων
πρόνοιαν ποιούμενον. πρὸ μὲν οὖν τοῦ
ὕπνου ταῦτα ἑαυτῷ τὰ ἔπη ἐπᾴδειν
ἕκαστον·
μηδ' ὕπνον μαλακοῖσιν ἐπ' ὄμμασι προσδέξασθαι
[40.10]πρὶν
τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν,
πῇ παρέβην; τί δ' ἔρεξα; τί
μοι δέον οὐκ
ἐτε-
λέσθη;
πρὸ δὲ τῆς ἐξαναστάσεως ἐκεῖνα·
πρῶτα μὲν ἐξ ὕπνοιο
μελίφρονος ἐξυπαναστὰς
[40.15]εὖ μάλ' ὀπιπεύειν ὅσ' ἐν ἤματι ἔργα
τελέσσεις.
[41.1]τοιαῦτα παρῄνει· μάλιστα δ' ἀληθεύειν· τοῦτο γὰρ
μόνον
δύνασθαι τοὺς ἀνθρώπους ποιεῖν θεῷ παρα-
πλησίους. ἐπεὶ καὶ τοῦ θεοῦ, ὡς παρὰ
τῶν μάγων
ἐπυνθάνετο, ὃν Ὡρομάζην καλοῦσιν ἐκεῖνοι, ἐοικέναι
[41.5]τὸ μὲν
σῶμα φωτί, τὴν δὲ ψυχὴν ἀληθείᾳ. καὶ ἄλλ'
ἄττα ἐπαίδευεν ὅσα παρὰ
Ἀριστοκλείας τῆς ἐν Δελφοῖς
ἔλεγεν ἀκηκοέναι. ἔλεγε δέ τινα καὶ μυστικῷ
τρόπῳ
συμβολικῶς, ἃ δὴ ἐπὶ πλέον Ἀριστοτέλης ἀνέγραψεν·
οἷον
ὅτι τὴν θάλατταν μὲν ἐκάλει εἶναι δάκρυον,
[41.10]τὰς δ' ἄρκτους Ῥέας χεῖρας,
τὴν δὲ πλειάδα μουσῶν
λύραν, τοὺς δὲ πλανήτας κύνας τῆς Φερσεφόνης.
τὸν δ'
ἐκ χαλκοῦ κρουομένου γινόμενον ἦχον φωνὴν
εἶναί τινος τῶν δαιμόνων
ἐναπειλημμένου τῷ χαλκῷ.
[42.1]ἦν δὲ καὶ ἄλλο εἶδος τῶν συμβόλων τοιοῦτον.
ζυγὸν
μὴ ὑπερβαίνειν, τοῦτ' ἔστι μὴ πλεονεκτεῖν. μὴ τὸ
πῦρ τῇ μαχαίρᾳ
σκαλεύειν, ὅπερ ἦν μὴ τὸν ἀνοι-
δοῦντα καὶ ὀργιζόμενον κινεῖν λόγοις
τεθηγμένοις.
[42.5]στέφανόν τε μὴ τίλλειν, τοῦτ' ἔστι τοὺς νόμους
μὴ
λυμαίνεσθαι· στέφανοι γὰρ πόλεων οὗτοι. πάλιν δ'
αὖ ἕτερα τοιαῦτα. μὴ
καρδίαν ἐσθίειν, οἷον μὴ λυ-
πεῖν ἑαυτὸν ἀνίαις. μηδ' ἐπὶ χοίνικος
καθέζεσθαι,
οἷον μὴ ἀργὸν ζῆν. μηδ' ἀποδημοῦντα ἐπιστρέφε-
[42.10]σθαι, μὴ
ἔχεσθαι τοῦ βίου τούτου ἀποθνῄσκοντα·
τάς τε λεωφόρους μὴ βαδίζειν, δι' οὗ
ταῖς τῶν πολλῶν
ἕπεσθαι γνώμαις ἐκώλυεν, τὰς δὲ τῶν λογίων
καὶ
πεπαιδευμένων μεταθεῖν. μηδὲ χελιδόνας ἐν οἰκίᾳ
δέχεσθαι, τοῦτ' ἔστι
λάλους ἀνθρώπους καὶ περὶ
[42.15]γλῶτταν ἀκρατεῖς ὁμωροφίους μὴ ποιεῖσθαι.
φορτίον
δὲ συνανατιθέναι μὲν τοῖς βαστάζουσιν, συγκαθαιρεῖν
δὲ μή,
δι' οὗ παρῄνει μηδενὶ πρὸς ῥᾳστώνην, ἀλλὰ
πρὸς ἀρετὴν συμπράττειν. θεῶν τ'
εἰκόνας ἐν δακτυ-
λίοις μὴ φορεῖν, τοῦτ' ἔστι τὴν περὶ θεῶν δόξαν
καὶ
[42.20]λόγον μὴ πρόχειρον μηδὲ φανερὸν ἔχειν μηδὲ εἰς
πολλοὺς
προφέρειν. σπονδάς τε ποιεῖσθαι τοῖς θεοῖς κατὰ τὸ
οὖς τῶν
ἐκπωμάτων· ἐντεῦθεν γὰρ ᾐνίττετο τιμᾶν
τοὺς θεοὺς καὶ ὑμνεῖν τῇ μουσικῇ· αὕτη
γὰρ διὰ
ὤτων χωρεῖ. μηδ' ἐσθίειν ὅσα μὴ θέμις, γένεσιν,
[42.25]αὔξησιν,
ἀρχήν, τελευτήν, μηδ' ἐξ ὧν ἡ πρώτη τῶν
πάντων ὑπόθεσις γίνεται. ἔλεγε δ'
ἀπέχεσθαι τῶν
καταθυομένων ὀσφύος καὶ διδύμων καὶ αἰδοίων καὶ
μυελοῦ καὶ
ποδῶν καὶ κεφαλῆς. ὑπόθεσιν μὲν γὰρ
τὴν ὀσφῦν ἐκάλει, διότι ἐπὶ ταύτῃ ὡς ἐπὶ
θεμελίῳ
[43.5]συνίσταται τὰ ζῷα· γένεσιν δὲ τοὺς διδύμους καὶ
αἰδοῖα, ἄνευ
γὰρ τῆς τούτων ἐνεργείας οὐ γίνεται
ζῷον· αὔξησιν δὲ τὸν μυελὸν ἐκάλει, ὃς
τοῦ αὔξεσθαι
πᾶσιν ζῴοις αἴτιος· ἀρχὴν δὲ τοὺς πόδας, τὴν δὲ
κεφαλὴν
τελευτήν· ἅπερ τὰς μεγίστας ἡγεμονίας ἔχει
[43.10]τοῦ σώματος. ἴσα δὲ κυάμων
παρῄνει ἀπέχεσθαι
[44.1]καθάπερ ἀνθρωπίνων σαρκῶν. ἱστοροῦσι δ'
αὐτὸν
ἀπαγορεύειν τὸ τοιοῦτο ὅτι τῆς πρώτης τῶν ὅλων
ἀρχῆς καὶ γενέσεως
ταραττομένης καὶ πολλῶν ἅμα
συνηνεγμένων καὶ συσπειρομένων καὶ
συσσηπομένων
[44.5]ἐν τῇ γῇ κατ' ὀλίγον γένεσις καὶ διάκρισις συνέστη
ζῴων τε ὁμοῦ γεννωμένων καὶ φυτῶν ἀναδιδομένων,
τότε δὴ ἀπὸ τῆς αὐτῆς
σηπεδόνος ἀνθρώπους συστῆ-
ναι καὶ κύαμον βλαστῆσαι. τούτου τε φανερὰ
ἐπῆγε
τεκμήρια. εἰ γάρ τις διατραγὼν κύαμον καὶ τοῖς
[44.10]ὀδοῦσι λεάνας
ἐν ἀλέᾳ τῆς τοῦ ἡλίου βολῆς κατα-
θείη πρὸς ὀλίγον, εἶτ' ἀποστὰς ἐπανέλθοι
μετ' οὐ
πολύ, εὕροι ἂν ὀδωδότα ἀνθρωπείου γόνου· εἰ δὲ
καὶ ἀνθοῦντος ἐν τῷ
βλαστάνειν τοῦ κυάμου λαβών
τις περκάζοντος τοῦ ἄνθους βραχὺ ἐνθείη
ἀγγείῳ
[44.15]κεραμεῷ καὶ ἐπίθημα ἐπιθεὶς ἐν τῇ γῇ κατορύξειεν
καὶ
ἐνενήκοντα παραφυλάξειεν ἡμέρας μετὰ τὸ κατο-
ρυχθῆναι, εἶτα μετὰ ταῦτα
ὀρύξας λάβοι καὶ ἀφέλοι
τὸ πῶμα, εὕροι ἂν ἀντὶ τοῦ κυάμου ἢ παιδὸς
κεφα-
[45.1]λὴν συνεστῶσαν ἢ γυναικὸς αἰδοῖον. ἀπέχεσθαι δὲ
καὶ ἄλλων
παρῄνει, οἷον μήτρας τε καὶ τριγλίδος καὶ
ἀκαλήφης, σχεδὸν δὲ καὶ τῶν ἄλλων
θαλασσίων ξυμ-
πάντων. ἀνέφερεν δ' αὑτὸν εἰς τοὺς πρότερον
γεγο-
[45.5]νότας, πρῶτον μὲν Εὔφορβος λέγων γενέσθαι, δεύ-
τερον δ'
Αἰθαλίδης, τρίτον Ἑρμότιμος, τέταρτον δὲ
Πύρρος, νῦν δὲ Πυθαγόρας. δι' ὧν
ἐδείκνυεν ὡς
ἀθάνατος ἡ ψυχὴ καὶ τοῖς κεκαθαρμένοις εἰς μνήμην
τοῦ
παλαιοῦ βίου ἀφικνεῖται.
[46.1]φιλοσοφίαν δ' ἐφιλοσόφησεν ἧς ὁ σκοπὸς
ῥύσα-
σθαι καὶ διελευθερῶσαι τῶν τοιούτων εἱργμῶν τε καὶ
συνδέσμων τὸν
κατακεχωρισμένον ἡμῖν νοῦν· οὗ
χωρὶς ὑγιὲς οὐδὲν ἄν τις οὐδ' ἀληθὲς τὸ
παράπαν
[46.5]ἐκμάθοι οὐδ' ἂν κατίδοι δι' ἧστινος οὖν ἐνεργῶν
αἰσθήσεως.
νοῦς γὰρ κατ' αὐτὸν πάνθ' ὁρᾷ καὶ
πάντ' ἀκούει, τὰ δ' ἄλλα κωφὰ καὶ τυφλά.
καθαρ-
θέντι δὲ τότε δεῖ προσάγειν τι τῶν ὀνησιφόρων.
προσῆγε δὲ ταῦτα
μηχανὰς ἐπινοῶν, πρῶτον μὲν
[46.10]παιδαγωγῶν ἑαυτὸν ἠρέμα πρὸς τὴν τῶν
ἀιδίων καὶ
ὁμοφύλων αὐτῷ ἀσωμάτων ἀεὶ καὶ κατὰ ταὐτὰ καὶ
ὡσαύτως ἐχόντων
θέαν, ἐκ τῶν κατ' ὀλίγον προβι-
βάζων, μὴ συνταραχθεὶς τῇ ἄφνω καὶ ἀθρόως
μετα-
βολῇ ἀποστραφῇ καὶ ἀπείπῃ διὰ τὴν τοσαύτην τε καὶ
[47.1]τοσούτῳ
χρόνῳ τροφῆς κακίαν. μαθήμασι τοίνυν
καὶ τοῖς ἐν μεταιχμίῳ σωματικῶν τε καὶ
ἀσωμάτων θεω-
ρήμασι προεγύμναζεν κατὰ βραχὺ πρὸς τὰ ὄντως
ὄντα ἀπὸ
τῶν μηδέποτε κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐν
[47.5]ταὐτῷ μηδ' ἐφ' ὅσον οὖν
διαμενόντων σωματικῶν τὰ
τῆς ψυχῆς ὄμματα μετὰ τεχνικῆς ἀγωγῆς εἰς τὴν
ἔφε-
σιν τῶν τροφῶν προάγων. δι' ὧν ἀντεισάγων τὴν
τῶν ὄντως ὄντων θέαν
μακαρίους ἀπετέλει. ἡ μὲν
οὖν περὶ τὰ μαθήματα γυμνασία εἰς τοῦτο
παρείληπτο.
[48.1]ἡ δὲ περὶ τῶν ἀριθμῶν πραγματεία, ὡς ἄλλοι τε φασὶν
καὶ
Μοδέρατος ὁ ἐκ Γαδείρων πάνυ συνετῶς ἐν ἕν-
δεκα βιβλίοις συναγαγὼν τὸ
ἀρέσκον τοῖς ἀνδράσι διὰ
τοῦτο ἐσπουδάσθη. μὴ δυνάμενοι γάρ, φησί,
τὰ
[48.5]πρῶτα εἴδη καὶ τὰς πρώτας ἀρχὰς σαφῶς τῷ λόγῳ
παραδοῦναι διά τε
τὸ δυσπερινόητον αὐτῶν καὶ
δυσέξοιστον, παρεγένοντο ἐπὶ τοὺς ἀριθμοὺς
εὐσήμου
διδασκαλίας χάριν μιμησάμενοι τοὺς γεωμέτρας καὶ
τοὺς
γραμματιστάς. ὡς γὰρ οὗτοι, τὰς δυνάμεις τῶν
[48.10]στοιχείων καὶ αὐτὰ ταῦτα
βουλόμενοι παραδοῦναι,
παρεγένοντο ἐπὶ τοὺς χαρακτῆρας, τούτους
λέγοντες
ὡς πρὸς τὴν πρώτην διδασκαλίαν στοιχεῖα εἶναι, ὕστε-
ρον μέντοι
διδάσκουσιν ὅτι οὐχ οὗτοι στοιχεῖά εἰσιν
οἱ χαρακτῆρες, ἀλλὰ διὰ τούτων
ἔννοια γίνεται τῶν
[49.1]πρὸς ἀλήθειαν στοιχείων· καὶ οἱ γεωμέτραι μὴ
ἰσχύον-
τες τὰ ἀσώματα εἴδη λόγῳ παραστῆσαι παραγίνονται
ἐπὶ τὰς
διαγραφὰς τῶν σχημάτων, λέγοντες εἶναι τρί-
γωνον τόδε, οὐ τοῦτο βουλόμενοι
τρίγωνον εἶναι τὸ
[49.5]ὑπὸ τὴν ὄψιν ὑποπῖπτον, ἀλλὰ τὸ τοιοῦτο, καὶ
διὰ
τούτου τὴν ἔννοιαν τοῦ τριγώνου παριστᾶσι. καὶ ἐπὶ
τῶν πρώτων οὖν
λόγων καὶ εἰδῶν τὸ αὐτὸ ἐποίησαν
οἱ Πυθαγόρειοι, μὴ ἰσχύοντες λόγῳ
παραδιδόναι τὰ
ἀσώματα εἴδη καὶ τὰς πρώτας ἀρχάς, παρεγένοντο
ἐπὶ
[49.10]τὴν διὰ τῶν ἀριθμῶν δήλωσιν. καὶ οὕτως τὸν μὲν
τῆς ἑνότητος
λόγον καὶ τὸν τῆς ταυτότητος καὶ ἰσότη-
τος καὶ τὸ αἴτιον τῆς συμπνοίας καὶ
τῆς συμπαθείας
τῶν ὅλων καὶ τῆς σωτηρίας τοῦ κατὰ ταὐτὰ καὶ ὡσαύ-
τως
ἔχοντος ἓν προσηγόρευσαν· καὶ γὰρ τὸ ἐν τοῖς
[49.15]κατὰ μέρος ἓν τοιοῦτον
ὑπάρχει ἡνωμένον τοῖς μέρεσι
καὶ σύμπνουν κατὰ μετουσίαν τοῦ πρώτου
αἰτίου.
[50.1]τὸν δὲ τῆς ἑτερότητος καὶ ἀνισότητος καὶ παντὸς τοῦ
μεριστοῦ
καὶ ἐν μεταβολῇ καὶ ἄλλοτε ἄλλως ἔχοντος
δυοειδῆ λόγον καὶ δυάδα
προσηγόρευσαν· τοιαύτη γὰρ
κἀν τοῖς κατὰ μέρος ἡ τῶν δύο φύσις. καὶ οὗτοι
οἱ
[50.5]λόγοι οὐ κατὰ τούτους μὲν εἰσί, κατὰ δὲ τοὺς λοιποὺς
οὐκ ἔτι,
ἀλλ' ἔστιν ἰδεῖν καὶ τοὺς ἄλλους φιλοσόφους
δυνάμεις τινὰς ἀπολιπόντας
ἑνοποιοὺς καὶ διακρα-
τητικὰς τῶν ὅλων οὔσας, καὶ εἰσί τινες καὶ
παρ'
ἐκείνοις λόγοι ἰσότητος καὶ ἀνομοιότητος καὶ ἑτερό-
[50.10]τητος.
τούτους οὖν τοὺς λόγους εὐσήμου χάριν δι-
δασκαλίας τῷ τοῦ ἑνὸς
ὀνόματι προσαγορεύουσιν καὶ
τῷ τῆς δυάδος· οὐ διαφέρει δέ γε τοῖς αὐτοῖς ἢ
δυο-
[51.1]ειδὲς ἢ ἀνισοειδὲς εἰπεῖν ἢ ἑτεροειδές. ὁμοίως δὲ
ἐπὶ τῶν ἄλλων
ἀριθμῶν ὁ αὐτὸς λόγος· πᾶς γὰρ κατά
τινων δυνάμεων τέτακται. πάλιν γὰρ ἔστι
τι ἐν τῇ
φύσει τῶν πραγμάτων ἔχον ἀρχὴν καὶ μέσον καὶ τε-
[51.5]λευτήν.
κατὰ τοῦ τοιούτου εἴδους καὶ κατὰ τῆς τοιαύ-
της φύσεως τὸν τρία ἀριθμὸν
κατηγόρησαν. διὸ καὶ
πᾶν τὸ μεσότητι προσκεχρημένον τριοειδὲς εἶναι
φασίν.
[οὕτως δὲ καὶ πᾶν τὸ τέλειον προσηγόρευσαν.] καὶ
εἴ τί ἐστι
τέλειον, τοῦτο φασὶν ἐκείνῃ τῇ ἀρχῇ προς-
[51.10]κεχρῆσθαι καὶ κατ' ἐκείνην
κεκοσμῆσθαι. ἣν ἄλλως
μὴ δυνάμενοι ὀνομάσαι τῷ τῆς τριάδος ὀνόματι
ἐπ'
αὐτῆς ἐχρήσαντο· καὶ εἰς ἔννοιαν αὐτῆς βουλόμενοι
εἰσαγαγεῖν ἡμᾶς διὰ
τοῦ εἴδους τούτου ταύτῃ εἰσήγα-
γον. καὶ ἐπὶ τῶν ἄλλων δ' ἀριθμῶν ὁ αὐτὸς
λόγος.
[51.15]οὗτοι οὖν οἱ λόγοι καθ' οὓς οἱ ῥηθέντες
ἀριθμοὶ
[52.1]ἐτάγησαν. καὶ οἱ ἑξῆς περιέχονται ὑπὸ μιᾶς τινὸς
ἰδέας καὶ
δυνάμεως· ταύτην δὲ δεκάδα οἷον δεχάδα
προσηγόρευσαν. διὸ καὶ τέλειον
ἀριθμὸν τὸν δέκα
εἶναι λέγουσιν, μᾶλλον δὲ τελειότατον ἁπάντων,
πᾶσαν
[52.5]διαφορὰν ἀριθμοῦ καὶ πᾶν εἶδος λόγου καὶ ἀναλογίαν
ἐν ἑαυτῷ
περιειληφότα. εἰ γὰρ ἡ τοῦ παντὸς φύσις
κατ' ἀριθμῶν λόγους τε καὶ ἀναλογίας
περατοῦται
καὶ πᾶν τὸ γεννώμενον καὶ αὐξανόμενον καὶ τελειού-
μενον
κατ' ἀριθμῶν λόγους διεξάγει, πάντα δὲ λόγον
[52.10]καὶ πᾶσαν ἀναλογίαν καὶ
πᾶν εἶδος ἀριθμοῦ περιέχει
ἡ δεκάς, πῶς οὐκ ἂν τέλειος ἀριθμὸς λέγοιτο
αὕτη;
[53.1]ἡ μὲν δὴ περὶ τῶν ἀριθμῶν πραγματεία τοιαύτη
τοῖς
Πυθαγορείοις. καὶ διὰ ταύτην πρωτίστην οὖσαν τὴν
φιλοσοφίαν ταύτην
συνέβη σβεσθῆναι, πρῶτον μὲν
διὰ τὸ αἰνιγματῶδες, ἔπειτα διὰ τὸ καὶ τὰ
γεγραμμένα
[53.5]δωριστὶ γεγράφθαι, ἐχούσης τι καὶ ἀσαφὲς τῆς δια-
λέκτου
καὶ μηδὲν διὰ τοῦτο ὑπονοεῖσθαι καὶ τὰ ὑπ'
αὐτῆς ἀνιστορούμενα δόγματα ὡς
νόθα καὶ παρη-
κουσμένα τῷ μὴ ἄντικρυς Πυθαγορικοὺς εἶναι τοὺς
ἐκφέροντας
ταῦτα. πρὸς δὲ τούτοις τὸν Πλάτωνα καὶ
[53.10]Ἀριστοτέλη Σπεύσιππόν τε καὶ
Ἀριστόξενον καὶ Ξενο-
κράτη, ὡς φασὶν οἱ Πυθαγόρειοι, τὰ μὲν
κάρπιμα
σφετερίσασθαι διὰ βραχείας ἐπισκευῆς, τὰ δ' ἐπιπόλαια
καὶ ἐλαφρὰ
καὶ ὅσα πρὸς διασκευὴν καὶ χλευασμὸν
τοῦ διδασκαλείου ὑπὸ τῶν βασκάνως
ὕστερον συκοφαν-
[53.15]τούντων προβάλλεται συναγαγεῖν καὶ ὡς ἴδια
τῆς
αἱρέσεως καταχωρίσαι. ἀλλὰ ταῦτα μὲν ἀπέβη ὕστε-
[54.1]ρον. Πυθαγόρας
δ' ἄχρι πολλοῦ κατὰ τὴν Ἰταλίαν
οὕτως ἐθαυμάζετο αὐτός τε καὶ οἱ συνόντες
αὐτῷ
ἑταῖροι, ὥστε καὶ τὰς πολιτείας τοῖς ἀπ' αὐτοῦ ἐπιτρέ-
πειν τὰς
πόλεις. ὀψὲ δέ ποτε ἐφθονήθησαν, καὶ
[54.5]συνέστη κατ' αὐτῶν ἐπιβουλὴ τοιάδε
τις. Κύλων
ἀνὴρ Κροτωνιάτης, κατὰ μὲν τὸ γένος καὶ δόξαν προ-
γονικὴν καὶ βίου περιουσίαν πάντας ὑπερβάλλων τοὺς
πολίτας, χαλεπὸς δ'
ἄλλως καὶ βίαιος καὶ τυραννικός,
τῇ τε τῶν φίλων περιβολῇ καὶ τῇ τοῦ
πλούτου
[54.10]δυνάμει πρὸς ἰσχὺν ἀδικημάτων χρώμενος, οὗτος τῶν
τ' ἄλλων
ἁπάντων ἃ ἐδόκει καλὰ ἑαυτὸν ἠξίου, ἡγεῖτο
δὲ καὶ τῆς Πυθαγόρου φιλοσοφίας
ἀξιώτατον εἶναι
μετασχεῖν. πρόσεισι τῷ Πυθαγόρᾳ ἑαυτὸν ἐπαινῶν
καὶ
βουλόμενος συνεῖναι αὐτῷ. ὃ δ' εὐθὺς φυσιογνω-
[54.15]μονήσας τὸν ἄνδρα καὶ
ὁποῖος ἦν συνιδὼν ἐκ τῶν
σημείων ἃ διὰ τοῦ σώματος ἐθήρα [τῶν
προσιόντων],
ἀπιέναι ἐκέλευεν καὶ τὰ ἑαυτοῦ πράττειν. τοῦτο τὸν
Κύλωνα οὐ
μετρίως ἐλύπησεν ὥσπερ ὑβρισμένον καὶ
[55.1]τὰ ἄλλα χαλεπὸν ὄντα καὶ ὀργῆς
ἀκρατῆ. συναγαγὼν
οὖν τοὺς φίλους διέβαλλε τὸν Πυθαγόραν καὶ
παρε-
σκεύαζεν ὡς ἐπιβουλεύσων αὐτῷ τε καὶ τοῖς γνωρί-
μοις. τοὐντεῦθεν δ'
οἳ μὲν φασὶ τῶν ἑταίρων τοῦ
[55.5]Πυθαγόρου συνηγμένων ἐν τῇ Μίλωνος οἰκίᾳ
τοῦ
ἀθλητοῦ παρὰ τὴν Πυθαγόρου ἀποδημίαν (ὡς γὰρ
Φερεκύδη τὸν Σύριον αὑτοῦ
διδάσκαλον γενόμενον
εἰς Δῆλον πεπόρευτο νοσοκομήσων τε αὐτὸν
περιπετῆ
γενόμενον τῷ ἱστορουμένῳ τῆς φθειριάσεως πάθει
καὶ
[55.10]κηδεύσων), πάντας πανταχῇ ἐνέπρησαν αὐτοῦ τε καὶ
κατέλευσαν, δύο ἐκφυγόντων ἐκ τῆς πυρᾶς, Ἀρχίππου
τε καὶ Λύσιδος, ὡς φησὶ
Νεάνθης· ὧν ὁ Λῦσις ἐν
Ἑλλάδι ᾤκησε καὶ Θήβας ἐπῴκησεν Ἐπαμεινώνδᾳ
τε
[56.1]συγγέγονεν, οὗ καὶ διδάσκαλος γέγονεν. Δικαίαρχος
δὲ καὶ οἱ
ἀκριβέστεροι καὶ τὸν Πυθαγόραν φασὶν
παρεῖναι τῇ ἐπιβουλῇ. Φερεκύδην γὰρ πρὸ
τῆς ἐκ
Σάμου ἀπάρσεως τελευτῆσαι. τῶν δ' ἑταίρων ἀθρόους
[56.5]μὲν
τετταράκοντα ἐν οἰκίᾳ τινὸς συνεδρεύοντας ληφθῆ-
ναι, τοὺς δὲ πολλοὺς
σποράδην κατὰ τὴν πόλιν ὡς
ἔτυχον ἕκαστοι διαφθαρῆναι. Πυθαγόραν δὲ
κρατου-
μένων τῶν φίλων τὸ μὲν πρῶτον εἰς Καυλωνίαν τὸν
ὅρμον σωθῆναι,
ἐκεῖθεν δὲ πάλιν ἐς Λοκρούς. πυθο-
[56.10]μένους δὲ τοὺς Λοκροὺς τῶν γερόντων
τινὰς ἐπὶ τὰ
τῆς χώρας ὅρια ἀποστεῖλαι. τούτους δὲ πρὸς αὐτὸν
ἀπαντήσαντας
εἰπεῖν ‘ἡμεῖς, ὦ Πυθαγόρα, σοφὸν μὲν
ἄνδρα σε καὶ δεινὸν ἀκούομεν· ἀλλ' ἐπεὶ
τοῖς ἰδίοις
νόμοις οὐθὲν ἔχομεν ἐγκαλεῖν, αὐτοὶ μὲν ἐπὶ
τῶν
[56.15]ὑπαρχόντων πειρασόμεθα μένειν· σὺ δ' ἑτέρωθί που
βάδιζε λαβὼν
παρ' ἡμῶν εἴ του κεχρημένος [τῶν
ἀναγκαίων] τυγχάνεις.’ ἐπεὶ δ' ἀπὸ τῆς τῶν
Λοκρῶν
πόλεως τὸν εἰρημένον ἀπηλλάγη τρόπον, εἰς Τάραντα
πλεῦσαι· πάλιν δὲ
κἀκεῖ παραπλήσια παθόντα τοῖς
[56.20]περὶ Κρότωνα εἰς Μεταπόντιον
ἐλθεῖν. πανταχοῦ
γὰρ ἐγένοντο μεγάλαι στάσεις, ἃς ἔτι καὶ νῦν οἱ περὶ
τοὺς
τόπους μνημονεύουσί τε καὶ διηγοῦνται, τὰς ἐπὶ
τῶν Πυθαγορείων καλοῦντες.
[Πυθαγόρειοι δ' ἐκλήθη-
[57.1]σαν ἡ σύστασις ἅπασα ἡ συνακολουθήσασα
αὐτῷ.]
ἐν δὲ τῇ περὶ Μεταπόντιον καὶ Πυθαγόραν αὐτὸν
λέγουσι τελευτῆσαι
καταφυγόντα ἐπὶ τὸ μουσῶν
ἱερόν, σπάνει τῶν ἀναγκαίων τεσσαράκοντα
ἡμέρας
[57.5]διαμείναντα. οἳ δὲ φασὶν ὅτι τοῦ πυρὸς νεμομένου
τὴν οἴκησιν
ἐν ᾗ συνειλεγμένοι ἐτύγχανον, θέντας
αὑτοὺς εἰς τὸ πῦρ τοὺς ἑταίρους δίοδον
παρέχειν τῷ
διδασκάλῳ, γεφυρώσαντας τὸ πῦρ τοῖς σφετέροις σώ-
μασι.
διεκπεσόντα δ' ἐκ τοῦ πυρὸς τὸν Πυθαγόραν
[57.10]διὰ τὴν ἐρημίαν τῶν συνήθων
ἀθυμήσαντα ἑαυτὸν
τοῦ βίου ἐξαγαγεῖν. τῆς δὲ συμφορᾶς οὕτως κατασχού-
σης
τοὺς ἄνδρας συνεξέλειπεν καὶ ἡ ἐπιστήμη ἄρρητος
ἐν τοῖς στήθεσι διαφυλαχθεῖσα
ἄχρι τότε, μόνων τῶν
δυσσυνέτων παρὰ τοῖς ἔξω διαμνημονευομένων.
οὔτε
[57.15]γὰρ αὐτοῦ Πυθαγόρου σύγγραμμα ἦν, οἵ τ' ἐκφυγόν-
τες Λῦσίς τε
καὶ Ἄρχιππος καὶ ὅσοι ἀποδημοῦντες
ἐτύγχανον, ὀλίγα διέσῳσαν ζώπυρα τῆς
φιλοσοφίας
[58.1]ἀμυδρά τε καὶ δυσθήρατα. μονωθέντες γὰρ καὶ ἐπὶ
τῷ
συμβάντι ἀθυμήσαντες διεσπάρησαν ἄλλος ἀλλαχοῦ,
τὴν πρὸς ἀνθρώπους κοινωνίαν
ἀποστραφέντες. διευ-
λαβούμενοι δὲ μὴ παντελῶς ἐξ ἀνθρώπων
ἀπόληται
[58.5]τὸ φιλοσοφίας ὄνομα καὶ θεοῖς αὐτοὶ διὰ τοῦτο
ἀπεχθάνωνται,
ὑπομνήματα κεφαλαιώδη συνταξάμενοι
τά τε τῶν πρεσβυτέρων συγγράμματα καὶ ὧν
διεμέ-
μνηντο συναγαγόντες κατέλιπεν ἕκαστος οὗπερ ἐτύγ-
χανε τελευτῶν,
ἐπισκήψαντες υἱοῖς ἢ θυγατράσιν ἢ
[58.10]γυναιξὶ μηδενὶ δοῦναι τῶν ἐκτὸς τῆς
οἰκίας· αἳ δὲ
μέχρι πολλοῦ χρόνου τοῦτο διετήρησαν ἐκ διαδοχῆς
τὴν αὐτὴν
ἐντολὴν διαγγέλλουσαι τοῖς ἀπογόνοις.
[59.1]τεκμηραίμεθα δ' ἄν, φησὶν
Νικόμαχος, περὶ τοῦ μὴ
παρέργως αὐτοὺς τὰς ἀλλοτρίας ἐκκλίνειν
φιλίας,
ἀλλὰ καὶ πάνυ σπουδαίως περικάμπτειν αὐτὰς καὶ
φυλάττεσθαι καὶ μὴν
περὶ τοῦ μέχρι πολλῶν γενεῶν
[59.5]τὸ φιλικὸν πρὸς ἀλλήλους ἀνένδοτον αὐτοὺς
διατετη-
ρηκέναι, καὶ ἐξ ὧν Ἀριστόξενος ἐν τῷ περὶ τοῦ Πυ-
θαγορείου βίου
αὐτὸς διακηκοέναι φησὶν Διονυσίου
τοῦ Σικελίας τυράννου, ὅτ' ἐκπεσὼν τῆς
μοναρχίας
γράμματα ἐν Κορίνθῳ ἐδίδασκεν. φησὶ δ' οὕτως.
[59.10]οἴκτων καὶ
δακρύων <καὶ πάντων τῶν τοιούτων εἴρ-
γεσθαι τοὺς ἄνδρας ἐκείνους
ὡς ἐνδέχεται μάλιστα·
ὁ αὐτὸς δὲ λόγος καὶ περὶ θωπείας> καὶ δεήσεως
καὶ
[60.1]λιτανείας καὶ πάν<των τῶν τοιούτων. βουλόμενος
οὖν> ποτε
Διονύσιος πεῖραν αὐτῶν λ<αβεῖν>, διαβε-
βαιουμένων τινῶν ὡς
συλληφθέντες καὶ φοβηθέντες
οὐκ ἐμμενοῦσι τῇ πρὸς ἀλλήλους πίστει, τάδ'
ἐποίησεν.
[60.5]συνελήφθη μὲν Φιντίας καὶ ἀνήχθη πρὸς τὸν τύραν-
νον.
κατηγορεῖν δ' αὐτοῦ Διονύσιον ὡς ἐπιβουλεύοντος
αὐτῷ· καὶ δὴ τοῦτο
ἐξεληλέγχθαι κεκρίσθαι τ' ἀπο-
θνῄσκειν αὐτόν. τὸν δέ, ἐπεὶ οὕτως αὐτῷ
δέδοκται,
εἰπεῖν δοθῆναί γε τὸ λοιπὸν τῆς ἡμέρας, ὅπως
οἰκονο-
[60.10]μήσηται τά τε καθ' ἑαυτὸν καὶ τὰ κατὰ Δάμωνα·
εἶναι γὰρ
αὐτῷ ἑταῖρον καὶ κοινωνόν· πρεσβύτερον
δ' <αὐτὸν> ὄντα πολλὰ τῶν περὶ
τὴν οἰκονομίαν εἰς
αὑτὸν ἀνειληφέναι. ἠξίου δ' ἀφεθῆναι ἐγγυητὴν
πα-
ρασχὼν τὸν Δάμωνα. συγχωρήσαντος δὲ τοῦ Διο-
[60.15]νυσίου
μεταπεμφθεὶς ὁ Δάμων καὶ τὰ συμβάντα
ἀκούσας ἐνεγγυήσατο καὶ ἔμεινεν ἕως ἂν
ἐπανέλθῃ
[61.1]ὁ Φιντίας. ὁ μὲν οὖν Διονύσιος ἐξεπλήττετο ἐπὶ
τοῖς
γιγνομένοις. ἐκείνους δὲ τοὺς ἐξ ἀρχῆς εἰσαγαγόντας
τὴν διάπειραν τὸν
Δάμωνα χλευάζειν ὡς ἐγκαταλειφθη-
σόμενον. ὄντος δὲ τοῦ ἡλίου περὶ
δυσμὰς ἥκειν τὸν
[61.5]Φιντίαν ἀποθανούμενον, ἐφ' ᾧ πάντας
ἐκπλαγῆναι.
Διονύσιον δὲ περιβαλόντα καὶ φιλήσαντα τοὺς ἄνδρας
ἀξιῶσαι
τρίτον αὑτὸν εἰς τὴν φιλίαν παραδέξασθαι·
τοὺς δὲ μηδενὶ τρόπῳ καίτοι πολλὰ
λιπαροῦντος αὐτοῦ
συγκαταθεῖναι εἰς τοιοῦτο. καὶ ταῦτα μὲν
Ἀριστόξενος
[61.10]ὡς παρ' αὐτοῦ ἀκούσας Διονυσίου ἀπήγγειλεν. Ἱππό-
βοτος
δὲ καὶ Νεάνθης περὶ Μυλλίου καὶ Τιμύχας
ἱστοροῦσι .....