Πρόβλημα βοεικόν
Πρόβλημα βοεικόν Συγγραφέας: |
Δείτε επίσης: σχετικό λήμμα. Έκδοση: J. L. Heiberg, Archimedis opera omnia, cum commentariis Eutocii, Vol. II, Teubner, Λειψία 1881 |
1 Πλήθυν Ἠελίοιο βοῶν, ὦ ξεῖνε, μέτρησον
φροντίδ’ ἐπιστήσας, εἰ μετέχεις σοφίης,
πόσση ἄρ’ ἐν πεδίοις Σικελῆς ποτ’ ἐβόσκετο νήσου
Θρινακίης τετραχῇ στίφεα δασσαμένη
5 χροίην ἀλλάσσοντα· τὸ μὲν λευκοῖο γάλακτος,
κυανέῳ δ’ ἕτερον χρώματι λαμπόμενον,
ἄλλο γε μὲν ξανθόν, τὸ δὲ ποικίλον. ἐν δὲ ἑκάστῳ
στίφει ἔσαν ταῦροι πλήθεσι βριθόμενοι
συμμετρίης τοιῆσδε τετευχότες· ἀργότριχας μέν
10 κυανέων ταύρων ἡμίσει ἠδὲ τρίτῳ
καὶ ξανθοῖς σύμπασιν ἴσους, ὦ ξεῖνε, νόησον,
αὐτὰρ κυανέους τῷ τετράτῳ τε μέρει
μικτοχρόων καὶ πέμπτῳ, ἔτι ξανθοῖσί τε πᾶσιν
τοὺς δ’ ὑπολειπομένους ποικιλόχρωτας ἄθρει
15 ἀργεννῶν ταύρων ἕκτῳ μέρει ἑβδομάτῳ τε
καὶ ξανθοῖς αὖτις πᾶσιν ἰσαζομένους.
θηλείαισι δε βουσὶ ταδ’ ἔπλετο· λευκότριχες μέν
ἦσαν συμπάσης κυανέης ἀγέλης
τῷ τριτάτῳ τε μέρει καὶ τετράτῳ ἀτρεκὲς ἴσαι·
20 αὐτὰρ κυάνεαι τῷ τετράτῳ τε πάλιν
μικτοχρόων καὶ πέμπτῳ ὁμοῦ μέρει ἰσάζοντο
σὺν ταύροις· πάσης δ’ εἰς νομὸν ἐρχομένης
ξανθοτρίχων ἀγέλης πέμπτῳ μέρει ἠδὲ καὶ ἕκτῳ
ποικίλαι ἰσάριθμον πλῆθος ἔχον τετραχῇ.
25 ξανθαὶ δ′ ἠριθμεῦντο μέρους τρίτου ἡμίσει ἶσαι
ἀργεννῆς ἀγέλη ἑβδομάτῳ τε μέρει.
ξεῖνε, σὺ δ′ Ἠελίοιο βοῶν πόσαι ἀτρεκὲς εἰπών,
χωρὶς μὲν ταύρων ζατρεφέων ἀριθμόν,
χωρὶς δ′ αὖ θήλειαι ὅσαι κατὰ χρῶμα ἕκασται,
30 οὐκ ἄιδρίς κε λέγοι′ οὐδ′ ἀριθμῶν ἀδαής,
οὐ μήν πώ γε σοφοῖς ἐναρίθμιος. ἀλλ′ ἴθι φράζευ
καὶ τάδε πάντα βοῶν Ἠελίοιο πάθη.
ἀργότριχες ταῦροι μὲν ἐπεὶ μιξαίατο πληθύν
κυανέοις, ἵσταντ′ ἔμπεδον ἰσόμετροι
35 εἰς βάθος εἰς εὖρός τε, τὰ δ′ αὖ περιμήκεα πάντῃ
πίμπλαντο πλίνθου Θρινακίης πεδία.
ξανθοὶ δ′ αὖτ′ εἰς ἓν καὶ ποικίλοι ἀθροισθέντες
ἵσταντ᾽ ἀμβολάδην ἐξ ἑνος ἀρχόμενοι
σχῆμα τελειοῦντες τὸ τρικράσπεδον οὔτε προσόντων
40 ἀλλοχρόων ταύρων οὔτ′ ἐπιλειπομένων.
ταύτα συνεξευρὼν καὶ ἐνὶ πραπίδεσσιν ἀθροίσας
καὶ πληθέων ἀποδοὺς, ὦ ξένε, πάντα μέτρα
ἔρχεο κυδιόων νικηφόρος, ἴσθι τε πάντως
κεκριμένος ταύτῃ ὄμπνιος ἐν σοφἰῃ.