Προς Θεόπεμπτον Σχολαστικόν

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Προς Θεόπεμπτον Σχολαστικόν
Συγγραφέας: Μάξιμος ο Ομολογητής



[1393A][1] ΜΑΞΙΜΟΥ ΜΟΝΑΧΟΥ ΠΡΟΣ ΘΕΟΠΕΜΠΤΟΝ ΣΧΟΛΑΣΤΙΚΟΝ

Ἐρωτήσαντα περὶ τοῦ κριτοῦ τῆς ἀδικίας· καὶ τοῦ, «Ἐάν τίς σε ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα·» καὶ τοῦ, «Μή μου ἅπτου, οὕπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα.»

Οἷς Λόγος ὑπάρχει τὸ προσκυνούμενον, τούτοις καὶ βίος ἐκφάντωρ λόγου τὸ κατορθούμενον· ἵνα σφραγῖδα γνώσεως ἀληθοῦς τὴν πεῖραν λαβόντες τῆς πράξεως, μάθωσιν ἀφ᾿ ὧν, ὡς θέμις, πεπόνθασιν, ὅσον τοῦ τί εἰδέναι, μεῖζον τὸ γίνεσθαι· καὶ τούτου μᾶλλον, τὸ ἀεὶ καὶ μᾶλλον, ἕως ἄν αὐτοῖς ἡ πρὸς τὸν αἴτιον ἀδίστακτος οἰκείωσις, κατορθωθείη, στάσει τὴν κίνησιν περιγράφουσα καὶ ἀτρεψίᾳ γνώμης τὴν ἔφεσιν· οἷς καὶ ἡ μετὰ χάριν ἐκθέωσις, ἱερᾶς τῆς κατὰ τόνδε τὸν βίον καὶ θεοειδοῦς ἀγωγῆς ἔπαθλον ἀντιδίδοται. Πρὸς οὕς μάλα σοφῶς καὐτὸς ἀπευθύνων τὸν βίον, θεοφύλακτε δέσποτα, ζητεῖν ἐπείγῃ τὸ πᾶσι προκείμενον δι᾿ ἀγαθότητα, καὶ πάντας δι᾿ ἀπειρίαν διαδιδράσκον· τὸ μὲν, ἵν᾿ ἑλκύσῃ πρὸς ἑαυτὸ, τῷ ἀμηχάνῳ τῆς ὡραιότητος κεντρίζον τὴν [1393Β] ἔφεσιν· τὸ δὲ, ἵνα στομώσῃ, τῇ τῆς ὑπεραπείρου καταπλήξει καὶ θείας ὑπεροχῆς περιστέλλον τὸν κόρον, ὕβρεως ὄντα πατέρα καὶ διαχύσεως γέννημα, τοῖς τὴν φλογίνην ῥομφαίαν οὐ προθεωροῦσι σὺν τοῖς Χερουβὶμ τεταγμένην καὶ στρεφομένην, οὐκ ἄλλοις, ἤ τοῖς δίχα φόβον πρὸς ἀρετὴν ἐπιστρέφουσιν· ἔνθεν τῷ μεγέθει τῆς ἐπὶ τὰ καλὰ προκοπῆς συνεπεκτείνων τὸ μέτριον, ᾧ καὶ μᾶλλον ἐπαύξεις σὺν ἀσφαλείᾳ τὴν πρόοδον· ἠξίωσας ἀγνώτην ὄντα με καὶ ταπεινὸν ἐπιγνῶναι, δι᾿ οὗ τοῖς κατ᾿ αὐτὴν ἡ φύσις τρόπου παρείχετο· φημὶ δὲ, τοῦ γράμματος· ὅ λόγος συνδεκτικὸς τῶν ἀπόντων ἐστὶ, καὶ τῶν οὐ βλεπομένων ἐμφανιστικός· τοσοῦτον νοήσει παραδιδοὺς καὶ συνάπτων τὸν τέως αἰσθήσει μὴ γνωριζόμενον, ὅσον διὰ ταύτης αὐτὸς χαραττόμενος [1393C] παχύνεται σωματούμενος· ᾧ καὶ τὴν ἐμὴν οὐδένειαν εἰς πόθον ἤγαγες τὸν ὑμέτερον πλέον, ᾗ θέαν τὴν οἰκείαν ἀσωμάτως κεκίνηκας· προδείξας αὐτὸν ἐπ᾿ ἀμφοῖν τούτοιν ἔχειν μᾶλλον τὸ ἴσον περὶ τὸν λόγον, ἤ ὅσον ἕτεροι περὶ σὲ τὴν τοῦ λόγου χάριν παρὰ τοὺς ἄλλους προτερήματα· οἷς διὰ βίου κοσμούμενος, [1396A] πῶς ποτε τὴν ἐμὴν ἀμβλυωπίαν πρὸς θεωρίαν ἐνάγειν ἐσπούδασας, ἱερῶν καὶ ταῦτα λόγων, καὶ ὧν ἡ ἐπίβασις, κρεῖττον ἤ κατὰ ἄνθρωπον, τὸν οὔπω τελείως ὑπεραναβάντα τὴν τῶν ἀστάτων καὶ διαστατῶν φύσιν καὶ γένεσιν· μὴ ὅτι γ᾿ ἐμοὶ τῷ φορυτῷ τούτων ἑκουσίως συμφυρομένῳ, καὶ σκώληκος δίκην τῇ σήψει τῶν ἀκαθάρτων καλινδουμένῳ καὶ ἡδομένῳ παθῶν. Πλὴν τῆς εὐπειθείας χάριν, καὶ τῆς ὑμετέρας ἀγάπης τιμὴν, τῶν ὑπὲρ ἀξίαν κατατολμῶν, ἐκεῖνά φημι περὶ ὧν ἐκελεύσατε· στοχαστικῶς, ἀλλ᾿ οὐκ ἀποφαντικῶς. [1396B]

Κριτὴν ἀδικίας ἐν τῷ Εὐαγγελίῳ παραβολικῶς ὑπάρχειν καὶ λέγεσθαι, τὸν ἡμέτερον λογισμὸν, ἀρχῆθεν ἐκ παραβάσεως ἄδικον πεποιημένον τὴν κρίσιν· ὡς τὴν τοῦ Κτίσαντος μὲν οὐ δεξάμενον ἐντολήν· τὴν δὲ τοῦ φθείροντος ἑλόμενον συμβουλήν· ἐξ οὗ καὶ τὸ χοϊκὸς εἶναι, τοῦ εἶναι, καὶ τοῦ θεῖος γενέσθαι πάμπολυ προετίμησε. Πόλιν δὲ εἶναι τούτου, τὴν αἴσθησιν, ἤ τὸν ὁρώμενον κόσμον· οἷς παραλόγως κατὰ σχέσιν ἐπαναπαυόμενος, τῆς κατοικίας τὴν παροικίαν ἠλλάξατο· μήτε Θεὸν φοβούμενος, μήτε μὴν ἄνθρωπον τὸν αὐτὸν γεγενημένον δι᾿ ἡμᾶς ἐντρεπόμενος· τὸ μὲν, διὰ τὴν ἄνοιαν· τὸ δὲ, διὰ τὴν καταφρόνησιν· ἐκείνην τε μὴ προορωμένην τῶν κριμάτων τὸ μέγεθος· καὶ ταυτὴν οὐκ εἰργομένην, ἥν τέως ἡ χρηστότης προσμένουσα τὴν μεταβολὴν [1396C] ἀναστέλλει, τὴν βάσανον· αἷς ἑαυτὸν αὐθαδῶς περιέπειρε, τῇ δεδομένῃ παρὰ τοῦ Κτίσαντος εἰς ἐξάνυσιν τῶν καθηκόντων αὐτεξουσίῳ τιμῇ παρὰ τὸ δέον ἀποχρησάμενος· καὶ τοῦ νοουμένου τὸ φανὲν ἀγαθὸν κρίνας, ὅ μὴ θέμις ἦν, αἱρετώτερον.

Χήραν δὲ διοχλοῦσαν, τὴν λογικὴν ψυχὴν, ἅτε δὴ πρὸς καρπογονίαν ἱερῶν καὶ ὁσίων ἔργων οὐκ ἔχουσαν τὸν τὰ καλὰ κατὰ φύσιν σπείροντα λόγον. Μόνῃ τῇ πρὸς αὐτὴν ὁλικῇ ταύτῃ στοργῇ καὶ διαθέσει κρατούμενον· ἀλλ᾿ οὐ προσμένοντα διὰ τὴν ἀπόνευσιν, καὶ τὴν αὐθαίρετον πρὸς τὰ τῆδε ῥοπήν. [1396D]

Ἀντίδικον δὲ ταύτης, φημὶ τῆς ψυχῆς, τὸ τῆς δυστήνου σαρκὸς ἔνυλον κίνημά τε καὶ φρόνημα, δι᾿ οὗ τῆς ἐν ἡμῖν θείας εἰκόνος καὶ τοῦ κατ᾿ αὐτὴν ἀξιώματος, τό τε κάλλος καταμολύνειν σπουδάζουσι, καὶ τὸ διαυγὲς ἀμαυροῦν οἱ ἀκάθαρτοι δαίμονες, ὁπηνίκα, δι᾿ ἡδονῆς ὑποπίπτουσιν, ἐπεισφρήσουσι δεινῶς ἡμῖν τὰ τῆς ἀτιμίας αἴσχη καὶ πάθη· δι᾿ ἅ καὶ ὁ θάνατος κατεκρίθη τῆς φύσεως, οὐχ ἑλομένης τὸ ἀπαρχῆς τῆς ὄντως κατατρυφῆσαι ζωῆς.

Ὑπωπιασμοὺς δὲ τοὺς ἐκ τῆς συνειδήσεως μεθ᾿ ὑποφωνήσεώς τινος παρακλητικοὺς αἰκισμοὺς, οἷς προτεινομένοις ἐκ τῆς ψυχῆς, ἡρέμα πως εἴωθεν κάμπτεσθαι τὸ αὐστηρὸν τοῦ λογισμοῦ, καὶ πρὸς τὰ καλὰ διὰ τὴν χρονιωτέραν ἕξιν ἀνύπεικτον, οὐ φέροντος [1397A] ἐνδομυχοῦσαν, καὶ οἷον αἰκίζουσάν τε συνεχῶς καὶ διοχλοῦσαν τὴν βάσανον· ἕως λυμῄνηται τὰ τὴν ψυχὴν λυμαινόμενα πάθη, δι᾿ ἐγκρατείας, καὶ τῆς πρὸς τὰ μέλη τῆς σαρκὸς ἑκουσίου νεκρώσεως. Εἶτα καὶ πρὸς ἀγχιστείαν αὐτοῦ τοῦ λόγου δι᾿ εὐσεβείας, καὶ τῆς περὶ τὰ κρείττω τελεωτέρας ἀγάγοι σπουδῆς· οἷς φυσικῶς ἐνεργουμένοις, τὰ οἰκεῖα καὶ πατρικὰ παραβάλλων, ὁ ὑπὲρ οὐσίαν καὶ φύσιν Θεὸς Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, Ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ, φησὶ, τὴν ἐκδίκησιν ὑμῶν, δι᾿ ἐμοῦ σαρκωθέντος, καὶ τὴν τοῦ καθαιρέτου τῆς φύσεως ποιουμένου καθαίρεσιν; [1397B]

Οὕτω μὲν οὖν τὰ περὶ τούτου διεξῆλθον ἐπιτόμως ἐγὼ, καθ᾿ ὅσον τὸ ἐγχωροῦν τῆς διανοίας μέτρον ἐπήρκεσεν· εἰ καὶ ἄλλως ἄλλοι τὸν τόπον κατανοήσαντες· οἱ μὲν εἰς Χριστόν· οἱ δὲ τοὔμπαλιν, εἰς τὸν Ἀντίχριστον ἐξειλήφασι. Δέος δέ μοι νοεῖν, ἤ λέγειν ἑκάτερα· τὸ μὲν, ὡς ἀσύγκριτον· οὐ γὰρ μείων μὲν Υἱοῦ· μείζων δὲ Πατρὸς, ἡ ἐκδίκησις· ἤ δι᾿ ἄλλου, καὶ ἄλλη τὸ σύνολον, πλὴν τοῦ Υἱοῦ. Καὶ πῶς ἐπὶ τῆς αὐτῆς συγκριτικῶς φησι, τὸ, Ὁ δὲ Θεὸς, φησίν, οὐ ποιήσει τὴν ἐκδίκησιν ὑμῶν; Οὐ γὰρ ἔχει χώραν· ἤ διάφορος πάντως δειχθήσεται, καὶ μετὰ τῆς φύσεως οὐ δυναμένης τὸ ἴσον δρᾷν· καὶ διὰ τοῦτο λοιπὸν, οὐ συντασσομένης· εἰκονιζούσης δὲ μόνον, ὡς ὑπερκειμένην, τὴν ὑπερέχουσαν. Τὸ δὲ, ὡς ἀνέκδεκτον καὶ ἀμήχανον, τὸ καλὸν [1397C] ποιεῖν τὸν κακίας εὑρετὴν καὶ διδάσκαλον· Οὐ γὰρ δύναται, φησὶ, δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν· καλὸν δὲ ἡ ἐκδίκησις, καὶ τὸ τὴν ὄχλησιν ἀφοσιοῦσθαι δεόντως τοῦ προσπελάζοντος· ἤ τούτῳ παραβάλλεσθαι τυχὸν, ὅ μὴ θέμις, τὸν Πατέρα, καὶ πάσης ἀρετῆς καὶ ζωῆς χορηγὸν ἐξ Υἱοῦ, καὶ ταῦτα μονογενοῦς, καὶ ἴσου τὴν φύσιν καὶ τὴν ἀγαθότητα. Οὐ γὰρ τὰ καλὰ διὰ τῶν κακῶν μηνύεσθαι πέφυκεν, ὥσπερ οὐδὲ διὰ σκότους τὸ φῶς, ἤ θανάτου ζωή· καὶ τοῦ μηδαμῶς ὄντος, τὸ ὄν. Καὶ οὐ λέγω ταῦτα πρὸς τὴν ἐκείνων ἀθέτησιν· ἔχομαι γὰρ καὶ ἀντέχομαι ζωῆς πλέον, τῆς τῶν φαμένων διδασκαλίας· ἀλλὰ τὸ οἰκεῖον μέτριον δι᾿ ἄκραν δειλίαν ἀσφαλιζόμενος. Τὴν δὲ ἀνάγνωσιν τοῦ ὑποπιάζειν [1397D] κανονίζειν οὐ πρέπον ἐμοὶ, διὰ τὴν ἐν τούτοις ἀμαθίαν, ἤ τοῖς ἠσκημένοις καὶ σπουδῇ προελομένοις τὴν παίδευσιν· οἵ ταύτην ὀφείλειν φασὶ κανονίζεσθαι βαρυτόνως μᾶλλον, ἤ περισπωμένως, ὅτι τέ φασι τῶν ῥημάτων οὐδὲν περισπᾶται, πλὴν εἰ μὴ ἐκ συναιρέσεως βαρυτόνου καθέστηκεν, ὡς τὸ, νοῶ, καὶ ποιῶ, καὶ χρυσῶ, καὶ ὅσα τοιαῦτα, φυλάσσοντα καὶ μετὰ προθέσεως ἐπὶ τῆς αὐτῆς τὸν τόνον.

Τὴν δεξιὰν, σιαγόνα, τὴν δεξιὰν πρᾶξίν φημι, καὶ ὅσην ἐνθεος ἡμῖν διὰ τῶν ἐντολῶν συνιστάμενος βίος χαρακτηρίζει, ῥαπιζομένην ὑπὸ τοῦ πονηροῦ [1400A] τῇ προλήψει τῆς ἐνεργουμένης καλοκαγαθίας· καὶ τῇ πληγῇ τῆς ἐντεῦθεν οἰήσεως, φλεγμαίνουσάν πως διὰ κενοδοξίας, καὶ ἐπαιρομένην κατὰ τῶν μηδεμίαν, ἅ μὴ τὴν ἴσην τυχὸν κεκτημένων· δι᾿ ἥν ὥσπερ ἄλλην καὶ οἷον ἀριστερὰν στρέφειν προσήκει, τὸν ἤδη πρότερον ἡμᾶς κατὰ τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καταμολύναντα βίον, τούτῳ τε πλήττεσθαι συνεχῶς διὰ τῆς μνήμης· καὶ ὡς ἁμαρτωλοὺς μᾶλλον συστέλλεσθαι καὶ μετριάζειν, ἤ ὡς ἁγίους μετεωρίζεσθαι, καὶ δι᾿ ἔπαρσιν καταπίπτειν, οὐκ ἔχοντας πῆξιν ἱερὰν τὴν ταπείνωσιν. Τιμάσθω δὲ μετὰ τῶν κατὰ θεωρίαν λαμβανομένων· μᾶλλον δὲ καὶ πρὸ τούτων, εἰς ἑτοιμασίαν ἱερὰν καὶ προκάθαρσιν, καὶ σωματικῶς ταῦτα τελούμενα διὰ τὸν ἐντειλάμενον Κύριον· πραῦπαθείας ἐντεῦθεν ἕξιν τοῖς κατορθοῦσι δωρούμενον, [1400B] καὶ τῆς τοῦ πλήττοντος περιγραφὴν ἀπιστίας, τῷ ἑτοίμῳ τῆς παραδοχῆς τὸ πρόθυμον τῆς πληγῆς ἀναστέλλοντα, αἰδομένου τυχὸν, εἰ μή τι ἄλλο, τὸ ὑπερβάλλον τῆς ὑποπτώσεως· καὶ τὸ μηδαμῶς ἀντιτείνεν τὸν δυνάμενον τοῦτο ποιεῖν, εἰργόμενον δὲ διὰ τὴν πρόσαξιν.

Τὸ δὲ, Μή μου ἅπτου, πρὸς τὴν Μαγδαληνὴν λέλεκται Μαρίαν παρὰ τοῦ Κυρίου, κηπουρὸν αὐτὸν εἶναι νομίσασαν· δηλοῦντος τοῦ μυστηρίου, καὶ ὑπεκφαίνοντος, ὡς ψυχὴ πᾶσα νοερὰ, μήπω τὸ συμφυὲς σκῆνος ὑπεραναβᾶσα, καὶ διὰ τοῦτο τῶν ἐν γενέσει καὶ φθορᾷ μόνον, οὐδὲν οὐδαμῶς διαφερόντων [1400C] λαχάνων κηπευομένων· ἴση γὰρ ἐπ᾿ ἀμφοῖν ἤ τε ῥοὴ καὶ ἀποῤῥοὴ, καὶ ἡ τοῦ χρόνου περιγραφὴ καὶ περίοδος· δημιουργὸν εἶναι τὸν Λόγον ὑπολαμβάνουσα, διὰ τὴν περὶ ταῦτα, καὶ ἕως τούτων πρόοδον αὐτοῦ καὶ συγκατάβασιν· οὐκ ἀξία τῆς τούτου κατὰ πνεῦμα καθέστηκεν ἐπαφῆς, καὶ ταῦτα τοῖς φαινομένοις αὐτὸν ἐπιζητοῦσα· καὶ σάρκα δι᾿ ἡμᾶς γεγενημένον γινώσκουσα μόνον αὐτόν· ἀλλ᾿ οὐχὶ πρεπόντως καὶ Θεὸν ἐκ Θεοῦ τοῦ Πατρὸς γεγεννημένον γινώσκουσα. Τοῦτο γὰρ κατὰ τὸ εἰκὸς νοεῖν ὑποβάλλει, τὸ, Οὔπω ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, τὸ μὴ δι᾿ ἄκρας θεολογίας καὶ πίστεως, οἷς ἡ τῶν ὁρωμένων περιγράφεται φύσις, ὑψωθῆναι πρὸς τῆς οὕτω διακειμένης ψυχῆς· ἀλλ᾿ ἔτι παιδαγωγικῶς δεομένης εἰς ἐντελεστέραν τούτου κατάληψιν, ἐπὶ [1400D] τὴν ἀποκαλυπτικὴν ἕξιν τῶν θείων ὡσεί τινα Γαλιλαίαν διὰ θεωρίας ἀναδραμεῖν· καὶ σὺν τοῖς ὑπ᾿αὐτοῦ προτετυπωμένοις καὶ προβεβλημένοις λόγοις, ὅλον ὡς θέμις περιληφθῆναι, καὶ γενέσθαι τοσοῦτον ὅπερ αὐτὸς ἦν ὁ γενόμενος ὅπερ ἡμεῖς, ὅσον ἐδείχθη τοῦτο γενόμενος πλὴν μόνης τῆς ἁμαρτίας, ὡς καὶ ἡμεῖς ἐκείνῳ δίχα μόνης τῆς φύσεως, ἡνίκα τῆς δωρεᾶς τῆς ἐπιτύχοιμεν· ἥν δι᾿ ἐλπίδος νῦν προσδεχόμενος, καὶ προσήκουσι τῶν ἐντολῶν ἔργοις δεόντως ἀποσεμνύνων, ἀπολαύσαις ὅσον ἐπίστευσας, καὶ τρυφήσαις ὅσον ἐπόνησας· μᾶλλον δὲ πλέον καὶ ἀπειράκις, καθ’ ὅσον καὶ ὁ ταύτης δοτὴρ ὑπερουσίως ὑπερανέστηκε καὶ φύσεως κίνησιν, καὶ παντὸς αἰῶνος περίληψιν. [1401A]

Σημειώσεις[Επεξεργασία]

  1. Maximus the Confessor, Patrologia Graeca, Vol. 90, edited by F. Combefis and F. Oehler (Paris: J.-P. Migne, 1860), 1393Α-1401Α.