Μετάβαση στο περιεχόμενο

Προς Βοιωτόν περί του Ονόματος

Από Βικιθήκη


Πρὸς Βοιωτὸν περὶ τοῦ Ὀνόματος
Λόγος




[1] Οὐδεμιᾷ φιλοπραγμοσύνῃ μὰ τοὺς θεούς, ὦ ἄνδρες δικασταί, τὴν δίκην ταύτην ἔλαχον Βοιωτῷ, οὐδ᾽ ἠγνόουν ὅτι πολλοῖς ἄτοπον δόξει τὸ δίκην ἐμὲ λαγχάνειν, εἴ τις ἐμοὶ ταὐτὸν ὄνομ᾽ οἴεται δεῖν ἔχειν· ἀλλ᾽ ἀναγκαῖον ἦν ἐκ τῶν συμβησομένων, εἰ μὴ τοῦτο διορθώσομαι, ἐν ὑμῖν κριθῆναι.

[2] εἰ μὲν οὖν ἑτέρου τινὸς οὗτος ἔφη πατρὸς εἶναι καὶ μὴ τοῦ ἐμοῦ, περίεργος ἂν εἰκότως ἐδόκουν εἶναι φροντίζων ὅ τι βούλεται καλεῖν οὗτος ἑαυτόν. Νῦν δὲ λαχὼν δίκην τῷ πατρὶ τῷ ἐμῷ καὶ μεθ᾽ ἑαυτοῦ κατασκευάσας ἐργαστήριον συκοφαντῶν, Μνησικλέα τε, ὃν ἴσως γιγνώσκετε πάντες, καὶ Μενεκλέα τὸν τὴν Νῖνον ἑλόντ᾽ ἐκεῖνον, καὶ τοιούτους τινάς, ἐδικάζεθ᾽ υἱὸς εἶναι φάσκων ἐκ τῆς Παμφίλου θυγατρὸς καὶ δεινὰ πάσχειν καὶ τῆς πατρίδος ἀποστερεῖσθαι.

[3] Ὁ πατὴρ δέ πᾶσα γὰρ εἰρήσεται ἡ ἀλήθει᾽, ὦ ἄνδρες δικασταί ἅμα μὲν φοβούμενος εἰς δικαστήριον εἰσιέναι, μή τις, οἷ᾽ ὑπὸ πολιτευομένου, ἑτέρωθί που λελυπημένος ἐνταυθοῖ ἀπαντήσειεν αὐτῷ, ἅμα δ᾽ ἐξαπατηθεὶς ὑπὸ τῆς τουτουὶ μητρός, ὀμοσάσης αὐτῆς ἦ μήν, ἐὰν ὅρκον αὐτῇ διδῷ περὶ τούτων, μὴ ὀμεῖσθαι, τούτων δὲ πραχθέντων οὐδὲν ἔτ᾽ ἔσεσθαι αὐτοῖς, καὶ μεσεγγυησαμένης ἀργύριον, ἐπὶ τούτοις δίδωσι τὸν ὅρκον.

[4] Ἡ δὲ δεξαμένη, οὐ μόνον τοῦτον, ἀλλὰ καὶ τὸν ἀδελφὸν τὸν ἕτερον πρὸς τούτῳ κατωμόσατ᾽ ἐκ τοῦ πατρὸς εἶναι τοῦ ἐμοῦ. Ὡς δὲ τοῦτ᾽ ἐποίησεν, εἰσάγειν εἰς τοὺς φράτερας ἦν ἀνάγκη τούτους καὶ λόγος οὐδεὶς ὑπελείπετο. Εἰσήγαγεν, ἐποιήσατο, ἵνα τἀν μέσῳ συντέμω, ἐγγράφει τοῖς Ἀπατουρίοις τουτονὶ μὲν Βοιωτὸν εἰς τοὺς φράτερας, τὸν δ᾽ ἕτερον Πάμφιλον· Μαντίθεος δ᾽ ἐνεγεγράμμην ἐγώ.

[5] συμβάσης δὲ τῷ πατρὶ τῆς τελευτῆς πρὶν τὰς εἰς τοὺς δημότας ἐγγραφὰς γενέσθαι, ἐλθὼν εἰς τοὺς δημότας οὑτοσὶ ἀντὶ Βοιωτοῦ Μαντίθεον ἐνέγραψεν ἑαυτόν. Τοῦτο δ᾽ ὅσα βλάπτει ποιῶν πρῶτον μὲν ἐμέ, εἶτα δὲ καὶ ὑμᾶς, ἐγὼ διδάξω, ἐπειδὰν ὧν λέγω παράσχωμαι μάρτυρας. Μάρτυρες

[6] ὃν μὲν τοίνυν τρόπον ἡμᾶς ἐνέγραψεν ὁ πατήρ, ἀκηκόατε τῶν μαρτύρων· ὅτι δ᾽ οὐκ οἰομένου τούτου δεῖν ἐμμένειν, δικαίως καὶ ἀναγκαίως ἔλαχον τὴν δίκην, τοῦτ᾽ ἤδη δείξω. Ἐγὼ γὰρ οὐχ οὕτω δήπου σκαιός εἰμ᾽ ἄνθρωπος οὐδ᾽ ἀλόγιστος, ὥστε τῶν μὲν πατρῴων, ἃ πάντ᾽ ἐμὰ ἐγίγνετο, ἐπειδήπερ ἐποιήσατο τούτους ὁ πατήρ, συγκεχωρηκέναι τὸ τρίτον νείμασθαι μέρος καὶ στέργειν ἐπὶ τούτῳ, περὶ δ᾽ ὀνόματος ζυγομαχεῖν, εἰ μὴ τὸ μὲν ἡμᾶς μεταθέσθαι μεγάλην ἀτιμίαν ἔφερε καὶ ἀνανδρίαν, τὸ δὲ ταὐτὸν ἔχειν τοῦτον ἡμῖν ὄνομα διὰ πόλλ᾽ ἀδύνατον ἦν.

[7] πρῶτον μὲν γάρ, εἰ δεῖ τὰ κοινὰ τῶν ἰδίων εἰπεῖν πρότερον, τίν᾽ ἡμῖν ἡ πόλις ἐπιτάξει τρόπον, ἄν τι δέῃ ποιεῖν οἴσουσι νὴ Δί᾽ οἱ φυλέται τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τοὺς ἄλλους. Οὐκοῦν Μαντίθεον Μαντίου Θορίκιον οἴσουσιν, ἐὰν χορηγὸν ἢ γυμνασίαρχον ἢ ἑστιάτορ᾽ ἢ ἐάν τι τῶν ἄλλων φέρωσιν. Τῷ δῆλον οὖν ἔσται πότερον σὲ φέρουσιν ἢ ἐμέ σὺ μὲν γὰρ φήσεις ἐμέ, ἐγὼ δὲ σέ.

[8] καὶ δὴ καλεῖ μετὰ τοῦθ᾽ ὁ ἄρχων ἢ πρὸς ὅντιν᾽ ἂν ᾖ ἡ δίκη. Οὐχ ὑπακούομεν, οὐ λῃτουργοῦμεν. Πότερος ταῖς ἐκ τῶν νόμων ἔσται ζημίαις ἔνοχος; τίνα δ᾽ οἱ στρατηγοὶ τρόπον ἐγγράψουσιν, ἂν εἰς συμμορίαν ἐγγράφωσιν, ἢ ἂν τριήραρχον καθιστῶσιν ἢ ἂν στρατεία τις ᾖ, τῷ δῆλον ἔσται πότερός ἐσθ᾽ ὁ κατειλεγμένος;

[9] τί δ᾽, ἂν ἄλλη τις ἀρχὴ καθιστῇ λῃτουργεῖν, οἷον ἄρχων, βασιλεύς, ἀθλοθέται, τί σημεῖον ἔσται πότερον καθιστᾶσιν προσπαραγράψουσι νὴ Δία τὸν ἐκ Πλαγγόνος, ἂν σὲ ἐγγράφωσιν, ἂν δ᾽ ἐμέ, τῆς ἐμῆς μητρὸς τοὔνομα. Καὶ τίς ἤκουσε πώποτε, ἢ κατὰ ποῖον νόμον προσπαραγράφοιτ᾽ ἂν τοῦτο τὸ παράγραμμα ἢ ἄλλο τι πλὴν ὁ πατὴρ καὶ ὁ δῆμος; ὧν ὄντων ἀμφοῖν τῶν αὐτῶν πολλὴ ταραχὴ συμβαίνει.

[10] Φέρε, εἰ δὲ κριτὴς καλοῖτο Μαντίθεος Μαντίου Θορίκιος, τί ἂν ποιοῖμεν ἢ βαδίζοιμεν ἂν ἄμφω τῷ γὰρ ἔσται δῆλον πότερον σὲ κέκληκεν ἢ ἐμέ πρὸς Διός, ἂν δ᾽ ἀρχὴν ἡντινοῦν ἡ πόλις κληροῖ, οἷον βουλῆς, θεσμοθέτου, τῶν ἄλλων, τῷ δῆλος ὁ λαχὼν ἡμῶν ἔσται πλὴν εἰ σημεῖον, ὥσπερ ἂν ἄλλῳ τινί, τῷ χαλκίῳ προσέσται· καὶ οὐδὲ τοῦθ᾽ ὁποτέρου ἐστὶν οἱ πολλοὶ γνώσονται. Οὐκοῦν ὁ μὲν ἑαυτόν, ἐγὼ δ᾽ ἐμαυτὸν φήσω τὸν εἰληχότ᾽ εἶναι.

[11] Λοιπὸν εἰς τὸ δικαστήριον ἡμᾶς εἰσιέναι. Οὐκοῦν ἐφ᾽ ἑκάστῳ τούτων δικαστήριον ἡμῖν ἡ πόλις καθιεῖ, καὶ τοῦ μὲν κοινοῦ καὶ ἴσου, τοῦ τὸν λαχόντ᾽ ἄρχειν, ἀποστερησόμεθα, ἀλλήλους δὲ πλυνοῦμεν, καὶ ὁ τῷ λόγῳ κρατήσας ἄρξει. Καὶ πότερ᾽ ἂν βελτίους εἴημεν τῶν ὑπαρχουσῶν δυσκολιῶν ἀπαλλαττόμενοι, ἢ καινὰς ἔχθρας καὶ βλασφημίας ποιούμενοι ἃς πᾶσ᾽ ἀνάγκη συμβαίνειν, ὅταν ἀρχῆς ἤ τινος ἄλλου πρὸς ἡμᾶς αὐτοὺς ἀμφισβητῶμεν.

[12] Τί δ᾽, ἂν ἄρα δεῖ γὰρ ἅπαντα ἡμᾶς ἐξετάσαι ἅτερος ἡμῶν πείσας τὸν ἕτερον, ἐὰν λάχῃ, παραδοῦναι αὑτῷ τὴν ἀρχήν, οὕτω κληρῶται, τὸ δυοῖν πινακίοιν τὸν ἕνα κληροῦσθαι τί ἄλλ᾽ ἐστίν εἶτ᾽ ἐφ᾽ ᾧ θάνατον ζημίαν ὁ νόμος λέγει, τοῦθ᾽ ἡμῖν ἀδεῶς ἐξέσται πράττειν πάνυ γε· οὐ γὰρ ἂν αὐτὸ ποιήσαιμεν. Οἶδα κἀγώ, τὸ γοῦν κατ᾽ ἐμέ· ἀλλ᾽ οὐδ᾽ αἰτίαν τοιαύτης ζημίας ἐνίους ἔχειν καλόν, ἐξὸν μή.

[13] εἶεν. Ἀλλὰ ταῦτα μὲν ἡ πόλις βλάπτεται· ἐγὼ δ᾽ ἰδίᾳ τί θεάσασθ᾽ ἡλίκα, καὶ σκοπεῖτ᾽ ἄν τι δοκῶ λέγειν· πολὺ γὰρ χαλεπώτερα ταῦθ᾽ ὧν ἀκηκόατ᾽ ἐστίν. Ὁρᾶτε μὲν γὰρ ἅπαντες αὐτὸν χρώμενον, ἕως μὲν ἔζη, Μενεκλεῖ καὶ τοῖς περὶ ἐκεῖνον ἀνθρώποις, νῦν δ᾽ ἑτέροις ἐκείνου βελτίοσιν οὐδέν, καὶ τὰ τοιαῦτ᾽ ἐζηλωκότα καὶ δεινὸν δοκεῖν εἶναι βουλόμενον· καὶ νὴ Δί᾽ ἴσως ἔστιν.

[14] Ἂν οὖν προϊόντος τοῦ χρόνου τῶν αὐτῶν τι ποιεῖν τούτοις ἐπιχειρῇ ἔστι δὲ ταῦτα γραφαί, φάσεις, ἐνδείξεις, ἀπαγωγαί, εἶτ᾽ ἐπὶ τούτων τινί πολλὰ γάρ ἐστι τἀνθρώπινα, καὶ τοὺς πάνυ δεινοὺς ἑκάστοτε, ὅταν πλεονάζωσιν, ἐπίστασθ᾽ ὑμεῖς κοσμίους ποιεῖν ὄφλῃ τῷ δημοσίῳ, τί μᾶλλον οὗτος ἐγγεγραμμένος ἔσται ἐμοῦ

[15] ὅτι νὴ Δί᾽ εἴσονται πάντες πότερός ποτ᾽ ὦφλεν. Καλῶς. Ἂν δέ, ὃ τυχὸν γένοιτ᾽ ἄν, χρόνος διέλθῃ καὶ μὴ ἐκτεισθῇ τὸ ὄφλημα, τί μᾶλλον οἱ τούτου παῖδες ἔσονται τῶν ἐμῶν ἐγγεγραμμένοι, ὅταν τοὔνομα καὶ ὁ πατὴρ καὶ ἡ φυλὴ καὶ πάντ᾽ ᾖ ταὐτά τί δ᾽, εἴ τις δίκην ἐξούλης αὐτῷ λαχὼν μηδὲν ἐμοὶ φαίη πρὸς αὑτὸν εἶναι, κυρίαν δὲ ποιησάμενος ἐγγράψαι, τί μᾶλλον ἂν εἴη τοῦτον ἢ ἔμ᾽ ἐγγεγραφώς; τί δ᾽, εἴ τινας εἰσφορὰς μὴ θείη

[16] τί δ᾽, εἴ τις ἄλλη περὶ τοὔνομα γίγνοιτ᾽ ἢ λῆξις δίκης ἢ δόξ᾽ ὅλως ἀηδήσ τίς εἴσεται τῶν πολλῶν πότερός ποθ᾽ οὗτός ἐστιν, δυοῖν Μαντιθέοιν ταὐτοῦ πατρὸς ὄντοιν φέρε, εἰ δὲ δίκην ἀστρατείας φεύγοι, χορεύοι δ᾽ ὅταν στρατεύεσθαι δέῃ καὶ γὰρ νῦν, ὅτ᾽ εἰς Ταμύνας παρῆλθον οἱ ἄλλοι, ἐνθάδε τοὺς Χοᾶς ἄγων ἀπελείφθη καὶ τοῖς Διονυσίοις καταμείνας ἐχόρευεν, ὡς ἅπαντες ἑωρᾶθ᾽ οἱ ἐπιδημοῦντες.

[17] Ἀπελθόντων δ᾽ ἐξ Εὐβοίας τῶν στρατιωτῶν λιποταξίου προσεκλήθη, κἀγὼ ταξιαρχῶν τῆς φυλῆς ἠναγκαζόμην κατὰ τοὐνόματος τοῦ ἐμαυτοῦ πατρόθεν δέχεσθαι τὴν λῆξιν· καὶ εἰ μισθὸς ἐπορίσθη τοῖς δικαστηρίοις, εἰσῆγον ἂν δῆλον ὅτι. Ταῦτα δ᾽ εἰ μὴ σεσημασμένων ἤδη συνέβη τῶν ἐχίνων, κἂν μάρτυρας ὑμῖν παρεσχόμην.

[18] εἶεν. Εἰ δὲ ξενίας προσκληθείη πολλοῖς δὲ προσκρούει, καὶ ὃν ἠναγκάσθη τρόπον ὁ πατὴρ ποιήσασθαι αὐτόν, οὐ λέληθεν. Ὑμεῖς δ᾽, ὅτε μὲν τοῦτον οὐκ ἐποιεῖθ᾽ ὁ πατήρ, τὴν μητέρ᾽ ἀληθῆ λέγειν ἡγεῖσθ᾽ αὐτοῦ· ἐπειδὰν δ᾽ οὕτως γεγονὼς οὗτος ὀχληρὸς ᾖ, πάλιν ὑμῖν ποτὲ δόξει ᾽κεῖνος ἀληθῆ λέγειν. Τί δ᾽, εἰ ψευδομαρτυρίων ἁλώσεσθαι προσδοκῶν ἐφ᾽ οἷς ἐρανίζει τούτοις τοῖς περὶ αὑτόν, ἐρήμην ἐάσειεν τελεσθῆναι τὴν δίκην ἆρά γε μικρὰν ἡγεῖσθε βλάβην, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν κοινωνίᾳ τὸν ἅπαντα βίον τῆς τούτου δόξης καὶ τῶν ἔργων εἶναι

[19] ὅτι τοίνυν οὐδ᾽ ἃ διεξελήλυθ᾽ ὑμῖν μάτην φοβοῦμαι, θεωρήσατε. Οὗτος γὰρ ἤδη καὶ γραφάς τινας, ὦ ἄνδρες Ἀθηναῖοι, πέφευγεν, ἐφ᾽ αἷς οὐδὲν αἴτιος ὢν ἐγὼ συνδιαβάλλομαι, καὶ τῆς ἀρχῆς ἠμφεσβήτει, ἣν ὑμεῖς ἔμ᾽ ἐχειροτονήσατε, καὶ πολλὰ καὶ δυσχερῆ διὰ τοὔνομα συμβέβηκεν ἡμῖν, ὧν, ἵν᾽ εἰδῆτε, ἑκάστων μάρτυρας ὑμῖν παρέξομαι. Μάρτυρες

[20] ὁρᾶτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ συμβαίνοντα, καὶ τὴν ἀηδίαν τὴν ἐκ τοῦ πράγματος. Εἰ τοίνυν μηδὲν ἀηδὲς ἦν ἐκ τούτων, μηδ᾽ ὅλως ἀδύνατον ταὐτὸν ἔχειν ὄνομ᾽ ἡμῖν συνέβαινεν, οὐ δήπου τοῦτον μὲν δίκαιον τὸ μέρος τῶν ἐμῶν χρημάτων ἔχειν κατὰ τὴν ποίησιν, ἣν ὁ πατὴρ αὐτὸν ἀναγκασθεὶς ἐποιήσατο, ἐμὲ δ᾽ ἀφαιρεθῆναι τοὔνομα, ὃ βουλόμενος καὶ οὐδ᾽ ὑφ᾽ ἑνὸς βιασθεὶς ἔθετο. Οὐκ ἔγωγ᾽ ἡγοῦμαι. Ἵνα τοίνυν εἰδῆτε, ὅτι οὐ μόνον εἰς τοὺς φράτερας οὕτως, ὡς μεμαρτύρηται, ὁ πατὴρ τὴν ἐγγραφὴν ἐποιήσατο, ἀλλὰ καὶ τὴν δεκάτην ἐμοὶ ποιῶν τοὔνομα τοῦτ᾽ ἔθετο, λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν. Μαρτυρία

[21] ἀκούετ᾽, ἄνδρες Ἀθηναῖοι, ὅτι ἐγὼ μέν εἰμ᾽ ἐπὶ τοὐνόματος τούτου πάντα τὸν χρόνον, τουτονὶ δὲ Βοιωτὸν εἰς τοὺς φράτερας, ἡνίκ᾽ ἠναγκάσθη, ἐνέγραψεν ὁ πατήρ. Ἡδέως τοίνυν ἐροίμην ἂν αὐτὸν ἐναντίον ὑμῶν· εἰ μὴ ἐτελεύτησεν ὁ πατήρ, τί ἄν ποτ᾽ ἐποίεις πρὸς τοῖς δημόταις; οὐκ ἂν εἴας σεαυτὸν ἐγγράφειν Βοιωτόν ἀλλ᾽ ἄτοπον δίκην μὲν λαγχάνειν τούτου, κωλύειν δὲ πάλιν. Καὶ μὴν εἴ γ᾽ εἴας αὐτόν, ἐνέγραψεν ἄν σ᾽ εἰς τοὺς δημότας, ὅπερ εἰς τοὺς φράτερας. Οὐκοῦν δεινόν, ὦ γῆ καὶ θεοί, φάσκειν μὲν ἐκεῖνον αὑτοῦ πατέρ᾽ εἶναι, τολμᾶν δ᾽ ἄκυρα ποιεῖν ἁκεῖνος ἔπραξεν ζῶν.

[22] ἐτόλμα τοίνυν πρὸς τῷ διαιτητῇ πρᾶγμ᾽ ἀναιδέστατον λέγειν, ὡς ὁ πατὴρ αὑτοῦ δεκάτην ἐποίησεν ὥσπερ ἐμοῦ καὶ τοὔνομα τοῦτ᾽ ἔθετ᾽ αὐτῷ, καὶ μάρτυράς τινας παρείχετο, οἷς ἐκεῖνος οὐδεπώποτ᾽ ὤφθη χρώμενος. Ἐγὼ δ᾽ οὐδέν᾽ ὑμῶν ἀγνοεῖν οἴομαι, ὅτι οὔτ᾽ ἂν ἐποίησε δεκάτην οὐδεὶς παιδίου μὴ νομίζων αὑτοῦ δικαίως εἶναι, οὔτε ποιήσας καὶ στέρξας, ὡς ἂν υἱόν τις στέρξαι, πάλιν ἔξαρνος ἐτόλμησε γενέσθαι.

[23] Οὐδὲ γὰρ εἴ τι τῇ μητρὶ πρὸς ὀργὴν ἦλθεν τῇ τούτων, τούτους ἂν ἐμίσει, νομίζων αὑτοῦ εἶναι· πολὺ γὰρ μᾶλλον εἰώθασιν, ὧν ἂν ἑαυτοῖς διενεχθῶσιν ἀνὴρ καὶ γυνή, διὰ τοὺς παῖδας καταλλάττεσθαι ἢ δι᾽ ἃν ἀδικηθῶσιν ὑφ᾽ αὑτῶν, τοὺς κοινοὺς παῖδας πρὸς μισεῖν. Οὐ τοίνυν ἐκ τούτων ἔστιν ἰδεῖν μόνον ὅτι ψεύσεται, ταῦτ᾽ ἂν λέγῃ, ἀλλὰ πρὶν ἡμέτερος φάσκειν συγγενὴς εἶναι, εἰς Ἱπποθωντίδ᾽ ἐφοίτα φυλὴν εἰς παῖδας χορεύσων.

[24] Καίτοι τίς ἂν ὑμῶν οἴεται τὴν μητέρα πέμψαι τοῦτον εἰς ταύτην τὴν φυλήν, δεινὰ μέν, ὥς φησιν, ὑπὸ τοῦ πατρὸς πεπονθυῖαν, δεκάτην δ᾽ εἰδυῖαν πεποιηκότ᾽ ἐκεῖνον καὶ πάλιν ἔξαρνον ὄντα ἐγὼ μὲν οὐδέν᾽ ἂν οἶμαι. Εἰς γὰρ τὴν Ἀκαμαντίδ᾽ ὁμοίως ἐξῆν σοι φοιτᾶν, καὶ ἐφαίνετ᾽ ἂν οὖσ᾽ ἀκόλουθος ἡ φυλὴ τῇ θέσει τοὐνόματος. Ὡς τοίνυν ταῦτ᾽ ἀληθῆ λέγω, τούτων μάρτυρας ὑμῖν τοὺς συμφοιτῶντας καὶ τοὺς εἰδότας παρέξομαι. Μάρτυρες

[25] οὕτω τοίνυν φανερῶς παρὰ τὸν τῆς αὑτοῦ μητρὸς ὅρκον καὶ τὴν τοῦ δόντος ἐκείνῃ τὸν ὅρκον εὐήθειαν πατρὸς τετυχηκὼς καὶ ἀνθ᾽ Ἱπποθωντίδος ἐν Ἀκαμαντίδι φυλῇ γεγονώς, οὐκ ἀγαπᾷ Βοιωτὸς οὑτοσί, ἀλλὰ καὶ δίκας ἐμοὶ δύ᾽ ἢ τρεῖς εἴληχεν ἀργυρίου πρὸς αἷς καὶ πρότερόν μ᾽ ἐσυκοφάντει. Καίτοι πάντας οἶμαι τοῦθ᾽ ὑμᾶς εἰδέναι, τίς ἦν χρηματιστὴς ὁ πατήρ.

[26] ἐγὼ δ᾽ ἐάσω ταῦτα. Ἀλλ᾽ εἰ δίκαι᾽ ὀμώμοκεν ἡ μήτηρ ἡ τούτων, ἐπ᾽ αὐτοφώρῳ συκοφάντην ἐπιδεικνύει τοῦτον ταῖς δίκαις ταύταις. Εἰ γὰρ οὕτω δαπανηρὸς ἦν, ὥστε γάμῳ γεγαμηκὼς τὴν ἐμὴν μητέρα, ἑτέραν εἶχε γυναῖκα, ἧς ὑμεῖς ἐστέ, καὶ δύ᾽ οἰκίας ᾤκει, πῶς ἂν ἀργύριον τοιοῦτος ὢν κατέλιπεν

[27] οὐκ ἀγνοῶ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Βοιωτὸς οὑτοσὶ δίκαιον μὲν οὐδὲν ἕξει λέγειν, ἥξει δ᾽ ἐπὶ ταῦθ᾽ ἅπερ ἀεὶ λέγει, ὡς ἐπηρέαζεν ὁ πατὴρ αὐτῷ πειθόμενος ὑπ᾽ ἐμοῦ, ἀξιοῖ δ᾽ αὐτὸς ὡς δὴ πρεσβύτερος ὢν τοὔνομ᾽ ἔχειν τὸ τοῦ πρὸς πατρὸς πάππου. Πρὸς δὴ ταῦτ᾽ ἀκοῦσαι βέλτιον ὑμᾶς βραχέα. Ἐγὼ γὰρ οἶδα τοῦτον, ὅτ᾽ οὔπω συγγενὴς ἦν ἐμοί, ὁρῶν ὥσπερ ἂν ἄλλον τιν᾽ οὑτωσί, νεώτερον ὄντ᾽ ἐμοῦ καὶ συχνῷ, ὅσ᾽ ἐξ ὄψεως, οὐ μὴν ἰσχυρίζομαι τούτῳ καὶ γὰρ εὔηθεσ·

[28] ἀλλ᾽ εἴ τις ἔροιτο Βοιωτὸν τουτονί, ὅτ᾽ ἐν Ἱπποθωντίδι φυλῇ ἠξίους χορεύειν, οὔπω τοῦ πατρὸς εἶναι φάσκων τοῦ ἐμοῦ υἱός, τί σαυτὸν ἔχειν δικαίως ἂν θείης ὄνομα εἰ γὰρ Μαντίθεον, οὐκ ἂν διὰ τοῦτό γε φαίης ὅτι πρεσβύτερος εἶ ἐμοῦ. Ὃς γὰρ οὐδὲ τῆς φυλῆς τότε σοι προσήκειν ἡγοῦ τῆς ἐμῆς, πῶς ἂν τοῦ γε πάππου τοῦ ἐμοῦ ἠμφεσβήτεις;

[29] ἔτι δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν μὲν τῶν ἐτῶν χρόνον οὐδεὶς οἶδεν ὑμῶν ἐγὼ μὲν γὰρ ἐμοὶ πλείονα, οὗτος δ᾽ ἑαυτῷ φήσει, τὸν δὲ τοῦ δικαίου λόγον ἅπαντες ἐπίστασθε. Ἔστι δ᾽ οὗτος τίσ ἀφ᾽ οὗ παῖδας ἐποιήσατο τούτους ὁ πατήρ, ἀπὸ τούτου καὶ νομίζεσθαι. Πρότερον τοίνυν ἔμ᾽ εἰς τοὺς δημότας ἐνέγραψε Μαντίθεον, πρὶν εἰσαγαγεῖν τοῦτον εἰς τοὺς φράτερας. Ὥστ᾽ οὐ τῷ χρόνῳ μόνον, ἀλλὰ καὶ τῷ δικαίῳ πρεσβεῖον ἔχοιμ᾽ ἂν ἐγὼ τοὔνομα τοῦτ᾽ εἰκότως.

[30] εἶεν. Εἰ δέ τίς σ᾽ ἔροιτο, εἰπέ μοι, Βοιωτέ, πόθεν νῦν Ἀκαμαντίδος φυλῆς γέγονας καὶ τῶν δήμων Θορίκιος καὶ υἱὸς Μαντίου, καὶ τὸ μέρος τῶν ὑπ᾽ ἐκείνου καταλειφθέντων ἔχεις; οὐδὲν ἂν ἄλλ᾽ ἔχοις εἰπεῖν, πλὴν ὅτι κἀμὲ ζῶν ἐποιήσατο Μαντίας. Τί τεκμήριον, εἴ τίς σ᾽ ἔροιτο, ἢ μαρτύριόν ἐστί σοι τούτου εἰς τοὺς φράτεράς μ᾽ εἰσήγαγε, φήσειας ἄν. Τί οὖν σ᾽ ἐνέγραψεν ὄνομα, εἴ τις ἔροιτο, Βοιωτὸν ἂν εἴποις· τοῦτο γὰρ εἰσήχθης.

[31] Οὐκοῦν δεινὸν εἰ τῆς μὲν πόλεως καὶ τῶν ὑπ᾽ ἐκείνου καταλειφθέντων διὰ τοὔνομα τοῦτο μέτεστί σοι, τοῦτο δ᾽ ἀξιοῖς ἀφεὶς ἕτερον μεταθέσθαι σαυτῷ. Φέρ᾽, εἴ σ᾽ ὁ πατὴρ ἀξιώσειεν ἀναστάς, ἢ μένειν ἐφ᾽ οὗ σ᾽ αὐτὸς ἐποιήσατ᾽ ὀνόματος, ἢ πατέρ᾽ ἄλλον σαυτοῦ φάσκειν εἶναι, ἆρ᾽ οὐκ ἂν μέτρι᾽ ἀξιοῦν δοκοίη ταὐτὰ τοίνυν ταῦτ᾽ ἐγώ σ᾽ ἀξιῶ, ἢ πατρὸς ἄλλου σεαυτὸν παραγράφειν, ἢ τοὔνομ᾽ ἔχειν ὃ ᾽κεῖνος ἔδωκέ σοι.

[32] Νὴ Δί᾽, ἀλλ᾽ ὕβρει καὶ ἐπηρείᾳ τινὶ τοῦτ᾽ ἐτέθη σοι. Ἀλλὰ πολλάκις μέν, ὅτ᾽ οὐκ ἐποιεῖθ᾽ ὁ πατὴρ τούτους, ἔλεγον οὗτοι ὡς οὐδὲν χείρους εἰσὶν οἱ τῆς μητρὸς τῆς τούτου συγγενεῖς τῶν τοῦ πατρὸς τοῦ ἐμοῦ. Ἔστι δ᾽ ὁ Βοιωτὸς ἀδελφοῦ τῆς τούτου μητρὸς ὄνομα. Ἐπειδὴ δ᾽ εἰσάγειν ὁ πατὴρ τούτους ἠναγκάζετο, ἐμοῦ προεισηγμένου Μαντιθέου, οὕτω τοῦτον εἰσάγει Βοιωτόν, τὸν ἀδελφὸν δ᾽ αὐτοῦ Πάμφιλον. Ἐπεὶ σὺ δεῖξον, ὅστις Ἀθηναίων ταὐτὸν ὄνομα τοῖς αὑτοῦ παισὶν ἔθετο δυοῖν· κἂν δείξῃς, ἐγὼ συγχωρήσω δι᾽ ἐπήρειάν σοι τοῦτο τοὔνομα θέσθαι τὸν πατέρα.

[33] καίτοι εἴ γε τοιοῦτος ἦσθα, ὥστε ποιήσασθαι μὲν σαυτὸν ἀναγκάσαι, ἐξ ὅτου δ᾽ ἀρέσεις ἐκείνῳ τρόπου μὴ σκοπεῖν, οὐκ ἦσθ᾽ οἷον δεῖ τὸν προσήκοντ᾽ εἶναι περὶ τοὺς γονέας, οὐκ ὢν δ᾽ οὐκ ἐπηρεάζου δικαίως ἄν, ἀλλ᾽ ἀπωλώλεις. Ἢ δεινόν γ᾽ ἂν εἴη, εἰ κατὰ μὲν τῶν ὑπὸ τοῦ πατρὸς αὐτοῦ νομιζομένων παίδων οἱ περὶ τῶν γονέων ἰσχύσουσιν νόμοι, κατὰ δὲ τῶν αὑτοὺς εἰσβιαζομένων ἄκοντας ποιεῖσθαι ἄκυροι γενήσονται.

[34] ἀλλ᾽, ὦ χαλεπώτατε Βοιωτέ, μάλιστα μὲν ὧν πράττεις πάντων παῦσαι, εἰ δ᾽ ἄρα μὴ βούλει, ἐκεῖνό γε πρὸς Διὸς πείθου· παῦσαι μὲν σαυτῷ παρέχων πράγματα, παῦσαι δ᾽ ἐμὲ συκοφαντῶν, ἀγάπα δ᾽ ὅτι σοι πόλις, οὐσία, πατὴρ γέγονεν. Οὐδεὶς ἀπελαύνει σ᾽ ἀπὸ τούτων, οὔκουν ἔγωγε. Ἀλλ᾽ ἂν μέν, ὥσπερ εἶναι φὴς ἀδελφός, καὶ τὰ ἔργ᾽ ἀδελφοῦ ποιῇς, δόξεις εἶναι συγγενής, ἂν δ᾽ ἐπιβουλεύῃς, δικάζῃ, φθονῇς, βλασφημῇς, δόξεις εἰς ἀλλότρι᾽ ἐμπεσὼν ὡς οὐ προσήκουσιν οὕτω χρῆσθαι.

[35] Ἐπεὶ ἔγωγ᾽ οὐδ᾽ εἰ τὰ μάλισθ᾽ ὁ πατὴρ ὄντα σ᾽ ἑαυτοῦ μὴ ἐποιεῖτ᾽ ἀδικῶ. Οὐ γὰρ ἐμοὶ προσῆκεν εἰδέναι, τίνες εἰσὶν υἱεῖς ἐκείνου, ἀλλ᾽ ἐκείνῳ δεῖξαι, τίν᾽ ἐμοὶ νομιστέον ἔστ᾽ ἀδελφόν. Ὃν μὲν τοίνυν οὐκ ἐποιεῖτό σε χρόνον, οὐδ᾽ ἐγὼ προσήκονθ᾽ ἡγούμην, ἐπειδὴ δ᾽ ἐποιήσατο, κἀγὼ νομίζω. Τί τούτου σημεῖον τῶν πατρῴων ἔχεις τὸ μέρος μετὰ τὴν τοῦ πατρὸς τελευτήν· ἱερῶν, ὁσίων μετέχεις· ἀπάγει σ᾽ οὐδεὶς ἀπὸ τούτων. Τί βούλει ἂν δὲ φῇ δεινὰ πάσχειν καὶ κλάῃ καὶ ὀδύρηται καὶ κατηγορῇ ἐμοῦ, ἃ μὲν ἂν λέγῃ, μὴ πιστεύετε οὐ γὰρ δίκαιον μὴ περὶ τούτων ὄντος τοῦ λόγου νυνί, ἐκεῖνο δ᾽ ὑπολαμβάνετε, ὅτι οὐδὲν ἔστ᾽ αὐτῷ ἧττον δίκην λαμβάνειν Βοιωτῷ κληθέντι.

[36] Τί οὖν φιλονικεῖς; μηδαμῶς· μὴ ἔχ᾽ οὕτω πρὸς ἡμᾶς ἐθελέχθρως· οὐδὲ γὰρ ἐγὼ πρὸς σέ, ἐπεὶ καὶ νῦν, ἵνα μηδὲ τοῦτο λάθῃ σε, ὑπὲρ σοῦ λέγω μᾶλλον, ἀξιῶν μὴ ταὐτὸν ἔχειν ὄνομ᾽ ἡμᾶς. Εἰ γὰρ μηδὲν ἄλλο, ἀνάγκη τὸν ἀκούσαντ᾽ ἐρέσθαι πότερος, δύ᾽ ἂν ὦσιν Μαντίθεοι Μαντίου. Οὐκοῦν, ὃν ἠναγκάσθη ποιήσασθαι, σὲ ἂν λέγῃ, ἐρεῖ. Τί οὖν ἐπιθυμεῖς τούτων ἀνάγνωθι δέ μοι λαβὼν δύο ταυτασὶ μαρτυρίας, ὡς ἐμοὶ Μαντίθεον καὶ τούτῳ Βοιωτὸν ὁ πατὴρ ὄνομ᾽ ἔθετο. Μαρτυρίαι

[37] λοιπὸν ἡγοῦμαι τοῦθ᾽ ὑμῖν ἐπιδεῖξαι, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς οὐ μόνον εὐορκήσετε, ἂν ἁγὼ λέγω ψηφίσησθε, ἀλλὰ καὶ ὡς οὗτος αὐτὸς αὑτοῦ κατέγνω Βοιωτόν, ἀλλ᾽ οὐ Μαντίθεον ὄνομα δικαίως ἂν ἔχειν. Λαχόντος γὰρ ἐμοῦ τὴν δίκην ταύτην Βοιωτῷ Μαντίου Θορικίῳ, ἐξ ἀρχῆς τ᾽ ἠντεδίκει καὶ ὑπώμνυθ᾽ ὡς ὢν Βοιωτός, καὶ τὸ τελευταῖον, ἐπεὶ οὐκέτ᾽ ἐνῆν αὐτῷ διακρούσασθαι, ἐρήμην ἐάσας καταδιαιτῆσαι, σκέψασθε πρὸς θεῶν τί ἐποίησεν·

[38] ἀντιλαγχάνει μοι τὴν μὴ οὖσαν Βοιωτὸν αὑτὸν προσαγορεύσας. Καίτοι ἐξ ἀρχῆς τ᾽ ἔδει ἐᾶν αὐτὸν τελέσασθαι τὴν δίκην κατὰ Βοιωτοῦ, εἴπερ μηδὲν προσῆκεν αὐτῷ τοὐνόματος, ὕστερόν τε μὴ αὐτὸν φαίνεσθαι ἐπὶ τῷ ὀνόματι τούτῳ ἀντιλαγχάνοντα τὴν μὴ οὖσαν. Ὃς οὖν αὐτὸς αὑτοῦ κατέγνω δικαίως ἂν εἶναι Βοιωτός, τί ὑμᾶς ἀξιώσει τοὺς ὀμωμοκότας ψηφίζεσθαι ὡς δὲ ταῦτ᾽ ἀληθῆ λέγω, λαβέ μοι τὴν ἀντίληξιν καὶ τὸ ἔγκλημα τουτί. Ἀντίληξις Ἔγκλημα

[39] εἰ μὲν τοίνυν οὗτος ἔχει δεῖξαι νόμον ὃς ποιεῖ κυρίους εἶναι τοὺς παῖδας τοῦ ἑαυτῶν ὀνόματος, ἃ λέγει νῦν οὗτος ὀρθῶς ἂν ψηφίζοισθε. Εἰ δ᾽ ὁ μὲν νόμος, ὃν πάντες ἐπίστασθ᾽ ὁμοίως ἐμοί, τοὺς γονέας ποιεῖ κυρίους οὐ μόνον θέσθαι τοὔνομ᾽ ἐξ ἀρχῆς, ἀλλὰ κἂν πάλιν ἐξαλεῖψαι βούλωνται καὶ ἀποκηρῦξαι, ἐπέδειξα δ᾽ ἐγὼ τὸν πατέρα, ὃς κύριος ἦν ἐκ τοῦ νόμου, τούτῳ μὲν Βοιωτόν, ἐμοὶ δὲ Μαντίθεον θέμενον, πῶς ὑμῖν ἔστιν ἄλλο τι πλὴν ἁγὼ λέγω ψηφίσασθαι

[40] ἀλλὰ μὴν ὧν γ᾽ ἂν μὴ ὦσι νόμοι, γνώμῃ τῇ δικαιοτάτῃ δικάσειν ὀμωμόκατε, ὥστ᾽ εἰ μηδεὶς ἦν περὶ τούτων κείμενος νόμος, κἂν οὕτω δικαίως πρὸς ἐμοῦ τὴν ψῆφον ἔθεσθε. Τίς γάρ ἐστιν ὑμῶν ὅστις ταὐτὸν ὄνομα τοῖς αὑτοῦ παισὶν τέθειται δυοῖν τίς δ᾽, ᾧ μήπω παῖδες εἰσί, θήσεται

[41] οὐδεὶς δήπου. Οὐκοῦν ὃ δίκαιον τῇ γνώμῃ τοῖς ὑμετέροις αὐτῶν παισὶν ὑπειλήφατε, τοῦτο καὶ περὶ ἡμῶν εὐσεβὲς γνῶναι. Ὥστε καὶ κατὰ τὴν δικαιοτάτην γνώμην καὶ κατὰ τοὺς νόμους καὶ κατὰ τοὺς ὅρκους καὶ κατὰ τὴν τούτου προσομολογίαν ἐγὼ μὲν μέτρι᾽ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δέομαι καὶ δίκαι᾽ ἀξιῶ, οὗτος δ᾽ οὐ μόνον οὐ μέτρια, ἀλλ᾽ οὐδ᾽ εἰωθότα γίγνεσθαι.