Μετάβαση στο περιεχόμενο

Προς Αυτόλυκον/Βιβλίο II

Από Βικιθήκη
Προς Αυτόλυκον
Συγγραφέας:
Βιβλίο II


1. Ἐπειδὴ πρὸ τούτων τῶν ἡμερῶν ἐγένετο λόγος ἡμῖν, ὦ ἀγαθώτατε Αὐτόλυκε, πυθομένου σου τίς μου ὁ θεὸς καὶ δι' ὀλίγου παρασχόντος σου τὰ ὦτα τῇ ὁμιλίᾳ ἡμῶν, περὶ τῆς θεοσεβείας μου ἐξεθέμην σοι· ἔτι δὲ καὶ ἀποταξάμενοι ἑαυτοῖς μετὰ πλείστης φιλίας ἐπορεύθημεν ἕκαστος εἰς τὸν ἑαυτοῦ οἶκον, καίπερ σκληρῶς τὰ πρῶτά σου ἔχοντος πρὸς ἡμᾶς· οἶδας γὰρ καὶ μέμνησαι ὅτι ὑπέλαβες μωρίαν εἶναι τὸν λόγον ἡμῶν. σοῦ οὖν μετὰ ταῦτα προτρεψαμένου με, κἂν <ἰδιώτης ὦ τῷ λόγῳ>, πλὴν βούλομαί σοι καὶ νῦν διὰ τοῦδε τοῦ συγγράμματος ἀκριβέστερον ἐπιδεῖξαι τὴν ματαιοπονίαν καὶ ματαίαν θρησκείαν ἐν ᾗ κατέχῃ, ἅμα καὶ δι' ὀλίγων τῶν κατά σε ἱστοριῶν ὧν ἀναγινώσκεις, ἴσως δὲ οὐδέπω γινώσκεις, τὸ ἀληθὲς φανερόν σοι ποιῆσαι.

2. Καὶ γὰρ γέλοιόν μοι δοκεῖ λιθοξόους μὲν καὶ πλάστας ἢ ζωγράφους ἢ χωνευτὰς πλάσσειν τε καὶ γράφειν καὶ γλύφειν καὶ χωνεύειν καὶ θεοὺς κατασκευάζειν, οἵ, ἔπαν γένωνται ὑπὸ τῶν τεχνιτῶν, οὐδὲν αὐτοὺς ἡγοῦνται· ὅταν δὲ ἀγορασθῶσιν ὑπό τινων καὶ ἀνατεθῶσιν εἰς ναὸν καλούμενον ἢ οἶκόν τινα, τούτοις οὐ μόνον θύουσιν οἱ ὠνησάμενοι, ἀλλὰ καὶ οἱ ποιήσαντες καὶ πωλήσαντες ἔρχονται μετὰ σπουδῆς καὶ παρατάξεως θυσιῶν τε καὶ σπονδῶν εἰς τὸ προσκυνεῖν αὐτοῖς καὶ ἡγοῦνται θεοὺς αὐτούς, οὐκ εἰδότες ὅτι τοιοῦτοί εἰσιν ὁποῖοι καὶ ὅτε ἐγένοντο ὑπ' αὐτῶν ἤτοι λίθος ἢ χαλκός, ἢ ξύλον ἢ χρῶμα, ἢ καὶ ἑτέρα τις ὕλη. Τοῦτο δὴ καὶ ὑμῖν συμβέβηκεν τοῖς ἀναγινώσκουσι τὰς ἱστορίας καὶ γενεαλογίας τῶν λεγομένων θεῶν. ὁπόταν γὰρ ἐπιτυγχάνετε ταῖς γενέσεσιν αὐτῶν, ὡς ἀνθρώπους αὐτοὺς νοεῖτε· ὕστερον δὲ θεοὺς προσαγορεύετε καὶ θρησκεύετε αὐτοῖς, οὐκ ἐφιστάνοντες οὐδὲ συνιέντες ὅτι οἵους αὐτοὺς ἀνέγνωτε γεγονέναι τοιοῦτοι καὶ ἐγεννήθησαν.

3. Καὶ τῶν μὲν τότε θεῶν, εἴπερ ἐγεννῶντο, γένεσις πολλὴ ηὑρίσκετο. τὸ δὲ νῦν ποῦ θεῶν γένεσις δείκνυται; εἰ γὰρ τότε ἐγέννων καὶ ἐγεννῶντο, δῆλον ὅτι ἐχρῆν καὶ ἕως τοῦ δεῦρο γίνεσθαι θεοὺς γεννητούς· εἰ δὲ μή γε, ἀσθενὲς τὸ τοιοῦτο νοηθήσεσθαι· ἢ γὰρ ἐγήρασαν, διὸ οὐκ ἔτι γεννῶσιν, ἢ ἀπέθανον καὶ οὐκ ἔτι εἰσίν. εἰ γὰρ ἐγεννῶντο θεοί, ἐχρῆν καὶ ἕως τοῦ δεῦρο γεννᾶσθαι, καθάπερ γὰρ καὶ ἄνθρωποι γεννῶνται· μᾶλλον δὲ καὶ πλείονες θεοὶ ὤφειλον εἶναι τῶν ἀνθρώπων, ὥς φησιν Σίβυλλα·

Εἰ δὲ θεοὶ γεννῶσι καὶ ἀθάνατοί γε μένουσι,
πλείονες ἀνθρώπων γεγεννημένοι ἂν θεοὶ ἦσαν,
οὐδὲ τόπος στῆναι θνητοῖς οὐκ ἄν ποθ' ὑπῆρξεν.

εἰ γὰρ ἀνθρώπων θνητῶν καὶ ὀλιγοχρονίων ὄντων τὰ γεννώμενα τέκνα ἕως τοῦ δεῦρο δείκνυται, καὶ οὐ πέπαυται τὸ μὴ γεννᾶσθαι ἀνθρώπους, διὸ πληθύουσι πόλεις καὶ κῶμαι, ἔτι μὴν καὶ χῶραι κατοικοῦνται, πῶς οὐχὶ μᾶλλον ἐχρῆν θεοὺς τοὺς μὴ ἀποθνήσκοντας κατὰ τοὺς ποιητὰς γεννᾶν καὶ γεννᾶσθαι, καθώς φατε θεῶν γένεσιν γεγενῆσθαι; πρὸς τί δὲ τότε μὲν τὸ ὄρος τὸ καλούμενον Ὄλυμπος ὑπὸ θεῶν κατῳκεῖτο, νυνὶ δὲ ἔρημον τυγχάνει; ἢ τίνος εἵνεκεν τότε μὲν ὁ Ζεὺς ἐν τῇ Ἴδῃ κατῴκει (ἐγινώσκετο οἰκῶν ἐκεῖ κατὰ τὸν Ὅμηρον καὶ τοὺς λοιποὺς ποιητάς) νῦνι δὲ ἀγνοεῖται; διὰ τί δὲ καὶ οὐκ ἦν πανταχόσε, ἀλλὰ ἐν μέρει γῆς εὑρίσκετο; ἢ γὰρ τῶν λοιπῶν ἠμέλει, ἢ ἀδύνατος ἦν τοῦ πανταχόσε εἶναι καὶ τῶν πάντων προνοεῖν. εἰ γὰρ ἦν, εἰ τύχοι εἰπεῖν, ἐν τόπῳ ἀνατολικῷ, οὐκ ἦν ἐν τόπῳ δυτικῷ· εἰ δὲ αὖ πάλιν ἐν τοῖς δυτικοῖς ἦν, οὐκ ἦν ἐν τοῖς ἀνατολικοῖς. Θεοῦ δὲ τοῦ ὑψίστου καὶ παντοκράτορος καὶ τοῦ ὄντως θεοῦ τοῦτό ἐστιν μὴ μόνον τὸ πανταχόσε εἶναι, ἀλλὰ καὶ <πάντα ἐφορᾶν καὶ πάντων ἀκούειν>, ἔτι μὴν μηδὲ τὸ ἐν τόπῳ χωρεῖσθαι· εἰ δὲ μή γε, μείζων ὁ χωρῶν τόπος αὐτοῦ εὑρεθήσεται· μεῖζον γάρ ἐστιν τὸ χωροῦν τοῦ χωρουμένου· Θεὸς γὰρ οὐ χωρεῖται, ἀλλὰ αὐτός ἐστι τόπος τῶν ὅλων.

Πρὸς τί δὲ καὶ καταλέλοιπεν ὁ Ζεὺς τὴν Ἴδην; πότερον τελευτήσας, ἢ οὐκ ἔτι ἤρεσεν αὐτῷ ἐκεῖνο τὸ ὄρος; ποῦ δὲ καὶ ἐπορεύθη; εἰς οὐρανούς; οὐχί. ἀλλὰ ἐρεῖς εἰς Κρήτην; ναί· ὅπου καὶ τάφος αὐτῷ ἕως τοῦ δεῦρο δείκνυται. πάλιν φήσεις εἰς Πεῖσαν, ὁ κλέων ἕως τοῦ δεῦρο τὰς χεῖρας Φειδίου.

Ἔλθωμεν τοίνυν ἐπὶ τὰ συγγράμματα τῶν φιλοσόφων καὶ ποιητῶν.

4. Ἔνιοι μὲν τῆς στοᾶς ἀρνοῦνται καὶ τὸ ἐξ ὅλου θεὸν εἶναι, ἤ, εἰ καί ἐστιν, μηδενός φασιν φροντίζειν τὸν θεὸν πλὴν ἑαυτοῦ. καὶ ταῦτα μὲν παντελῶς Ἐπικούρου καὶ Χρυσίππου ἡ ἄνοια ἀπεφήνατο. ἕτεροι δέ φασιν αὐτοματισμὸν τῶν πάντων εἶναι, καὶ τὸν κόσμον ἀγένητον καὶ φύσιν ἀΐδιον, καὶ τὸ σύνολον πρόνοιαν μὴ εἶναι θεοῦ ἐτόλμησαν ἐξειπεῖν, ἀλλὰ θεὸν εἶναι μόνον φασὶν τὴν ἑκάστου συνείδησιν. ἄλλοι δ' αὖ τὸ δι' ὅλου κεχωρηκὸς πνεῦμα θεὸν δογματίζουσιν.

Πλάτων δὲ καὶ οἱ τῆς αἱρέσεως αὐτοῦ θεὸν μὲν ὁμολογοῦσιν ἀγένητον καὶ πατέρα καὶ ποιητὴν τῶν ὅλων εἶναι· εἶτα ὑποτίθενται θεὸν καὶ ὕλην ἀγένητον καὶ ταύτην φασὶν συνηκμακέναι τῷ θεῷ. εἰ δὲ θεὸς ἀγένητος καὶ ὕλη ἀγένητος, οὐκ ἔτι ὁ θεὸς ποιητὴς τῶν ὅλων ἐστὶν κατὰ τοὺς Πλατωνικούς, οὐδὲ μὴν μοναρχία θεοῦ δείκνυται, ὅσον τὸ κατ' αὐτούς. ἔτι δὲ καὶ ὥσπερ ὁ θεός, ἀγένητος ὤν, καὶ ἀναλλοίωτός ἐστιν, οὕτως, εἰ καὶ ἡ ὕλη ἀγένητος ἦν, καὶ ἀναλλοίωτος καὶ ἰσόθεος ἦν· τὸ γὰρ γενητὸν τρεπτὸν καὶ ἀλλοιωτόν, τὸ δὲ ἀγένητον ἄτρεπτον καὶ ἀναλλοίωτον.

Τί δὲ μέγα, εἰ ὁ θεὸς ἐξ ὑποκειμένης ὕλης ἐποίει τὸν κόσμον; καὶ γὰρ τεχνίτης ἄνθρωπος, ἐπὰν ὕλην λάβῃ ἀπό τινος, ἐξ αὐτῆς ὅσα βούλεται ποιεῖ. θεοῦ δὲ ἡ δύναμις ἐν τούτῳ φανεροῦται ἵνα ἐξ οὐκ ὄντων ποιῇ ὅσα βούλεται, καθάπερ καὶ τὸ ψυχὴν δοῦναι καὶ κίνησιν οὐχ ἑτέρου τινός ἐστιν ἀλλ' ἢ μόνου θεοῦ. καὶ γὰρ ἄνθρωπος εἰκόνα μὲν ποιεῖ, λόγον δὲ καὶ πνοὴν ἢ αἴσθησιν οὐ δύναται δοῦναι τῷ ὑπ' αὐτοῦ γενομένῳ. θεὸς δὲ τούτου πλεῖον τοῦτο κέκτηται, τὸ ποιεῖν λογικόν, ἔμπνουν, αἰσθητικόν. ὥσπερ οὖν ἐν τούτοις πᾶσιν δυνατώτερός ἐστιν ὁ θεὸς τοῦ ἀνθρώπου, οὕτως καὶ τὸ ἐξ οὐκ ὄντων ποιεῖν καὶ πεποιηκέναι τὰ ὄντα, καὶ ὅσα βούλεται καὶ ὡς βούλεται.

5. Ὥστε ἀσύμφωνός ἐστιν ἡ γνώμη κατὰ τοὺς φιλοσόφους καὶ συγγράφεις. τούτων γὰρ ταῦτα ἀποφηναμένων, εὑρίσκεται ὁ ποιητὴς Ὅμηρος ἑτέρᾳ ὑποθέσει εἰσάγων γένεσιν οὐ μόνον κόσμου ἀλλὰ καὶ θεῶν. φησὶν γάρ που·

Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν,
ἐξ οὗ δὴ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα.

ἃ δὴ λέγων οὐκ ἔτι θεὸν συνιστᾷ. τίς γὰρ οὐκ ἐπίσταται τὸν Ὠκεανὸν ὕδωρ εἶναι; εἰ δὲ ὕδωρ, οὐκ ἄρα θεός. ὁ δὲ θεός, εἰ τῶν ὅλων ποιητής ἐστιν, καθὼς καὶ ἔστιν, ἄρα καὶ τοῦ ὕδατος καὶ τῶν θαλασσῶν κτίστης ἐστίν.

Ἡσίοδος δὲ καὶ αὐτὸς οὐ μόνον θεῶν γένεσιν ἐξεῖπεν, ἀλλὰ καὶ αὐτοῦ τοῦ κόσμου. καὶ τὸν μὲν κόσμον γενητὸν εἰπὼν ἠτόνησεν εἰπεῖν ὑφ' οὗ γέγονεν. ἔτι μὴν καὶ θεοὺς ἔφησεν Κρόνον καὶ τὸν ἐξ αὐτοῦ Δία, Ποσειδῶνά τε καὶ Πλούτωνα, καὶ τούτους μεταγενεστέρους εὑρίσκομεν τοῦ κόσμου. ἔτι δὲ καὶ τὸν Κρόνον πολεμεῖσθαι ὑπὸ τοῦ Διὸς τοῦ ἰδίου παιδὸς ἱστορεῖ. οὕτως γάρ φησιν·

Κάρτεϊ νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα
ἀθανάτοις διέταξεν ὅμως καὶ ἐπέφραδε τιμάς.

εἶτα ἐπιφέρει λέγων τὰς τοῦ Διὸς θυγατέρας, ἃς καὶ Μούσας προσαγορεύει, ὧν ἱκέτης εὑρίσκεται βουλόμενος μαθεῖν παρ' αὐτῶν τίνι τρόπῳ τὰ πάντα γεγένηται. λέγει γάρ·

Χαίρετε, τέκνα Διός, δότε δ' ἱμερόεσσαν ἀοιδήν.
κλείετε δ' ἀθανάτων μακάρων γένος αἰὲν ἐόντων,
οἳ γῆς ἐξεγένοντο καὶ οὐρανοῦ ἀστερόεντος,
νυκτός τε δνοφερῆς, οὓς ἁλμυρὸς ἔτρεφε πόντος.
εἴπατε δ' ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο,
καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θύων,
ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν,
ὥς τ' ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο,
ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
ταῦτά μοι ἔσπετε Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι
ἐξ ἀρχῆς, καὶ εἴπαθ' ὅ τι πρῶτον γένετ' αὐτῶν.

πῶς δὲ ταῦτα ἠπίσταντο αἱ Μοῦσαι, μεταγενέστεραι οὖσαι τοῦ κόσμου; ἢ πῶς ἠδύναντο διηγήσασθαι τῷ Ἡσιόδῳ, ὅπου δὴ ὁ πατὴρ αὐτῶν οὔπω γεγένηται;

6. Καὶ ὕλην μὲν τρόπῳ τινὶ ὑποτίθεται, καὶ κόσμου ποίησιν, λέγων·

Ἤτοι μὲν πρώτιστα χάος γένετ', αὐτὰρ ἔπειτα
γαῖ' εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ
ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
Τάρταρά τ' ἠερόεντα, μυχὸν χθονὸς εὐρυοδείης,
ἠδ' Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,
λυσιμελής, πάντων τε θεῶν πάντων τ' ἀνθρώπων
δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.
ἐκ Χάεος δ' Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο.
Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑωυτῇ
Οὐρανὸν ἀστερόενθ', ἵνα μιν περὶ πάντα καλύπτῃ,
ὄφρ' εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί·
γείνατο δ' οὔρεα μακρά, θεᾶν χαρίεντας ἐναύλους
Νυμφέων, αἳ ναίουσιν ἀν' οὔρεα βησσήεντα·
ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θῦον,
πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα
Οὐρανῷ εὐνηθεῖσα τέκ' Ὠκεανὸν βαθυδίνην.

καὶ ταῦτα εἰπὼν οὐδὲ οὕτως ἐδήλωσεν ὑπὸ τίνος ἐγένοντο. εἰ γὰρ ἐν πρώτοις ἦν χάος, καὶ ὕλη τις προϋπέκειτο ἀγένητος οὖσα, τίς ἄρα ἦν ὁ ταύτην μετασκευάζων καὶ μεταρρυθμίζων καὶ μεταμορφῶν; πότερον αὐτὴ ἑαυτὴν ἡ ὕλη μετεσχημάτιζεν καὶ ἐκόσμει; ὁ γὰρ Ζεὺς μετὰ χρόνον πολὺν γεγένηται, οὐ μόνον τῆς ὕλης ἀλλὰ καὶ τοῦ κόσμου καὶ πλήθους ἀνθρώπων· ἔτι μὴν καὶ ὁ πατὴρ αὐτοῦ Κρόνος. ἢ μᾶλλον ἦν κύριόν τι τὸ ποιῆσαν αὐτήν, λέγω δὲ θεός, ὁ καὶ κατακοσμήσας αὐτήν;

Ἔτι μὴν κατὰ πάντα τρόπον φλυαρῶν εὑρίσκεται καὶ ἐναντία ἑαυτῷ λέγων. εἰπὼν γὰρ γῆν καὶ οὐρανὸν καὶ θάλασσαν ἐξ αὐτῶν τοὺς θεοὺς βούλεται γεγονέναι, καὶ ἐκ τούτων ἀνθρώπους δεινοτάτους τινὰς συγγενεῖς θεῶν καταγγέλλει, Τιτάνων γένος καὶ Κυκλώπων καὶ Γιγάντων πληθύν, τῶν τε κατὰ Αἴγυπτον δαιμόνων, ἢ ματαίων ἀνθρώπων, ὡς μέμνηται Ἀπολλωνίδης, ὁ καὶ Ὁράπιος ἐπικληθείς, ἐν βίβλῳ τῇ ἐπιγραφομένῃ <Σεμενουθὶ> καὶ ταῖς λοιπαῖς κατ' αὐτὸν ἱστορίαις περί τε τῆς θρησκείας τῆς Αἰγυπτιακῆς καὶ τῶν βασιλέων αὐτῶν.

7. Τί δέ μοι λέγειν τοὺς κατὰ Ἕλληνας μύθους καὶ τὴν ἐν αὐτοῖς ματαιοπονίαν, Πλούτωνα μὲν σκότους βασιλεύοντα, καὶ Ποσειδῶνα ὑπὸ πόντων δύνοντα καὶ τῇ Μελανίππῃ περιπλεκόμενον καὶ υἱὸν ἀνθρωποβόρον γεννήσαντα, ἢ περὶ τῶν τοῦ Διὸς παίδων ὁπόσα οἱ συγγραφεῖς ἐτραγῴδησαν; καὶ ὅτι οὗτοι ἄνθρωποι καὶ οὐ θεοὶ ἐγεννήθησαν, τὸ γένος αὐτῶν αὐτοὶ καταλέγουσιν. Ἀριστοφάνης δὲ ὁ κωμικὸς ἐν ταῖς ἐπιγραφομέναις Ὄρνισιν, ἐπιχειρήσας περὶ τῆς τοῦ κόσμου ποιήσεως, ἔφη ἐν πρώτοις ὠὸν γεγενῆσθαι τὴν σύστασιν τοῦ κόσμου, λέγων·

Πρώτιστα τεκὼν μελανόπτερος ᾠόν.

Ἀλλὰ καὶ Σάτυρος ἱστορῶν τοὺς δήμους Ἀλεξανδρέων, ἀρξάμενος ἀπὸ Φιλοπάτορος τοῦ καὶ Πτολεμαίου προσαγορευθέντος, τούτου μηνύει Διόνυσον ἀρχηγέτην γεγονέναι· διὸ καὶ φυλὴν ὁ Πτολεμαῖος πρώτην κατέστησεν. λέγει οὖν ὁ Σάτυρος οὕτως· ”Διονύσου καὶ Ἀλθαίας τῆς Θεστίου γεγενῆσθαι Δηϊάνειραν, τῆς δὲ καὶ Ἡρακλέους τοῦ Διὸς Ὕλλον, τοῦ δὲ Κλεοδαῖον, τοῦ δὲ Ἀριστόμαχον, τοῦ δὲ Τήμενον, τοῦ δὲ Κεῖσον, τοῦ δὲ Μάρωνα, τοῦ δὲ Θέστιον, τοῦ δὲ Ἀκοόν, τοῦ δὲ Ἀριστοδαμίδαν, τοῦ δὲ Καρανόν, τοῦ δὲ Κοινόν, τοῦ δὲ Τυρίμμαν, τοῦ δὲ Περδίκκαν, τοῦ δὲ Φίλιππον, τοῦ δὲ Ἀέροπον, τοῦ δὲ Ἀλκέταν, τοῦ δὲ Ἀμύνταν, τοῦ δὲ Βόκρον, τοῦ δὲ Μελέαγρον, τοῦ δὲ Ἀρσινόην, τῆς δὲ καὶ Λάγου Πτολεμαῖον τὸν καὶ Σωτῆρα, τοῦ δὲ καὶ Βερενίκης Πτολεμαῖον τὸν Φιλάδελφον, τοῦ δὲ καὶ Ἀρσινόης Πτολεμαῖον τὸν Εὐεργέτην, τοῦ δὲ καὶ Βερενίκης τῆς Μάγα τοῦ ἐν Κυρήνῃ βασιλεύσαντος Πτολεμαῖον τὸν Φιλοπάτορα. ἡ μὲν οὖν πρὸς Διόνυσον τοῖς ἐν Ἀλεξανδρείᾳ βασιλεύσασιν συγγένεια οὕτως περιέχει. ὅθεν καὶ ἐν τῇ Διονυσίᾳ φυλῇ δῆμοί εἰσιν κατακεχωρισμένοι. Ἀλθηῒς ἀπὸ τῆς γενομένης γυναικὸς Διονύσου, θυγατρὸς δὲ Θεστίου, Ἀλθαίας. Δηϊανειρὶς ἀπὸ τῆς θυγατρὸς Διονύσου καὶ Ἀλθαίας, γυναικὸς δὲ Ἡρακλέους. ὅθεν καὶ τὰς προσωνυμίας ἔχουσιν οἱ κατ' αὐτοὺς δῆμοι· Ἀριαδνὶς ἀπὸ τῆς θυγατρὸς Μίνω, γυναικὸς δὲ Διονύσου, παιδὸς πατροφίλης τῆς μιχθείσης Διονύσῳ ἐν μορφῇ † Πρύμνιδι †, Θεστὶς ἀπὸ Θεστίου τοῦ Ἀλθαίας πατρός, Θοαντὶς ἀπὸ Θοαντὸς παιδὸς Διονύσου, Σταφυλὶς ἀπὸ Σταφύλου υἱοῦ Διονύσου, Εὐαινὶς ἀπὸ Εὐνόος υἱοῦ Διονύσου, Μαρωνὶς ἀπὸ Μάρωνος υἱοῦ Ἀριάδνης καὶ Διονύσου. οὗτοι γὰρ πάντες υἱοὶ Διονύσου.” Ἀλλὰ καὶ ἑτέραι πολλαὶ ὀνομασίαι γεγόνασιν καί εἰσιν ἕως τοῦ δεῦρο, ἀπὸ Ἡρακλέους Ἡρακλεῖδαι καλούμενοι, καὶ ἀπὸ Ἀπόλλωνος Ἀπολλωνίδαι καὶ Ἀπολλώνιοι, καὶ ἀπὸ Ποσειδῶνος Ποσειδώνιοι, καὶ ἀπὸ Διὸς Δῖοι καὶ Διογέναι.

8. Καὶ τί μοι τὸ λοιπὸν τὸ πλῆθος τῶν τοιούτων ὀνομασιῶν καὶ γενεαλογιῶν καταλέγειν; ὥστε κατὰ πάντα τρόπον ἐμπαίζονται οἱ συγγραφεῖς πάντες καὶ ποιηταὶ καὶ φιλόσοφοι λεγόμενοι, ἔτι μὴν καὶ οἱ προσέχοντες αὐτοῖς. μύθους γὰρ μᾶλλον καὶ μωρίας συνέταξαν περὶ τῶν κατ' αὐτοὺς θεῶν· οὐ γὰρ ἀπέδειξαν αὐτοὺς θεοὺς ἀλλὰ ἀνθρώπους, οὓς μὲν μεθύσους, ἑτέρους δὲ πόρνους καὶ φονεῖς.

Ἀλλὰ καὶ περὶ τῆς κοσμογονίας ἀσύμφωνα ἀλλήλοις καὶ φαῦλα ἐξεῖπον. πρῶτον μὲν ὅτι τινὲς ἀγένητον τὸν κόσμον ἀπεφήναντο, καθὼς καὶ ἔμπροσθεν ἐδηλώσαμεν, καὶ οἱ μὲν ἀγένητον αὐτὸν καὶ ἀΐδιον φύσιν φάσκοντες οὐκ ἀκόλουθα εἶπον τοῖς γενητὸν αὐτὸν δογματίσασιν. εἰκασμῷ γὰρ ταῦτα καὶ ἀνθρωπίνῃ ἐννοίᾳ ἐφθέγξαντο, καὶ οὐ κατὰ ἀλήθειαν.

Ἕτεροι δ' αὖ εἶπον πρόνοιαν εἶναι, καὶ τὰ τούτων δόγματα ἀνέλυσαν. Ἄρατος μὲν οὖν φησιν·

Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ' ἄνδρες ἐῶμεν
ἄρρητον. μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,
πᾶσαι δ' ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα
καὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες.
τοῦ γὰρ καὶ γένος ἐσμέν· ὁ δ' ἤπιος ἀνθρώποισιν
δεξιὰ σημαίνει, λαοὺς δ' ἐπὶ ἔργον ἐγείρει
μιμνήσκων βιότοιο· λέγει δ' ὅτε βῶλος ἀρίστη
βουσί τε καὶ μακέλῃσι, λέγει δ' ὅτε δεξιαὶ ὧραι
καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι.

τίνι οὖν πιστεύσωμεν, πότερον Ἀράτῳ ἢ Σοφοκλεῖ λέγοντι·

Πρόνοια δ' ἐστὶν οὐδενός,
εἰκῇ κράτιστον ζῆν ὅπως δύναιτό τις;

Ὅμηρος δὲ πάλιν τούτῳ οὐ συνᾴδει. λέγει γάρ·

Ζεὺς δ' ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε.

καὶ Σιμωνίδης·

Οὔτις ἄνευ θεῶν
ἀρετὰν λάβεν, οὐ πόλις, οὐ βρότος·
θεὸς ὁ παμμῆτις, ἀπήμαντον δ' οὐδέν
ἐστιν ἐν αὐτοῖς.

ὁμοίως καὶ Εὐριπίδης·

Οὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώποις θεοῦ.

καὶ Μένανδρος·

Οὐκ ἄρα φροντίζει τις ἡμῶν ἢ μόνος θεός.

καὶ πάλιν Εὐριπίδης·

Σῶσαι γὰρ ὁπόταν τῷ θεῷ δοκῇ,
πολλὰς προφάσεις δίδωσιν εἰς σωτηρίαν.

καὶ Θέστιος·

Θεοῦ θέλοντος σώζῃ, κἂν ἐπὶ ῥιπὸς πλέῃς.

καὶ τὰ τοιαῦτα μυρία εἰπόντες ἀσύμφωνα ἑαυτοῖς ἐξεῖπον. ὁ γοῦν Σοφοκλῆς ἀπρονοησίαν εἴρων ἐν ἑτέρῳ λέγει·

Θεοῦ δὲ πληγὴν οὐχ ὑπερπηδᾷ βροτός.

Πλὴν καὶ πληθὺν εἰσήγαγον ἢ καὶ μοναρχίαν εἶπον, καὶ πρόνοιαν εἶναι τοῖς λέγουσιν ἀπρονοησίαν τἀναντία εἰρήκασιν. ὅθεν Εὐριπίδης ὁμολογεῖ λέγων·

Σπουδάζομεν δὲ πολλ' ὑπ' ἐλπίδων, μάτην
πόνους ἔχοντες, οὐδὲν εἰδότες.

Καὶ μὴ θέλοντες ὁμολογοῦσιν τὸ ἀληθὲς μὴ ἐπίστασθαι· ὑπὸ δαιμόνων δὲ ἐμπνευσθέντες καὶ ὑπ' αὐτῶν φυσιωθέντες ἃ εἶπον δι' αὐτῶν εἶπον. ἤτοι γὰρ οἱ ποιηταί, Ὅμηρος δὴ καὶ Ἡσίοδος ὥς φασιν ὑπὸ Μουσῶν ἐμπνευσθέντες, φαντασίᾳ καὶ πλάνῃ ἐλάλησαν, καὶ οὐ καθαρῷ πνεύματι ἀλλὰ πλάνῳ. ἐκ τούτου δὲ σαφῶς δείκνυται, εἰ καὶ οἱ δαιμονῶντες ἐνίοτε καὶ μέχρι τοῦ δεῦρο ἐξορκίζονται κατὰ τοῦ ὀνόματος τοῦ ὄντως θεοῦ, καὶ ὁμολογεῖ αὐτὰ τὰ πλάνα πνεύματα εἶναι δαίμονες, οἱ καὶ τότε εἰς ἐκείνους ἐνεργήσαντες, πλὴν ἐνίοτέ τινες τῇ ψυχῇ ἐκνήψαντες ἐξ αὐτῶν εἶπον ἀκόλουθα τοῖς προφήταις, ὅπως εἰς μαρτύριον αὐτοῖς τε καὶ πᾶσιν ἀνθρώποις περί τε θεοῦ μοναρχίας καὶ κρίσεως καὶ τῶν λοιπῶν ὧν ἔφασαν.

9. Οἱ δὲ τοῦ θεοῦ ἄνθρωποι, πνευματοφόροι πνεύματος ἁγίου καὶ προφῆται γενόμενοι, ὑπ' αὐτοῦ τοῦ θεοῦ ἐμπνευσθέντες καὶ σοφισθέντες, ἐγένοντο θεοδίδακτοι καὶ ὅσιοι καὶ δίκαιοι. διὸ καὶ κατηξιώθησαν τὴν ἀντιμισθίαν ταύτην λαβεῖν, ὄργανα θεοῦ γενόμενοι καὶ χωρήσαντες σοφίαν τὴν παρ' αὐτοῦ, δι' ἧς σοφίας εἶπον καὶ τὰ περὶ τῆς κτίσεως τοῦ κόσμου, καὶ τῶν λοιπῶν ἁπάντων. καὶ γὰρ περὶ λοιμῶν καὶ λιμῶν καὶ πολέμων προεῖπον. καὶ οὐχ εἷς ἢ δύο ἀλλὰ πλείονες κατὰ χρόνους καὶ καιροὺς ἐγενήθησαν παρὰ Ἑβραίοις, ἀλλὰ καὶ παρὰ Ἕλλησιν Σίβυλλα καὶ πάντες φίλα ἀλλήλοις καὶ σύμφωνα εἰρήκασιν, τά τε πρὸ αὐτῶν γεγενημένα καὶ τὰ κατ' αὐτοὺς γεγονότα καὶ τὰ καθ' ἡμᾶς νυνὶ τελειούμενα· διὸ καὶ πεπείσμεθα καὶ περὶ τῶν μελλόντων οὕτως ἔσεσθαι, καθὼς καὶ τὰ πρῶτα ἀπήρτισται.

10. Καὶ πρῶτον μὲν συμφώνως ἐδίδαξαν ἡμᾶς, ὅτι ἐξ οὐκ ὄντων τὰ πάντα ἐποίησεν. οὐ γάρ τι τῷ θεῷ συνήκμασεν· ἀλλ' αὐτὸς ἑαυτοῦ τόπος ὢν καὶ ἀνενδεὴς ὢν καὶ <ὑπάρχων πρὸ τῶν αἰώνων> ἠθέλησεν ἄνθρωπον ποιῆσαι ᾧ γνωσθῇ· τούτῳ οὖν προητοίμασεν τὸν κόσμον. ὁ γὰρ γενητὸς καὶ προσδεής ἐστιν, ὁ δὲ ἀγένητος οὐδένος προσδεῖται.

Ἔχων οὖν ὁ θεὸς τὸν ἑαυτοῦ λόγον ἐνδιάθετον ἐν τοῖς ἰδίοις σπλάγχνοις ἐγέννησεν αὐτὸν μετὰ τῆς ἑαυτοῦ σοφίας <ἐξερευξάμενος> πρὸ τῶν ὅλων. τοῦτον τὸν λόγον ἔσχεν ὑπουργὸν τῶν ὑπ' αὐτοῦ γεγενημένων, καὶ δι' αὐτοῦ τὰ πάντα πεποίηκεν. οὗτος λέγεται ἀρχή, ὅτι ἄρχει καὶ κυριεύει πάντων τῶν δι' αὐτοῦ δεδημιουργημένων. οὗτος οὖν, ὢν <πνεῦμα θεοῦ> καὶ <ἀρχὴ> καὶ <σοφία> καὶ <δύναμις ὑψίστου>, κατήρχετο εἰς τοὺς προφήτας καὶ δι' αὐτῶν ἐλάλει τὰ περὶ τῆς ποιήσεως τοῦ κόσμου καὶ τῶν λοιπῶν ἁπάντων. οὐ γὰρ ἦσαν οἱ προφῆται ὅτε ὁ κόσμος ἐγίνετο, ἀλλ' ἡ σοφία ἡ τοῦ θεοῦ ἡ ἐν αὐτῷ οὖσα καὶ ὁ λόγος ὁ ἅγιος αὐτοῦ ὁ ἀεὶ συμπαρὼν αὐτῷ. διὸ δὴ καὶ διὰ Σολομῶνος προφήτου οὕτως λέγει· “Ἡνίκα δ' ἡτοίμασεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα.” Μωσῆς δὲ ὁ καὶ Σολομῶνος πρὸ πολλῶν ἐτῶν γενόμενος, μᾶλλον δὲ ὁ λόγος ὁ τοῦ θεοῦ ὡς δι' ὀργάνου δι' αὐτοῦ φησιν· “Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.” πρῶτον ἀρχὴν καὶ ποίησιν ὠνόμασεν, εἶθ' οὕτως τὸν θεὸν συνέστησεν· οὐ γὰρ ἀργῶς χρὴ καὶ ἐπὶ κενῷ θεὸν ὀνομάζειν. προῄδει γὰρ ἡ θεία σοφία μέλλειν φλυαρεῖν τινας καὶ πληθὺν θεῶν ὀνομάζειν τῶν οὐκ ὄντων. ὅπως οὖν ὁ τῷ ὄντι θεὸς διὰ ἔργων νοηθῇ, καὶ ὅτι ἐν τῷ λόγῳ αὐτοῦ ὁ θεὸς πεποίηκεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς, ἔφη· “Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.” εἶτα εἰπὼν τὴν ποίησιν αὐτῶν δηλοῖ ἡμῖν· “Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.”

Ταῦτα ἐν πρώτοις διδάσκει ἡ θεία γραφή, τρόπῳ τινὶ ὕλην γενητήν, ὑπὸ τοῦ θεοῦ γεγονυῖαν, ἀφ' ἧς πεποίηκεν καὶ δεδημιούργηκεν ὁ θεὸς τὸν κόσμον.

11. Ἀρχὴ δὲ τῆς ποιήσεως φῶς ἐστιν, ἐπειδὴ τὰ κοσμούμενα τὸ φῶς φανεροῖ. διὸ λέγει· “Καὶ εἶπεν ὁ θεός· Γενηθήτω φῶς. καὶ ἐγένετο φῶς. καὶ ἴδεν ὁ θεὸς τὸ φῶς ὅτι καλόν.” δηλονότι καλὸν ἀνθρώπῳ γεγονός.

”Καὶ διεχώρισεν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. καὶ εἶπεν ὁ θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν· καὶ ἴδεν ὁ θεὸς ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα. καὶ εἶπεν ὁ θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσας. καὶ ἴδεν ὁ θεὸς ὅτι καλόν. καὶ εἶπεν ὁ θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν κάρπον, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ εἰς ὁμοιότητα. καὶ ἐγένετο οὕτως. καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν κάρπον, οὗ τὸ σπέρμα ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἴδεν ὁ θεὸς ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη. καὶ εἶπεν ὁ θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς καὶ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός, καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς, καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ φαίνειν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός, καὶ τοὺς ἀστέρας. καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός, καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἴδεν ὁ θεὸς ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη. καὶ εἶπεν ὁ θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μέγαλα καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγεν τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. καὶ ἴδεν ὁ θεὸς ὅτι καλά. καὶ εὐλόγησεν αὐτὰ ὁ θεὸς λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα τῆς θαλάσσης, καὶ τὰ πετεινὰ πληθυνέτω ἐπὶ τῆς γῆς. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα πέμπτη. καὶ εἶπεν ὁ θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος καὶ τὰ κτήνη κατὰ γένος, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς. καὶ ἴδεν ὁ θεὸς ὅτι καλόν. καὶ εἶπεν ὁ θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. καὶ εἶπεν ὁ θεός· Ἰδοὺ δέδωκα ὑμῖν πᾶν χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν αὐτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσιν τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν αὐτῷ πνοὴν ζωῆς, πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. καὶ ἐγένετο οὕτως. καὶ ἴδεν ὁ θεὸς πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη. καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν. καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησεν, καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. καὶ εὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ θεὸς ποιῆσαι.”

12. Τῆς μὲν οὖν ἑξαημέρου οὐδεὶς ἀνθρώπων δυνατὸς κατ' ἀξίαν τὴν ἐξήγησιν καὶ τὴν οἰκονομίαν πᾶσαν ἐξειπεῖν, οὐδὲ εἰ μυρία στόματα ἔχοι καὶ μυρίας γλώσσας ἀλλ' οὐδὲ εἰ μυρίοις ἔτεσιν βιώσει τις ἐπιδημῶν ἐν τῷδε τῷ βίῳ, οὐδὲ οὕτως ἔσται ἱκανὸς πρὸς ταῦτα ἀξίως τι εἰπεῖν, διὰ τὸ <ὑπερβάλλον μέγεθος> καὶ <τὸν πλοῦτον τῆς σοφίας τοῦ θεοῦ> τῆς οὔσης ἐν ταύτῃ τῇ προγεγραμμένῃ ἑξαημέρῳ.

Πολλοὶ μὲν οὖν τῶν συγγραφέων ἐμιμήσαντο καὶ ἠθέλησαν περὶ τούτων διήγησιν ποιήσασθαι, καίτοι λαβόντες ἐντεῦθεν τὰς ἀφορμάς, ἤτοι περὶ κόσμου κτίσεως ἢ περὶ φύσεως ἀνθρώπου, καὶ οὐδὲ τὸ τυχὸν ἔναυσμα ἄξιόν τι τῆς ἀληθείας ἐξεῖπον. δοκεῖ δὲ τὰ ὑπὸ τῶν φιλοσόφων ἢ συγγραφέων καὶ ποιητῶν εἰρημένα ἀξιόπιστα μὲν εἶναι, παρὰ τὸ φράσει κεκαλλιωπίσθαι· μωρὸς δὲ καὶ κενὸς ὁ λόγος αὐτῶν δείκνυται, ὅτι πολλὴ μὲν πληθὺς τῆς φλυαρίας αὐτῶν ἐστιν, τὸ τυχὸν δὲ τῆς ἀληθείας ἐν αὐτοῖς οὐχ εὑρίσκεται. καὶ γὰρ εἴ τι δοκεῖ ἀληθὲς δι' αὐτῶν ἐκπεφωνῆσθαι, σύγκρασιν ἔχει τῇ πλάνῃ. καθάπερ φάρμακόν τι δηλητήριον συγκραθὲν μέλιτι ἢ οἴνῳ ἢ ἑτέρῳ τινὶ τὸ πᾶν ποιεῖ βλαβερὸν καὶ ἄχρηστον, οὕτως καὶ ἡ ἐν αὐτοῖς πολυλογία εὑρίσκεται ματαιοπονία καὶ βλάβη μᾶλλον τοῖς πειθομένοις αὐτῇ. ἔτι μὴν καὶ περὶ τῆς ἑβδόμης ἡμέρας, ἣν πάντες μὲν ἄνθρωποι ὀνομάζουσιν, οἱ δὲ πλείους ἀγνοοῦσιν· ὅτι παρ' Ἑβραίοις ὃ καλεῖται σάββατον ἑλληνιστὶ ἑρμηνεύεται ἑβδομάς, ἥτις εἰς πᾶν γένος ἀνθρώπων ὀνομάζεται μέν, δι' ἣν δὲ αἰτίαν καλοῦσιν αὐτὴν οὐκ ἐπίστανται.

Τὸ δὲ εἰπεῖν Ἡσίοδον τὸν ποιητὴν ἐκ Χάους γεγενῆσθαι Ἔρεβος καὶ τὴν Γῆν καὶ Ἔρωτα κυριεύοντα τῶν κατ' αὐτόν τε θεῶν καὶ ἀνθρώπων, μάταιον καὶ ψυχρὸν τὸ ῥῆμα αὐτοῦ καὶ ἀλλότριον πάσης ἀληθείας δείκνυται· θεὸν γὰρ οὐ χρὴ ὑφ' ἡδονῆς νικᾶσθαι, ὅπου γε καὶ οἱ σώφρονες ἄνθρωποι ἀπέχονται πάσης αἰσχρᾶς ἡδονῆς καὶ ἐπιθυμίας κακῆς.

13. Ἀλλὰ καὶ τὸ ἐκ τῶν ἐπιγείων κάτωθεν ἄρξασθαι λέγειν τὴν ποίησιν τῶν γεγενημένων ἀνθρώπινον καὶ ταπεινὸν καὶ πάνυ ἀσθενὲς τὸ ἐννόημα αὐτοῦ ὡς πρὸς θεόν ἐστιν. ἄνθρωπος γὰρ κάτω ὢν ἄρχεται ἐκ τῆς γῆς οἰκοδομεῖν, καὶ οὐ πρὸς τάξιν δύναται καὶ τὴν ὀροφὴν ποιῆσαι ἐὰν μὴ τὸν θεμέλιον ὑπόθηται. θεοῦ δὲ τὸ δυνατὸν ἐν τούτῳ δείκνυται ἵνα πρῶτον μὲν ἐξ οὐκ ὄντων ποιῇ τὰ γινόμενα, καὶ ὡς βούλεται. <τὰ> γὰρ <παρὰ ἀνθρώποις ἀδύνατα δυνατά ἐστιν παρὰ θεῷ>. διὸ καὶ ὁ προφήτης πρῶτον εἴρηκεν τὴν ποίησιν τοῦ οὐρανοῦ γεγενῆσθαι τρόπον ἐπέχοντα ὀροφῆς, λέγων· “Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανόν”, τουτέστιν διὰ τῆς ἀρχῆς γεγενῆσθαι τὸν οὐρανόν, καθὼς ἔφθημεν δεδηλωκέναι.

Γῆν δὲ λέγει δυνάμει ἔδαφος καὶ θεμέλιον, ἄβυσσον δὲ τὴν πληθὺν τῶν ὑδάτων, καὶ σκότος διὰ τὸ τὸν οὐρανὸν γεγονότα ὑπὸ τοῦ θεοῦ ἐσκεπακέναι καθαπερεὶ πῶμα τὰ ὕδατα σὺν τῇ γῇ, πνεῦμα δὲ τὸ ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος ὃ ἔδωκεν ὁ θεὸς εἰς ζωογόνησιν τῇ κτίσει, καθάπερ ἀνθρώπῳ ψυχήν, τῷ λεπτῷ τὸ λεπτὸν συγκεράσας (τὸ γὰρ πνεῦμα λεπτὸν καὶ τὸ ὕδωρ λεπτόν), ὅπως τὸ μὲν πνεῦμα τρέφῃ τὸ ὕδωρ, τὸ δὲ ὕδωρ σὺν τῷ πνεύματι τρέφῃ τὴν κτίσιν διϊκνούμενον πανταχόσε. ἓν μὲν τὸ πνεῦμα φωτὸς τόπον ἐπέχον ἐμεσίτευεν τοῦ ὕδατος καὶ τοῦ οὐρανοῦ, ἵνα τρόπῳ τινὶ μὴ κοινωνῇ τὸ σκότος τῷ οὐρανῷ ἐγγυτέρῳ ὄντι τοῦ θεοῦ, πρὸ τοῦ εἰπεῖν τὸν θεόν· “Γενηθήτω φῶς.” ὥσπερ οὖν καμάρα ὁ οὐρανὸς ὢν συνεῖχε τὴν ὕλην βώλῳ ἐοικυῖαν. καὶ γὰρ εἴρηκεν περὶ τοῦ οὐρανοῦ ἕτερος προφήτης ὀνόματι Ἠσαΐας, λέγων· “Θεὸς οὗτος ὁ ποιήσας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖσθαι.”

Ἡ διάταξις οὖν τοῦ θεοῦ, τοῦτό ἐστιν ὁ λόγος αὐτοῦ, φαίνων ὥσπερ λύχνος ἐν οἰκήματι συνεχομένῳ, ἐφώτισεν τὴν ὑπ' οὐρανόν, χωρὶς μὲν τοῦ κόσμου ποιήσας. καὶ τὸ μὲν φῶς ὁ θεὸς ἐκάλεσεν ἡμέραν, τὸ δὲ σκότος νύκτα· ἐπεί τοί γε ἄνθρωπος οὐκ ἂν ᾔδει καλεῖν τὸ φῶς ἡμέραν ἢ τὸ σκότος νύκτα, ἀλλ' οὐδὲ μὲν τὰ λοιπά, εἰ μὴ τὴν ὀνομασίαν εἰλήφει ἀπὸ τοῦ ποιήσαντος αὐτὰ θεοῦ. Τῇ μὲν οὖν πρώτῃ ὑποθέσει τῆς ἱστορίας, καὶ γενέσεως τοῦ κόσμου, εἴρηκεν ἡ ἁγία γραφὴ οὐ περὶ τούτου τοῦ στερεώματος ἀλλὰ περὶ ἑτέρου οὐρανοῦ τοῦ ἀοράτου ἡμῖν ὄντος, μεθ' ὃν οὗτος ὁ ὁρατὸς ἡμῖν οὐρανὸς κέκληται στερέωμα, ἐφ' ᾧ ἀνείληπται τὸ ἥμισυ τοῦ ὕδατος, ὅπως ᾖ τῇ ἀνθρωπότητι εἰς ὑετοὺς καὶ ὄμβρους καὶ δρόσους. τὸ δὲ ἥμισυ ὕδατος ὑπελείφθη ἐν τῇ γῇ εἰς ποτάμους καὶ πηγὰς καὶ θαλάσσας. ἔτι οὖν συνέχοντος τοῦ ὕδατος τὴν γῆν, μάλιστα κοίλους τόπους, ἐποίησεν ὁ θεὸς διὰ τοῦ λόγου αὐτοῦ τὸ ὕδωρ συναχθῆναι εἰς συναγωγὴν μίαν, καὶ ὁρατὴν γενηθῆναι τὴν ξηράν, πρότερον γεγονυῖαν αὐτὴν ἀόρατον. ὁρατὴ οὖν ἡ γῆ γενομένη ἔτι ὑπῆρχεν ἀκατασκεύαστος. κατεσκεύασεν οὖν αὐτὴν καὶ κατεκόσμησεν ὁ θεὸς διὰ παντοδαπῶν χλοῶν καὶ σπερμάτων καὶ φυτῶν.

14. Σκόπει τὸ λοιπὸν τὴν ἐν τούτοις ποικιλίαν καὶ διάφορον καλλονὴν καὶ πληθύν, καὶ ὅτι δι' αὐτῶν δείκνυται ἡ ἀνάστασις, εἰς δεῖγμα τῆς μελλούσης ἔσεσθαι ἀναστάσεως ἁπάντων ἀνθρώπων. τίς γὰρ κατανοήσας οὐ θαυμάσει ἐκ συκῆς κεγχραμίδος γίνεσθαι συκῆν, ἢ τῶν λοιπῶν σπερμάτων ἐλαχίστων φύειν παμμεγέθη δένδρα;

Τὸν δὲ κόσμον ἐν ὁμοιώματι ἡμῖν λέγομεν εἶναι τῆς θαλάσσης. ὥσπερ γὰρ θάλασσα, εἰ μὴ εἶχεν τὴν τῶν ποταμῶν καὶ πηγῶν ἐπίρρυσιν καὶ ἐπιχορηγίαν εἰς τροφήν, διὰ τὴν ἁλμυρότητα αὐτῆς πάλαι ἂν ἐκπεφρυγμένη ἦν, οὕτως καὶ ὁ κόσμος, εἰ μὴ ἐσχήκει τὸν τοῦ θεοῦ νόμον καὶ τοὺς προφήτας ῥέοντας καὶ πηγάζοντας τὴν γλυκύτητα καὶ εὐσπλαγχνίαν καὶ δικαιοσύνην καὶ διδαχὴν τῶν ἁγίων ἐντολῶν τοῦ θεοῦ, διὰ τὴν κακίαν καὶ ἁμαρτίαν τὴν πληθύουσαν ἐν αὐτῷ ἤδη ἂν ἐκλελοίπει.

Καὶ καθάπερ ἐν θαλάσσῃ νῆσοί εἰσιν αἱ μὲν οἰκηταὶ καὶ ἔνυδροι καὶ καρποφόροι, ἔχουσαι ὅρμους καὶ λιμένας πρὸς τὸ τοὺς χειμαζομένους ἔχειν ἐν αὐτοῖς καταφυγάς, οὕτως δέδωκεν ὁ θεὸς τῷ κόσμῳ κυμαινομένῳ καὶ χειμαζομένῳ ὑπὸ τῶν ἁμαρτημάτων τὰς συναγωγάς, λεγομένας δὲ ἐκκλησίας ἁγίας, ἐν αἷς καθάπερ λιμέσιν εὐόρμοις ἐν νήσοις αἱ διδασκαλίαι τῆς ἀληθείας εἰσίν, πρὸς ἃς καταφεύγουσιν οἱ θέλοντες σώζεσθαι, ἐρασταὶ γινόμενοι τῆς ἀληθείας καὶ βουλόμενοι ἐκφυγεῖν τὴν ὀργὴν καὶ κρίσιν τοῦ θεοῦ. καὶ ὥσπερ αὖ νῆσοί εἰσιν ἕτεραι πετρώδεις καὶ ἄνυδροι καὶ ἄκαρποι καὶ θηριώδεις καὶ ἀοίκητοι ἐπὶ βλάβῃ τῶν πλεόντων καὶ χειμαζομένων, ἐν αἷς περιπείρεται τὰ πλοῖα καὶ ἐξαπόλλυνται ἐν αὐταῖς οἱ κατερχόμενοι, οὕτως εἰσὶν αἱ διδασκαλίαι τῆς πλάνης, λέγω δὲ τῶν αἱρέσεων, αἳ ἐξαπολλύουσιν τοὺς προσιόντας αὐταῖς. οὐ γὰρ ὁδηγοῦνται ὑπὸ τοῦ λόγου τῆς ἀληθείας, ἀλλὰ καθάπερ πειρᾶται, ἐπὰν πληρώσωσιν τὰς ναῦς, ἐπὶ τοὺς προειρημένους τόπους περιπείρουσιν ὅπως ἐξαπολέσωσιν αὐτάς, οὕτως συμβαίνει καὶ τοῖς πλανωμένοις ἀπὸ τῆς ἀληθείας ἐξαπόλλυσθαι ὑπὸ τῆς πλάνης.

15. Τετάρτῃ ἡμέρᾳ ἐγένοντο οἱ φωστῆρες. ἐπειδὴ ὁ θεὸς προγνώστης ὢν ἠπίστατο τὰς φλυαρίας τῶν ματαίων φιλοσόφων, ὅτι ἤμελλον λέγειν ἀπὸ τῶν στοιχείων εἶναι τὰ ἐπὶ τῆς γῆς φυόμενα, πρὸς τὸ ἀθετεῖν τὸν θεόν· ἵν' οὖν τὸ ἀληθὲς δειχθῇ, προγενέστερα γέγονεν τὰ φυτὰ καὶ τὰ σπέρματα τῶν στοιχείων· τὰ γὰρ μεταγενέστερα οὐ δύναται ποιεῖν τὰ αὐτῶν προγενέστερα. ταῦτα δὲ δεῖγμα καὶ τύπον ἐπέχει μεγάλου μυστηρίου. ὁ γὰρ ἥλιος ἐν τύπῳ θεοῦ ἐστιν, ἡ δὲ σελήνη ἀνθρώπου. καὶ ὥσπερ ὁ ἥλιος πολὺ διαφέρει τῆς σελήνης δυνάμει καὶ δόξῃ, οὕτως πολὺ διαφέρει ὁ θεὸς τῆς ἀνθρωπότητος καὶ καθάπερ ὁ ἥλιος πλήρης πάντοτε διαμένει μὴ ἐλάσσων γινόμενος, οὕτως πάντοτε ὁ θεὸς τέλειος διαμένει, πλήρης ὢν πάσης δυνάμεως καὶ συνέσεως καὶ σοφίας καὶ ἀθανασίας καὶ πάντων τῶν ἀγαθῶν· ἡ δὲ σελήνη κατὰ μῆνα φθίνει καὶ δυνάμει ἀποθνήσκει, ἐν τύπῳ οὖσα ἀνθρώπου, ἔπειτα ἀναγεννᾶται καὶ αὔξει εἰς δεῖγμα τῆς μελλούσης ἔσεσθαι ἀναστάσεως.

Ὡσαύτως καὶ αἱ τρεῖς ἡμέραι πρὸ τῶν φωστήρων γεγονυῖαι τύποι εἰσὶν τῆς τριάδος, τοῦ θεοῦ καὶ τοῦ λόγου αὐτοῦ καὶ τῆς σοφίας αὐτοῦ. τετάρτῳ δὲ τόπῳ ἐστὶν ἄνθρωπος ὁ προσδεὴς τοῦ φωτός, ἵνα ᾖ θεός, λόγος, σοφία, ἄνθρωπος. διὰ τοῦτο καὶ τετάρτῃ ἡμέρᾳ ἐγενήθησαν φωστῆρες.

Ἡ δὲ τῶν ἄστρων θέσις οἰκονομίαν καὶ τάξιν ἔχει τῶν δικαίων καὶ εὐσεβῶν καὶ τηρούντων τὸν νόμον καὶ τὰς ἐντολὰς τοῦ θεοῦ. οἱ γὰρ ἐπιφανεῖς ἀστέρες καὶ λαμπροί εἰσιν εἰς μίμησιν τῶν προφητῶν· διὰ τοῦτο καὶ μένουσιν ἀκλινεῖς, μὴ μεταβαίνοντες τόπον ἐκ τόπου. οἱ δὲ ἑτέραν ἔχοντες τάξιν τῆς λαμπρότητος τύποι εἰσὶν τοῦ λαοῦ τῶν δικαίων. οἱ δ' αὖ μεταβαίνοντες καὶ φεύγοντες τόπον ἐκ τόπου, οἱ καὶ πλάνητες καλούμενοι, καὶ αὐτοὶ τύπος τυγχάνουσιν τῶν ἀφισταμένων ἀνθρώπων ἀπὸ τοῦ θεοῦ, καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα αὐτοῦ.

16. Τῇ δὲ πέμπτῃ ἡμέρᾳ τὰ ἐκ τῶν ὑδάτων ἐγενήθη ζῶα, δι' ὧν καὶ ἐν τούτοις δείκνυται <ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ>. τίς γὰρ δύναιτ' ἂν τὴν ἐν αὐτοῖς πληθὺν καὶ γονὴν παμποίκιλον ἐξαριθμῆσαι; ἔτι μὴν καὶ εὐλογήθη ὑπὸ τοῦ θεοῦ τὰ ἐκ τῶν ὑδάτων γενόμενα, ὅπως ᾖ καὶ τοῦτο εἰς δεῖγμα τοῦ μέλλειν λαμβάνειν τοὺς ἀνθρώπους μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν διὰ ὕδατος καὶ <λουτροῦ παλιγγενεσίας> πάντας τοὺς προσιόντας τῇ ἀληθείᾳ καὶ ἀναγεννωμένους καὶ λαμβάνοντας εὐλογίαν παρὰ τοῦ θεοῦ. Ἀλλὰ καὶ τὰ κήτη καὶ τὰ πετεινὰ τὰ σαρκοβόρα ἐν ὁμοιώματι τυγχάνει τῶν πλεονεκτῶν καὶ παραβατῶν. ὥσπερ γὰρ ἐκ μιᾶς φύσεως ὄντα τὰ ἔνυδρα καὶ τὰ πετεινά, ἔνια μὲν μένει ἐν τῷ κατὰ φύσιν μὴ ἀδικοῦντα τὰ ἑαυτῶν ἀσθενέστερα, ἀλλὰ τηρεῖ νόμον τοῦ θεοῦ καὶ ἀπὸ τῶν σπερμάτων τῆς γῆς ἐσθίει, ἔνια δὲ ἐξ αὐτῶν παραβαίνει τὸν νόμον τοῦ θεοῦ σαρκοβοροῦντα, καὶ ἀδικεῖ τὰ ἑαυτῶν ἀσθενέστερα, οὕτως καὶ οἱ δίκαιοι φυλάσσοντες τὸν νόμον τοῦ θεοῦ οὐδένα δάκνουσιν ἢ ἀδικοῦσιν, ὁσίως καὶ δικαίως ζῶντες, οἱ δὲ ἅρπαγες καὶ φονεῖς καὶ ἄθεοι ἐοίκασιν κήτεσιν καὶ θηρίοις καὶ πετεινοῖς τοῖς σαρκοβόροις· δυνάμει γὰρ καταπίνουσιν τοὺς ἀσθενεστέρους ἑαυτῶν.

Ἡ μὲν οὖν τῶν ἐνύδρων καὶ ἑρπετῶν γονή, μετεσχηκυῖα τῆς εὐλογίας τοῦ θεοῦ, οὐδὲν ἴδιον πάνυ κέκτηται.

17. Ἕκτῃ δὲ ἡμέρᾳ ὁ θεὸς ποιήσας τὰ τετράποδα καὶ τὰ θηρία καὶ ἑρπετὰ τὰ χερσαῖα τὴν πρὸς αὐτὰ εὐλογίαν παρασιωπᾷ, τηρῶν τῷ ἀνθρώπῳ τὴν εὐλογίαν, ὃν ἤμελλεν ἐν τῇ ἕκτῃ ἡμέρᾳ ποιεῖν.

Ἅμα καὶ εἰς τύπον ἐγένοντο τά τε τετράποδα καὶ θηρία ἐνίων ἀνθρώπων τῶν τὸν θεὸν ἀγνοούντων καὶ ἀσεβούντων καὶ <τὰ ἐπίγεια φρονούντων> καὶ μὴ μετανοούντων. οἱ γὰρ ἐπιστρέφοντες ἀπὸ τῶν ἀνομιῶν καὶ δικαίως ζῶντες ὥσπερ πετεινὰ ἀνίπτανται τῇ ψυχῇ, <τὰ ἄνω φρονοῦντες> καὶ εὐαρεστοῦντες τῷ θελήματι τοῦ θεοῦ. οἱ δὲ τὸν θεὸν ἀγνοοῦντες καὶ ἀσεβοῦντες ὅμοιοί εἰσιν ὀρνέοις τὰ πτερὰ μὲν ἔχουσιν, μὴ δυναμένοις δὲ ἀνίπτασθαι καὶ τὰ ἄνω τρέχειν τῆς θειότητος. οὕτως καὶ οἱ τοιοῦτοι ἄνθρωποι μὲν λέγονται, τὰ δὲ χαμαιφερῆ καὶ <τὰ ἐπίγεια φρονοῦσιν>, καταβαρούμενοι ὑπὸ τῶν ἁμαρτιῶν.


Θηρία δὲ ὠνόμασται τὰ ζῶα ἀπὸ τοῦ θηρεύεσθαι, οὐχ ὡς κακὰ ἀρχῆθεν γεγενημένα ἢ ἰοβόλα, οὐ γάρ τι κακὸν ἀρχῆθεν γέγονεν ἀπὸ θεοῦ ἀλλὰ τὰ πάντα καλὰ καὶ <καλὰ λίαν>, ἡ δὲ ἁμαρτία ἡ περὶ τὸν ἄνθρωπον κεκάκωκεν αὐτά· τοῦ γὰρ ἀνθρώπου παραβάντος καὶ αὐτὰ συμπαρέβη. ὥσπερ γὰρ δεσπότης οἰκίας ἐὰν αὐτὸς εὖ πράσσῃ, ἀναγκαίως καὶ οἱ οἰκέται εὐτάκτως ζῶσιν, ἐὰν δὲ ὁ κύριος ἁμαρτάνῃ, καὶ οἱ δοῦλοι συναμαρτάνουσιν, τῷ αὐτῷ τρόπῳ γέγονεν καὶ τὰ περὶ τὸν ἄνθρωπον κύριον ὄντα ἁμαρτῆσαι, καὶ τὰ δοῦλα συνήμαρτεν. ὁπόταν οὖν πάλιν ὁ ἄνθρωπος ἀναδράμῃ εἰς τὸ κατὰ φύσιν μηκέτι κακοποιῶν, κἀκεῖνα ἀποκατασταθήσεται εἰς τὴν ἀρχῆθεν ἡμερότητα.

18. Τὰ δὲ περὶ τῆς τοῦ ἀνθρώπου ποιήσεως, ἀνέκφραστός ἐστιν ὡς πρὸς ἄνθρωπον ἡ κατ' αὐτὸν δημιουργία, καίπερ σύντομον ἔχει ἡ θεία γραφὴ τὴν κατ' αὐτὸν ἐκφώνησιν. ἐν τῷ γὰρ εἰπεῖν τὸν θεόν· “Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν τὴν ἡμετέραν”, πρῶτον μηνύει τὸ ἀξίωμα τοῦ ἀνθρώπου. πάντα γὰρ λόγῳ ποιήσας ὁ θεὸς καὶ τὰ πάντα πάρεργα ἡγησάμενος μόνον ἰδίων ἔργον χειρῶν ἄξιον ἡγεῖται τὴν ποίησιν τοῦ ἀνθρώπου. ἔτι μὴν καὶ ὡς βοηθείας χρῄζων ὁ θεὸς εὑρίσκεται λέγων· “Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν.” οὐκ ἄλλῳ δέ τινι εἴρηκεν· “Ποιήσωμεν”, ἀλλ' ἢ τῷ ἑαυτοῦ λόγῳ καὶ τῇ ἑαυτοῦ σοφίᾳ. ποιήσας δὲ αὐτὸν καὶ εὐλογήσας εἰς τὸ αὐξάνεσθαι καὶ πληρῶσαι τὴν γῆν ὑπέταξεν αὐτῷ ὑποχείρια καὶ ὑπόδουλα τὰ πάντα, προσέταξεν δὲ καὶ ἔχειν τὴν δίαιταν αὐτὸν ἀρχῆθεν ἀπὸ τῶν καρπῶν τῆς γῆς καὶ τῶν σπερμάτων καὶ χλοῶν καὶ ἀκροδρύων, ἅμα καὶ συνδίαιτα κελεύσας εἶναι τὰ ζῶα τῷ ἀνθρώπῳ εἰς τὸ καὶ αὐτὰ ἐσθίειν ἀπὸ τῶν σπερμάτων ἁπάντων τῆς γῆς.

19. Οὕτως συντελέσας ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα ὅσα ἐν αὐτοῖς ἐν τῇ ἕκτῃ ἡμέρᾳ κατέπαυσεν ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. εἶθ' οὕτως ἀνακεφαλαιοῦται λέγουσα ἡ ἁγία γραφή· “Αὕτη βίβλος γενέσεως οὐρανοῦ καὶ τῆς γῆς, ὅτε ἐγένετο ἡμέρᾳ ᾗ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι, καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν.” διὰ τούτου ἐμήνυσεν ἡμῖν ὅτι καὶ ἡ γῆ πᾶσα κατ' ἐκεῖνο καιροῦ ἐποτίζετο ὑπὸ πηγῆς θείας, καὶ οὐκ εἶχεν χρείαν ἐργάζεσθαι αὐτὴν ἄνθρωπον, ἀλλὰ τὰ πάντα αὐτοματισμῷ ἀνέφυεν ἡ γῆ κατὰ τὴν ἐντολὴν τοῦ θεοῦ, πρὸς τὸ μὴ κοπιᾶν ἐργαζόμενον τὸν ἄνθρωπον.

Ὅπως δὲ καὶ ἡ πλάσις δειχθῇ, πρὸς τὸ μὴ δοκεῖν εἶναι ζήτημα ἐν ἀνθρώποις ἀνεύρετον, ἐπειδὴ εἴρητο ὑπὸ τοῦ θεοῦ· “Ποιήσωμεν ἄνθρωπον” καὶ οὔπω ἡ πλάσις αὐτοῦ πεφανέρωται, διδάσκει ἡμᾶς ἡ γραφὴ λέγουσα· “Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζεν πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.” ὅθεν καὶ ἀθάνατος ἡ ψυχὴ ὠνόμασται παρὰ τοῖς πλείοσι. μετὰ δὲ τὸ πλάσαι τὸν ἄνθρωπον ὁ θεὸς ἐξελέξατο αὐτῷ χωρίον ἐν τοῖς τόποις τοῖς ἀνατολικοῖς, διάφορον φωτί, διαυγὲς ἀέρι λαμπροτέρῳ, φυτοῖς παγκάλοις, ἐν ᾧ ἔθετο τὸν ἄνθρωπον.

20. Τὰ δὲ ῥητὰ τῆς ἱστορίας τῆς ἱερᾶς ἡ γραφὴ οὕτως περιέχει·

”Καὶ ἐφύτευσεν ὁ θεὸς τὸν παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν. καὶ ἐξανέτειλεν ὁ θεὸς <ἔτι> ἐκ τῆς γῆς πᾶν ξύλον, ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ· ἐκεῖ οὖν ἐστιν τὸ χρυσίον. τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλὸν κἀκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γεών· οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας. καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης. καὶ ἔλαβεν κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. καὶ ἐνετείλατο ὁ θεὸς τῷ Ἀδάμ, λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγεῖ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγησθε ἀπ' αὐτοῦ θανάτῳ ἀποθανεῖσθε. καὶ εἶπεν κύριος ὁ θεός· Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν. καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ. καὶ πᾶν ὃ ἂν ἐκάλεσεν αὐτὰ Ἀδάμ, ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτοῦ. καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσιν καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ· τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσιν καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσεν σάρκα ἀντ' αὐτῆς. καὶ ᾠκοδόμησεν κύριος ὁ θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. καὶ εἶπεν Ἀδάμ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὐτή. ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. καὶ ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.

21. “Ὁ δὲ ὄφις ἦν φρονιμώτερος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησεν κύριος ὁ θεός. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ θεός· Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου φαγόμεθα, ἀπὸ δὲ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ θεός· Οὐ μὴ φάγησθε ἀπ' αὐτοῦ οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Οὐ θανάτῳ ἀποθανεῖσθε· ᾔδει γὰρ ὁ θεὸς ὅτι ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. καὶ ἴδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστιν τοῦ κατανοῆσαι καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγεν καὶ ἔδωκεν καὶ τῷ ἀνδρὶ αὐτῆς μεθ' ἑαυτῆς, καὶ ἔφαγον. καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔρραψαν φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. καὶ ἤκουσαν τῆς φωνῆς κυρίου τοῦ θεοῦ, περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου τοῦ θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. καὶ ἐκάλεσεν κύριος ὁ θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ· Ποῦ εἶ <Ἀδάμ>; καὶ εἶπεν αὐτῷ· Τὴν φωνήν σου ἤκουσα ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην ὅτι γυμνός εἰμι καὶ ἐκρύβην. καὶ εἶπεν αὐτῷ· Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; καὶ εἶπεν Ἀδάμ· Ἡ γυνή, ἣν ἔδωκάς μοι, αὐτή μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. καὶ εἶπεν ὁ θεὸς τῇ γυναικί· Τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή· Ὁ ὄφις ἠπάτησέν με καὶ ἔφαγον. καὶ εἶπεν κύριος ὁ θεὸς τῷ ὄφει· Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ σου πορεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. καὶ ἔχθραν ποιήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει τὴν κεφαλήν, καὶ σὺ αὐτοῦ τηρήσεις τὴν πτέρναν. καὶ τῇ γυναικὶ εἶπεν· Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπῃ τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. τῷ δὲ Ἀδὰμ εἶπεν· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι μόνου τούτου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπῃ φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ σου. ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.”

Τῆς μὲν οὖν ἱστορίας τοῦ ἀνθρώπου καὶ τοῦ παραδείσου τὰ ῥητὰ τῆς ἁγίας γραφῆς οὕτως περιέχει.

22. Ἐρεῖς οὖν μοι· “Σὺ φῂς τὸν θεὸν ἐν τόπῳ μὴ δεῖν χωρεῖσθαι, καὶ πῶς νῦν λέγεις αὐτὸν ἐν τῷ παραδείσῳ περιπατεῖν;” Ἄκουε ὅ φημι. ὁ μὲν θεὸς καὶ πατὴρ τῶν ὅλων ἀχώρητός ἐστιν καὶ ἐν τόπῳ οὐχ εὑρίσκεται· <οὐ> γάρ <ἐστιν τόπος τῆς καταπαύσεως αὐτοῦ>. ὁ δὲ λόγος αὐτοῦ, δι' οὗ τὰ πάντα πεποίηκεν, <δύναμις> ὢν <καὶ σοφία> αὐτοῦ, ἀναλαμβάνων τὸ πρόσωπον τοῦ πατρὸς καὶ κυρίου τῶν ὅλων, οὗτος παρεγένετο εἰς τὸν παράδεισον ἐν προσώπῳ τοῦ θεοῦ καὶ ὡμίλει τῷ Ἀδάμ. καὶ γὰρ αὐτὴ ἡ θεία γραφὴ διδάσκει ἡμᾶς τὸν Ἀδὰμ λέγοντα τῆς φωνῆς ἀκηκοέναι. φωνὴ δὲ τί ἄλλο ἐστὶν ἀλλ' ἢ ὁ λόγος ὁ τοῦ θεοῦ, ὅς ἐστιν καὶ υἱὸς αὐτοῦ; οὐχ ὡς οἱ ποιηταὶ καὶ μυθογράφοι λέγουσιν υἱοὺς θεῶν ἐκ συνουσίας γεννωμένους, ἀλλὰ ὡς ἀλήθεια διηγεῖται τὸν λόγον τὸν ὄντα διὰ παντὸς ἐνδιάθετον ἐν καρδίᾳ θεοῦ. πρὸ γάρ τι γίνεσθαι τοῦτον εἶχεν σύμβουλον, ἑαυτοῦ νοῦν καὶ φρόνησιν ὄντα. ὁπότε δὲ ἠθέλησεν ὁ θεὸς ποιῆσαι ὅσα ἐβουλεύσατο, τοῦτον τὸν λόγον ἐγέννησεν προφορικόν, <πρωτότοκον πάσης κτίσεως>, οὐ κενωθεὶς αὐτὸς τοῦ λόγου, ἀλλὰ λόγον γεννήσας καὶ τῷ λόγῳ αὐτοῦ διὰ παντὸς ὁμιλῶν. ὅθεν διδάσκουσιν ἡμᾶς αἱ ἅγιαι γραφαὶ καὶ πάντες οἱ πνευματοφόροι, ἐξ ὧν Ἰωάννης λέγει· “Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν·” δεικνὺς ὅτι ἐν πρώτοις μόνος ἦν ὁ θεὸς καὶ ἐν αὐτῷ ὁ λόγος. ἔπειτα λέγει· “Καὶ θεὸς ἦν ὁ λόγος· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν.” θεὸς οὖν ὢν ὁ λόγος καὶ ἐκ θεοῦ πεφυκώς, ὁπόταν βούληται ὁ πατὴρ τῶν ὅλων, πέμπει αὐτὸν εἴς τινα τόπον, ὃς παραγινόμενος καὶ ἀκούεται καὶ ὁρᾶται, πεμπόμενος ὑπ' αὐτοῦ καὶ ἐν τόπῳ εὑρίσκεται.

23. Τὸν οὖν ἄνθρωπον ὁ θεὸς πεποίηκεν ἐν τῇ ἕκτῃ ἡμέρᾳ, τὴν δὲ πλάσιν αὐτοῦ πεφανέρωκεν μετὰ τὴν ἑβδόμην ἡμέραν, ὁπότε καὶ τὸν παράδεισον πεποίηκεν, εἰς τὸ ἐν κρείσσονι τόπῳ καὶ χωρίῳ διαφόρῳ αὐτὸν εἶναι. καὶ ὅτι ταῦτά ἐστιν ἀληθῆ, αὐτὸ τὸ ἔργον δείκνυσιν. πῶς γὰρ οὐκ ἔστιν κατανοῆσαι τὴν μὲν ὠδῖνα, ἣν πάσχουσιν ἐν τῷ τοκετῷ αἱ γυναῖκες, καὶ μετὰ τοῦτο λήθην τοῦ πόνου ποιοῦνται, ὅπως πληρωθῇ ὁ τοῦ θεοῦ λόγος εἰς τὸ αὐξάνεσθαι καὶ πληθύνεσθαι τὸ γένος τῶν ἀνθρώπων; τί δ' οὐχὶ καὶ τὴν τοῦ ὄφεως κατάκρισιν, πῶς στυγητὸς τυγχάνει ἕρπων ἐπὶ τῇ κοιλίᾳ καὶ ἐσθίων γῆν, ὅπως καὶ τοῦτο ᾖ εἰς ἀπόδειξιν ἡμῖν τῶν προειρημένων;

24. Ἐξανατείλας οὖν ὁ θεὸς ἐκ τῆς γῆς ἔτι πᾶν ξύλον, ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν. ἐν γὰρ πρώτοις μόνα ἦν τὰ ἐν τῇ τρίτῃ ἡμέρᾳ γεγενημένα, φυτὰ καὶ σπέρματα καὶ χλόαι· τὰ δὲ ἐν τῷ παραδείσῳ ἐγενήθη διαφόρῳ καλλονῇ καὶ ὡραιότητι, ὅπου γε καὶ φυτεία ὠνόμασται ὑπὸ θεοῦ πεφυτευμένη. καὶ τὰ μὲν λοιπὰ φυτὰ ὅμοια καὶ ὁ κόσμος ἔσχηκεν· τὰ δὲ δύο ξύλα, τὸ τῆς ζωῆς καὶ τὸ τῆς γνώσεως, οὐκ ἔσχηκεν ἑτέρα γῆ ἀλλ' ἢ ἐν μόνῳ τῷ παραδείσῳ. ὅτι δὲ καὶ ὁ παράδεισος γῆ ἐστιν καὶ ἐπὶ τῆς γῆς πεφύτευται, ἡ γραφὴ λέγει· “Καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον· καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι ἀπὸ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν.” τὸ οὖν ἔτι ἐκ τῆς γῆς καὶ κατὰ ἀνατολὰς σαφῶς διδάσκει ἡμᾶς ἡ θεία γραφὴ τὸν παράδεισον ὑπὸ τοῦτον τὸν οὐρανόν, ὑφ' ὃν καὶ ἀνατολαὶ καὶ γῆ εἰσιν. Ἐδὲμ δὲ ἑβραϊστὶ τὸ εἰρημένον ἑρμηνεύεται τρυφή.

Ποταμὸν δὲ σεσήμακεν ἐκπορεύεσθαι ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον, κἀκεῖθεν διαχωρίζεσθαι εἰς τέσσαρας ἀρχάς· ὧν δύο οἱ καλούμενοι Φεισὼν καὶ Γεὼν ποτίζουσιν τὰ ἀνατολικὰ μέρη, μάλιστα ὁ Γεών, ὁ κυκλῶν πᾶσαν γῆν Αἰθιοπίας, ὅν φασιν ἐν τῇ Αἰγύπτῳ ἀποφαίνεσθαι τὸν καλούμενον Νεῖλον. οἱ δὲ ἄλλοι δύο ποταμοὶ φανερῶς γινώσκονται παρ' ἡμῖν, οἱ καλούμενοι Τίγρις καὶ Εὐφράτης· οὗτοι γὰρ γειτνιῶσιν ἕως τῶν ἡμετέρων κλιμάτων.

Θεὶς δὲ ὁ θεὸς τὸν ἄνθρωπον, καθὼς προειρήκαμεν, ἐν τῷ παραδείσῳ εἰς τὸ ἐργάζεσθαι καὶ φυλάσσειν αὐτόν, ἐνετείλατο αὐτῷ ἀπὸ πάντων τῶν καρπῶν ἐσθίειν, δηλονότι καὶ ἀπὸ τοῦ τῆς ζωῆς, μόνον δὲ ἐκ τοῦ ξύλου τῆς γνώσεως ἐνετείλατο αὐτῷ μὴ γεύσασθαι. μετέθηκεν δὲ αὐτὸν ὁ θεὸς ἐκ τῆς γῆς, ἐξ ἧς ἐγεγόνει, εἰς τὸν παράδεισον, διδοὺς αὐτῷ ἀφορμὴν προκοπῆς, ὅπως αὐξάνων καὶ τέλειος γενόμενος, ἔτι δὲ καὶ θεὸς ἀναδειχθείς, οὕτως καὶ εἰς οὐρανὸν ἀναβῇ (μέσος γὰρ ὁ ἄνθρωπος ἐγεγόνει, οὔτε θνητὸς ὁλοσχερῶς οὔτε ἀθάνατος τὸ καθόλου, δεκτικὸς δὲ ἑκατέρων· οὕτως καὶ τὸ χωρίον ὁ παράδεισος, ὡς πρὸς καλλονήν, μέσος τοῦ κόσμου καὶ τοῦ οὐρανοῦ γεγένηται), ἔχων ἀϊδιότητα. τὸ δὲ εἰπεῖν ἐργάζεσθαι οὐκ ἄλλην τινὰ ἐργασίαν δηλοῖ ἀλλ' ἢ τὸ φυλάσσειν τὴν ἐντολὴν τοῦ θεοῦ, ὅπως μὴ παρακούσας ἀπολέσῃ ἑαυτόν, καθὼς καὶ ἀπώλεσεν διὰ ἁμαρτίας.

25. Τὸ μὲν ξύλον τὸ τῆς γνώσεως αὐτὸ μὲν καλὸν καὶ ὁ καρπὸς αὐτοῦ καλός. οὐ γάρ, ὡς οἴονταί τινες, θάνατον εἶχεν τὸ ξύλον, ἀλλ' ἡ παρακοή. οὐ γάρ τι ἕτερον ἦν ἐν τῷ καρπῷ ἢ μόνον γνῶσις. ἡ δὲ γνῶσις καλή, ἐπὰν αὐτῇ οἰκείως τις χρήσηται. τῇ δὲ οὔσῃ ἡλικίᾳ ὅδε Ἀδὰμ ἔτη νήπιος ἦν· διὸ οὔπω ἠδύνατο τὴν γνῶσιν κατ' ἀξίαν χωρεῖν. καὶ γὰρ νῦν ἐπὰν γενηθῇ παιδίον, οὐκ ἤδη δύναται ἄρτον ἐσθίειν, ἀλλὰ πρῶτον γάλακτι ἀνατρέφεται, ἔπειτα κατὰ πρόσβασιν τῆς ἡλικίας καὶ ἐπὶ τὴν στερεὰν τροφὴν ἔρχεται. οὕτως ἂν γεγόνει καὶ τῷ Ἀδάμ. διὸ οὐχ ὡς φθονῶν αὐτῷ ὁ θεός, ὡς οἴονταί τινες, ἐκέλευσεν μὴ ἐσθίειν ἀπὸ τῆς γνώσεως. ἔτι μὴν καὶ ἐβούλετο δοκιμάσαι αὐτόν, εἰ ὑπήκοος γίνεται τῇ ἐντολῇ αὐτοῦ. ἅμα δὲ καὶ ἐπὶ πλείονα χρόνον ἐβούλετο ἁπλοῦν καὶ ἀκέραιον διαμεῖναι τὸν ἄνθρωπον νηπιάζοντα. τοῦτο γὰρ ὅσιόν ἐστιν, οὐ μόνον παρὰ θεῷ ἀλλὰ καὶ παρὰ ἀνθρώποις, τὸ ἐν ἁπλότητι καὶ ἀκακίᾳ ὑποτάσσεσθαι τοῖς γονεῦσιν. εἰ δὲ χρὴ τὰ τέκνα τοῖς γονεῦσιν ὑποτάσσεσθαι, πόσῳ μᾶλλον τῷ θεῷ καὶ πατρὶ τῶν ὅλων; ἔτι μὴν καὶ ἄσχημόν ἐστιν τὰ παιδία τὰ νήπια ὑπὲρ ἡλικίαν φρονεῖν. καθάπερ γὰρ τῇ ἡλικίᾳ τις πρὸς τάξιν αὔξει, οὕτως καὶ ἐν τῷ φρονεῖν. ἄλλως τε ἐπὰν νόμος κελεύσῃ ἀπέχεσθαι ἀπό τινος καὶ μὴ ὑπακούῃ τις, δῆλον ὅτι οὐχ ὁ νόμος κόλασιν παρέχει, ἀλλὰ ἡ ἀπείθεια καὶ ἡ παρακοή. καὶ γὰρ πατὴρ ἰδίῳ τέκνῳ ἐνίοτε προστάσσει ἀπέχεσθαί τινων, καὶ ἐπὰν οὐχ ὑπακούῃ τῇ πατρικῇ ἐντολῇ, δέρεται καὶ ἐπιτιμίας τυγχάνει διὰ τὴν παρακοήν· καὶ οὐκ ἤδη αὐτὰ τὰ πράγματα πληγαί εἰσιν, ἀλλ' ἡ παρακοὴ τῷ ἀπειθοῦντι ὕβρεις περιποιεῖται. Οὕτως καὶ τῷ πρωτοπλάστῳ ἡ παρακοὴ περιεποιήσατο ἐκβληθῆναι αὐτὸν ἐκ τοῦ παραδείσου· οὐ μέντοι γε ὡς κακοῦ τι ἔχοντος τοῦ ξύλου τῆς γνώσεως, διὰ δὲ τῆς παρακοῆς ὁ ἄνθρωπος ἐξήντλησεν πόνον, ὀδύνην, λύπην, καὶ τὸ τέλος ὑπὸ θάνατον ἔπεσεν.

26. Καὶ τοῦτο δὲ ὁ θεὸς μεγάλην εὐεργεσίαν παρέσχεν τῷ ἀνθρώπῳ, τὸ μὴ διαμεῖναι αὐτὸν εἰς τὸν αἰῶνα ἐν ἁμαρτίᾳ ὄντα. ἀλλὰ τρόπῳ τινὶ ἐν ὁμοιώματι ἐξορισμοῦ ἐξέβαλλεν αὐτὸν ἐκ τοῦ παραδείσου, ὅπως διὰ τῆς ἐπιτιμίας τακτῷ ἀποτίσας χρόνῳ τὴν ἁμαρτίαν καὶ παιδευθεὶς ἐξ ὑστέρου ἀνακληθῇ. διὸ καὶ πλασθέντος τοῦ ἀνθρώπου ἐν τῷ κόσμῳ τούτῳ μυστηριωδῶς ἐν τῇ Γενέσει γέγραπται, ὡς δὶς αὐτοῦ ἐν τῷ παραδείσῳ τεθέντος· ἵνα τὸ μὲν ἅπαξ ᾖ πεπληρωμένον ὅτε ἐτέθη, τὸ δὲ δεύτερον μέλλῃ πληροῦσθαι μετὰ τὴν ἀνάστασιν καὶ κρίσιν. οὐ μὴν ἀλλὰ καὶ καθάπερ σκεῦός τι, ἐπὰν πλασθὲν αἰτίαν τινὰ σχῇ, ἀναχωνεύεται ἢ ἀναπλάσσεται εἰς τὸ γενέσθαι καινὸν καὶ ὁλόκληρον, οὕτως γίνεται καὶ τῷ ἀνθρώπῳ διὰ θανάτου· δυνάμει γὰρ τέθραυσται ἵνα ἐν τῇ ἀναστάσει ὑγιὴς εὑρεθῇ, λέγω δὲ ἄσπιλος καὶ δίκαιος καὶ ἀθάνατος. Τὸ δὲ καλέσαι καὶ εἰπεῖν τὸν θεόν· “Ποῦ εἶ Ἀδάμ;” οὐχ ὡς ἀγνοῶν τοῦτο ἐποίει ὁ θεός, ἀλλὰ μακρόθυμος ὢν ἀφορμὴν ἐδίδου αὐτῷ μετανοίας καὶ ἐξομολογήσεως.

27. Ἀλλὰ φήσει οὖν τις ἡμῖν· “Θνητὸς φύσει ἐγένετο ὁ ἄνθρωπος;” οὐδαμῶς. “Τί οὖν ἀθάνατος;” οὐδὲ τοῦτό φαμεν. Ἀλλὰ ἐρεῖ τις· “Οὐδὲν οὖν ἐγένετο;” οὐδὲ τοῦτο λέγομεν. οὔτε οὖν φύσει θνητὸς ἐγένετο οὔτε ἀθάνατος. εἰ γὰρ ἀθάνατον αὐτὸν ἀπ' ἀρχῆς πεποιήκει, θεὸν αὐτὸν πεποιήκει· πάλιν εἰ θνητὸν αὐτὸν πεποιήκει, ἐδόκει ἂν ὁ θεὸς αἴτιος εἶναι τοῦ θανάτου αὐτοῦ. οὔτε οὖν ἀθάνατον αὐτὸν ἐποίησεν οὔτε μὴν θνητόν, ἀλλά, καθὼς ἐπάνω προειρήκαμεν, δεκτικὸν ἀμφοτέρων, ἵνα εἰ ῥέψῃ ἐπὶ τὰ τῆς ἀθανασίας τηρήσας τὴν ἐντολὴν τοῦ θεοῦ, μισθὸν κομίσηται παρ' αὐτοῦ τὴν ἀθανασίαν καὶ γένηται θεός, εἰ δ' αὖ τραπῇ ἐπὶ τὰ τοῦ θανάτου πράγματα παρακούσας τοῦ θεοῦ, αὐτὸς ἑαυτῷ αἴτιος ᾖ τοῦ θανάτου. ἐλεύθερον γὰρ καὶ αὐτεξούσιον ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον. ὃ οὖν ἑαυτῷ περιεποιήσατο δι' ἀμελείας καὶ παρακοῆς, τοῦτο ὁ θεὸς αὐτῷ νυνὶ δωρεῖται διὰ ἰδίας φιλανθρωπίας καὶ ἐλεημοσύνης, ὑπακούοντος αὐτῷ τοῦ ἀνθρώπου. καθάπερ γὰρ παρακούσας ὁ ἄνθρωπος θάνατον ἑαυτῷ ἐπεσπάσατο, οὕτως ὑπακούσας τῷ θελήματι τοῦ θεοῦ ὁ βουλόμενος δύναται περιποιήσασθαι ἑαυτῷ τὴν αἰώνιον ζωήν. ἔδωκεν γὰρ ὁ θεὸς ἡμῖν νόμον καὶ ἐντολὰς ἁγίας, ἃς πᾶς ὁ ποιήσας δύναται σωθῆναι καὶ τῆς ἀναστάσεως τυχὼν <κληρονομῆσαι τὴν ἀφθαρσίαν>.

28. Ἐκβληθεὶς δὲ Ἀδὰμ ἐκ τοῦ παραδείσου, οὕτως ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, ἣν ὁ θεὸς ἐποίησεν αὐτῷ εἰς γυναῖκα ἐκ τῆς πλευρᾶς αὐτοῦ. καὶ τοῦτο δὲ οὐχ ὡς μὴ δυνάμενος κατ' ἰδίαν πλάσαι τὴν γυναῖκα αὐτοῦ, ἀλλὰ προηπίστατο ὁ θεὸς ὅτι ἤμελλον οἱ ἄνθρωποι πληθὺν θεῶν ὀνομάζειν. προγνώστης οὖν ὢν καὶ εἰδὼς ὅτι ἡ πλάνη ἤμελλεν διὰ τοῦ ὄφεως ὀνομάζειν πληθὺν θεῶν τῶν οὐκ ὄντων (ἑνὸς γὰρ ὄντος θεοῦ, ἔκτοτε ἤδη ἐμελέτα ἡ πλάνη πληθὺν θεῶν ὑποσπείρειν καὶ λέγειν· “Ἔσεσθε ὡς θεοί”), μήπως οὖν ὑπολημφθῇ ὡς ὅτι ὅδε μὲν ὁ θεὸς ἐποίησεν τὸν ἄνδρα, ἕτερος δὲ τὴν γυναῖκα, διὰ τοῦτο ἐποίησεν τοὺς δύο ἄμφω· οὐ μὴν ἀλλὰ καὶ <ἔπλασεν τὸν ἄνδρα μόνον ἐκ γῆς ἵνα> διὰ τούτου δειχθῇ τὸ μυστήριον τῆς μοναρχίας τῆς κατὰ τὸν θεόν, ἅμα δ' ἐποίησεν ὁ θεὸς τὴν γυναῖκα αὐτοῦ <ἐκ τῆς πλευρᾶς αὐτοῦ> ἵνα πλείων ᾖ ἡ εὔνοια εἰς αὐτήν.

Πρὸς μὲν οὖν τὴν Εὔαν ὁ Ἀδὰμ εἰπών· “Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου”, ἔτι καὶ ἐπροφήτευσεν λέγων· “Τούτου ἕνεκεν καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν”· ὃ δὴ καὶ αὐτὸ δείκνυται τελειούμενον ἐν ἡμῖν αὐτοῖς. τίς γὰρ ὁ νομίμως γαμῶν οὐ καταφρονεῖ μητρὸς καὶ πατρὸς καὶ πάσης συγγενείας καὶ πάντων τῶν οἰκείων, προσκολλώμενος καὶ ἑνούμενος τῇ ἑαυτοῦ γυναικί, εὐνοῶν μᾶλλον αὐτῇ; διὸ καὶ μέχρι θανάτου πολλάκις ὑπεύθυνοι γίνονταί τινες διὰ τὰς ἑαυτῶν γαμετάς.

Ταύτην τὴν Εὔαν, διὰ τὸ ἀρχῆθεν πλανηθῆναι ὑπὸ τοῦ ὄφεως καὶ ἀρχηγὸν ἁμαρτίας γεγονέναι, ὁ κακοποιὸς δαίμων, ὁ καὶ σατὰν καλούμενος, ὁ τότε διὰ τοῦ ὄφεως λαλήσας αὐτῇ, ἕως καὶ τοῦ δεῦρο ἐνεργῶν ἐν τοῖς ἐνθουσιαζομένοις ὑπ' αὐτοῦ ἀνθρώποις, Εὐὰν ἐκκαλεῖται. δαίμων δὲ καὶ δράκων καλεῖται διὰ τὸ ἀποδεδρακέναι αὐτὸν ἀπὸ τοῦ θεοῦ· ἄγγελος γὰρ ἦν ἐν πρώτοις. καὶ τὰ μὲν περὶ τούτου πολὺς ὁ λόγος· διὸ τανῦν παραπέμπομαι τὴν περὶ αὐτῶν διήγησιν· καὶ γὰρ ἐν ἑτέροις ἡμῖν γεγένηται ὁ περὶ αὐτοῦ λόγος.

29. Ἐν τῷ οὖν <γνῶναι τὸν Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ Εὔαν συλλαβοῦσα ἔτεκεν υἱόν>, ᾧ τοὔνομα <Κάϊν. καὶ εἶπεν· “Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ.” καὶ προσέθετο ἔτι τεκεῖν> δεύτερον, ᾧ ὄνομα <Ἄβελ>. ἤρξατο <ποιμὴν> εἶναι <προβάτων· Κάϊν> δὲ <εἰργάζετο τὴν γῆν>. τὰ μὲν οὖν κατ' αὐτοὺς πλείω ἔχει τὴν ἱστορίαν, οὐ μὴν ἀλλὰ καὶ τὴν οἰκονομίαν τῆς ἐξηγήσεως· διὸ τὰ τῆς ἱστορίας τοὺς φιλομαθεῖς δύναται ἀκριβέστερον διδάξαι αὐτὴ ἡ βίβλος ἥτις ἐπιγράφεται <Γένεσις κόσμου>.

Ὁπότε οὖν ἐθεάσατο ὁ σατανᾶς οὐ μόνον τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ζῶντας, ἀλλὰ καὶ τέκνα πεποιηκότας, ἐφ' ὧν οὐκ ἴσχυσεν θανατῶσαι αὐτοὺς φθόνῳ φερόμενος, ἡνίκα ἑώρα τὸν Ἄβελ εὐαρεστοῦντα τῷ θεῷ, ἐνεργήσας εἰς τὸν ἀδελφὸν αὐτοῦ τὸν καλούμενον Κάϊν ἐποίησεν ἀποκτεῖναι τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. καὶ οὕτως ἀρχὴ θανάτου ἐγένετο εἰς τόνδε τὸν κόσμον ὁδοιπορεῖν ἕως τοῦ δεῦρο ἐπὶ πᾶν γένος ἀνθρώπων.

Ὁ δὲ θεὸς ἐλεήμων ὢν καὶ βουλόμενος ἀφορμὴν μετανοίας καὶ ἐξομολογήσεως παρασχεῖν τῷ Κάϊν, καθάπερ καὶ τῷ Ἀδάμ, εἶπεν· <“Ποῦ Ἄβελ ὁ ἀδελφός σου;”> ὁ δὲ Κάϊν ἀπεκρίθη ἀπειθῶς τῷ θεῷ εἰπών· <“Οὐ γινώσκω· μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου;”> οὕτως ὀργισθεὶς αὐτῷ ὁ θεὸς ἔφη· <“Τί ἐποίησας> τοῦτο; <φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανεν δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ χειρός σου· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.”> διὸ ἔκτοτε φοβηθεῖσα ἡ γῆ οὐκέτι ἀνθρώπου αἷμα παραδέχεται, ἀλλ' οὐδέ τινος ζώου· ᾗ φανερὸν ὅτι οὐκ ἔστιν αὐτὴ αἰτία, ἀλλ' ὁ παραβὰς ἄνθρωπος.

30. Ὁ οὖν Κάϊν καὶ αὐτὸς ἔσχεν υἱὸν ᾧ ὄνομα Ἐνώχ. καὶ ᾠκοδόμησεν πόλιν, ἣν ἐπωνόμασεν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ. ἀπὸ τότε ἀρχὴ ἐγένετο τοῦ οἰκοδομεῖσθαι πόλεις, καὶ τοῦτο πρὸ κατακλυσμοῦ, οὐχ ὡς Ὅμηρος ψεύδεται λέγων·

Οὐ γάρ πω πεπόλιστο πόλις μερόπων ἀνθρώπων.

<Τῷ δὲ Ἐνὼχ ἐγενήθη υἱὸς ὀνόματι Γαϊδάδ· ἐγέννησεν> τὸν καλούμενον <Μεήλ>, καὶ <Μεὴλ τὸν Μαθουσάλα>, καὶ <Μαθουσάλα τὸν Λάμεχ. ὁ δὲ Λάμεχ ἔλαβεν ἑαυτῷ δύο γυναῖκας>, αἷς ὀνόματα <Ἀδᾶ> καὶ <Σελᾶ>. ἔκτοτε ἀρχὴ ἐγένετο τῆς πολυμιξίας, ἀλλὰ καὶ τῆς μουσικῆς. τῷ γὰρ Λάμεχ ἐγένοντο τρεῖς υἱοί, Ὠβὴλ, Ἰουβὰλ, Θοβέλ. καὶ ὁ μὲν Ὠβὴλ, ἐγένετο <ἀνὴρ ἐν σκηναῖς κτηνοτροφῶν, Ἰουβὰλ δέ ἐστιν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν, Θοβὲλ> δὲ <ἐγένετο σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου>. ἕως μὲν οὖν τούτου ἔσχεν τὸν κατάλογον τὸ σπέρμα τοῦ Κάϊν· καὶ τὸ λοιπὸν εἰς λήθην αὐτοῦ γέγονεν τὸ σπέρμα τῆς γενεαλογίας, διὰ τὸ ἀδελφοκτονῆσαι αὐτὸν τὸν ἀδελφόν.

Εἰς τὸν τόπον δὲ τοῦ Ἄβελ ἔδωκεν ὁ θεὸς συλλαβεῖν τὴν Εὔαν καὶ τεκεῖν υἱόν, ὃς κέκληται Σήθ· ἀφ' οὗ τὸ λοιπὸν γένος τῶν ἀνθρώπων ὁδεύει μέχρι τοῦ δεῦρο. τοῖς δὲ βουλομένοις καὶ φιλομαθέσιν καὶ περὶ πασῶν τῶν γενεῶν εὔκολόν ἐστιν ἐπιδεῖξαι διὰ τῶν ἁγίων γραφῶν. καὶ γὰρ ἐκ μέρους ἡμῖν γεγένηται ἤδη λόγος ἐν ἑτέρῳ λόγῳ, ὡς ἐπάνω προειρήκαμεν, τῆς γενεαλογίας ἡ τάξις ἐν τῇ πρώτῃ βίβλῳ τῇ περὶ ἱστοριῶν.

Ταῦτα δὲ πάντα ἡμᾶς διδάσκει τὸ πνεῦμα τὸ ἅγιον, τὸ διὰ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν, ὥστε τὰ καθ' ἡμᾶς τοὺς θεοσεβεῖς ἀρχαιότερα γράμματα τυγχάνει, οὐ μὴν ἀλλὰ καὶ ἀληθέστερα πάντων συγγραφέων καὶ ποιητῶν δείκνυται ὄντα. ἀλλὰ μὴν καὶ τὰ περὶ τῆς μουσικῆς ἐφλυάρησάν τινες εὑρετὴν Ἀπόλλωνα γεγενῆσθαι, ἄλλοι δὲ Ὀρφέα ἀπὸ τῆς τῶν ὀρνέων ἡδυφωνίας φασὶν ἐξευρηκέναι τὴν μουσικήν. κενὸς δὲ καὶ μάταιος ὁ λόγος αὐτῶν δείκνυται· μετὰ γὰρ πολλὰ ἔτη τοῦ κατακλυσμοῦ οὗτοι ἐγένοντο. τὰ δὲ περὶ τοῦ Νῶε, ὃς κέκληται ὑπὸ ἐνίων Δευκαλίων, ἐν τῇ βίβλῳ ᾗ προειρήκαμεν ἡ διήγησις ἡμῖν γεγένηται ᾗ, εἰ βούλει, καὶ σὺ δύνασαι ἐντυχεῖν.

31. Μετὰ τὸν κατακλυσμὸν <ἀρχὴ> πάλιν ἐγένετο πόλεων καὶ βασιλέων τὸν τρόπον τοῦτον. πρώτη πόλις <Βαβυλών, καὶ Ὀρὲχ καὶ Ἀρχὰθ καὶ Χαλανὴ ἐν τῇ γῇ Σενναάρ>. καὶ βασιλεὺς ἐγένετο αὐτῶν ὀνόματι Νεβρώθ. ἐκ τούτων <ἐξῆλθεν> ὀνόματι <Ἀσσούρ>· ὅθεν καὶ Ἀσσύριοι προσαγορεύονται. Νεβρὼθ δὲ ᾠκοδόμησεν πόλεις <τὴν Νινευὴ καὶ τὴν Ῥοβοὼμ καὶ τὴν Καλὰκ καὶ τὴν Δασὲν ἀνὰ μέσον Νινευὴ καὶ ἀνὰ μέσον Καλάκ>. ἡ δὲ Νινευὴ ἐγενήθη ἐν πρώτοις <πόλις μεγάλη>. ἕτερος δὲ υἱὸς τοῦ Σὴμ υἱοῦ τοῦ Νῶε ὀνόματι <Μεστραεὶν ἐγέννησεν τοὺς Λουδουεὶμ καὶ τοὺς> καλουμένους <Ἐνεμιγεὶμ καὶ τοὺς Λαβιεὶμ καὶ τοὺς Νεφθαλεὶμ καὶ τοὺς Πατροσωνιεὶμ καὶ τοὺς Χασλωνιείμ, ὅθεν ἐξῆλθεν Φυλιστιείμ>.

Τῶν μὲν οὖν τριῶν υἱῶν τοῦ Νῶε καὶ τῆς συντελείας αὐτῶν καὶ γενεαλογίας, ἐγένετο ἡμῖν ὁ κατάλογος ἐν ἐπιτομῇ ἐν ᾗ προειρήκαμεν βίβλῳ. καὶ νῦν δὲ τὰ παραλελειμμένα ἐπιμνησθησόμεθα περί τε πόλεων καὶ βασιλέων, τῶν τε γεγενημένων ὁπότε <ἦν χεῖλος ἓν καὶ μία γλῶσσα>. πρὸ τοῦ τὰς διαλέκτους μερισθῆναι αὗται αἱ προγεγραμμέναι ἐγενήθησαν πόλεις. ἐν δὲ τῷ μέλλειν αὐτοὺς διαμερίζεσθαι, συμβούλιον ἐποίησαν γνώμῃ ἰδίᾳ, καὶ οὐ διὰ θεοῦ, <οἰκοδομῆσαι πόλιν καὶ πύργον, οὗ ἡ ἄκρα φθάσῃ εἰς τὸν οὐρανὸν ἀφικέσθαι>, ὅπως <ποιήσωσιν> ἑαυτοῖς <ὄνομα> δόξης. ἐπειδὴ οὖν παρὰ προαίρεσιν θεοῦ βαρὺ ἔργον ἐτόλμησαν ποιῆσαι, κατέβαλεν αὐτῶν ὁ θεὸς τὴν πόλιν καὶ τὸν πύργον κατέστρωσεν. ἔκτοτε ἐνήλλαξεν τὰς γλώσσας τῶν ἀνθρώπων, <δοὺς ἑκάστῳ διάφορον διάλεκτον>. Σίβυλλα μὲν οὕτως σεσήμακεν, καταγγέλλουσα <ὀργὴν τῷ κόσμῳ μέλλειν ἔρχεσθαι>.

Ἔφη δὲ οὕτως·

Ἀλλ' ὁπόταν μεγάλοιο θεοῦ τελέωνται ἀπειλαί,
ἅς ποτ' ἐπηπείλησε βροτοῖς, ὅτε πύργον ἔτευξαν
χώρῃ ἐν Ἀσσυρίῃ. ὁμόφωνοι δ' ἦσαν ἅπαντες,
καὶ βούλοντ' ἀναβῆναι εἰς οὐρανὸν ἀστερόεντα.
αὐτίκα δ' ἀθάνατος μεγάλην ἐπέθηκεν ἀνάγκην
πνεύμασιν· αὐτὰρ ἔπειτ' ἄνεμοι μέγαν ὑψόθι πύργον
ῥίψαν καὶ θνητοῖσιν ἐπ' ἀλλήλοις ἔριν ὦρσαν.
αὐτὰρ ἐπεὶ πύργος τ' ἔπεσεν, γλῶσσαί τ' ἀνθρώπων
εἰς πολλὰς θνητῶν ἐμερίσθησαν διαλέκτους.

καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν ἐγενήθη ἐν γῇ Χαλδαίων.

Ἐν δὲ <τῇ γῇ Χαναὰν> ἐγένετο πόλις ᾗ ὄνομα <Χαρράν>. κατ' ἐκείνους δὲ τοὺς χρόνους πρῶτος βασιλεὺς Αἰγύπτου ἐγένετο Φαραώ, ὃς καὶ Νεχαὼθ κατὰ Αἰγυπτίους ὠνομάσθη· καὶ οὕτως οἱ καθεξῆς βασιλεῖς ἐγένοντο. ἐν δὲ τῇ γῇ Σενναάρ, ἐν τοῖς καλουμένοις Χαλδαίοις, πρῶτος <βασιλεὺς> ἐγένετο <Ἁριώχ>· μετὰ δὲ τοῦτον ἕτερος <Ἐλλάσαρ>, καὶ μετὰ τοῦτον <Χοδολλαγόμορ βασιλεὺς Αἰλάμ>, καὶ μετὰ τοῦτον <Θαργὰλ βασιλεὺς ἐθνῶν> τῶν καλουμένων Ἀσσυρίων. ἄλλαι δὲ πόλεις ἐγένοντο πέντε ἐν τῇ μερίδι τοῦ Χὰμ υἱοῦ Νῶε· πρώτη ἡ καλουμένη <Σόδομα>, ἔπειτα <Γόμορρα, Ἀδαμὰ> καὶ <Σεβωεὶν> καὶ <Βαλάκ>, ἡ καὶ <Σηγὼρ> ἐπικληθεῖσα. καὶ τὰ ὀνόματα τῶν βασιλέων αὐτῶν ἐστιν ταῦτα· <Βαλλὰς βασιλεὺς Σοδόμων, Βαρσὰς βασιλεὺς Γομόρρας, Σενναὰρ βασιλεὺς Ἀδάμας, Ὑμοὸρ βασιλεὺς Σεβωείν, Βαλὰχ βασιλεὺς Σηγώρ, τῆς καὶ Βαλὰκ κεκλημένης>. οὗτοι <ἐδούλευσαν τῷ Χοδολλαγόμορ> βασιλεῖ τῶν Ἀσσυρίων <ἕως ἐτῶν δύο καὶ δέκα. ἐν δὲ τῷ τρισκαιδεκάτῳ ἔτει> ἀπὸ τοῦ Χοδολλαγόμορ <ἀπέστησαν>. καὶ οὕτως ἐγένετο τότε τοὺς τέσσαρας βασιλεῖς τῶν Ἀσσυρίων συνάψαι πόλεμον πρὸς τοὺς πέντε βασιλεῖς. αὕτη ἀρχὴ ἐγένετο πρώτη τοῦ γίνεσθαι πολέμους ἐπὶ τῆς γῆς. <καὶ κατέκοψαν τοὺς γίγαντας Καραναείν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους ἐν> αὐτῇ <τῇ πόλει, καὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσιν> ἐπονομαζομένοις <Σηεὶρ ἕως> τῆς καλουμένης <Τερεβίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ>.

Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐγένετο βασιλεὺς δίκαιος ὀνόματι Μελχισεδὲκ ἐν πόλει Σαλήμ, τῇ νῦν καλουμένῃ Ἱεροσόλυμα· οὗτος <ἱερεὺς> ἐγένετο πρῶτος πάντων ἱερέων <τοῦ θεοῦ τοῦ ὑψίστου>. ἀπὸ τούτου ἡ πόλις ὠνομάσθη Ἱερουσαλήμ, ἡ προειρημένη Ἱεροσόλυμα· ἀπὸ τούτου εὑρέθησαν καὶ ἱερεῖς γινόμενοι ἐπὶ πᾶσαν τὴν γῆν. μετὰ δὲ τοῦτον ἐβασίλευσεν Ἀβιμέλεχ ἐν Γεράροις· μετὰ δὲ τοῦτον ἕτερος Ἀβιμέλεχ· ἔπειτα ἐβασίλευσεν Ἔφρων καὶ ὁ Χετταῖος ἐπικληθείς. τὰ μὲν οὖν περὶ τούτων πρότερον γεγενημένων βασιλέων οὕτως τὰ ὀνόματα περιέχει· τῶν δὲ κατὰ Ἀσσυρίους πολλῶν ἐτῶν μεταξὺ οἱ λοιποὶ βασιλεῖς παρεσιγήθησαν τοῦ ἀναγραφῆναι· πάντων ἐσχάτων καθ' ἡμᾶς χρόνων ἀπομνημονεύονται γεγονότες βασιλεῖς τῶν Ἀσσυρίων Θεγλαφάσαρ, μετὰ δὲ τοῦτον Σελαμανάσαρ, εἶτα Σενναχαρείμ. τοῦ δὲ τρίαρχος ἐγένετο Ἀδραμέλεχ Αἰθίοψ, ὃς καὶ Αἰγύπτου ἐβασίλευσεν· καίπερ ταῦτα, ὡς πρὸς τὰ ἡμέτερα γράμματα, πάνυ νεώτερά ἐστιν.

32. Ἐντεῦθεν οὖν κατανοεῖν τὰς ἱστορίας ἐστὶν τοῖς φιλομαθέσιν καὶ φιλαρχαίοις, ὅτι οὐ πρόσφατά ἐστιν τὰ ὑφ' ἡμῶν λεγόμενα διὰ τῶν ἁγίων προφητῶν. ὀλίγων γὰρ ὄντων ἐν πρώτοις τῶν τότε ἀνθρώπων ἐν τῇ Ἀραβικῇ γῇ καὶ Χαλδαϊκῇ, μετὰ τὸ διαμερισθῆναι τὰς γλώσσας αὐτῶν, πρὸς μέρος ἤρξαντο πολλοὶ γίνεσθαι καὶ πληθύνεσθαι ἐπὶ πάσης τῆς γῆς. καὶ οἱ μὲν ἔκλιναν οἰκεῖν πρὸς ἀνατολάς, οἱ δὲ ἐπὶ τὰ μέρη τὰ τῆς μεγάλης ἠπείρου καὶ τὰ πρὸς βόρειον, ὥστε διατείνειν μέχρι τῶν Βριττανῶν ἐν τοῖς ἀρκτικοῖς κλίμασιν, ἕτεροι δὲ γῆν Χαναναίαν, καὶ Ἰουδαίαν καὶ Φοινίκην ἐπικληθεῖσαν, καὶ τὰ μέρη τῆς Αἰθιοπίας καὶ Αἰγύπτου καὶ Λιβύης καὶ τὴν καλουμένην διακεκαυμένην καὶ τὰ μέχρι δυσμῶν κλίματα παρατείνοντα, οἱ δὲ λοιποὶ τὰ ἀπὸ τῆς παραλίου καὶ τῆς Παμφυλίας καὶ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα καὶ τὴν Μακεδονίαν καὶ τὸ λοιπὸν τὴν Ἰταλίαν καὶ τὰς καλουμένας Γαλλείας καὶ Σπανίας καὶ Γερμανίας, ὥστε οὕτως τὰ νῦν ἐμπεπλῆσθαι τὴν σύμπασαν τῶν κατοικούντων αὐτήν. τριμεροῦς οὖν γεγενημένης τῆς κατοικήσεως τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς κατ' ἀρχάς, ἔν τε ἀνατολῇ καὶ μεσημβρίᾳ καὶ δύσει, μετέπειτα καὶ τὰ λοιπὰ μέρη κατῳκήθη τῆς γῆς, χυδαίων τῶν ἀνθρώπων γενομένων.

Ταῦτα δὲ μὴ ἐπιστάμενοι οἱ συγγραφεῖς βούλονται τὸν κόσμον σφαιροειδῆ λέγειν καὶ ὡσπερεὶ κύβῳ συγκρίνειν αὐτόν. πῶς δὲ δύνανται ταῦτα ἀληθῆ φάσκειν, μὴ ἐπιστάμενοι τὴν ποίησιν τοῦ κόσμου μήτε τὴν κατοίκησιν αὐτοῦ; πρὸς μέρος <αὐξανομένων> τῶν ἀνθρώπων <καὶ πληθυνομένων> ἐπὶ τῆς γῆς, ὡς προειρήκαμεν, οὕτως κατῳκήθησαν καὶ αἱ νῆσοι τῆς θαλάσσης καὶ τὰ λοιπὰ κλίματα.

33. Τίς οὖν πρὸς ταῦτα ἴσχυσεν τῶν καλουμένων σοφῶν καὶ ποιητῶν ἢ ἱστοριογράφων τὸ ἀληθὲς εἰπεῖν πολὺ μεταγενεστέρων αὐτῶν γεγενημένων καὶ πληθὺν θεῶν εἰσαγαγόντων, οἵτινες μετὰ τοσαῦτα ἔτη αὐτοὶ ἐγεννήθησαν τῶν πόλεων, ἔσχατοι καὶ τῶν βασιλέων καὶ ἐθνῶν καὶ πολέμων; ἐχρῆν γὰρ αὐτοὺς μεμνῆσθαι πάντων καὶ τῶν πρὸ κατακλυσμοῦ γεγονότων, περί τε κτίσεως κόσμου καὶ ποιήσεως ἀνθρώπου, τά τε ἑξῆς συμβάντα ἀκριβῶς ἐξειπεῖν τοὺς παρ' Αἰγυπτίοις προφήτας ἢ Χαλδαίους τούς τε ἄλλους συγγραφεῖς, εἴπερ θείῳ καὶ καθαρῷ πνεύματι ἐλάλησαν καὶ τὰ δι' αὐτῶν ῥηθέντα ἀληθῆ ἀνήγγειλαν· καὶ οὐ μόνον τὰ προγενόμενα ἢ ἐνεστῶτα ἀλλὰ καὶ τὰ ἐπερχόμενα τῷ κόσμῳ ἐχρῆν αὐτοὺς προκαταγγεῖλαι. διὸ δείκνυται πάντας τοὺς λοιποὺς πεπλανῆσθαι, μόνους δὲ Χριστιανοὺς τὴν ἀλήθειαν κεχωρηκέναι, οἵτινες ὑπὸ πνεύματος ἁγίου διδασκόμεθα, τοῦ λαλήσαντος ἐν τοῖς ἁγίοις προφήταις, καὶ τὰ πάντα προκαταγγέλλοντος.

34. Καὶ τὸ λοιπὸν ἔστω σοι φιλοφρόνως ἐρευνᾶν τὰ τοῦ θεοῦ, λέγω δὲ τὰ διὰ τῶν προφητῶν ῥηθέντα, ὅπως συγκρίνας τά τε ὑπὸ ἡμῶν λεγόμενα καὶ τὰ ὑπὸ τῶν λοιπῶν δυνήσει εὑρεῖν τὸ ἀληθές. Τὰ μὲν οὖν ὀνόματα τῶν καλουμένων θεῶν ὅτι παρ' αὐτοῖς ὀνόματα ἀνθρώπων εὑρίσκεται, καθὼς ἐν τοῖς ἐπάνω ἐδηλώσαμεν, ἐξ αὐτῶν τῶν ἱστοριῶν ὧν συνέγραψαν ἀπεδείξαμεν. αἱ δὲ εἰκόνες αὐτῶν τὸ καθ' ἡμέραν ἕως τοῦ δεῦρο ἐκτυποῦνται, <εἴδωλα, ἔργα χειρῶν ἀνθρώπων>. καὶ τούτοις μὲν λατρεύει τὸ πλῆθος τῶν ματαίων ἀνθρώπων τὸν δὲ ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων καὶ τροφέα πάσης πνοῆς ἀθετοῦσιν, πειθόμενοι δόγμασιν ματαίοις διὰ πλάνης πατροπαραδότου γνώμης ἀσυνέτου.

Ὁ μέντοι γε θεὸς καὶ πατὴρ καὶ κτίστης τῶν ὅλων οὐκ ἐγκατέλιπεν τὴν ἀνθρωπότητα, ἀλλὰ ἔδωκεν νόμον καὶ ἔπεμψεν προφήτας ἁγίους πρὸς τὸ καταγγεῖλαι καὶ διδάξαι τὸ γένος τῶν ἀνθρώπων, εἰς τὸ ἕνα ἕκαστον ἡμῶν ἀνανῆψαι καὶ ἐπιγνῶναι ὅτι εἷς ἐστιν θεός· οἳ καὶ ἐδίδαξαν ἀπέχεσθαι ἀπὸ τῆς <ἀθεμίτου εἰδωλολατρείας> καὶ μοιχείας καὶ φόνου, πορνείας, κλοπῆς, φιλαργυρίας, ὅρκου ψεύδους, ὀργῆς καὶ πάσης ἀσελγείας καὶ ἀκαθαρσίας καὶ πάντα ὅσα ἂν μὴ βούληται ἄνθρωπος ἑαυτῷ γίνεσθαι ἵνα μηδὲ ἄλλῳ ποιῇ, καὶ οὕτως ὁ δικαιοπραγῶν ἐκφύγῃ τὰς αἰωνίους κολάσεις καὶ καταξιωθῇ τῆς αἰωνίου ζωῆς παρὰ τοῦ θεοῦ.

35. Ὁ μὲν οὖν θεῖος νόμος οὐ μόνον κωλύει τὸ εἰδώλοις προσκυνεῖν, ἀλλὰ καὶ τοῖς στοιχείοις, <ἡλίῳ σελήνῃ ἢ τοῖς> λοιποῖς <ἄστροις>, ἀλλ' οὔτε τῷ οὐρανῷ οὔτε γῇ οὔτε θαλάσσῃ ἢ πηγαῖς ἢ ποταμοῖς θρησκεύειν· ἀλλ' ἢ μόνῳ τῷ ὄντως θεῷ καὶ ποιητῇ τῶν ὅλων χρὴ λατρεύειν ἐν ὁσιότητι καρδίας καὶ εἰλικρινεῖ γνώμῃ. διό φησιν ὁ ἅγιος νόμος· “Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου.” ὁμοίως καὶ οἱ προφῆται. Σολομὼν μὲν οὖν καὶ τὸ δι' ἐννεύματος μὴ ἁμαρτάνειν διδάσκει ἡμᾶς, λέγων· “Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.” Καὶ Ὠσηὲ δὲ καὶ αὐτὸς προφήτης περὶ μοναρχίας θεοῦ λέγει· “Οὗτος ὁ θεὸς ὑμῶν ὁ στερεῶν τὸν οὐρανὸν καὶ κτίζων τὴν γῆν, οὗ αἱ χεῖρες κατέδειξαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξεν ὑμῖν αὐτὰ τοῦ ὀπίσω αὐτῶν πορεύεσθαι.” Ἠσαΐας δὲ καὶ αὐτός φησιν· “Οὕτως λέγει κύριος ὁ θεός, ὁ στερεώσας τὸν οὐρανὸν καὶ θεμελιώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ δίδους πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. οὗτος κύριος ὁ θεὸς ὑμῶν.” καὶ πάλιν δι' αὐτοῦ· “Ἐγώ, φησίν, ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῇ, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν.” καὶ ἐν ἑτέρῳ κεφαλαίῳ· “Οὗτος ὁ θεὸς ὑμῶν ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς· οὐ πεινάσει οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρησις τῆς φρονήσεως αὐτοῦ.” ὁμοίως καὶ Ἰερεμίας <ὃς> καί φησιν· “Ὁ ποιήσας τὴν γῆν ἐπὶ τῇ ἰσχύϊ αὐτοῦ, ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανὸν καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ καὶ ἀνήγαγεν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.”

Ὁρᾶν ἔστιν πῶς φίλα καὶ σύμφωνα ἐλάλησαν πάντες οἱ προφῆται, <ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι> ἐκφωνήσαντες περί τε μοναρχίας θεοῦ καὶ τῆς τοῦ κόσμου γενέσεως καὶ τῆς ἀνθρώπου ποιήσεως. οὐ μὴν ἀλλὰ καὶ ὤδιναν, πενθοῦντες τὸ ἄθεον γένος τῶν ἀνθρώπων, καὶ τοὺς δοκοῦντας εἶναι σοφοὺς διὰ τὴν ἐν αὐτοῖς πλάνην καὶ πώρωσιν τῆς καρδίας κατῄσχυναν. ὁ μὲν Ἰερεμίας ἔφη· “Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως αὐτοῦ, κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ, εἰς μάτην ἀργυροκόπος ἀργυροκοπεῖ, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς, ἐν ἡμέρᾳ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται.” τὸ αὐτὸ καὶ ὁ Δαυὶδ λέγει· “Ἐφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν αὐτῶν, οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.” ὁμοίως καὶ Ἀββακούμ· “Τί ὠφελεῖ γλυπτὸν ἄνθρωπον, ὅτι ἔγλυψεν αὐτὸ φαντασίαν ψευδῆ; οὐαὶ τῷ λέγοντι τῷ λίθῳ ἐξεγέρθητι, καὶ τῷ ξύλῳ ὑψώθητι.” ὁμοίως εἶπον καὶ οἱ λοιποὶ τῆς ἀληθείας προφῆται.

Καὶ τί μοι τὸ πλῆθος καταλέγειν τῶν προφητῶν, πολλῶν ὄντων καὶ μυρία φίλα καὶ σύμφωνα εἰρηκότων; οἱ γὰρ βουλόμενοι δύνανται ἐντυχόντες τοῖς δι' αὐτῶν εἰρημένοις ἀκριβῶς γνῶναι τὸ ἀληθὲς καὶ μὴ παράγεσθαι ὑπὸ διανοίας καὶ ματαιοπονίας. οὗτοι οὖν οὓς προειρήκαμεν προφῆται ἐγένοντο ἐν Ἑβραίοις, ἀγράμματοι καὶ ποιμένες καὶ ἰδιῶται.

36. Σίβυλλα δέ, ἐν Ἕλλησιν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν γενομένη προφῆτις, ἐν ἀρχῇ τῆς προφητείας αὐτῆς ὀνειδίζει τὸ τῶν ἀνθρώπων γένος, λέγουσα·

Ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες,
πῶς ταχέως ὑψοῦσθε, βίου τέλος οὐκ ἐσορῶντες,
οὐ τρέμετ' οὐδὲ φοβεῖσθε θεόν, τὸν ἐπίσκοπον ὑμῶν,
ὕψιστον γνώστην, πανεπόπτην, μάρτυρα πάντων,
παντοτρόφον κτίστην, ὅστις γλυκὺ πνεῦμ' ἐν ἅπασιν
κάτθετο, χἠγητῆρα βροτῶν πάντων ἐποίησεν;
εἷς θεός, ὃς μόνος ἄρχει, ὑπερμεγέθης, ἀγένητος,
παντοκράτωρ, ἀόρατος, ὁρῶν μόνος αὐτὸς ἅπαντα,
αὐτὸς δ' οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης.
τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ
ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ;
ἀλλ' οὐδ' ἀκτίνων κατεναντίον ἡελίοιο
ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες,
ἄνδρες ἐν ὀστήεσσι, φλέβες καὶ σάρκες ἐόντες.
αὐτὸν τὸν μόνον ὄντα σέβεσθ' ἡγήτορα κόσμου,
ὃς μόνος εἰς αἰῶνα καὶ ἐξ αἰῶνος ἐτύχθη.
αὐτογενής, ἀγένητος, ἅπαντα κρατῶν διαπαντός,
πᾶσι βροτοῖσι νέμων τὸ κριτήριον ἐν φαῒ κοινῷ.
τῆς κακοβουλοσύνης δὲ τὸν ἄξιον ἕξετε μισθόν,
ὅττι θεὸν προλιπόντες ἀληθινὸν ἀεναόν τε
δοξάζειν, αὐτῷ τε θύειν ἱερὰς ἑκατόμβας,
δαίμοσι τὰς θυσίας ἐποιήσατε τοῖσιν ἐν ἅδῃ·
τύφῳ καὶ μανίῃ δὲ βαδίζετε, καὶ τρίβον ὀρθὴν
εὐθεῖαν προλιπόντες ἀπήλθετε, καὶ δι' ἀκανθῶν
καὶ σκολόπων ἐπλανᾶσθε. βροτοὶ παύσασθε μάταιοι
ῥεμβόμενοι σκοτίῃ καὶ ἀφεγγέϊ νυκτὶ μελαίνῃ,
καὶ λίπετε σκοτίην νυκτός, φωτὸς δὲ λάβεσθε.
οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει.
ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ γνόφον αἰεί·
ἡελίου γλυκυδερκὲς ἰδοὺ φάος ἔξοχα λάμπει.
γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν·
εἷς θεὸς ἔστι, βροχάς, ἀνέμους, σεισμοὺς ἐπιπέμπων,
ἀστεροπάς, λιμούς, λοιμοὺς καὶ κήδεα λυγρὰ
καὶ νιφετούς, κρύσταλλα. τί δὴ καθ' ἓν ἐξαγορεύω;
οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ, αὐτὸς ὑπάρχει.

καὶ πρὸς τοὺς γενητοὺς λεγομένους ἔφη·

Εἰ δὲ γενητὸν ὅλως καὶ φθείρεται, οὐ δύνατ' ἀνδρὸς
ἐκ μηρῶν μήτρας τε θεὸς τετυπωμένος εἶναι.
ἀλλὰ θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν
οὐρανὸν ἡέλιόν τε καὶ ἀστέρας ἠδὲ σελήνην,
καρποφόρον γαῖάν τε καὶ ὕδατος οἴδματα πόντου,
οὔρεα θ' ὑψήεντα καὶ ἀέναα χεύματα πηγῶν·
τῶν τ' ἐνύδρων πάλι γεννᾷ ἀνήριθμον πολὺ πλῆθος.
ἕρπετα δὲ γαίης κινούμενα ψυχοτροφεῖται,
ποικίλα τε πτηνῶν λιγυρόθροα, τραυλίζοντα,
ξουθά, λιγυπτερόφωνα, ταράσσοντ' ἀέρα ταρσοῖς,
ἐν δὲ νάπαις ὀρέων ἀγρίαν γένναν θέτο θηρῶν·
ἡμῖν τε κτήνη ὑπέταξεν πάντα βροτοῖσιν,
πάντων δ' ἡγητῆρα κατέστησεν θεότευκτον,
ἀνδρὶ δ' ὑπαίταξεν παμποίκιλα κοὐ καταληπτά.
τίς γὰρ σὰρξ δύναται θνητῶν γνῶναι τάδ' ἅπαντα;
ἀλλ' αὐτὸς μόνος οἶδεν ὁ ποιήσας τάδ' ἀπ' ἀρχῆς
ἄφθαρτος κτίστης αἰώνιος, αἰθέρα ναίων,
τοῖς ἀγαθοῖς ἀγαθὸν προφέρων πολὺ πλείονα μισθόν,
τοῖς δὲ κακοῖς ἀδίκοις τε χόλον καὶ θυμὸν ἐγείρων,
καὶ πόλεμον καὶ λοιμὸν ἴδ' ἄλγεα δακρυόεντα.
ἄνθρωποι, τί μάτην ὑψούμενοι ἐκριζοῦσθε;
Αἰσχύνθητε γαλᾶς καὶ κνώδαλα θειοποιοῦντες.
οὐ μανίη καὶ λύσσα φρενῶν αἴσθησιν ἀφαιρεῖ,
εἰ λοπάδας κλέπτουσι θεοί, συλοῦσι δὲ χύτρας;
ἀντὶ δὲ χρυσήεντα πόλον κατὰ πίονα ναίειν
σητόβρωτα δέδορκε, πυκναῖς δ' ἀράχναις δεδίασται·
προσκυνέοντες ὄφεις κύνας αἰλούρους, ἀνόητοι,
καὶ πετεηνὰ σέβεσθε καὶ ἑρπετὰ θηρία γαίης
καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα,
καὶ παρ' ὁδοῖσι λίθων συγχώσματα· ταῦτα σέβεσθε
ἄλλα τε πολλὰ μάταια, ἃ δή κ' αἰσχρὸν ἀγορεύειν,
εἰσι θεοὶ μερόπων δόλῳ ἡγητῆρες ἀβούλων
τῶν δὴ κἀκ στόματος χεῖται θανατηφόρος ἰός.
ὃς δ' ἔστι ζωή τε καὶ ἄφθιτον ἀέναον φῶς,
καὶ μέλιτος γλυκερώτερον ἀνδράσι χάρμα
ἐκπροχέει τῷ δὴ μόνῳ αὐχένα κάμπτειν,
καὶ τρίβον αἰώνεσσιν ἐν εὐσεβέεσσ' ἀνακλίνοις.
ταῦτα λιπόντες ἅπαντα, δίκης μεστὸν τὸ κύπελλον
ζωρότερον, στιβαρόν, βεβαρημένον, εὖ μάλ' ἄκρητον,
εἱλκύσατ' ἀφροσύνῃ μεμανηότι πνεύματι πάντες·
κοὐ θέλετ' ἐκνῆψαι καὶ σώφρονα πρὸς νόον ἐλθεῖν,
καὶ γνῶναι βασιλῆα θεόν, τὸν πάντ' ἐφορῶντα.
τοὔνεκεν αἰσθομένοιο πυρὸς σέλας ἔρχετ' ἐφ' ὑμᾶς·
λαμπάσι καυθήσεσθε δι' αἰῶνος τὸ πανῆμαρ,
ψευδέσιν αἰσχυνθέντες ἐπ' εἰδώλοισιν ἀχρήστοις.
οἱ δὲ θεὸν τιμῶντες ἀληθινὸν ἀέναόν τε
ζωὴν κληρονομοῦσι, τὸν αἰῶνος χρόνον αὐτοὶ
οἰκοῦντες παραδείσου ὁμῶς ἐριθηλέα κῆπον,
δαινύμενοι γλυκὺν ἄρτον ἀπ' οὐρανοῦ ἀστερόεντος.

ὅτι μὲν οὖν ταῦτα <ἀληθῆ> καὶ ὠφέλιμα καὶ <δίκαια> καὶ <προφιλῆ> πᾶσιν ἀνθρώποις τυγχάνει, δῆλόν ἐστιν, καὶ ὅτι οἱ κακῶς δράσαντες ἀναγκαίως ἔχουσιν κατ' ἀξίαν τῶν πράξεων κολασθῆναι.

37. Ἤδη δὲ καὶ τῶν ποιητῶν τινες ὡσπερεὶ λόγια ἑαυτοῖς ἐξεῖπον ταῦτα καὶ εἰς μαρτύριον τοῖς τὰ ἄδικα πράσσουσι λέγοντες ὅτι μέλλουσιν κολάζεσθαι. Αἰσχύλος ἔφη·

Δράσαντι γάρ τοι καὶ παθεῖν ὀφείλεται.

Πίνδαρος δὲ καὶ αὐτὸς ἔφη·

Ἐπεὶ
ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.

ὡσαύτως καὶ Εὐριπίδης·

Ἀνάσχου πάσχων· δρῶν γὰρ ἔχαιρες.
νόμου τὸν ἐχθρὸν δρᾶν, ὅπου λάβῃς, κακῶς.

καὶ πάλιν ὁ αὐτός·

Ἐχθροὺς κακῶς δρᾶν ἀνδρὸς ἡγοῦμαι μέρος.

ὁμοίως καὶ Ἀρχίλοχος·

Ἓν δ' ἐπίσταμαι μέγα,
τὸν κακῶς δρῶντα δεινοῖς ἀνταμείβεσθαι κακοῖς.

Καὶ ὅτι ὁ θεὸς τὰ πάντα ἐφορᾷ καὶ οὐδὲν αὐτὸν λανθάνει, μακρόθυμος δὲ ὢν ἀνέχεται ἕως οὗ μέλλει κρίνειν, καὶ περὶ τούτου Διονύσιος εἴρηκεν·

Ὁ τῆς Δίκης ὀφθαλμὸς ὡς δι' ἡσύχου
λεύσσων προσώπου πάνθ' ὁμῶς ἀεὶ βλέπει.

Καὶ ὅτι μέλλει ἡ τοῦ θεοῦ κρίσις γίνεσθαι καὶ τὰ κακὰ τοὺς πονηροὺς αἰφνιδίως καταλαμβάνειν, καὶ τοῦτο Αἰσχύλος ἐσήμανεν λέγων·

τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς,
κατ' ἀμπλάκημα τῷ περῶντι τὴν θέμιν.
ὁρᾷς Δίκην ἄναυδον, οὐχ ὁρωμένην
εὕδοντι καὶ στείχοντι καὶ καθημένῳ·
ἑξῆς ὀπάζει δόχμιον, ἄλλοθ' ὕστερον.
οὐκ ἐγκαλύπτει νὺξ κακῶς εἰργασμένον·
ὅ τι δ' ἂν ποιῇς δεινὸν νόμιζ' ὁρᾶν τινά.

τί δ' οὐχὶ καὶ ὁ Σιμωνίδης;

Οὐκ ἔστιν κακὸν
ἀνεπιδόκητον ἀνθρώποις· ὀλίγῳ δὲ χρόνῳ
πάντα μεταρρίπτει θεός.

πάλιν Εὐριπίδης·

Οὐδέποτ' εὐτυχίαν κακοῦ ἀνδρὸς ὑπέρφρονά τ' ὄλβον
βέβαιον εἰκάσαι χρεών,
οὐδ' ἀδίκων γενεάν· ὁ γὰρ οὐδένος ἐκφὺς χρόνος
δείκνυσιν ἀνθρώπων κακότητας.

ἔτι ὁ Εὐριπίδης·

Οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ' ἔχει συνιέναι
τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους.

καὶ ὁ Σοφοκλῆς·

Εἰ δείν' ὄρεξας, δεινὰ καὶ παθεῖν σε δεῖ.

Ἤτοι οὖν περὶ ἀδίκου ὅρκου ἢ καὶ περὶ ἄλλου τινὸς πταίσματος ὅτι μέλλει ὁ θεὸς ἐξετάζειν, καὶ αὐτοὶ σχεδὸν προειρήκασιν, ἢ καὶ περὶ ἐκπυρώσεως κόσμου θέλοντες καὶ μὴ θέλοντες ἀκόλουθα ἐξεῖπαν τοῖς προφήταις, καίπερ πολὺ μεταγενέστεροι γενόμενοι καὶ κλέψαντες ταῦτα ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν.

38. Καὶ τί γὰρ ἤτοι ἔσχατοι ἢ καὶ πρῶτοι ἐγένοντο; πλὴν ὅτι γοῦν καὶ αὐτοὶ ἀκόλουθα τοῖς προφήταις εἶπον. περὶ μὲν οὖν ἐκπυρώσεως Μαλαχίας ὁ προφήτης προείρηκεν· “Ἰδοὺ ἡμέρα ἔρχεται κυρίου ὡς κλίβανος καιόμενος, καὶ ἀνάψει πάντας τοὺς ἀσεβεῖς.” καὶ Ἠσαΐας· “Ἥξει γὰρ ὀργὴ θεοῦ <ὡς πῦρ καὶ> ὡς χάλαζα συγκαταφερομένη βίᾳ καὶ ὡς ὕδωρ σῦρον ἐν φάραγγι.” Τοίνυν Σίβυλλα καὶ οἱ λοιποὶ προφῆται, ἀλλὰ μὴν καὶ οἱ ποιηταὶ καὶ φιλόσοφοι καὶ αὐτοὶ δεδηλώκασιν περὶ δικαιοσύνης καὶ κρίσεως καὶ κολάσεως· ἔτι μὴν καὶ περὶ προνοίας, ὅτι φροντίζει ὁ θεὸς οὐ μόνον περὶ τῶν ζώντων ἡμῶν ἀλλὰ καὶ τῶν τεθνεώτων, καίπερ ἄκοντες ἔφασαν· ἠλέγχοντο γὰρ ὑπὸ τῆς ἀληθείας. καὶ τῶν μὲν προφητῶν Σολομὼν περὶ τῶν τεθνηκότων εἶπεν· “Ἔσται ἴασις ταῖς σαρξὶν καὶ ἐπιμέλεια τῶν ὀστέων.” τὸ δ' αὐτὸ καὶ Δαυίδ· “Ἀγαλλιάσεται ὀστᾶ τεταπεινωμένα.” τούτοις ἀκόλουθα εἴρηκεν καὶ Τιμοκλῆς, λέγων·

Τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός.

καὶ περὶ πλήθους οὖν θεῶν οἱ συγγραφεῖς εἰπόντες καθῆλθον εἰς μοναρχίαν, καὶ περὶ ἀπρονοησίας λέγοντες εἶπον περὶ προνοίας καὶ περὶ ἀκρισίας φάσκοντες ὡμολόγησαν ἔσεσθαι κρίσιν, καὶ οἱ μετὰ θάνατον ἀρνούμενοι εἶναι αἴσθησιν ὡμολόγησαν. Ὅμηρος μὲν οὖν εἰπών·

Ψυχὴ δ' ἠΰτ' ὄνειρος ἀποπταμένη πεπότηται,

ἐν ἑτέρῳ λέγει·

Ψυχὴ δ' ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει,

καὶ πάλιν·

Θάπτε με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.

Τὰ δὲ περὶ τῶν λοιπῶν, οὓς ἀνέγνωκας, ἡγοῦμαί σε ἀκριβῶς ἐπίστασθαι ᾧ τρόπῳ εἰρήκασιν. ταῦτα δὲ πάντα συνήσει πᾶς ὁ ζητῶν τὴν σοφίαν τοῦ θεοῦ καὶ εὐαρεστῶν αὐτῷ διὰ πίστεως καὶ δικαιοσύνης καὶ ἀγαθοεργίας. καὶ γάρ τις εἶπεν προφήτης ὧν προεγράψαμεν, ὀνόματι Ὠσηέ· “Τίς σοφὸς καὶ συνήσει ταῦτα, συνετὸς καὶ γνώσεται; ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, καὶ δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.” χρὴ οὖν τὸν φιλομαθῆ καὶ φιλομαθεῖν. πειράθητι οὖν πυκνότερον συμβαλεῖν, ὅπως καὶ ζώσης ἀκούσας φωνῆς ἀκριβῶς μάθῃς τἀληθές.