Μετάβαση στο περιεχόμενο

Προμηθεύς Δεσμώτης

Από Βικιθήκη
Προμηθεὺς Δεσμώτης
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα, συλλογή πολυμέσων, αντικείμενο wikidata. Αρχ.Θέατρο. Τραγωδία που έγραψε ο Αισχύλος.
Eπιμέλεια Herbert Weir Smyth, Loeb Classical Library (1922)


ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ


ΠΡΟΜΗΘΕΥΣ ΔΕΣΜΩΤΗΣ


Κρατος
Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,
Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν.
Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις
5 ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι
ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.
τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,
θνητοῖσι κλέψας ὤπασεν· τοιᾶσδέ τοι
ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
10 ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.

Ηφαιστος
Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι·
ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενῆ θεὸν
15 δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.
πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·
εὐωριάζειν γὰρ πατρὸς λόγους βαρύ.
τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασι
20 προσπασσαλεύσω τῷδ᾽ ἀπανθρώπῳ πάγῳ
ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
ὄψῃ, σταθευτὸς δ᾽ ἡλίου φοίβῃ φλογὶ
χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι
ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
25 πάχνην θ᾽ ἑῴαν ἥλιος σκεδᾷ πάλιν·
αἰεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
τρύσει σ᾽. ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.
τοιαῦτ᾽ ἐπηύρου τοῦ φιλανθρώπου τρόπου.
θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
30 βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
ἀνθ᾽ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·
πολλοὺς δ᾽ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
φθέγξῃ. Διὸς γὰρ δυσπαραίτητοι φρένες·
35 ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.

Κρατος
εἶἑν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;
τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;

Ηφαιστος
τὸ συγγενές τοι δεινὸν ἥ θ᾽ ὁμιλία.

Κρατος
40 σύμφημ᾽· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων
οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;

Ηφαιστος
αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.

Κρατος
ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι· σὺ δὲ
τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.

Ηφαιστος
45 ὦ πολλὰ μισηθεῖσα χειρωναξία.

Κρατος
τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.

Ηφαιστος
ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.

Κρατος
ἅπαντ᾽ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν·
50 ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.

Ηφαιστος
ἔγνωκα τοῖσδε, κοὐδὲν ἀντειπεῖν ἔχω.

Κρατος
οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,
ὡς μή σ᾽ ἐλινύοντα προσδερχθῇ πατήρ;

Ηφαιστος
καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.

Κρατος
55 βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει
ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.

Ηφαιστος
περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.

Κρατος
ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.
δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.

Ηφαιστος
60 ἄραρεν ἥδε γ᾽ ὠλένη δυσεκλύτως.

Κρατος
καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα
μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.

Ηφαιστος
πλὴν τοῦδ᾽ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.

Κρατος
ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
στέρνων διαμπὰξ πασσάλευ᾽ ἐῤῥωμένως.

Ηφαιστος
αἰαῖ, Προμηθεῦ, σῶν ὕπερ στένω πόνων.

Κρατος
σὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ᾽ ἐχθρῶν ὕπερ
στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.

Ηφαιστος
ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.

Κρατος
70 ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.
ἀλλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.

Ηφαιστος
δρᾶν ταῦτ᾽ ἀνάγκη, μηδὲν ἐγκέλευ᾽ ἄγαν.

Κρατος
ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.
χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.

Ηφαιστος
75 καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.

Κρατος
ἐῤῥωμένως νῦν θεῖνε διατόρους πέδας·
ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.

Ηφαιστος
ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.

Κρατος
σὺ μαλθακίζου, τὴν δ᾽ ἐμὴν αὐθαδίαν
80 ὀργῆς τε τραχυτῆτα μὴ ᾽πίπλησσέ μοι.

Ηφαιστος
στείχωμεν. ὡς κώλοισιν ἀμφίβληστρ᾽ ἔχει.

Κρατος
ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
συλῶν ἐφημέροισι προστίθει. τί σοι
οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων;
85 ψευδωνύμως σε δαίμονες Προμηθέα
καλοῦσιν. αὐτὸν γάρ σε δεῖ προμηθέως,
ὅτῳ τρόπῳ τῆσδ᾽ ἐκκυλισθήσῃ τέχνης.

Προμηθευς
ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,
ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων
90 ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ,
καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ·
ἴδεσθέ μ᾽ οἷα πρὸς θεῶν πάσχω θεός.

δέρχθηθ᾽ οἵαις αἰκείαισιν
διακναιόμενος τὸν μυριετῆ
95 χρόνον ἀθλεύσω.
τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρων
ἐξηῦρ᾽ ἐπ᾽ ἐμοὶ δεσμὸν ἀεικῆ.
φεῦ φεῦ, τὸ παρὸν τό τ᾽ ἐπερχόμενον
πῆμα στενάχω. πῇ ποτε μόχθων
100 χρὴ τέρματα τῶνδ᾽ ἐπιτεῖλαι.

καίτοι τί φημι; πάντα προυξεπίσταμαι
σκεθρῶς τὰ μέλλοντ᾽, οὐδέ μοι ποταίνιον
πῆμ᾽ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ
αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ᾽ ὅτι
τὸ τῆς ἀνάγκης ἔστ᾽ ἀδήριτον σθένος.
105 ἀλλ᾽ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας
οἷόν τέ μοι τάσδ᾽ ἐστί. θνητοῖς γὰρ γέρα
πορὼν ἀνάγκαις ταῖσδ᾽ ἐνέζευγμαι τάλας·
ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς
πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης
110 πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.
τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω
ὑπαίθριος δεσμοῖς πεπασσαλευμένος.

ἆ ἆ ἔα ἔα.
τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ᾽ ἀφεγγής,
115 θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη;
τερμόνιον ἵκετ᾽ ἐπὶ πάγον
πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;
ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν,
τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς
120 δι᾽ ἀπεχθείας ἐλθόνθ᾽ ὁπόσοι
τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,
διὰ τὴν λίαν φιλότητα βροτῶν.
φεῦ φεῦ, τί ποτ᾽ αὖ κινάθισμα κλύω
πέλας οἰωνῶν; αἰθὴρ δ᾽ ἐλαφραῖς
125 πτερύγων ῥιπαῖς ὑποσυρίζει.
πᾶν μοι φοβερὸν τὸ προσέρπον.

Χορος
[στρ. α.μηδὲν φοβηθῇς· φιλία
γὰρ ἥδε τάξις πτερύγων
θοαῖς ἁμίλλαις προσέβα
τόνδε πάγον, πατρῴας
130 μόγις παρειποῦσα& φρένας.
κραιπνοφόροι δέ μ᾽ ἔπεμψαν αὖραι·
κτύπου γὰρ ἀχὼ χάλυβος
διῇξεν ἄντρων μυχόν, ἐκ
δ᾽ ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ·
135 σύθην δ᾽ ἀπέδιλος ὄχῳ πτερωτῷ.

Προμηθευς
αἰαῖ αἰαῖ,
τῆς πολυτέκνου Τηθύος ἔκγονα,
τοῦ περὶ πᾶσάν θ᾽ εἱλισσομένου
χθόν᾽ ἀκοιμήτῳ ῥεύματι παῖδες
140 πατρὸς Ὠκεανοῦ,
δέρχθητ᾽, ἐσίδεσθ᾽ οἵῳ δεσμῷ
προσπορπατὸς τῆσδε φάραγγος
σκοπέλοις ἐν ἄκροις
φρουρὰν ἄζηλον ὀχήσω.

Χορος
[ἀντ. α.λεύσσω, Προμηθεῦ· φοβερὰ
145 δ᾽ ἐμοῖσιν ὄσσοις ὁμίχλα
προσῇξε πλήρης δακρύων
σὸν δέμας εἰσιδούσῃ
πέτρᾳ προσαυαινόμενον
ταῖσδ᾽ ἀδαμαντοδέτοισι λύμαις.
νέοι γὰρ οἰακονόμοι
κρατοῦσ᾽ Ὀλύμπου. νεοχμοῖς
150 δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει,
τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.

Προμηθευς
εἰ γάρ μ᾽ ὑπὸ γῆν νέρθεν θ᾽ Αἵδου
τοῦ νεκροδέγμονος εἰς ἀπέραντον
Τάρταρον ἧκεν,
155 δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας,
ὡς μήτε θεὸς μήτε τις ἄλλος
τοῖσδ᾽ ἐγεγήθει.
νῦν δ᾽ αἰθέριον κίνυγμ᾽ ὁ τάλας
ἐχθροῖς ἐπίχαρτα πέπονθα.

Χορος
[στρ. β.160 τίς ὧδε τλησικάρδιος
θεῶν, ὅτῳ τάδ᾽ ἐπιχαρῆ;
τίς οὐ ξυνασχαλᾷ κακοῖς
τεοῖσι, δίχα γε Διός; ὁ δ᾽ ἐπικότως ἀεὶ
θέμενος ἄγναμπτον νόον
165 δάμναται Οὐρανίαν
γένναν, οὐδὲ λή-
ξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ, ἢ παλάμᾳ τινὶ
τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.

Προμηθευς
ἦ μὴν ἔτ᾽ ἐμοῦ, καίπερ κρατεραῖς
ἐν γυιοπέδαις αἰκιζομένου,
170 χρείαν ἕξει μακάρων πρύτανις,
δεῖξαι τὸ νέον βούλευμ᾽, ὑφ᾽ ὅτου
σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται.
καί μ᾽ οὔτι μελιγλώσσοις πειθοῦς
ἐπαοιδαῖσιν θέλξει, στερεάς τ᾽
175 οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ
καταμηνύσω,
πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ
ποινάς τε τίνειν
τῆσδ᾽ αἰκείας ἐθελήσῃ.

Χορος
[ἀντ. β.180 σὺ μὲν θρασύς τε καὶ πικραῖς
δύαισιν οὐδὲν ἐπιχαλᾷς,
ἄγαν δ᾽ ἐλευθεροστομεῖς.
ἐμὰς δὲ φρένας ἠρέθισε διάτορος φόβος·
δέδια δ᾽ ἀμφὶ σαῖς τύχαις,
185 πᾷ ποτε τῶνδε πόνων
χρή σε τέρμα κέλ-
σαντ᾽ ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ
ἀπαράμυθον ἔχει Κρόνου παῖς.

Προμηθευς
οἶδ᾽ ὅτι τραχὺς καὶ παρ᾽ ἑαυτῷ
190 τὸ δίκαιον ἔχων Ζεύς· ἀλλ᾽ ἔμπας [ὀίω]
μαλακογνώμων
ἔσται ποθ᾽, ὅταν ταύτῃ ῥαισθῇ·
τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν
εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα
195 σπεύδων σπεύδοντί ποθ᾽ ἥξει.

Χορος
πάντ᾽ ἐκκάλυψον καὶ γέγων᾽ ἡμῖν λόγον,
ποίῳ λαβών σε Ζεὺς ἐπ᾽ αἰτιάματι
οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται·
δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτῃ λόγῳ.

Προμηθευς
ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,
200 ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.
ἐπεὶ τάχιστ᾽ ἤρξαντο δαίμονες χόλου
στάσις τ᾽ ἐν ἀλλήλοισιν ὠροθύνετο,
οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν
205 σπεύδοντες, ὡς Ζεὺς μήποτ᾽ ἄρξειεν θεῶν,
ἐνταῦθ᾽ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,
οὐκ ἠδυνήθην· αἱμύλας δὲ μηχανὰς
ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
210 ὤοντ᾽ ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν·
ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,
καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,
τὸ μέλλον ἧ κρανοῖτο προυτεθεσπίκει,
ὡς οὐ κατ᾽ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερὸν
215 χρείη, δόλῳ δέ, τοὺς ὑπερσχόντας κρατεῖν.
τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου
οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.
κράτιστα δή μοι τῶν παρεστώτων τότε
ἐφαίνετ᾽ εἶναι προσλαβόντα μητέρα
220 ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
αὐτοῖσι συμμάχοισι. τοιάδ᾽ ἐξ ἐμοῦ
ὁ τῶν θεῶν τύραννος ὠφελημένος
225 κακαῖσι ποιναῖς ταῖσδέ μ᾽ ἐξημείψατο.
ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
ὃ δ᾽ οὖν ἐρωτᾶτ᾽, αἰτίαν καθ᾽ ἥντινα
αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.
230 ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
καθέζετ᾽, εὐθὺς δαίμοσιν νέμει γέρα
ἄλλοισιν ἄλλα, καὶ διεστοιχίζετο
ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
οὐκ ἔσχεν οὐδέν᾽, ἀλλ᾽ ἀιστώσας γένος
235 τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.
καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
ἐγὼ δ᾽ ἐτόλμησ᾽· ἐξελυσάμην βροτοὺς
τὸ μὴ διαῤῥαισθέντας εἰς Ἅιδου μολεῖν.
τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
240 πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ᾽ ἰδεῖν·
θνητοὺς δ᾽ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν
οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς
ὧδ᾽ ἐῤῥύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.

Χορος
σιδηρόφρων τοι κἀκ πέτρας εἰργασμένος
245 ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ
μόχθοις. ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε
ἔχρῃζον εἰσιδοῦσά τ᾽ ἠλγύνθην κέαρ.

Προμηθευς
καὶ μὴν φίλοις <γ᾽> ἐλεινὸς εἰσορᾶν ἐγώ.

Χορος
μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;

Προμηθευς
250 θνητούς γ᾽ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.

Χορος
τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;

Προμηθευς
τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.

Χορος
μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς.

Προμηθευς
πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.

Χορος
255 καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ᾽ ἐφήμεροι;

Προμηθευς
ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.

Χορος
τοιοῖσδε δή σε Ζεὺς ἐπ᾽ αἰτιάμασιν—

Προμηθευς
αἰκίζεταί γε κοὐδαμῇ χαλᾷ κακῶν.

Χορος
οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;

Προμηθευς
260 οὐκ ἄλλο γ᾽ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.

Χορος
δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι
ἥμαρτες; ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν
καθ᾽ ἡδονὴν σοί τ᾽ ἄλγος. ἀλλὰ ταῦτα μὲν
μεθῶμεν, ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά.

Προμηθευς
265 ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα
ἔχει παραινεῖν νουθετεῖν τε τοὺς κακῶς
πράσσοντ᾽· ἐγὼ δὲ ταῦτα πάντ᾽ ἠπιστάμην.
ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι·
θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.
270 οὐ μήν τι ποιναῖς γ᾽ ᾠόμην τοίαισί με
κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,
τυχόντ᾽ ἐρήμου τοῦδ᾽ ἀγείτονος πάγου.
καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθ᾽ ἄχη,
πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας
275 ἀκούσαθ᾽, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.
πίθεσθέ μοι, πίθεσθε, συμπονήσατε
τῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη
πρὸς ἄλλοτ᾽ ἄλλον πημονὴ προσιζάνει.

Χορος
οὐκ ἀκούσαις ἐπεθώυξας
280 τοῦτο, Προμηθεῦ.
καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον
θᾶκον προλιποῦσ᾽, αἰθέρα θ᾽ ἁγνὸν
πόρον οἰωνῶν, ὀκριοέσσῃ
χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους
285 χρῄζω διὰ παντὸς ἀκοῦσαι.

Ωκεανος
ἥκω δολιχῆς τέρμα κελεύθου
διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
τὸν πτερυγωκῆ τόνδ᾽ οἰωνὸν
γνώμῃ στομίων ἄτερ εὐθύνων·
290 ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.
τό τε γάρ με, δοκῶ, ξυγγενὲς οὕτως
ἐπαναγκάζει,
χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ
μείζονα μοῖραν νείμαιμ᾽ ἢ σοί.
295 γνώσῃ δὲ τάδ᾽ ὡς ἔτυμ᾽, οὐδὲ μάτην
χαριτογλωσσεῖν ἔνι μοι. φέρε γὰρ
σήμαιν᾽ ὅ τι χρή σοι συμπράσσειν.
οὐ γάρ ποτ᾽ ἐρεῖς ὡς Ὠκεανοῦ
φίλος ἐστὶ βεβαιότερός σοι.

Προμηθευς
300 ἔα· τί χρῆμα; καὶ σὺ δὴ πόνων ἐμῶν
ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν
ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ
αὐτόκτιτ᾽ ἄντρα, τὴν σιδηρομήτορα
ἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχας
305 ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;
δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,
τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
οἵαις ὑπ᾽ αὐτοῦ πημοναῖσι κάμπτομαι.

Ωκεανος
ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι
310 θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.
γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους
νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.
εἰ δ᾽ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους
ῥίψεις, τάχ᾽ ἄν σου καὶ μακρὰν ἀνωτέρω
315 θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον
παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
ἀλλ᾽, ὦ ταλαίπωρ᾽, ἃς ἔχεις ὀργὰς ἄφες,
ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.
ἀρχαῖ᾽ ἴσως σοι φαίνομαι λέγειν τάδε·
320 τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου
γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.
σὺ δ᾽ οὐδέπω ταπεινὸς οὐδ᾽ εἴκεις κακοῖς,
πρὸς τοῖς παροῦσι δ᾽ ἄλλα προσλαβεῖν θέλεις.
οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ
325 πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι
τραχὺς μόναρχος οὐδ᾽ ὑπεύθυνος κρατεῖ.
καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι
ἐὰν δύνωμαι τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.
σὺ δ᾽ ἡσύχαζε μηδ᾽ ἄγαν λαβροστόμει.
330 ἢ οὐκ οἶσθ᾽ ἀκριβῶς ὢν περισσόφρων ὅτι
γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;

Προμηθευς
ζηλῶ σ᾽ ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖς,
πούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.
καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.
335 πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής.
πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῇς ὁδῷ.

Ωκεανος
πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
340 ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.
αὐχῶ γάρ, αὐχῶ, τήνδε δωρειὰν ἐμοὶ
δώσειν Δί᾽, ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.

Προμηθευς
τὰ μέν σ᾽ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ·
προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ
μηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶν
345 ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.
ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων·
ἐγὼ γὰρ οὐκ εἰ δυστυχῶ, τοῦδ᾽ εἵνεκα
θέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
οὐ δῆτ᾽, ἐπεί με καὶ κασιγνήτου τύχαι
350 τείρουσ᾽ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους
ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς
ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
ἄντρων ἰδὼν ὤκτιρα, δάιον τέρας,
355 ἑκατογκάρανον πρὸς βίαν χειρούμενον,
Τυφῶνα θοῦρον· πᾶσιν [ὃς] ἀντέστη θεοῖς,
σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον·
ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας,
ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίᾳ·
360 ἀλλ᾽ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,
καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,
ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων
κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς
ἐφεψαλώθη κἀξεβροντήθη σθένος.
365 καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας
κεῖται στενωποῦ πλησίον θαλασσίου
ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο·
κορυφαῖς δ᾽ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ
Ἥφαιστος· ἔνθεν ἐκραγήσονταί ποτε
370 ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις
τῆς καλλικάρπου Σικελίας λευροὺς γύας·
τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον
θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,
καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.
375 σὺ δ᾽ οὐκ ἄπειρος, οὐδ᾽ ἐμοῦ διδασκάλου
χρῄζεις· σεαυτὸν σῷζ᾽ ὅπως ἐπίστασαι·
ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,
ἔστ᾽ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.

Ωκεανος
οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι
380 ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;

Προμηθευς
ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ
καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.

Ωκεανος
ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα
ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.

Προμηθευς
385 μόχθον περισσὸν κουφόνουν τ᾽ εὐηθίαν.

Ωκεανος
ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ
κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.

Προμηθευς
ἐμὸν δοκήσει τἀμπλάκημ᾽ εἶναι τόδε.

Ωκεανος
σαφῶς μ᾽ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.

Προμηθευς
390 μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.

Ωκεανος
ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;

Προμηθευς
τούτου φυλάσσου μή ποτ᾽ ἀχθεσθῇ κέαρ.

Ωκεανος
ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.

Προμηθευς
στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.

Ωκεανος
395 ὁρμωμένῳ μοι τόνδ᾽ ἐθώυξας λόγον.
λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς
τετρασκελὴς οἰωνός· ἄσμενος δέ τἂν
σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.

Χορος
[στρ. α.στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ·
400 δακρυσίστακτον δ᾽ ἀπ᾽ ὄσσων
ῥαδινῶν λειβομένα ῥέος παρειὰν
νοτίοις ἔτεγξα παγαῖς·
ἀμέγαρτα γὰρ τάδε Ζεὺς
ἰδίοις νόμοις κρατύνων
405 ὑπερήφανον θεοῖς τοῖς
πάρος ἐνδείκνυσιν αἰχμάν.

[ἀντ. α.πρόπασα δ᾽ ἤδη στονόεν λέλακε χώρα,
μεγαλοσχήμονά τ᾽ ἀρχαι-
οπρεπῆ –◡◡– στένουσι τὰν σὰν
410 ξυνομαιμόνων τε τιμάν.
ὁπόσοι τ᾽ ἔποικον ἁγνᾶς
Ἀσίας ἕδος νέμονται,
μεγαλοστόνοισι σοῖς πή-
μασι συγκάμνουσι θνατοί.

[στρ. β.415 Κολχίδος τε γᾶς ἔνοικοι
παρθένοι, μάχας ἄτρεστοι,
καὶ Σκύθης ὅμιλος, οἳ γᾶς
ἔσχατον τόπον ἀμφὶ Μαι-
ῶτιν ἔχουσι λίμναν,

[ἀντ. β.420 †Ἀραβίας τ᾽ ἄρειον ἄνθος,
ὑψίκρημνον οἳ πόλισμα
Καυκάσου πέλας νέμονται,
δάιος στρατός, ὀξυπρῴ-
ροισι βρέμων ἐν αἰχμαῖς.

[ἐπῳδ.425 [†μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις
δαμέντ᾽ ἀκαμαντοδέτοις
Τιτᾶνα λύμαις εἰσιδόμαν, θεὸν
Ἄτλαντος [αἰὲν] ὑπέροχον σθένος κραταιὸν
<ὃς> οὐράνιόν [τε] πόλον
430 νώτοις ὑποστενάζει.†]

[ἐπῳδ.βοᾷ δὲ πόντιος κλύδων
ξυμπίτνων, στένει βυθός,
κελαινὸς [δ᾽] Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,
παγαί θ᾽ ἁγνορύτων ποταμῶν
435 στένουσιν ἄλγος οἰκτρόν.

Προμηθευς
μή τοι χλιδῇ δοκεῖτε μηδ᾽ αὐθαδίᾳ
σιγᾶν με. συννοίᾳ δὲ δάπτομαι κέαρ,
ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.
καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
440 τίς ἄλλος ἢ ᾽γὼ παντελῶς διώρισεν;
ἀλλ᾽ αὐτὰ σιγῶ. καὶ γὰρ εἰδυίαισιν ἂν
ὑμῖν λέγοιμι. τἀν βροτοῖς δὲ πήματα
ἀκούσαθ᾽, ὥς σφας νηπίους ὄντας τὸ πρὶν
ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
445 λέξω δέ, μέμψιν οὔτιν᾽ ἀνθρώποις ἔχων,
ἀλλ᾽ ὧν δέδωκ᾽ εὔνοιαν ἐξηγούμενος.
οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
κλύοντες οὐκ ἤκουον, ἀλλ᾽ ὀνειράτων
ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
450 ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς
δόμους προσείλους ἦσαν, οὐ ξυλουργίαν.
κατώρυχες δ᾽ ἔναιον ὥστ᾽ ἀήσυροι
μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
ἦν δ᾽ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
455 οὔτ᾽ ἀνθεμώδους ἦρος οὔτε καρπίμου
θέρους βέβαιον, ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶν
ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ
ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.
καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,
460 ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,
μνήμην ἁπάντων, μουσομήτορ᾽ ἐργάνην.
κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
ζεύγλαισι δουλεύοντα σώμασίν θ᾽ ὅπως
θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
465 γένοινθ᾽, ὑφ᾽ ἅρμα τ᾽ ἤγαγον φιληνίους
ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
θαλασσόπλαγκτα δ᾽ οὔτις ἄλλος ἀντ᾽ ἐμοῦ
λινόπτερ᾽ ηὗρε ναυτίλων ὀχήματα.
τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας
470 βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ᾽ ὅτῳ
τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.

Χορος
πέπονθας αἰκὲς πῆμ᾽· ἀποσφαλεὶς φρενῶν
πλάνῃ, κακὸς δ᾽ ἰατρὸς ὥς τις ἐς νόσον
πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις
475 εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.

Προμηθευς
τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,
οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.
τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
οὐκ ἦν ἀλέξημ᾽ οὐδέν, οὔτε βρώσιμον,
480 οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων
χρείᾳ κατεσκέλλοντο, πρίν γ᾽ ἐγώ σφισιν
ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,
485 κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ
ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους
ἐγνώρισ᾽ αὐτοῖς ἐνοδίους τε συμβόλους·
γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς
διώρισ᾽, οἵτινές τε δεξιοὶ φύσιν
490 εὐωνύμους τε, καὶ δίαιταν ἥντινα
ἔχουσ᾽ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες
ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι·
σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα
ἔχουσ᾽ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν
495 χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν.
κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν
ὀσφῦν πυρώσας δυστέκμαρτον εἰς τέχνην
ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα
ἐξωμμάτωσα, πρόσθεν ὄντ᾽ ἐπάργεμα.
500 τοιαῦτα μὲν δὴ ταῦτ᾽· ἔνερθε δὲ χθονὸς
κεκρυμμέν᾽ ἀνθρώποισιν ὠφελήματα,
χαλκόν, σίδηρον, ἄργυρον χρυσόν τε, τίς
φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ
οὐδείς, σάφ᾽ οἶδα, μὴ μάτην φλῦσαι θέλων.
505 βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,
πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.

Χορος
μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
σαυτοῦ δ᾽ ἀκήδει δυστυχοῦντος· ὡς ἐγὼ
εὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι
510 λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.

Προμηθευς
οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω·
τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῷ.

Χορος
515 τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;

Προμηθευς
Μοῖραι τρίμορφοι μνήμονές τ᾽ Ἐρινύες.

Χορος
τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;

Προμηθευς
οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.

Χορος
τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;

Προμηθευς
520 τοῦτ᾽ οὐκέτ᾽ ἂν πύθοιο, μηδὲ λιπάρει.

Χορος
ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.

Προμηθευς
ἄλλου λόγου μέμνησθε, τόνδε δ᾽ οὐδαμῶς
καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
ὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼ
525 δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.

Χορος
[στρ. α.μηδάμ᾽ ὁ πάντα νέμων
θεῖτ᾽ ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς,
μηδ᾽ ἐλινύσαιμι θεοὺς ὁσίαις θοί-
530 ναις ποτινισσομένα
βουφόνοις παρ᾽ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,
535 μηδ᾽ ἀλίτοιμι λόγοις·
ἀλλά μοι τόδ᾽ ἐμμένοι καὶ μήποτ᾽ ἐκτακείη·

[ἀντ. α.ἡδύ τι θαρσαλέαις
τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς
θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις, φρίσ-
540 σω δέ σε δερκομένα
μυρίοις μόχθοις διακναιόμενον – – ◡ –.
Ζῆνα γὰρ οὐ τρομέων
ἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν, Προμηθεῦ.

[στρ. β.545 φέρε, πῶς χάρις ἁ χάρις, ὦ φίλος·
εἰπέ, ποῦ τις ἀλκά;
τίς ἐφαμερίων ἄρηξις; οὐδ᾽ ἐδέρχθης
ὀλιγοδρανίαν ἄκικυν,
ἰσόνειρον, ἇ τὸ φωτῶν
550 ἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτε – –
τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί.

[ἀντ. β.ἔμαθον τάδε σὰς προσιδοῦσ᾽ ὀλο-
ὰς τύχας, Προμηθεῦ.
τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα
555 τόδ᾽ ἐκεῖνό θ᾽ ὅ τ᾽ ἀμφὶ λουτρὰ
καὶ λέχος σὸν ὑμεναίουν
ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις
560 ἄγαγες Ἡσιόναν πιθὼν δάμαρτα κοινόλεκτρον.

Ιω
τίς γῆ τί γένος; τίνα φῶ λεύσσειν
τόνδε χαλινοῖς ἐν πετρίνοισιν
χειμαζόμενον;
τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ;
σήμηνον ὅποι
565 γῆς ἡ μογερὰ πεπλάνημαι.
ἆ ἆ, ἓ ἕ,
χρίει τίς αὖ με τὰν τάλαιναν οἶστρος,
εἴδωλον Ἄργου γηγενοῦς, ἄλευ᾽ ἆ δᾶ· φοβοῦμαι
τὸν μυριωπὸν εἰσορῶσα βούταν.
570 ὁ δὲ πορεύεται δόλιον ὄμμ᾽ ἔχων,
ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει.
ἀλλ᾽ ἐμὲ τὰν τάλαιναν
ἐξ ἐνέρων περῶν κυναγεῖ, πλανᾷ
τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμον.

[στρ. α.575 ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ
ἀχέτας ὑπνοδόταν νόμον·
ἰὼ ἰὼ πόποι, ποῖ μ᾽ ἄγουσι τη-
λέπλαγκτοι πλάναι;
τί ποτέ μ᾽, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδ᾽
ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν
580 πημοναῖσιν; ἓ ἕ,
οἰστρηλάτῳ δὲ δείματι
δειλαίαν παράκοπον ὧδε τείρεις;
πυρί <με> φλέξον, ἢ χθονὶ κάλυψον, ἢ
ποντίοις δάκεσι δὸς βοράν,
μηδέ μοι φθονήσῃς
εὐγμάτων, ἄναξ.
585 ἄδην με πολύπλανοι πλάναι
γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπῃ
πημονὰς ἀλύξω.
κλύεις φθέγμα τᾶς βούκερω παρθένου;

Προμηθευς
πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,
590 τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ
ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.

Ιω
[ἀντ. α.πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις;
εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν;
595 τίς ἄρα μ᾽, ὦ τάλας, [τὰν] ταλαίπωρον ὧδ᾽
ἔτυμα προσ-θροεῖς;
θεόσυτόν τε νόσον ὠνόμασας, ἃ
μαραίνει με χρίουσα κέντροισι <ἰώ>,
φοιταλέοισιν, ἓ ἕ·
σκιρτημάτων δὲ νήστισιν
600 αἰκείαις λαβρόσυτος ἦλθον, <Ἥρας>
ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ-
δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ,
οἷ᾽ ἐγὼ μογοῦσιν;
ἀλλά μοι τορῶς
605 τέκμηρον ὅ τι μ᾽ ἐπαμμένει
παθεῖν, τί μῆχαρ, ἢ τί φάρμακον νόσου,
δεῖξον, εἴπερ οἶσθα·
θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ.

Προμηθευς
λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,
610 οὐκ ἐμπλέκων αἰνίγματ᾽, ἀλλ᾽ ἁπλῷ λόγῳ,
ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.
πυρὸς βροτοῖς δοτῆρ᾽ ὁρᾷς Προμηθέα.

Ιω
ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,
τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;

Προμηθευς
615 ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.

Ιω
οὔκουν πόροις ἂν τήνδε δωρειὰν ἐμοί;

Προμηθευς
λέγ᾽ ἥντιν᾽ αἰτεῖ· πᾶν γὰρ ἂν πύθοιό μου.

Ιω
σήμηνον ὅστις ἐν φάραγγί σ᾽ ὤχμασεν.

Προμηθευς
βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.

Ιω
620 ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;

Προμηθευς
τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.

Ιω
καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
δεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.

Προμηθευς
τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.

Ιω
625 μήτοι με κρύψῃς τοῦθ᾽ ὅπερ μέλλω παθεῖν.

Προμηθευς
ἀλλ᾽ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.

Ιω
τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;

Προμηθευς
φθόνος μὲν οὐδείς, σὰς δ᾽ ὀκνῶ θράξαι φρένας.

Ιω
μή μου προκήδου μᾶσσον ὧν ἐμοὶ γλυκύ.

Προμηθευς
630 ἐπεὶ προθυμῇ, χρὴ λέγειν. ἄκουε δή.

Χορος
μήπω γε. μοῖραν δ᾽ ἡδονῆς κἀμοὶ πόρε.
τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας·
τὰ λοιπὰ δ᾽ ἄθλων σοῦ διδαχθήτω πάρα.

Προμηθευς
635 σὸν ἔργον, Ἰοῖ, ταῖσδ᾽ ὑπουργῆσαι χάριν,
ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.
ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας
ἐνταῦθ᾽, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ
πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.

Ιω
640 οὐκ οἶδ᾽ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή,
σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε
πεύσεσθε· καίτοι καὶ λέγουσ᾽ αἰσχύνομαι
θεόσσυτον χειμῶνα καὶ διαφθορὰν
μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.
645 αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι
ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν
λείοισι μύθοις “ὦ μέγ᾽ εὔδαιμον κόρη,
τί παρθενεύῃ δαρόν, ἐξόν σοι γάμου
τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει
650 πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
θέλει· σὺ δ᾽, ὦ παῖ, μὴ ᾽πολακτίσῃς λέχος
τὸ Ζηνός, ἀλλ᾽ ἔξελθε πρὸς Λέρνης βαθὺν
λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,
ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.”
655 τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι
ξυνειχόμην δύστηνος, ἔστε δὴ πατρὶ
ἔτλην γεγωνεῖν νυκτίφοιτ᾽ ὀνείρατα.
ὁ δ᾽ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς
θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ
660 δρῶντ᾽ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.
ἧκον δ᾽ ἀναγγέλλοντες αἰολοστόμους
χρησμοὺς ἀσήμους δυσκρίτως τ᾽ εἰρημένους.
τέλος δ᾽ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ
σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη
665 ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,
ἄφετον ἀλᾶσθαι γῆς ἐπ᾽ ἐσχάτοις ὅροις·
εἰ μὴ θέλοι πυρωπὸν ἐκ Διὸς μολεῖν
κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος.
τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν
670 ἐξήλασέν με κἀπέκλῃσε δωμάτων
ἄκουσαν ἄκων· ἀλλ᾽ ἐπηνάγκαζέ νιν
Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.
εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι
ἦσαν, κεραστὶς δ᾽, ὡς ὁρᾶτ᾽, ὀξυστόμῳ
675 μύωπι χρισθεῖσ᾽ ἐμμανεῖ σκιρτήματι
ἦσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος
Λέρνης τε κρήνην· βουκόλος δὲ γηγενὴς
ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς
ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.
680 ἀπροσδόκητος δ᾽ αὐτὸν αἰφνίδιος μόρος
τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δ᾽ ἐγὼ
μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.
κλύεις τὰ πραχθέντ᾽· εἰ δ᾽ ἔχεις εἰπεῖν ὅ τι
λοιπὸν πόνων, σήμαινε μηδέ μ᾽ οἰκτίσας
685 σύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ
αἴσχιστον εἶναί φημι συνθέτους λόγους.

Χορος
ἔα ἔα, ἄπεχε, φεῦ·
οὔποτ᾽ οὔποτ᾽ ηὔχουν <ὧδε> ξένους
μολεῖσθαι λόγους ἐς ἀκοὰν ἐμάν,
690 οὐδ᾽ ὧδε δυσθέατα καὶ δύσοιστα
πήματα λύματα, [δείματα] ἀμ-
φήκει κέντρῳ ψύχειν ψυχὰν ἐμάν.
ἰὼ [ἰὼ] μοῖρα μοῖρα,
695 πέφρικ᾽ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς.

Προμηθευς
πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ·
ἐπίσχες ἔστ᾽ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.

Χορος
λέγ᾽, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺ
τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς.

Προμηθευς
700 τὴν πρίν γε χρείαν ἠνύσασθ᾽ ἐμοῦ πάρα
κούφως. μαθεῖν γὰρ τῆσδε πρῶτ᾽ ἐχρῄζετε
τὸν ἀμφ᾽ ἑαυτῆς ἆθλον ἐξηγουμένης·
τὰ λοιπὰ νῦν ἀκούσαθ᾽, οἷα χρὴ πάθη
τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα.
705 σύ τ᾽, Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους
θυμῷ βάλ᾽, ὡς ἂν τέρματ᾽ ἐκμάθῃς ὁδοῦ.
πρῶτον μὲν ἐνθένδ᾽ ἡλίου πρὸς ἀντολὰς
στρέψασα σαυτὴν στεῖχ᾽ ἀνηρότους γύας·
Σκύθας δ᾽ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας
710 πεδάρσιοι ναίουσ᾽ ἐπ᾽ εὐκύκλοις ὄχοις,
ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι·
οἷς μὴ πελάζειν, ἀλλ᾽ ἁλιστόνοις πόδας
χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.
λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες
715 οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή,
ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις.
ἥξεις δ᾽ ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,
ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,
πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν
720 ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος
κροτάφων ἀπ᾽ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ
κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν
βῆναι κέλευθον, ἔνθ᾽ Ἀμαζόνων στρατὸν
ἥξεις στυγάνορ᾽, αἳ Θεμίσκυράν ποτε
725 κατοικιοῦσιν ἀμφὶ Θερμώδονθ᾽, ἵνα
τραχεῖα πόντου Σαλμυδησσία γνάθος,
ἐχθρόξενος ναύτῃσι, μητρυιὰ νεῶν·
αὗταί σ᾽ ὁδηγήσουσι καὶ μάλ᾽ ἀσμένως.
ἰσθμὸν δ᾽ ἐπ᾽ αὐταῖς στενοπόροις λίμνης πύλαις
730 Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ
λιποῦσαν αὐλῶν᾽ ἐκπερᾶν Μαιωτικόν·
ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας
τῆς σῆς πορείας, Βόσπορος δ᾽ ἐπώνυμος
κεκλήσεται. λιποῦσα δ᾽ Εὐρώπης πέδον
735 ἤπειρον ἥξεις Ἀσιάδα. ἆρ᾽ ὑμῖν δοκεῖ
ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ᾽ ὁμῶς
βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς
χρῄζων μιγῆναι τάσδ᾽ ἐπέῤῥιψεν πλάνας.
πικροῦ δ᾽ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων
740 μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,
εἶναι δόκει σοὶ μηδέπω ᾽ν προοιμίοις.

Ιω
ἰώ μοί μοι, ἓ ἕ.

Προμηθευς
σὺ δ᾽ αὖ κέκραγας κἀναμυχθίζῃ; τί που
δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;

Χορος
745 ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;

Προμηθευς
δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.

Ιω
τί δῆτ᾽ ἐμοὶ ζῆν κέρδος, ἀλλ᾽ οὐκ ἐν τάχει
ἔῤῥιψ᾽ ἐμαυτὴν τῆσδ᾽ ἀπὸ στύφλου πέτρας,
ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων
750 ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν
ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.

Προμηθευς
ἦ δυσπετῶν ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον·
αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή·
755 νῦν δ᾽ οὐδέν ἐστι τέρμα μοι προκείμενον
μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.

Ιω
ἦ γάρ ποτ᾽ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;

Προμηθευς
ἥδοι᾽ ἄν, οἶμαι, τήνδ᾽ ἰδοῦσα συμφοράν.

Ιω
πῶς δ᾽ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;

Προμηθευς
760 ὡς τοίνυν ὄντων τῶνδε γαθεῖν σοι πάρα.

Ιω
πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;

Προμηθευς
πρὸς αὐτὸς αὐτοῦ κενοφρόνων βουλευμάτων.

Ιω
ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.

Προμηθευς
γαμεῖ γάμον τοιοῦτον ὧ ποτ᾽ ἀσχαλεῖ.

Ιω
765 θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον.

Προμηθευς
τί δ᾽ ὅντιν᾽; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.

Ιω
ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;

Προμηθευς
ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.

Ιω
οὐδ᾽ ἔστιν αὐτῷ τῆσδ᾽ ἀποστροφὴ τύχης;

Προμηθευς
770 οὐ δῆτα, πλὴν ἔγωγ᾽ ἂν ἐκ δεσμῶν λυθείς.

Ιω
τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός;

Προμηθευς
τῶν σῶν τιν᾽ αὐτὸν ἐγγόνων εἶναι χρεών.

Ιω
πῶς εἶπας; ἦ ᾽μὸς παῖς σ᾽ ἀπαλλάξει κακῶν;

Προμηθευς
τρίτος γε γένναν πρὸς δέκ᾽ ἄλλαισιν γοναῖς.

Ιω
775 ἥδ᾽ οὐκέτ᾽ εὐξύμβλητος ἡ χρησμῳδία.

Προμηθευς
καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.

Ιω
μή μοι προτείνων κέρδος εἶτ᾽ ἀποστέρει.

Προμηθευς
δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.

Ιω
ποίοιν; πρόδειξον, αἵρεσίν τ᾽ ἐμοὶ δίδου.

Προμηθευς
780 δίδωμ᾽· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι
φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ᾽ ἐμέ.

Χορος
τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ᾽ ἐμοὶ χάριν
θέσθαι θέλησον, μηδ᾽ ἀτιμάσῃς λόγου·
καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,
785 ἐμοὶ δὲ τὸν λύσοντα. τοῦτο γὰρ ποθῶ.

Προμηθευς
ἐπεὶ προθυμεῖσθ᾽, οὐκ ἐναντιώσομαι
τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε.
σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,
ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.
790 ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον,
πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς
* * * * * * *
πόντου περῶσα φλοῖσβον, ἔστ᾽ ἂν ἐξίκῃ
πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα
αἱ Φορκίδες ναίουσι, δηναιαὶ κόραι
795 τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ᾽ ἐκτημέναι,
μονόδοντες, ἃς οὔθ᾽ ἥλιος προσδέρκεται
ἀκτῖσιν οὔθ᾽ ἡ νύκτερος μήνη ποτέ.
πέλας δ᾽ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,
δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,
800 ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς.
τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω·
ἄλλην δ᾽ ἄκουσον δυσχερῆ θεωρίαν·
ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας
γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν
805 Ἀριμασπὸν ἱπποβάμον᾽, οἳ χρυσόῤῥυτον
οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·
τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν
ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου
ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.
810 τούτου παρ᾽ ὄχθας ἕρφ᾽, ἕως ἂν ἐξίκῃ
καταβασμόν, ἔνθα Βυβλίνων ὀρῶν ἄπο
ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.
οὗτός σ᾽ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα
Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,
815 Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.
τῶν δ᾽ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,
ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·
σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.

Χορος
εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον
820 ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,
λέγ᾽· εἰ δὲ πάντ᾽ εἴρηκας, ἡμῖν αὖ χάριν
δὸς ἣν πρὶν ᾐτούμεσθα. μέμνησαι δέ που.

Προμηθευς
τὸ πᾶν πορείας ἥδε τέρμ᾽ ἀκήκοεν.
ὅπως δ᾽ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,
825 ἃ πρὶν μολεῖν δεῦρ᾽ ἐκμεμόχθηκεν φράσω,
τεκμήριον τοῦτ᾽᾽ αὐτὸ δοὺς μύθων ἐμῶν.
ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,
πρὸς αὐτὸ δ᾽ εἶμι τέρμα σῶν πλανημάτων.
ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,
830 τὴν αἰπύνωτόν τ᾽ ἀμφὶ Δωδώνην, ἵνα
μαντεῖα θᾶκός τ᾽ ἐστὶ Θεσπρωτοῦ Διός,
τέρας τ᾽ ἄπιστον, αἱ προσήγοροι δρύες,
ὑφ᾽ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως
προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ
835 μέλλουσ᾽ ἔσεσθαι· τῶνδε προσσαίνει σέ τι;
ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν
κέλευθον ἦξας πρὸς μέγαν κόλπον Ῥέας,
ἀφ᾽ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις·
χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,
840 σαφῶς ἐπίστασ᾽, Ἰόνιος κεκλήσεται,
τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.
σημεῖά σοι τάδ᾽ ἐστὶ τῆς ἐμῆς φρενός,
ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.
τὰ λοιπὰ δ᾽ ὑμῖν τῇδέ τ᾽ ἐς κοινὸν φράσω,
845 ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.
ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,
Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι·
ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα
850 ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.
ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων
τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται
ὅσην πλατύῤῥους Νεῖλος ἀρδεύει χθόνα·
πέμπτη δ᾽ ἀπ᾽ αὐτοῦ γέννα πεντηκοντάπαις
πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ᾽ ἐλεύσεται
855 θηλύσπορος, φεύγουσα συγγενῆ γάμον
ἀνεψιῶν· οἱ δ᾽ ἐπτοημένοι φρένας,
κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,
ἥξουσι θηρεύοντες οὐ θηρασίμους
γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός·
860 Πελασγία δὲ δέξεται θηλυκτόνῳ
Ἄρει δαμέντων νυκτιφρουρήτῳ θράσει·
γυνὴ γὰρ ἄνδρ᾽ ἕκαστον αἰῶνος στερεῖ,
δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος·
τοιάδ᾽ ἐπ᾽ ἐχθροὺς ἐμοὺς ἔλθοι Κύπρις.
865 μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ
κτεῖναι σύνευνον, ἀλλ᾽ ἀπαμβλυνθήσεται
γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται,
κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος·
αὕτη κατ᾽ Ἄργος βασιλικὸν τέξει γένος.
870 μακροῦ λόγου δεῖ ταῦτ᾽ ἐπεξελθεῖν τορῶς.
σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς
τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδ᾽ ἐμὲ
λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς
μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις·
875 ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου
εἰπεῖν, σύ τ᾽ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.

Ιω
ἐλελεῦ, ἐλελεῦ,
ὑπό μ᾽ αὖ σφάκελος καὶ φρενοπληγεῖς
μανίαι θάλπουσ᾽, οἴστρου δ᾽ ἄρδις
880 χρίει μ᾽ ἄπυρος·
κραδία δὲ φόβῳ φρένα λακτίζει,
τροχοδινεῖται δ᾽ ὄμμαθ᾽ ἑλίγδην,
ἔξω δὲ δρόμου φέρομαι λύσσης
πνεύματι μάργῳ, γλώσσης ἀκρατής·
885 θολεροὶ δὲ λόγοι παίουσ᾽ εἰκῇ
στυγνῆς πρὸς κύμασιν ἄτης.

Χορος
[στρ. α.ἦ σοφὸς ἦ σοφὸς [ἦν] ὃς
πρῶτος ἐν γνώμᾳ τόδ᾽ ἐβάστασε καὶ γλώσ-
σᾳ διεμυθολόγησεν,
890 ὡς τὸ κηδεῦσαι καθ᾽ ἑαυτὸν ἀριστεύει μακρῷ,
καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων
μήτε τῶν γέννᾳ μεγαλυνομένων
ὄντα χερνήταν ἐραστεῦσαι γάμων.

[ἀντ. α.μήποτε μήποτέ μ᾽, ὦ
895 <πότνιαι> Μοῖραι, λεχέων Διὸς εὐνά-
τειραν ἴδοισθε πέλουσαν·
μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.
ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν
εἰσορῶσ᾽ Ἰοῦς ἀμαλαπτομέναν
900 δυσπλάνοις Ἥρας ἀλατείαις πόνων.

[ἐπῳδ.ἐμοὶ δ᾽ ὅτε μὲν ὁμαλὸς ὁ γάμος,
ἄφοβος· [οὐ δέδια·] μηδὲ κρεισσόνων θεῶν
ἔρως ἄφυκτον ὄμμα προσδράκοι με.
ἀπόλεμος ὅδε γ᾽ ὁ πόλεμος, ἄπορα πόριμος·
905 οὐδ᾽ ἔχω τίς ἂν γενοίμαν·
τὰν Διὸς γὰρ οὐχ ὁρῶ
μῆτιν ὅπα φύγοιμ᾽ ἄν.

Προμηθευς
ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρονῶν,
ἔσται ταπεινός, οἷον ἐξαρτύεται
γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος
910 θρόνων τ᾽ ἄιστον ἐκβαλεῖ· πατρὸς δ᾽ ἀρὰ
Κρόνου τότ᾽ ἤδη παντελῶς κρανθήσεται,
ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.
τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν
δύναιτ᾽ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.
915 ἐγὼ τάδ᾽ οἶδα χὦ τρόπῳ. πρὸς ταῦτα νῦν
θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
πιστός, τινάσσων τ᾽ ἐν χεροῖν πύρπνουν βέλος.
οὐδὲν γὰρ αὐτῷ ταῦτ᾽ ἐπαρκέσει τὸ μὴ οὐ
πεσεῖν ἀτίμως πτώματ᾽ οὐκ ἀνασχετά·
920 τοῖον παλαιστὴν νῦν παρασκευάζεται
ἐπ᾽ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας·
ὃς δὴ κεραυνοῦ κρείσσον᾽ εὑρήσει φλόγα,
βροντῆς θ᾽ ὑπερβάλλοντα καρτερὸν κτύπον·
θαλασσίαν τε γῆς τινάκτειραν νόσον,
925 τρίαιναν αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.
πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται
ὅσον τό τ᾽ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.

Χορος
σύ θην ἃ χρῄζεις, ταῦτ᾽ ἐπιγλωσσᾷ Διός.

Προμηθευς
ἅπερ τελεῖται, πρὸς δ᾽ ἃ βούλομαι λέγω.

Χορος
930 καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;

Προμηθευς
καὶ τῶνδέ γ᾽ ἕξει δυσλοφωτέρους πόνους.

Χορος
πῶς οὐχὶ ταρβεῖς τοιάδ᾽ ἐκρίπτων ἔπη;

Προμηθευς
τί δ᾽ ἂν φοβοίμην ὧ θανεῖν οὐ μόρσιμον;

Χορος
ἀλλ᾽ ἆθλον ἄν σοι τοῦδ᾽ ἔτ᾽ ἀλγίω πόροι.

Προμηθευς
935 ὁ δ᾽ οὖν ποείτω· πάντα προσδοκητά μοι.

Χορος
οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.

Προμηθευς
σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ᾽
ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.
δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον
940 ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.
ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
τὸν τοῦ τυράννου τοῦ νέου διάκονον·
πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.

Ερμης
σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,
945 τὸν ἐξαμαρτόντ᾽ εἰς θεοὺς ἐφημέροις
πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω·
πατὴρ ἄνωγέ σ᾽ οὕστινας κομπεῖς γάμους
αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους·
καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,
950 ἀλλ᾽ αὔθ᾽ ἕκαστα φράζε· μηδέ μοι διπλᾶς
ὁδούς, Προμηθεῦ, προσβάλῃς. ὁρᾷς δ᾽ ὅτι
Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.

Προμηθευς
σεμνόστομός γε καὶ φρονήματος πλέως
ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
955 νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
ναίειν ἀπενθῆ πέργαμ᾽· οὐκ ἐκ τῶνδ᾽ ἐγὼ
δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;
τρίτον δὲ τὸν νῦν κοιρανοῦντ᾽ ἐπόψομαι
αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ
960 ταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς;
πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ
κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν·
πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.

Ερμης
τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν
965 ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.

Προμηθευς
τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,
σαφῶς ἐπίστασ᾽, οὐκ ἂν ἀλλάξαιμ᾽ ἐγώ.

Ερμης
κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ
ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον;

Προμηθευς
970 οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.

Ερμης
χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασιν.

Προμηθευς
χλιδῶ χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ
ἐχθροὺς ἴδοιμι· καὶ σὲ δ᾽ ἐν τούτοις λέγω.

Ερμης
ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;

Προμηθευς
975 ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,
ὅσοι παθόντες εὖ κακοῦσί μ᾽ ἐκδίκως.

Ερμης
κλύω σ᾽ ἐγὼ μεμηνότ᾽ οὐ σμικρὰν νόσον.

Προμηθευς
νοσοῖμ᾽ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.

Ερμης
εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.

Προμηθευς
980 <ὤμοι.>

Ερμης
ὤμοι; τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.

Προμηθευς
ἀλλ᾽ ἐκδιδάσκει πάνθ᾽ ὁ γηράσκων χρόνος.

Ερμης
καὶ μὴν σύ γ᾽ οὔπω σωφρονεῖν ἐπίστασαι.

Προμηθευς
σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ᾽ ὑπηρέτην.

Ερμης
ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.

Προμηθευς
985 καὶ μὴν ὀφείλων γ᾽ ἂν τίνοιμ᾽ αὐτῷ χάριν.

Ερμης
ἐκερτόμησας δῆθεν ὡς παῖδ᾽ ὄντα με.

Προμηθευς
οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ᾽ ἀνούστερος
εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;
οὐκ ἔστιν αἴκισμ᾽ οὐδὲ μηχάνημ᾽ ὅτῳ
990 προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,
πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.
πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,
λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι
χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω·
995 γνάμψει γὰρ οὐδὲν τῶνδέ μ᾽ ὥστε καὶ φράσαι
πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.

Ερμης
ὅρα νυν εἴ σοι ταῦτ᾽ ἀρωγὰ φαίνεται.

Προμηθευς
ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.

Ερμης
τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε
1000 πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν.

Προμηθευς
ὀχλεῖς μάτην με κῦμ᾽ ὅπως παρηγορῶν.
εἰσελθέτω σε μήποθ᾽ ὡς ἐγὼ Διὸς
γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,
καὶ λιπαρήσω τὸν μέγα στυγούμενον
1005 γυναικομίμοις ὑπτιάσμασιν χερῶν
λῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω.

Ερμης
λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·
τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖς
ἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴς
1010 πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ·
ἀτὰρ σφοδρύνῃ γ᾽ ἀσθενεῖ σοφίσματι·
αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
αὐτὴ καθ᾽ αὑτὴν οὐδενὸς μεῖζον σθένει.
σκέψαι δ᾽, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
1015 οἷός σε χειμὼν καὶ κακῶν τρικυμία
ἔπεισ᾽ ἄφυκτος· πρῶτα μὲν γὰρ ὀκρίδα
φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ
πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
τὸ σόν, πετραία δ᾽ ἀγκάλη σε βαστάσει.
1020 μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου
ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοι
πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως
διαρταμήσει σώματος μέγα ῥάκος,
ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,
1025 κελαινόβρωτον δ᾽ ἧπαρ ἐκθοινήσεται.
τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,
πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων
φανῇ, θελήσῃ τ᾽ εἰς ἀναύγητον μολεῖν
Ἅιδην κνεφαῖά τ᾽ ἀμφὶ Ταρτάρου βάθη.
1030 πρὸς ταῦτα βούλευ᾽· ὡς ὅδ᾽ οὐ πεπλασμένος
ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος·
ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα
τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. σὺ δὲ
πάπταινε καὶ φρόντιζε, μηδ᾽ αὐθαδίαν
1035 εὐβουλίας ἀμείνον᾽ ἡγήσῃ ποτέ.

Χορος
ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται
λέγειν· ἄνωγε γάρ σε τὴν αὐθαδίαν
μεθέντ᾽ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.
πιθοῦ· σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.

Προμηθευς
1040 εἰδότι τοί μοι τάσδ᾽ ἀγγελίας
ὅδ᾽ ἐθώυξεν· πάσχειν δὲ κακῶς
ἐχθρὸν ὑπ᾽ ἐχθρῶν οὐδὲν ἀεικές.
πρὸς ταῦτ᾽ ἐπ᾽ ἐμοὶ ῥιπτέσθω μὲν
πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ᾽
1045 ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ᾽
ἀγρίων ἀνέμων· χθόνα δ᾽ ἐκ πυθμένων
αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,
κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ
συγχώσειεν τῶν οὐρανίων
1050 ἄστρων διόδους· εἴς τε κελαινὸν
Τάρταρον ἄρδην ῥίψειε δέμας
τοὐμὸν ἀνάγκης στερραῖς δίναις·
πάντως ἐμέ γ᾽ οὐ θανατώσει.

Ερμης
τοιάδε μέντοι τῶν φρενοπλήκτων
1055 βουλεύματ᾽ ἔπη τ᾽ ἔστιν ἀκοῦσαι.
τί γὰρ ἐλλείπει μὴ <οὐ> παραπαίειν
ἡ τοῦδ᾽ εὐχή; τί χαλᾷ μανιῶν;
ἀλλ᾽ οὖν ὑμεῖς γ᾽ αἱ πημοσύναις
συγκάμνουσαι ταῖς τοῦδε τόπων
1060 μετά ποι χωρεῖτ᾽ ἐκ τῶνδε θοῶς,
μὴ φρένας ὑμῶν ἠλιθιώσῃ
βροντῆς μύκημ᾽ ἀτέραμνον.

Χορος
ἄλλο τι φώνει καὶ παραμυθοῦ μ᾽
ὅ τι καὶ πείσεις· οὐ γὰρ δή που
1065 τοῦτό γε τλητὸν παρέσυρας ἔπος.
πῶς με κελεύεις κακότητ᾽ ἀσκεῖν;
μετὰ τοῦδ᾽ ὅ τι χρὴ πάσχειν ἐθέλω·
τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,
κοὐκ ἔστι νόσος
1070 τῆσδ᾽ ἥντιν᾽ ἀπέπτυσα μᾶλλον.

Ερμης
ἀλλ᾽ οὖν μέμνησθ᾽ ἁγὼ προλέγω,
μηδὲ πρὸς ἄτης θηραθεῖσαι
μέμψησθε τύχην, μηδέ ποτ᾽ εἴπηθ᾽
ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον
πῆμ᾽ εἰσέβαλεν· μὴ δῆτ᾽, αὐταὶ δ᾽
1075 ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ
κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως
εἰς ἀπέρατον δίκτυον ἄτης
ἐμπλεχθήσεσθ᾽ ὑπ᾽ ἀνοίας.

Προμηθευς
1080 καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ
χθὼν σεσάλευται·
βρυχία δ᾽ ἠχὼ παραμυκᾶται
βροντῆς, ἕλικες δ᾽ ἐκλάμπουσι
στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν
1085 εἱλίσσουσι· σκιρτᾷ δ᾽ ἀνέμων
πνεύματα πάντων εἰς ἄλληλα
στάσιν ἀντίπνουν ἀποδεικνύμενα·
ξυντετάρακται δ᾽ αἰθὴρ πόντῳ.
τοιάδ᾽ ἐπ᾽ ἐμοὶ ῥιπὴ Διόθεν
1090 τεύχουσα φόβον στείχει φανερῶς.
ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων
αἰθὴρ κοινὸν φάος εἱλίσσων,
ἐσορᾷς μ᾽ ὡς ἔκδικα πάσχω.