Προγυμνάσματα
←Επιγράμματα (Λιβάνιος) | Προγυμνάσματα Συγγραφέας: |
Θεώρημα→ |
Μύθοι
[Επεξεργασία]1 Οἱ λύκοι παρὰ τῶν προβάτων εἰρήνην καὶ ἡσυχίαν ᾔτουν καὶ <ἥδε ἡ ἡμέρα μεγάλων ἄρξει ἀγαθῶν ὑμῖν τε καὶ ἡμῖν> ἔλεγον, <ἀπαλλαγεῖσι γὰρ πολέμου καὶ κακῶν ἐξέσται παρ᾽ ἀλλήλους φοιτᾶν ἀδεῶς. σπενδώμεθα τοίνυν. ἀλλ᾽ εἰ μέλλει τι βέβαιον ἔσεσθαι ταῖς σπονδαῖς καὶ οὐ γράψαντες αὐτίκα λύσομεν, τοὺς πονηροὺς καὶ πολεμίους κύνας ἀποδιωκτέον ὑμῖν, ἐπεὶ καὶ νῦν παρὰ τούτων ἡ ταραχὴ καὶ τὸ ὑποπτεύεσθαι τοὺς λύκους. πολλάκις γὰρ ἁπλῶς παριόντας ἡμᾶς τὰ ποίμνια προεκπηδῶντες ὑλακτοῦσιν, οἱ δὲ οὐ σφόδρα θέλοντες παροξύνονται καὶ λυποῦσι. τί οὖν ὑμῖν δεῖ κυνῶν εἰρήνης οὔσης πρὸς λύκους;>
2 ὑπήχθη τὰ πρόβατα. τοιοῦτον γὰρ τὸ γένος εὐηθείας γέμον. καὶ οἱ κύνες ἀπεσκορακίζοντο καὶ ἐφεστήκεσαν οἱ λύκοι, τὰ δὲ ἔρημα κατησθίετο.
3 Τοῖς ἐχθρῶν λόγοις οὐ πιστευτέον τὴν προσήκουσαν φυλακήν.
4 Σεμνὸς ἦν ὁ ἵππος ἐπὶ τῷ τάχει καὶ ἀπέκναιε τὰ ἄλλα ζῶα σφόδρα ἑαυτὸν ἐπαινῶν, μάλιστα δὲ τὴν χελώνην. λυπηρὸς δὲ ἦν προφέρων τὴν βραδυτῆτα. ἡ δὲ ἤλγησε τοῖς ὀνείδεσι καὶ ποιεῖται πρόκλησιν εἰς δρόμον. τῷ δὲ ἵππῳ γέλως τε ἦν ἡ πρόκλησις καὶ οὐκ ἠξίου διαμιλλᾶσθαι. γέλωτος δέ τι καὶ τοῖς ἄλλοις ζώοις ἐνέπεσεν εἰς τὸ παράλογον ὁρῶσι τῆς φύσεως.
5 ἐγκειμένης δὲ τῆς χελώνης καὶ διισχυριζο μένης ὡς περιέσται ἀναγκάζει τὰ ἄλλα ζῶα τὸν ἵππον μὴ ἀπαρνηθῆναι τὴν ἀγωνίαν. ἀποδείκνυται δὴ τὸ στάδιον καὶ ἡμέρα τῷ δρόμῳ. καὶ τὸ ἐντεῦθεν ὁ μὲν ἵππος ἐτρύφα παρὰ τῇ φάτνῃ, τῇ δὲ χελώνῃ μελέτη ἦν συνεχὴς καὶ οὐδὲ νυκτὸς προϊούσης ἔληγεν. ἧκε δὲ ἡ κυρία καὶ μεστὸν ἦν τὸ θέατρον καμήλων, ὄνων, ὀρνέων οἷς τε ἄνθρωποι χρῶνται. καὶ μὴν καὶ ἐλάφους συνήγαγεν ἡ φήμη. καὶ ἐμειδία τὸ θέατρον ὡς παρα παιούσης τῆς χελώνης. ἐπεὶ δὲ ἤρθη τὸ σημεῖον καὶ θεῖν ἐχρῆν, ὁ μὲν ἵππος ὥσπερ καὶ πρῴην πεπεδημένος ἔμεινεν ἐν ἀργίᾳ τε καὶ κόρῳ, τῇ δὲ ἡ μελέτη τάχος ἐδεδώκει καὶ νίκην.
6 Καὶ σύ, ὦ παῖ, μὴ τῇ φύσει πιστεύσας κάθευδε, ἀλλ᾽ οἴου καὶ πόνου δεῖν. εἰ δὲ μή, παραδραμεῖταί σε ῥᾳδίως ἐκεῖνος οὐκ εὖ πεφυκώς.
7 Ἔδοξε τῷ Διὶ βασιλεύεσθαι καὶ τὸ ὀρνίθων γένος καὶ διὰ τοῦ Ἑρμοῦ πρὸς ἀγῶνα κάλλους ἐκάλει ὡς δώσων τῷ καλλίστῳ φανέντι τὴν ὀρνίθων ἀρχήν. ἐκαλλωπίζετο γοῦν τὰ ὄρνεα τὰ μὲν ἐν κρήναις, τὰ δ᾽ ἐν πηγαῖς τε καὶ λίμναις καὶ τῶν πτερῶν ἐξετίλλετο ὁπόσα αὐτοῖς ὥραν οὐκ ἔφερεν.
8 ὁ δὲ κολοιός, ἦν γὰρ ἄμορφος, ἐπιτεχνᾶται τοιάδε. τῶν πτερῶν ὁπόσα ἐπέπλει τοῖς ὕδασιν ἀναιρούμενος ἕκαστον ἑαυτῷ περιετίθει συναρμόττων σοφῶς ἄλλο ἐπ᾽ ἄλλῳ. καὶ χρῆμα ποικιλώτατον γίνεται. καὶ ὡς ἧκεν ἐπὶ τὴν κρίσιν, ἐπέστρεψε μὲν τῶν ὀρνέων τὰ ὄμματα, θάμβος δὲ ἐνέβαλε καὶ αὐτῷ τῷ δικαστῇ, ὥστε ὑπεχώρει μὲν αὐτῷ καὶ ὁ λευκότατος κύκνος, μικρὸν δὲ ὁ ταὼς ἐδόκει καὶ αἱ τούτου βαφαί, καταπεφρόνητο δὲ καὶ ἡ ἀετῶν σεμνότης.
9 μέλλοντος δὲ ἤδη τοῦ Διὸς ἐγχειρίζειν αὐτῷ τὸ σκῆπτρον ἡ γλαὺξ ἰδοῦσα τὸ ἑαυτῆς ἐν τῷ κολοιῷ πτερὸν προσιοῦσα ἀπέσπα καὶ ἄλλος τὸ ἑαυτοῦ καὶ πᾶς τὸ οἰκεῖον. ἀπελθόντων δὲ τῶν ἀλλο τρίων ἐγυμνοῦτο τοῦ κολοιοῦ τὸ εἶδος καὶ ἐγελᾶτο.
10 Τὸ μὴ τοῖς οἰκείοις κοσμεῖσθαι βραχεῖαν μὲν τὴν ἀπόλαυσιν, πολλὴν δὲ ἐλεγχθέντι ποιεῖ τὴν αἰσχύνην.
Διηγήματα
[Επεξεργασία]Περὶ Ἀλεκτρυόνος
[Επεξεργασία]1 Ὁ ἀλεκτρυὼν ὄρνις ἐστὶν ἐξ ἀνθρώπου τὸ πρίν. ὅτε δὲ ἦν ἄνθρωπος, Ἄρεος ἦν δορυφόρος. τούτῳ παρέδωκε τὰς θύρας τοῦ θαλάμου Ἄρης, ὅτε ἠδίκησεν εἰς τὴν εὐνὴν τὸν ῞Ηφαιστον, ἐφ᾽ ᾧ πρὸ τοῦ περί όρθρου τὰς θύρας ἀράττειν, ὡς μὴ ἁλῴη μοιχεύων κατεκοιμήθησαν οὖν ἀμφότεροι, καὶ ὁ θεράπων καὶ ὁ δεσπότης, καὶ τὸ ἔργον ἐγνώσθη τῆς ἡμέρας φανείσης. γίνεται οὖν ὄρνις ὁ στρατιώτης ταύτην ὑποσχὼν τὴν δίκην.
2 καὶ πολλὰ δηλοῖ τὸν πάλαι στρατιώτην, ὁ λόφος, ὁ θυμός, τὰ κέντρα. καὶ μεμνημένος γε ἐφ᾽ ᾧ τοῦτο ἔπαθε, πρὶν ῞Ηλιον ζεύξασθαι τὸ ἅρμα τῶν ἀνθρώπων ἐλαύνει τὸν ὕπνον διὰ τῆς ᾠδῆς.
Περὶ τοῦ τῆς Ἀμαλθείας κέρως
[Επεξεργασία]Ἰστέον ὅτι περὶ τοῦ τῆς Ἀμαλθείας κέρως οὕτω φασί. τὴν αἶγα τὴν Ἀμάλθειαν τὴν γῆν τῷ κέρᾳ ἀν ορύττουσαν θησαυρὸν κεκρυμμένον ἀποκαλύψαι, τὸν δὲ αἰπόλον πλούσιον ἀντὶ πένητος γεγενῆσθαι. καὶ οὕτως Ἀμαλθείας κέρας παρὰ παροιμιαζομένοις ἀνθρώποις ὀνομάζεται
Περὶ Ἀρίωνος
[Επεξεργασία]1 Ὁ Ἀρίων Μηθυμναῖος ὢν ἐκ Μηθύμνης ἔπλευσεν εἰς Κόρινθον καὶ δεικνὺς αὐτόθι τὴν τέχνην εὐδοκιμεῖ. βουλόμενος δὲ καὶ ἐν Ἰταλίᾳ γενέσθαι λαμπρὸς ἔπλευσε κἀκεῖσε καὶ αὖθις εὐδοκιμεῖ. γενομένων δὲ αὐτῷ χρημάτων μεγάλων νεὼς ἐπιβὰς Κορινθίας εἰς Κόρινθον ἐπαναπλεῖ.
2 καὶ οἱ ναῦται τῶν χρημάτων ἐρασθέντες κτείνειν ἐπεχείρουν. ὡς δὲ ἀφιστάμενος αὐτοῖς τῶν χρημάτων ἐπὶ τῷ σώζεσθαι οὐκ ἔπειθε, δευτέρας δεῖται συγχωρήσεως, στῆναι ἐν τῇ σκευῇ καὶ ᾆσαι καὶ ἐκπηδῆσαι εἰς τὴν θάλατταν ἐπὶ τῷ τέλει τοῦ ᾄσματος. καὶ οἱ μὲν ἐπέτρεψαν, ὁ δὲ ᾖσε καὶ ἐξ επήδησε. δελφὶς δὲ αὑτὸν ὑποθεὶς τῷ κιθαρῳδῷ πρὸς Ταίναρον ἐξεκόμισε.
Περὶ Ἀταλάντης
[Επεξεργασία]1 Πολλοὶ μὲν ἔκειντο μνηστῆρες ὑπὸ Ἀταλάντης ἡττηθέντες ποδωκείᾳ τῆς κόρης, ἔδει γὰρ ἡττώμενον μὲν ἀποθανεῖν, νικῶντα δὲ γαμεῖν, Ἱππομένης δὲ ταύ της ἐπιθυμῶν, δεδιὼς δὲ τὸν κίνδυνον δεῖται τῆς Ἀφροδίτης συμπρᾶξαι. ἡ δὲ ἔδωκε τὰ χρυσᾶ μῆλα καὶ εἶπεν ὃ χρὴ ποιεῖν ἐν τῷ δρόμῳ.
2 ὡς οὖν ἔθεον, ὁπότε πλησίον ἡ κόρη γένοιτο, μῆλον ἠφίει, ἡ δὲ ἐθαύμαζέ τε καὶ ὑπολειπομένη τὸ μῆλον ἀνῃρεῖτο, ἐγ γιζούσης δὲ πάλιν τὸ αὐτὸ ἐδρᾶτο. καὶ διὰ τοιοῦδε σοφίσματος Ἀταλάντη μὲν εἶχε τὰ μῆλα, Ἱππομένης δὲ Ἀταλάντην.
Περί Ἡφαίστου
[Επεξεργασία]1 Ῥίπτει τὸν ῞Ηφαιστον ῞Ηρα ἐξ οὐρανοῦ τῇ τοῦ παιδὸς αἰσχυνομένη χωλείᾳ, ὁ δὲ τῇ τέχνῃ ἐχρῆτο. καὶ ἐν θαλάττῃ σεσωσμένος ὑπὸ δαιμόνων θαλαττίων πολλὰ μὲν καὶ ἄλλα ἐδημιούργει, τὰ μὲν Εὐρυνόμῃ, τὰ δὲ Θέτιδι, παρ᾽ ὧν περισέσωστο, ποιεῖ δὲ καὶ θρόνον τῇ μητρὶ δῶρον ἀφανεῖς ἔχοντα δεσμοὺς καὶ πέμπει. καὶ ἡ μάλα τε ἥσθη τῷ δώρῳ καὶ καθιζάνει καὶ ἐδέθη καὶ ὁ λύσων οὐκ ἦν.
2 βουλὴ δὲ γίνεται θεῶν περὶ τῆς εἰς οὐρανὸν ἀναβάσεως Ἡφαίστου. μόνον γὰρ ἂν ἐκεῖνον καὶ λῦσαι. σιγώντων οὖν τῶν ἄλλων καὶ ἀπορούντων Ἄρης ὑπισχνεῖται καὶ ἐλθὼν πράττει μὲν οὐδέν, αἰ σχρῶς δὲ ἀπαλλάττεται πυρσοῖς αὐτὸν δειματώσαντος Ἡφαίστου. ταλαιπωρουμένης δὲ τῆς ῞Ηρας ἤρχετο μετὰ οἴνου Διόνυσος καὶ διὰ μέθης εἶχεν ῞Ηφαιστον ἑπόμενον.
3 ὁ δὲ ἐλθὼν καὶ τὴν μητέρα λύσας ποιεῖ τῆς ῞Ηρας εὐεργέτην τὸν Διόνυσον. ἡ δὲ αὐτὸν ἀμειβομένη πείθει τοὺς οὐρανίους θεοὺς ἕνα τῶν οὐρανίων θεῶν καὶ Διόνυσον εἶναι.
Περί Πολυκράτους
[Επεξεργασία]Πολυκράτους Σάμου μὲν ἄρχοντος, πάντα δὲ εὐτυ χοῦντος καὶ ἐπ᾽ οὐδενὶ λυπουμένου δέος εἰσῄει μετα βολῆς. ἔπραττεν οὖν ὅπως ἂν ἰάσηται. καὶ δακτύλιον ὧν εἶχε κτημάτων κάλλιστον ἑκὼν μὲν ἔρριψεν εἰς τὴν θάλασσαν, οὐκ ἔχων δὲ ἤλγει. γίνεται δὴ πάλιν ὁ δακτύλιος τοῦ Πολυκράτους δι᾽ ἰχθύος, ὃν ἀνελὼν ἁλιεὺς μέγαν τε ὄντα καὶ βασιλέως ἄξιον φέρων ἔδω κεν ἐκείνῳ. ὁ δὲ ἰχθύς, ὡς ἦν χερσὶ τῶν μαγείρων ἀνασχισθείς, ἀπέδωκε Πολυκράτει τὸν δακτύλιον..
Περί Συμωνίδου
[Επεξεργασία]Ἐχώρει μὲν ἐπὶ Τάραντα Σιμωνίδης ὁ Κεῖος ὁ Λεωπρέπους ὁ ποιητής, νεκρὸν δὲ ἄταφον ὡς εἶδεν ἐρριμμένον, ἠλέησέ τε καὶ θάπτει. μέλλων δὲ ἡμέρᾳ τῇ μετὰ τὴν ταφὴν πλεῖν εἰς Σικελίαν ὀνείρατι εἴργε ται μὴ πλεῖν. ἀγνοῶν δὲ τίς ἦν ὁ αὐτὸν ὀνείρατι κω λύων πείθεται μὲν ὁ Σιμωνίδης καὶ μένει, πλεῖ δὲ ἡ ναῦς καὶ βαπτίζεται. ἄλλου δὲ εἰς Τάραντα κομίσαντος τὸ πάθος ἐγίνετο ὅσα εἰκὸς ἐπὶ τοιούτου κακοῦ. Σιμωνίδης δὲ στεφάνους τῇ στήλῃ περιέθηκε καὶ ἐνα γίσας τῷ νεκρῷ σωτῆρα αὑτοῦ τὸν κείμενον ἐκήρυξεν ἐπιγράμματι. καὶ τοῦτο ἡ στήλη δείκνυσιν.
Περί Ὑακίνθου
[Επεξεργασία]Ἀκούεις ἄνθος ὑάκινθον; τοῦτο ἦν πάλαι μειρά κιον Ἀμυκλαῖον ὡραῖόν τε καὶ καλόν. ἐρασταὶ δὲ ἐγέ- νοντο αὐτοῦ δύο, Ζέφυρός τε καὶ ὁ Λητοῦς. ἐπεὶ δὲ ἐχαρίζετο τῷ θεῷ, βουλεύει φόνον ὁ Ζέφυρος ἐπ᾽ αὐ τῷ καὶ τηρήσας ἀφιέντα δίσκον, ἐπαιδεύετο γὰρ Ὑάκινθος Ἀπόλλωνι τὰ τοιαῦτα, πνεῖ τε ἀπὸ τοῦ Ταϋγέτου καὶ περιτρέπει τῷ μειρακίῳ τὴν βολήν. καὶ τὸ μὲν ἔκειτο, ἡ δὲ Γῆ ἐλεεῖ τὸ πάθος καὶ ἀνῆκε τὸ ἄνθος.
Χρείαι
[Επεξεργασία]Περί Αλεξάνδρου
[Επεξεργασία]Αλέξανδρος ἐρωτηθεὶς παρά τινος ποῦ ἂν ἔχοι τοὺς θησαυροὺς τοὺς φίλους ὑπέδειξεν:
1 Ὅτι μέγας μὲν καὶ θαυμαστὸς ὁ βασιλεὺς Μακεδόνων Ἀλέξανδρος καὶ τὴν ἤπειρον ἑκατέραν τῶν αὑτοῦ κατορθωμάτων ἐνέπλησε καὶ τοσοῦτον τοὺς ἔμπροσθεν καὶ τοὺς ὕστερον παρήνεγκεν ὡς πρώτην χώ ραν μὴ δοῦναι, πάντας ἂν ἡγοῦμαι συμφῆσαι, πλὴν εἴ τις ἢ παντάπασιν ἀναισθήτως ἢ λίαν ἀγνωμόνως ἔχοι· ἐμοὶ δὲ δοκεῖ καλὰ πρᾶξαι καὶ παραδοῦναι τοῖς ἐσομένοις ὑμνεῖν οὐ τύχῃ μόνον, ἀλλὰ καὶ συνέσει χρησάμενος πρὸς ἅπαντα καὶ τῇ παρ᾽ ἐκείνης ῥοπῇ καὶ τὰ παρὰ τῆς φρονήσεως ἀγαθὰ συνεισενεγκών.
2 Οὐ γὰρ ταὐτὸν ἔπαθε τοῖς ἄλλοις βασιλεῦσιν οἷς ἄχρηστος μὲν ἡ παιδεία κέκριται, τῆς δὲ εὐδαιμονίας ὅρος ἡ τρυφή, ἀλλ᾽ ἡγησάμενος οὐδὲν τῶν ἀνδραπόδων διαφέρειν τοὺς ἀμοιροῦντας τούτου τοῦ κτήματος καὶ βουληθεὶς ἐν τῷ καλλίστῳ τῶν ὄντων ἀμείνων εἶναι τῶν ἀρχομένων Ἀριστοτέλει φέρων ἑαυτὸν συνῆψε καὶ κατέστησε τοῦ σοφωτάτου μαθητήν. καὶ τῶν μετὰ ταῦτα λαμπρῶν καὶ βεβοημένων ἡ πρὸς ἐκεῖνον συνουσία τὴν ὑπόθεσιν δέδωκε.
3 Περὶ μὲν οὖν τῆς ἀνδρείας ἢ τῆς δεινότητος ἢ τοῦ πρὸς ἔργοις ἔχειν ἀεὶ τὸν λο γισμὸν ἤ τι τῶν τοιούτων εἰ διεξίοιμι, μακροτέρων ἂν δέοι λόγων· ὡς δὲ κοινὸν ἑαυτὸν κατέστησε καὶ πρὸς τοὺς συνόντας ὁμιλητικὸν ὥστε καὶ ἐρέσθαι τοῖς βουλομένοις ἐξεῖναι καὶ τυχεῖν ἀποκρίσεως εὐμενοῦς, τοῦτο τίς οὐκ ἂν ἀγασθείη; τοῖς μὲν γὰρ ἄλλοις εἴ τις ἀντιβλέψειεν, ἀδίκημα νενόμισται· Ἀλέξανδρος δὲ εἰ μὴ πρὸς τὰς ἐντεύξεις ἡμερώτατος φαίνοιτο, πάντων αἴσχιστον ἡγεῖτο.
4 καὶ γάρ τοι προσελθών τις <ἥδιστ᾽ ἄν,> ἔφη, <τοὺς θησαυροὺς ἴδοιμι τοὺς σούς, ὦ βασιλεῦ.> καί μοι δοκεῖ τοῦτο ἐπαρθῆναι ποιῆσαι ὁρῶν μὲν ἅπαν ἔθνος ἤδη κατεστραμμένον, ἡγούμενος δὲ πλήθει χρημάτων ταῦτα εἰς τέλος ἥκειν. πῶς οὖν Ἀλέξανδρος; οὐχ ὑβρίζειν ὑπέλαβεν, εἴ τις ἐρωτήσειε προχείρως. ἔπειτα οὐκ ἐκέλευσε τοῖς διακόνοις λαβοῦσι τὸν ἄνθρωπον περιάγειν καὶ δεικνύναι χρυσίου πλῆθος, ἀργυρίου τάλαντα τόσα καὶ τόσα, λαφύρων ἀφθονίαν, ἀλλ᾽ εἰς τοὺς φίλους προστάξας ἰδεῖν <μὴ ζητήσῃς ἕτερον,> φησίν, <Ἀλεξάνδρου πλοῦτον. οὗτοι γὰρ ἐμοὶ θησαυροί.>
5 Ὡς τοίνυν εἰκότως ταύτην ἡγήσατο πρέπειν τοῖς φίλοις τὴν προσηγορίαν, ῥᾴδιον γνῶναι, εἴπερ ἐξετά σομεν τούς τε καιροὺς οἷς ἀνάγκη χρῆσθαι τοὺς ἀνθρώ πους καὶ τύχας ἀμείνους καὶ παραπλησίους καὶ χείρο νας, ἔτι δὲ πρὸς τούτοις ἡλικίας καὶ ὅτε τις βουλεύεται.
4 Οὐκοῦν δύο μὲν καιροὶ τὰ ἀνθρώπινα διαιτῶσι πράγματα, λέγω δὴ πόλεμον καὶ εἰρήνην. <ἐν> ἑκατέρῳ δὲ μέγιστον ἡ τῶν φίλων ἰσχύει μερίς. οἷον τοῖς πολε μοῦσι δεῖ μὲν χρημάτων, δεῖ δὲ ὅπλων, δεῖ δὲ συμβούλων, δεῖ δὲ συμμάχων. οὐκοῦν λύει μὲν τὴν ἀπορίαν τῶν χρημάτων εἰς μέσον τιθεὶς τὰ ὄντα ὁ φίλος οὐχ αὑτοῦ μᾶλλον ἡγούμενος εἶναι τὴν οὐσίαν ἢ τοῦ συνήθους, συμβουλὰς δὲ τὰς ἀρίστας ἀναζητῶν καὶ λέ γων ἐκείναις ὀρθοῖ τὰ πράγματα. ἤδη δέ τινες ὅπλων ἀποροῦντες εἰς τοὺς φίλους ἰδόντες εὐπόρησαν. καὶ μὴν τό γε τῶν συμμάχων ἀγαθὸν τῆς φιλίας ἡγησαμένης ἂν γένοιτο.
5 τὸ δ᾽ αὐτὸ καὶ πόλεσι καὶ τοῖς καθέκαστα χρήσιμον. καλῶ μὲν γὰρ ἐγὼ πόλεων φίλους τοὺς εὔνους τοῖς καθεστηκόσιν, οὗτοι δὲ <οἱ> νόμους τιθέντες καὶ ψηφίσματα γράφοντες καὶ γνώμας ἀγορεύον τες καὶ τοὺς ἀδικοῦντας ἐλέγχοντες καὶ τοὺς χρηστοὺς ἀμείβεσθαι πείθοντες. ἀλλὰ μὴν καὶ τοῖς καθέκαστον μέγα παρὰ τῶν ἐπιτηδείων τὸ κέρδος. ἐκεῖνοι γάρ εἰσιν οἱ νουθετοῦντες ἁμαρτάνοντας ἢ σφαλλομένους ἐπὶ τὰ βελτίω μεθιστῶντες, οἱ δεομένοις ἐπικου ροῦντες, οἱ ταῖς εὐπραξίαις χαίροντες, οἱ τοῖς ἀτυχοῦσι συναλγοῦντες. ἐκεῖνοι καὶ πολέμους πειρῶνται κα ταλύειν ὡς ἄριστα καὶ τὴν εἰρήνην ὡς ἐπιπλεῖστα φυλάττειν καὶ τὸ πρόσφορον ἑκατέρῳ τηροῦντες <καὶ> ἀεὶ τὰ συνοίσοντα πράττοντες.
6 ἀλλὰ μὴν πόλεων τὰς μὲν βασιλεύεσθαι, τὰς δὲ [καὶ] δημοκρατεῖσθαι συμβέβηκεν, ἐν δὲ ταῖς ὀλιγαρχίας καθεστάναι. ὁ δὲ τοῖς ὑπάρχουσιν οἰκείως ἔχων σώζει μὲν βασιλεῖ τὴν βασιλείαν, τηρεῖ δὲ δήμοις τὴν ἐλευθερίαν, φυλάττει δὲ ταῖς ὀλιγαρχίαις τὸ σχῆμα.
7 ἀλλὰ μὴν τῶν ἀνθρώπων οἱ μὲν πενίᾳ συζῶσι, τοῖς δὲ πολὺς παρὰ τῆς τύχης ὁ πλοῦ τος. ἑκάτερον δὲ δεῖται πρὸς ὑπερβολὴν τῆς τῶν φίλων ῥοπῆς. τοῖς μὲν γὰρ διασώζει τὰ ὄντα, τοῖς δὲ ἐπικουφίζει τὴν πενίαν.
8 καὶ μὴν ἅ γε δι᾽ ἡμῶν αὐτῶν πράττειν ἀδύνατον, ταῦτα τῇ τῶν φίλων προσ θήκῃ πληροῦμεν. τίς γὰρ οὐκ οἶδεν ὅτι δεῖ μὲν γυναικὸς ἀνδρὶ κατὰ τὸν Ἡσίοδον; αὐτοὶ δ᾽ οἱ γαμεῖν μέλλοντες ἐρυθριάσαιεν ἂν ὑπὲρ τοῦ γάμου διαλεγό μενοι. ἐνταῦθα δὴ τὸν ἐπιτήδειον ἡ χρεία καλεῖ. ὁ δὲ πολλοὺς καὶ καλοὺς μελετήσας λόγους καὶ τὰ ὄντα ἄρας καὶ τὰ οὐκ ὄντα προσθεὶς ῥᾷστα συνάπτει τὰ γένη.
9 ἀλλ᾽ ἐν ταῖς ἀποβολαῖς τῶν παίδων καὶ τῶν ἀναγκαιοτάτων, οὗ πολλάκις τὸ πάθος μεῖζον ἢ φέρειν, τίνες οἱ παρόντες καὶ τῆς λύπης ἀφαιροῦντες καὶ κω λύοντες ὁρμῆσαι πρὸς ξίφος; οὐχ οὗτοι; πᾶς ἂν συμ φήσειεν ὅστις οὐκ ἄπειρος φίλων. ἐπεὶ καὶ πᾶσαν ἡλι κίαν ἔγωγ᾽ ἂν φαίην μέγιστα τοῦ πράγματος ἀπολαύειν. τὸ γῆρας ἐκεῖθεν κουφότερον, τοῖς ἀκμάζουσιν ἀπὸ τούτων οἱ συνεργοί, τοῖς παισὶν οὐχ ἑτέρωθεν οἱ τῶν ἀσκήσεων κοινωνοί. οὕτως οὐδέν ἐστιν ὃ φαίης ἂν ἔξω καθεστάναι τῆς παρὰ τῶν συνήθων χρείας.
10 Ἔστι μὲν οὖν οὐδὲ ταῦτα σμικρὰ παραδείγματα τοῦ σώφρονα ἀποκρίνασθαι τὸν Ἀλέξανδρον, δοκεῖ δ᾽ ἄν μοί τις ἰδεῖν ἀκριβέστερον ἡλίκον τὸ πρᾶγμα τῶν φίλων, εἰ τοὺς ἐστερημένους ἐκείνων σκέψαιτο.
11 )Οὐκοῦν ὁ μὲν τύραννος ἐν φόβῳ βέβαιον μὲν οὐδὲν τῶν παρόντων ἀγαθῶν ἡγούμενος, ἀεὶ δὲ τὸ μέλλον προσ δοκῶν χαλεπόν; ᾧ γὰρ οὐκ ἔστι σύμβουλος ἀποστήσων μὲν τοῦ χείρονος, προσάξων δὲ τῷ βελτίονι καὶ πείσων τὰ μὲν φεύγειν, τὰ δὲ διώκειν, πῶς ἂν ὁ τοιοῦτος ἢ πολεμήσειεν, ὅτ᾽ ἄμεινον, ἢ τὴν εἰρήνην, ὅτε βέλτιον, ἔχοι; παρὰ τοῦ δ᾽ ἂν τοὺς ἐπιβουλεύοντας προμαθὼν ἀποκρούσαιτο πρὸ τῆς πείρας τὰ δυσχερῆ; τίς δ᾽ ἂν αὐτῷ νενικηκότι συμπαιανίσειε; τίς δ᾽ ἂν ἡττημένῳ συναχθεσθείη; τῇ πόλει δὲ κηδεμόνος ἀπορούσῃ τίς τῶν ὄντων ἀσφάλεια, τίς ὑπὲρ τοῦ μέλλοντος ἄδεια;
12 εἶεν. τοῖς δὲ δὴ καθέκαστον οὐκ ἀλγεινότατος ὁ βίος τῆς τοιαύτης κοινωνίας ἐστερημένοις; τίς ἐπ᾽ ἀγορᾶς διαλέξεται; τίς ὅ τι χρὴ πράττειν ὑποθήσεται; τίς ὃ φυλάξασθαι δεῖ συμβουλεύσει; τίς κουφίσει συμφοράν; τίς κρινομένῳ παρέσται;
13 ἀφῄρηται καὶ τῆς νεότητος ἡ τέρψις ἄνευ φίλων, καὶ γῆρας βαρύτερον, εἰ τοῦτο ἀφέλοι τις, καὶ πενία μὴ τοῦτο ἔχουσα δι πλοῦν ἂν εἴη κακόν. ὁ δέ γε πλούσιος τοὺς μὲν ἐπι βουλεύοντας πολλούς, τοὺς δὲ βοηθοῦντας οὐδαμῶς ὄψεται. καὶ πολλὰ ἂν εἴη λέγειν ἃ τοῖς ἀποροῦσι φίλων λων συνέζευκται χαλεπά. εἰ τοίνυν τοῖς σπανίζουσι φίλων πάντα περιέστηκε τὰ δεινά, τοῖς γε ἐν εὐπορίᾳ γνωρίμων εὐδαιμονία πολλή. καὶ παραπλησίως τοῖς μὲν ἥδιστος, τοῖς δὲ βαρύτατος ὁ βίος.
14 Καὶ μὴν εἰκότως ἂν μᾶλλον οἱ φίλοι θησαυροὶ προσαγορευθεῖεν ἢ ταῦτα ἃ νῦν οὕτω κέκληται. τί γὰρ τοσοῦτον παρὰ τῶν χρημάτων ὅσον τὸ παρὰ τούτων; παρετάξατο χρήματα πολεμοῦσι καὶ παρεκιν δύνευσεν; οὐκ ἔστιν. ἀλλ᾽ εἰσηγήσατο γνώμην; ἀλλὰ προκατεμήνυσεν ἐνέδραν; ἀλλ᾽ ἔλυσε στάσιν; ἀλλὰ φρονιμωτέρους ἐποίησεν; οὐδαμῶς. καὶ μὴν πάντα γε ταῦτα καὶ ἔτι πλείω τούτων παρὰ τῶν ἐπιτηδείων καὶ πρός γε αὐτὰ τὰ χρήματα παρ᾽ αὐτῶν γένοιτ᾽ ἄν. ἔτι τοίνυν οἱ μὲν ἄριστοι τῶν φίλων οὐδεπώποτε χείρους τοὺς χρωμένους ἐποίησαν, τὸν δὲ πλοῦτον ἀκούομεν πολλάκις εἰς κακίαν συντελεῖν.
15 ὥστε νουνεχόντως Ἀλέξανδρος μετέστησεν ἀπ᾽ ἐκείνων ἐπὶ τούτους τοὔ νομα. διόπερ ἀεὶ φίλων δεῖ τοῖς μέλλουσιν εὐδαιμόνως βιώσεσθαι. ὅτῳ δὲ οὐκ ἔστι τοιοῦτον κτῆμα, παραπλή σιον ἂν εἴη πεπονθὼς τῷ τῆς ἑτέρας ἐστερημένῳ ταῖν χεροῖν. ὅσον γὰρ ἀλλήλοις οἱ πόδες ἐν τῷ βαδίζειν συνεισφέρουσι, τοσοῦτον ἐν τοῖς πράγμασιν οἱ φίλοι παρέχουσιν. οὐχ ἁμάρτοι δ᾽ ἄν τις οὐδὲ τὴν συζυγίαν τῶν ὀφθαλμῶν παραβαλὼν τῇ κοινωνίᾳ τῶν φίλων.
16 Ἔστι μὲν οὖν καὶ παρὰ τῶν καθ᾽ ἡμέραν γινομένων πλῆθος ἀποδείξεων λαβεῖν καὶ μεστὸς ὁ βίος τῶν εἰς τοῦτο φερόντων, ἔχοι δ᾽ ἄν τις καὶ πρὸς τοὺς ἄνω χρόνους τῶν ἡμιθέων ὁρῶν ἀπ᾽ αὐτῶν κομίσαι τὰ παραδείγματα. τί γὰρ ἐνδοξότερον τῆς Ἡρακλέους καὶ [τῆς] Θησέως φιλίας; ἢ τί τῶν κατωρθωμένων αὐτοῖς διὰ τοῦ ταὐτὰ προελέσθαι τε καὶ φρονῆσαι παραπλήσια καὶ συμπνεῦσαι πρὸς τοὺς ἄθλους; ὅτε δὲ ἀπο στροφῆς ἐδέησεν αὖθις τῷ Ἡρακλεῖ, τίς ἀγαγὼν αὐτὸν Ἀθήναζε πρὸς τὴν χρείαν ἤρκεσεν; ὁ Θησεύς.
17 αὐτὸς τοίνυν οὗτος Θησεὺς ὁ Πειρίθῳ χρώμενος ἐξετάσωμεν ἅ τε ἀπήλαυσεν ἅ τε παρέσχεν. οὐκ οὖν ἔδει μὲν τῷ Θησεῖ τὴν Ἑλένην γενέσθαι δι᾽ ἁρπαγῆς; ἐπεὶ δὲ πείθων οὐκ εἶχε λαβεῖν, ἦν δὴ ὁ κίνδυνος οὐ μικρός, τοῦτο μὲν ἐκ τοῦ πατρός, τοῦτο δὲ ἐκ τῶν ἀδελφῶν καὶ τῶν ἄλλων τῶν ἐν Λακεδαίμονι. ἀλλ᾽ ὅμως ἐτόλμα Θησεύς, οὐκ ἀπελείπετο δὲ Πειρίθους τὴν χάριν πρὸ τῶν φόβων τιθέμενος.