Προβλήματα/7
←Ὅσα ἐκ τοῦ πῶς κεῖσθαι καὶ ἐσχηματίσθαι συμβαίνει | Ὅσα ἐκ συμπαθεῖας Συγγραφέας: Προβλήματα |
Ὅσα ἐκ ῥίγους καὶ φρίκης→ |
- Ζ. ΟΣΑ ΕΚ ΣΥΜΠΑΘΕΙΑΣ.
- 1. Διὰ τί τοῖς χασμωμένοις ἀντιχασμῶνται ὡς ἐπὶ τὸ πολύ;
Ἢ διότι, ἐὰν ἀναμνησθῶσιν ὀργῶντες, ἐνεργοῦσι, μάλιστα δὲ τὰ εὐκίνητα, οἷον οὐροῦσιν. Ἡ δὲ χάσμη πνεῦμα καὶ ὑγροῦ κίνησίς ἐστιν. πρόχειρον οὖν, ἐὰν μόνον νοήσῃ· ἔστι γὰρ πλησίον.
- 2. Διὰ τί, ἐὰν μέν τινα ἴδωμεν τὴν χεῖρα ἐκτείνοντα ἢ τὸν πόδα ἢ ἄλλο τι τῶν τοιούτων, οὐκ ἀντιποιοῦμεν τὸ αὐτό, ἐὰν δὲ χασμώμενον, ἀντι χασμώμεθα;
Ἢ οὐδὲ τοῦτο ἀεί, ἀλλ´ ἐὰν ὀργῶν τύχῃ τὸ σῶμα καὶ οὕτω διακείμενον ὥστε τὸ ὑγρὸν ἀναθερμαίνεσθαι; τότε γὰρ ἡ μνήμη τὴν κίνησιν ποιεῖ, ὥσπερ καὶ πρὸς ἀφροδίσια καὶ ἐδωδήν· τὸ γὰρ ποιῆσαν μνήμην εἶναι τὸ ἔχον ὁρμὴν πρὸς τὸ φαντασθὲν πάθος.
- 3. Διὰ τί, ἐπειδὰν πρὸς τὸ πῦρ στῶμεν, οὐρητιῶμεν, καὶ ἐὰν πρὸς ὕδωρ, οἷον ἐὰν πρὸς ποταμόν, οὐροῦσιν;
Ἢ ὅτι τὸ πᾶν ὕδωρ ὑπόμνησιν δίδωσι τῆς ἐν τῷ σώματι ὑγρότητος, καὶ ἐκκαλεῖται τὸ προσιόν; αὐτὸ δὲ τὸ πῦρ διαχαλᾷ τὸ πεπηγὸς ἐν τῷ σώματι, ὥσπερ ὁ ἥλιος τὴν χιόνα.
- 4. Διὰ τί ἀπὸ μὲν νόσων ἐνίων νοσοῦσιν οἱ πλησιάζοντες, ἀπὸ δὲ ὑγιείας οὐδεὶς ὑγιάζεται;
Ἢ ὅτι ἡ μὲν νόσος κίνησις, ἡ δὲ ὑγίεια ἠρεμία; ἡ μὲν οὖν κινεῖ, ἡ δ´ οὐθέν. Ἢ διότι τὸ μὲν ἄκοντι τὸ δ´ ἑκόντι γίνεται; Καὶ ἄρα τὰ ἀκούσια τῶν ἑκουσίων καὶ τῶν ἐκ προνοίας. διαφέρει.
- 5. Διὰ τί τῶν μὲν διὰ τῆς ἀκοῆς λυπηρῶν ἔνια φρίττειν ἡμᾶς ποιεῖ, οἷον πρίων ἀκονώμενος καὶ κίσηρις τεμνομένη καὶ λίθος ἀλούμενος, τὰ δὲ διὰ τῆς ὄψεως σημεῖα τῶν παθῶν αὐτὰ ἡμῖν τὰ πάθη ἐμποιεῖ; αἱμωδιῶμέν τε γὰρ τοὺς ὀξὺ ὁρῶντες ἐσθίοντας, καὶ τοὺς ἀπαγχομένους ἔνιοι ὁρῶντες ἐκψύχουσιν.
Ἢ διότι φωνὴ μὲν πᾶσα καὶ ψόφος πνεῦμα ἐστίν; τοῦτο δὲ εἰσδυόμενον ἡμῖν πέφυκε κινεῖν. Κινήσει δὲ μᾶλλον ἢ διὰ μέγεθος ἢ διὰ πληγὴν σφοδροτέραν, ποιοῦν ἢ ἀλλοιοῦν τι τῶν ἐν ἡμῖν. Τὰ μὲν οὖν μεγάλα καὶ λεῖα πνεύματα τὸν τῆς αἰσθήσεως τόπον τὸν αὐτὸν κινεῖ, διὸ καὶ ἡδύνει τὰ τοιαῦτα· τὰ δὲ τραχέα, πληγὴν ποιοῦντα σφοδράν, σείει τε τὸν τόπον καὶ πόρρω διαδίδωσι τῇ τῆς πληγῆς δυνάμει. Διαδίδωσι δὲ καὶ τὰ ψυχρὰ πόρρω· δύναμις γάρ τίς ἐστιν ἡ ψυχρότης. Αὕτη μὲν οὖν ὅτι φρίττειν ποιεῖ, εἴρηται. Τὰ δὲ τραχέα τῷ πληγὴν ποιεῖν πυκνήν, προσκόπτοντα τῇ ἀρχῇ τῶν τριχῶν, ἀπωθεῖ αὐτὴν εἰς τοὐναντίον· ἀπωθουμένης δὲ ἀνάγκη τὴν κορυφὴν τῆς τριχὸς ἀνάπαλιν γίνεσθαι, διὸ συμβαίνει ἵστασθαι αὐτάς· πᾶσαι γὰρ νενεύκασι κάτω. Ἡ δὲ φορὰ τοῦ διὰ τῆς ἀκοῆς πνεύματος εἰς τὸ σῶμα ἄνωθεν κάτω ἐστίν. Ὄντων οὖν τραχέων τῶν εἰρημένων ψόφων, ἡ φρίκη γίνοιτ´ ἂν διὰ τὰ εἰρημένα. Γίνονται δ´ αὗται μᾶλλον τῷ ἄλλῳ σώματι ἢ ἐν τῇ κεφαλῇ διὰ τὸ τὰς ἐνταῦθα τρίχας ἀσθενεστέρας εἶναι καὶ τὸ πάθος ἀσθενές. Τῆς μὲν οὖν ἀκοῆς οὔσης ἀμβλυτέρας αἰσθήσεως ἢ τῆς ὄψεως, ἐπιπόλαια καὶ τὰ πάθη γίνεται ἀπ´ αὐτῆς· ἡ δὲ φρίκη τοιοῦτον, διὸ καὶ ἀπὸ πολλῶν καὶ ἀνομοίων γίνεται. Τῆς δὲ ὄψεως ἐναργεστάτης οὔσης αἰσθήσεως, ἀνάλογον καὶ τὰ συμβαίνοντα γίνεται ἀπ´ αὐτῆς· διὸ ταῦτα μὲν τὰ ἀπὸ τῆς ἀληθείας πάθη συμβαίνει γίνεσθαι ἀπ´ αὐτῆς, ἐλαφρότερα δὲ τῆς ἀληθείας. Ἀπὸ δὲ τῆς ἀκοῆς αὐτὰ μὲν οὔ, τὴν δ´ ἀπ´ αὐτῶν προσδοκίαν φρίττομεν· ἀλγεινοῦ γὰρ κακοῦ προσδοκία ἐστίν.
- 6. Διὰ τί χασμησαμένοις ἀντιχασμῶνται, καὶ ὅταν οὐροῦντα ἴδωσιν, οὐροῦσι, καὶ μάλιστα τὰ ὑποζύγια;
Ἢ διὰ τὴν μνήμην; ὅταν γὰρ μνησθῇ, κινεῖται τοῦτο τὸ μέρος. Τοῖς μὲν οὖν ἀνθρώποις, διὰ τὸ εὐαισθητοτέροις εἶναι, ἰδοῦσιν εὐθὺς συμβαίνει καὶ κινεῖσθαι καὶ ἀναμιμνήσκεσθαι· τοῖς δὲ ὑποζυγίοις οὐκ αὔταρκες τὸ ἰδεῖν, ἀλλὰ προσδέονται καὶ ἄλλης αἰσθήσεως· διὸ καὶ ὀσφρανθέντα, ὅτι εὐκινητοτέρα αὕτη ἡ αἴσθησις τοῖς ἄνευ λόγου. Καὶ διὰ τοῦτο εἰς τὸν αὐτὸν τόπον ἅπαντα οὐρεῖ, οὗ ἂν τὸ πρῶτον οὐρήσῃ. Τότε γὰρ μάλιστα κινοῦνται, ὅταν ὀσφρανθῶσιν· ὀσφραίνονται δ´, ὅταν πλησιάσωσιν.
- 7. Διὰ τί, ἐπειδὰν τεμνόμενόν τινα ἴδωμεν ἢ καιόμενον ἢ στρεβλούμενον ἢ ἄλλο τι τῶν δεινῶν πάσχοντα, συναλγοῦμεν τῇ διανοίᾳ;
Ἢ ὅτι ἡ φύσις ἡμῖν κοινὴ ἅπασιν; συνήλγησεν οὖν, ἐπειδάν τι τοιοῦτον ἴδῃ, τῷ πάσχοντι διὰ τὴν οἰκειότητα. Ἢ ὅτι ὥσπερ αἱ ῥῖνες καὶ αἱ ἀκοαὶ λαμβάνουσί τινας ἀπορροίας κατὰ τὰς οἰκείας δυνάμεις, οὕτω καὶ ἡ ὄψις αὐτὸ πάσχει καὶ ἀπὸ τῶν ἡδέων καὶ λυπηρῶν;
- 8. Διὰ τί ἀπὸ φθίσεως καὶ ὀφθαλμίας καὶ ψώρας οἱ πλησιάζοντες ἁλίσκονται, ἀπὸ δὲ ὕδρωπος καὶ πυρετῶν καὶ ἀποπληξίας οὐχ ἁλίσκονται, οὐδὲ τῶν ἄλλων;
Ἢ ἡ μὲν ὀφθαλμία, ὅτι εὐκινητότατον ὁ ὀφθαλμός, καὶ μάλιστα ὁμοιοῦται τῷ ὁρωμένῳ τῶν ἄλλων, οἷον κινεῖται ἀπὸ κινουμένου ὥστε καὶ ἀντιβλέπων τεταραγμένῳ ταράττεται μάλιστα; ἡ δὲ φθίσις, ὅτι πνεῦμα φαῦλον ποιεῖ καὶ βαρύ, τάχιστα δὲ τὰ νοσήματα ταῦτα ἅπτεται πάντων, ὅσα τούτου φθειρομένου γίνεται, οἷον τὰ λοιμώδη. Ὁ δὲ πλησιάζων τοιοῦτον ἀναπνεῖ. Νοσεῖ μὲν οὖν, ὅτι νοσῶδες· ἀπὸ μόνου δέ, ὅτι ἐκπνεῖ, νοσεῖ, οἱ δὲ ἄλλοι ἑτέραν· τὴν αὐτὴν δὲ νόσον, ὅτι ᾧ ἂν ἀσθενήσῃ, τούτῳ ἀναπνεῖ τοιοῦτον οἷον εἰ πεπονθὼς ἦν. Ἡ δὲ ψώρα μᾶλλον τῶν ἄλλων, οἷον λέπρας καὶ τῶν τοιούτων, ὅτι ἐπιπολῆς τε καὶ γλίσχρον τὸ ἀπορρέον· τὰ γὰρ κνησμώδη τοιαῦτα. Διὸ αὐτὰ τῷ ἐπιπολῆς γίνεσθαι καὶ γλίσχρον εἶναι ἅπτεται. Τῶν δ´ ἄλλων τὰ μὲν οὐχ ἅπτεται διὰ τὸ μὴ ἐπιπολῆς γίνεσθαι, τὰ δὲ ὄντα ἐπιπολῆς, ὅτι προσμένει διὰ ξηρότητα.
- 9. Διὰ τί τὴν αἱμωδίαν παύει ἡ ἀνδράχνη καὶ ἅλες;
Ἢ ὅτι ἡ μὲν ὑγρότητά τινα ἔχει; φανερὰ δὲ αὕτη μασωμένοις τε, κἂν συντεθῇ χρόνον τινά· ἕλκεται γὰρ ἡ ὑγρότης. Τὸ δὴ γλίσχρον εἰσδυόμενον ἐξάγει τὸ ὀξύ. Καὶ γὰρ ὅτι συγγενὴς ἡ ὀξύτης σημαίνει· ἔχει γάρ τινα ὀξύτητα ὁ χυλός. Ὁ δὲ ἃλς συντήκων ἐξάγει καὶ τὴν ὀξύτητα.
- 10. Διὰ τί οὖν ἡ κονία καὶ τὸ νίτρον οὔ;
Ἢ ὅτι στύφει καὶ οὐ τήκει;