Προβλήματα/21
←Ὅσα περὶ θάμνους καὶ λαχανώδη | Ὅσα περὶ ἄλφιτα καὶ μάζαν καὶ τὰ ὅμοια Συγγραφέας: Προβλήματα |
Ὅσα περὶ ὀπώραν→ |
Bekker, Aristoteles Opera Omnia, 927a-929b |
- ΚΑ. ΟΣΑ ΠΕΡΙ ΑΛΦΙΤΑ ΚΑΙ ΜΑΖΑΝ ΚΑΙ ΤΑ ΟΜΟΙΑ.
Διὰ τί ἡ πτισάνη καὶ τὸ ἄλευρον ἐλαίου ἐπιχεομένου
λευκότερα γίνεται; καίτοι τὸ ἔλαιον πυρρόν. ἢ ὅτι πέφυκε
μιγνύμενον τῷ ὑγρῷ ἀφρίζειν; τοῦτο δὲ ἡ λευκότης. ἡ δὲ
μῖξις τρίψει καὶ κινήσει. μίγνυται δὲ μᾶλλον τοῖς σωμα-
τικοῖς· ἐν δὲ τοῖς ἑψήμασι τοῦτο συμβαίνει, διὸ καὶ λευκό-
τερα ποιεῖ.
Διὰ τί ἡ ἐκ τοῦ πυροῦ τροφὴ μάλιστα ἁρμόττει τοῖς
σώμασι καὶ μᾶλλον τρόφιμος ἢ ἡ ἐκ τῶν κριθῶν; ἢ διότι
μετρίαν ἔχει γλισχρότητα; δεῖ δὲ τὴν τροφὴν ἔχειν τοῦτο·
προσφῦναι γὰρ δεῖ καὶ προσκολληθῆναι τῷ σώματι· οὗ
αἴτιον τὸ γλίσχρον. ἀλλὰ ψαθυρώτερον· διὸ αἱ τετριμμέ-
ναι σφόδρα μᾶζαι τροφιμώτεραι τῶν ἀτρίπτων.
Διὰ τί τῶν μὲν ἀλεύρων τὰ πρῶτα, τῶν δὲ ἀλφίτων
τὰ τελευταῖα λαμπρότερα; ἢ διότι τὸ μὲν καπυρὸν ὂν πε-
ριθραύεται, τὸ δὲ μαλακὸν ἐνθλίβεται; λαμπρότερον δὲ ἐν
ἀμφοτέροις τὸ ἐντός.
Διὰ τί οἱ ἄρτοι λευκότεροι φαίνονται ψυχροὶ ὄντες ἢ
θερμοί; ἢ διὰ τὴν αὐτὴν αἰτίαν τρόπον τινὰ καὶ τὸ ἔλαιον
λευκότερον τοῦ προσφάτου τὸ παλαιόν; αἴτιον γὰρ τῆς με-
λανίας τὸ ὕδωρ, τοῦτο δὲ ἐν ἀμφοτέροις πλεῖον προσφάτοις
οὖσιν· χρονιζομένοις δὲ διὰ τὸ ἐξατμίζειν λείπεται ἔλαττον
τὸ ἐπιπολῆς. ἐξατμίζει δὲ τοῦ μὲν ἐλαίου ἢ ὁ χρόνος ἢ ὁ
ἥλιος· ἐκ δὲ τῶν ἄρτων ψυχομένων τὸ θερμὸν ἐξιὸν ψυ-
χρῶν μὲν ὄντων ἐξελήλυθεν, ἐν δὲ θερμοῖς οὖσιν ἔτι ἔνεστιν.
Διὰ τί οἱ ἄναλοι ἄρτοι πλείονα σταθμὸν ἔχουσι τῶν
ἡλισμένων, τῶν ἁλῶν αὐτοῖς ἴσων ὑπαρχόντων; εἰκὸς δὲ
ἦν τοὐναντίον· οἱ γὰρ ἅλες πρόσκεινταί τε καὶ βαρύτεροι τοῦ
ὕδατός εἰσιν. ἢ ὅτι ξηραίνουσιν οἱ ἅλες; διὸ καὶ σώζεται
ἄσηπτα τὰ τεταριχευμένα· ἀναλίσκεται γὰρ καὶ ξηραίνε-
ται τὸ ὑγρὸν ὑπ' αὐτῶν, ὃ σήπεται ὑπὸ τοῦ θερμοῦ. καὶ
ἐν τῷ ἄρτῳ οὖν ἀναλίσκεται τὸ ὑγρὸν ὑπὸ τοῦ ἁλός, καὶ
ἀποπνεῖ ἔξω. διὸ καὶ οἱ ἕωλοι ἄρτοι κουφότεροί εἰσι τῶν
θερμῶν, ψυχρότεροι ὄντες. ἐν δὲ τοῖς μὴ ἡλισμένοις τοῦτο
τὸ ὑγρὸν πλεῖον ἐνυπάρχον ποιεῖ βαρυτέρους αὐτούς.
Διὰ τί οἱ μὲν ψυχροὶ ἄρτοι ἂν βρεχθέντες ἅψωνται
ἀλλήλων, οὐ συνέχονται, οἱ δὲ θερμοί; ἢ ὅτι οἱ μὲν ψυ-
χροὶ μετὰ τῆς ἀτμίδος ἀφιᾶσι τὸ ἐν αὑτοῖς γλίσχρον
ὑγρόν, οὗ ἐξελθόντος οὐ κολλῶνται (τὸ γὰρ ὕδωρ ᾧ ἐβρέχ-
θησαν, ψαθυρώτερόν ἐστιν), οἱ δὲ θερμοὶ ἔχουσί τινα γλι-
σχρότητα. ὅταν μὲν οὖν βεβρεγμένων αὐτῶν ἡ ἀτμὶς ἐξίῃ,
τὸ μὲν θερμὸν διαπνεῖ διὰ λεπτότητα, τὸ δὲ κολλῶδες
συνεξιὸν αὐτῷ καὶ μιγνύμενον τῷ ὑγρῷ προσέρχεσθαι
ποιεῖ ἐν αὐτοῖς.
Διὰ τί τῶν ἀλεύρων τὰ ἄλφιτα λαμπρότερά ἐστι,
τῶν δὲ ἀλφίτων τὰ τελευταῖα; ἢ ὅτι τὸ μὲν ἄλφιτον
καπυρὸν ὂν περιθραύεται, οἷον μάλιστα πάσχει πλεῖστον
χρόνον κοπτόμενον, τὸ δὲ μαλακὸν καὶ λεπτὸν ἄλευρον,
ὅ ἐστιν ἐντὸς τοῦ πυροῦ, ἐκθλίβεται πρῶτον. λαμπρότατον δέ
ἐστιν ἐν ἀμφοτέροις τὸ ἐντός.
Διὰ τί ἡ μὲν μᾶζα ὅσῳ ἂν μᾶλλον τριφθῇ, δυς-
διαχωρητοτέρα γίνεται, ὁ δὲ ἄρτος εὐδιαχωρητότερος; ἢ
διὰ τὸ τριφθῆναι σφόδρα τὸ σταῖς μικρότερον γίνεται; τὸ
δὲ γλίσχρον τοιοῦτόν ἐστιν, ὑπὸ δὲ τοῦ πυρὸς πάντοθεν ἐξῄ-
ρηται τὸ ὑγρὸν τοῦ ἄρτου, ὥστε ψαθυρώτερον γίνεται τοῦ ὑγροῦ
ἐξαιρεθέντος ὅλως, ὅσῳ ἂν μᾶλλον τριφθῇ, διὰ τὸ ἐν τῇ
τρίψει μικρομερέστερον γεγονέναι· τὸ δὲ ψαθυρὸν εὐπεπτό-
τερόν ἐστιν. ἡ δὲ μᾶζα ὅσῳ ἂν μᾶλλον τριφθῇ, γλισχρο-
τέρα γίνεται τοῦ ὑγροῦ μεμιγμένου· τὸ δὲ γλίσχρον οὐκ
εὐδιαίρετον. τὰ δὲ τοιαῦτα δύσπεπτά ἐστιν· δεῖ γὰρ τὸ
πεφθησόμενον διαιρεθῆναι εἰς μικρά.
Διὰ τί ἡ μὲν μᾶζα τριβομένη ἐλάττων γίνεται, τὸ
δὲ σταῖς μεῖζον; ἢ ὅτι τὸ μὲν ἄλφιτον βρεχθὲν καὶ τρι-
βόμενον συνίζει τῇ τοῦ ὑγροῦ κολλήσει διὰ τὸ ἀραιὸν εἶναι
καὶ χονδρόν, τὸ δὲ ἄλευρον μετεωρίζεται διὰ τὸ πυκνὸν
εἶναι σφόδρα; τὰ γὰρ πυκνὰ τριβόμενα θερμαίνεται, θερ-
μαινόμενα δὲ καὶ πνευματούμενα μετεωρίζεται, καθάπερ
καὶ ἡ σάρξ.
Διὰ τί δὲ πυρούμενον τὸ σταῖς μεῖζον γίνεται ἢ ἡ
μᾶζα; ἢ ὅτι ἔχει ὑγρὸν οὐ κεχωρισμένον, ὥστε ἐξιέναι θερ-
μαινόμενον διὰ τὴν τρῖψιν· ἐξ οὗ θερμαινομένου πνεῦμα γί-
νεται, ἐκ δὲ τοῦ πλείονος ὑγροῦ ἀνάγκη γίνεσθαι πλεῖον
πνεῦμα.
Διὰ τί τοῦ μέλιτος κολλητικωτέρου ὄντος ἢ τοῦ ὕδατος,
τὸ τῷ μελικράτῳ φυραθὲν ἄλευρον ψαθυρώτερον γίνεται,
ὅταν ἑψηθῇ ἢ ὀπτηθῇ, ἢ τὸ τῷ ὕδατι; ἢ διότι τὸ μὲν ὑπὸ
τοῦ πυρὸς πήγνυται καὶ συνίσταται, τὸ ὕδωρ, τὸ δὲ μέλι
συνιστᾷ μὲν ἀλλ' ἐπιξηραίνει, διὸ μᾶλλον ψαθυρὸν ποιεῖ·
ἡ γὰρ ψαθυρότης ὑπὸ ξηρασίας γίνεται.
Διὰ τί οἱ δίπυροι ἄρτοι ψυχθέντες οὐ γίνονται σκλη-
ροί; ἢ ὅτι ἔχει τινὰ ἐν αὑτῷ ὁ πυρὸς γλυκὺν καὶ γλί-
σχρον χυμόν, ὅς ἐστιν αὐτοῦ καθάπερ ψυχή; σημεῖον δέ·
ξηραινόμενος μὲν γὰρ ὅλως κενοῦται, νοτιῶν δὲ ἐκφύεται.
τοῦ οὖν χυμοῦ τούτου ἐνυπάρχοντος καὶ ἐν τῷ ἀλεύρῳ καὶ
μάλιστα τῷ καθαρωτάτῳ, σταιτὸς γενομένου τοῦ ἀλεύρου καὶ
τριβομένου συμβαίνει αὐτό. σημεῖον δέ· ἑψόμενον γὰρ
διαχωρητικώτερον γίνεται, ὀπτωμένου μὲν οὖν τὸ πρῶτον τοῦ
ἄρτου, τὸ ψαθυρὸν καὶ ἐλαφρὸν τοῦ δὲ ὑγροῦ τοῦ ἐκ τοῦ ἄρ-
του ἀπατμίζει, καὶ τοῦ ἀλεύρου τὸ ἀχυρωδέστατον ἀπο-
καίεται. ἐξαιρεθέντος δὲ καὶ τριβομένου πάλιν τοῦ σταιτός,
τό τε τοῦ ἀλεύρου λειότατον καὶ τοῦ ὑγροῦ γλισχρότατον
λειπόμενα μίγνυται μᾶλλον ἑαυτοῖς, διά τε τὸ τοιαῦτα
καὶ μᾶλλον γεγονέναι, καὶ διὰ τὴν πύρωσιν· βαφῇ γὰρ
ἡ μῖξις αὐτῶν ὁμοία γίνεται, ὥστε γίνεσθαι τὸ ὕστερον
τριφθὲν σταῖς ὅμοιον τῷ ἑψομένῳ ἀλεύρῳ. καὶ γὰρ ἐκεῖνο,
τριφθέντος τοῦ σταιτὸς καὶ λειφθέντος τοῦ λεπτοτάτου ἀλεύρου
καὶ τοῦ γλισχροτάτου ὑγροῦ, πυρωθὲν κολλῶδες γίνεται καὶ
ἀνεξίκμαστον· τό τε γὰρ γλίσχρον δυσδιαίρετον, καὶ τὸ
πυκνὸν οὐθὲν δι' αὑτοῦ προΐεται. ὑγρότατον οὖν τοῦτο, καὶ
διὰ πυρὸς πάσχει ἄρτος διὰ τὰ εἰρημένα· ἔχων δὲ ἀεὶ
ὑγρότητα οὐ γίνεται σκληρός.
Διὰ τί τῆς τροφῆς καὶ τῆς ξηρᾶς καὶ τῆς ὑγρᾶς
ἐνίοις δυνάμεθα πολὺν χρόνον χρῆσθαι, οἷον τῇ γινομένῃ
τροφῇ ἐξ ἀλφίτων καὶ ἀλεύρων καὶ τοῖς οἴνοις τοῖς αὐστη-
ροῖς καὶ ὕδατι, τοῖς δὲ οὐ δυνάμεθα, καὶ ταῦτα ἡδίοσιν
οὖσιν; ἢ ὅτι τὰ μέν ἐστι τῶν προσφερομένων ἐπιπολαστικὰ
καὶ τρόφιμα, ὥστε καὶ ὅταν κενωθῶσι, τῆς πρώτης τροφῆς
ἀναλωθείσης ἔτι ἔνεστιν ἐν τῷ σώματι πολλὴ δύναμις, ὡς
μὲν πρὸς τὴν πρώτην ἐργασίαν τοῦ σώματος πεφθεῖσα,
ὡς δὲ πρὸς τὸ τέλος καὶ τὴν ἐκ διαδοχῆς γινομένην ἄπε-
πτος; τοιαῦτα δέ ἐστι καὶ τῶν ἡδέων τὰ πλεῖστα. τὰ μὲν
γὰρ λιπαρὰ καὶ γλυκέα καὶ πίονα ἥδιστα δοκεῖ εἶναι
γευομένοις ἡμῖν, ταῦτα δέ ἐστι πάντα τὰ τρόφιμα καὶ
οὐκ ἄπεπτα καὶ ἐπιπολαστικά, ἐν ᾗ ἂν ᾖ διαφορᾷ· ὥστε
ἔναυλον εἶναι τὴν δύναμιν, ἐάν τις αὐτῶν πληρωθῇ καὶ
μὴ ταχὺ ἐκλίπῃ τὴν αἴσθησιν. οὐ γὰρ μόνον ἐν τῇ κοι-
λίᾳ ἐνόντων γίνεται ἡ πλήρωσις, ἀλλὰ καὶ διαδοθείσης
τῆς τροφῆς ἐν ἄλλοις μέρεσιν. ἢ οὐ μόνον τοῦτο αἴτιον,
ἀλλὰ καὶ τὸ τῇ φύσει ἔνια σύμμετρα εἶναι καὶ οἰκεῖα
ἡμῖν; πάντα γὰρ τὰ τοιαῦτα διὰ τὸ κατὰ φύσιν εἶναι
μᾶλλον προσίεται τὰ σώματα, τὰ δὲ παρὰ φύσιν ἧττον.
ἄλλα τε ἄλλῃ κράσει ἁρμόττει, οἷον τὸ μέλι ταῖς με-
λίτταις κατὰ φύσιν ἐστὶν ὥστε προσφέρεσθαι μόνον· καίτοι
ἀσθενεῖς γέ εἰσι τὴν δύναμιν. ὥστε δεῖ λείπειν τὸ ἀναλι-
σκόμενον, ἀλλ' εἶναι ἀνάλογον τὸ πλῆθος πρὸς τὴν ἰσχὺν
τὴν ἀπὸ τῶν ἀνθρώπων· ὥστε ὅσα τῶν ἡδέων τοιαῦτά ἐστι,
διὰ μὲν τὸ ἐν τῇ φύσει ἧττον ὑπάρχειν ἡδέα φαίνεται,
ὀλίγον δὲ χρόνον· εἶτα πληροῖ ταχύ. τῶν δὲ κατὰ φύσιν
ἀεὶ δέονται, ὥστε καὶ προσφερομένων συνεχῶς δι' αὐτὰ
οὐ τῶν ἡδίστων, ἀλλ' ἑτέρων ἧττον πληροῦνται.
Διὰ τί τὰ αὐτὰ συνεθιζομένοις τε ἡδέα φαίνεται καὶ
λίαν συνεχῶς προσφερομένοις οὐχ ἡδέα; τὸ δὲ ἔθος ἐστὶ τὸ
πολλάκις καὶ συνεχῶς τι ποιεῖν. ἢ ὅτι τὸ μὲν ἔθος ἕξιν
δεκτικήν τινος ἐν ἡμῖν ποιεῖ, οὐ πλήρωσιν, τὸ δὲ συνεχῶς
προσφέρεσθαί τι πληροῖ τὴν ἐπιθυμίαν, καὶ καθάπερ αἴτιον;
ἔστι γάρ τι καὶ ἡ ἐπιθυμία. αἱ μὲν οὖν ἕξεις γυμναζό-
μεναι αὔξονται καὶ ἐπιδιδόασιν· τὰ δὲ ἀγγεῖα σαττόμενα
οὐδὲν μείζω γίνεται. διόπερ τὸ μὲν ἔθος ὂν γυμνάσιον
αὔξει τὴν δεκτικὴν ἕξιν· τὸ δὲ συνεχῶς προσφερόμενον
σάττει μὲν καὶ πληροῖ τὴν ἐπιθυμίαν, ἧς πληρωθείσης
οὐκέτι προσιέμεθα, αὔξει δὲ οὐθὲν αὐτὴν διὰ τὰ προειρημένα
ἐπὶ τῆς σάξεως. ἔτι τὸ ἔθος οὐ τῷ ἀεὶ ἡδύνειν ἡδύ ἐστι
(λυπεῖ γὰρ καὶ τὰ τοιαῦτα, ἐάν τις συνεχῶς ποιῇ) ἀλλὰ
τῷ τὴν ἀρχὴν τοῦ ἔργου ἡδέως ἡμᾶς προσίεσθαι, καὶ πλείω
χρόνον δύνασθαι ταὐτὸν ποιεῖν ἢ ἀσυνήθεις ὄντας. ἐν ᾧ
οὖν καὶ τοῦτο λυπεῖ ἡδὺ ὄν, ἐν ταὐτῷ καὶ τὰ ἄλλα ἡδέα.
συνεχῶς γὰρ γινόμενα ἢ προσφερόμενα ἀμφότερα λυπεῖ.
αἴτιον δὲ τὸ μὴ ἀπείρους ἡμᾶς ἐν αὐτοῖς δυνάμεις ἔχειν
τὰς δεκτικὰς καὶ ποιητικάς, ἀλλὰ πεπερασμένας, αἳ τυγ-
χάνουσαι τοῦ συμμέτρου αὐταῖς (τοῦτο γὰρ συνεχῶς ἐστὶν
αἰσθητὸν εἰς ἐπίδοσιν) αἱ μὲν πληροῦνται, αἱ δὲ ἀδυνατοῦσιν
ἐνεργεῖν.
Διὰ τί τὸ μὲν σταῖς γίνεται τριβόμενον λευκόν, ἡ δὲ
μᾶζα μελαντέρα; πότερον ὅτι ξηραίνεται μᾶλλον τὸ ἐπι-
πολῆς ἐν τῷ ἀλφίτῳ, οἷον ἐν ὑγρῷ θερμόν, ὃ ποιεῖ τὴν
λευκότητα; ἢ διὰ τὸ πεπυρῶσθαι ἕλκει τὸ ὑγρὸν εἰς αὑτό,
μεγαλομερέστερον ὄν.
Διὰ τί τὰ ἄλφιτα μᾶλλον τῷ ὕδατι συμμένει φυ-
ρόμενα ἢ τῷ ἐλαίῳ, ὄντι γλισχροτέρῳ; καίτοι κολλητικώ-
τερον τὸ γλίσχρον, τὸ δὲ ἔλαιον τοῦ ὕδατος γλισχρότερον,
ἢ ὅτι λεπτότερον τὸ ὕδωρ, ὥστε εἰσέρχεται εἰς ἅπαν καὶ
μαλακὰ ποιεῖ, συμφύεταί τε μᾶλλον καὶ συνθλίβεται
πρὸς ἄλληλα, καίτοι θλιβόμενα καὶ χωρὶς τῆς τρίψεως.
Διὰ τί οἱ ἄτριπτοι ἄρτοι καὶ οἱ σφόδρα τετριμμένοι
ῥήγνυνται; ἢ ὅτι οἱ μὲν ἄτριπτοι διὰ τὸ ἀσύνδετοι εἶναι; ἡ
γὰρ τρῖψις συνδεῖ· προωδοποίηνται οὖν τὸ ῥήγνυσθαι. ἔτι
ἀμιγὲς καὶ πολὺ ἔχουσι τὸ ὑγρόν. οἱ δὲ τετριμμένοι σφό-
δρα λίαν εἰσὶ ξηροὶ διὰ τὸ ὀλίγον ἔχειν ὑγρόν· θερμαινο-
μένων γὰρ πᾶν ἐξέρχεται. ὥστε ἄμφω διὰ τὸ πολὺ ὑγρὸν
ἐξιέναι ῥήγνυνται· πολὺ γὰρ ἐν μὲν τοῖς ἀτρίπτοις ἁπλῶς
ἔνεστιν, ἐν δὲ τοῖς τετριμμένοις πρὸς τὸ ὑπόλοιπον.
Διὰ τί κουφότερον τὸ φύραμα γίνεται ἢ ἄμφω, τό τε
ὑγρὸν καὶ τὸ ἄλφιτον; πότερον ὅτι μιγνυμένων πνεῦμα
συγκατακλείεται; ἢ ὅτι ὑπὸ τοῦ θερμοῦ τοῦ ἐν τοῖς ἀλφίτοις
ἐξατμίζεται τοῦ ὕδατος, ὥστε ἔλαττον γίνεται τὸ μεμιγμέ-
νον; ὁ δὲ ἀήρ, εἰ καὶ μίγνυται, οὐθὲν ἂν κουφότερον ποιοῖ·
ἔχει γὰρ βάρος καὶ ὁ ἀὴρ ἐν τῷ ἀέρι.
Διὰ τί μετὰ τοῦ ἀλφίτου πινόμενον τὸ γάλα καὶ ὁ
γλυκὺς φαίνεται γλυκύτερα; πότερον παρὰ τὸ μὴ γλυκὺ
μᾶλλον φαίνεται; τὸ γὰρ ἄλφιτον οὐ γλυκύ. ἢ ὅτι ἐνδια-
τρίβει τὸ ἄλφιτον ἔχον γλυκύτητα, ὥστε πλείονι χρόνῳ ἡ
αἴσθησις.
Διὰ τί ἧττον ἄκρατον φαίνεται τὸ αὐτὸ πόμα μετὰ
τοῦ ἀλφίτου πινόμενον; πότερον ἢ ὅτι κεράννυσιν ἄλλο ἔχον
μετ' ἄλλου; ἢ ὅτι ἀντιφράττει τῷ πόματι καὶ ἀφανίζει,
ἀντισπῶν εἰς αὑτό;
Διὰ τί ὁ χόνδρος πλεῖον ὕδωρ δέχεται ἢ οἱ πυροὶ ἐξ
ὧν ὁ τοιοῦτος ἐγένετο χόνδρος; ἢ ὅτι ἄλευρά πώς ἐστιν ὁ
χόνδρος, τὰ δὲ ἄλευρα πλεῖον δέχεται. καὶ γὰρ γίνεται ὁ
ὄγκος πλείων ἢ ὁ τῶν πυρῶν· σέσακται γὰρ καὶ τὰ ἐν τοῖς
πυροῖς. τὰ δὲ πλείω χωρεῖ πλεῖον. καὶ τοῦτο καὶ ὅτι ἔχει
θερμότητα καὶ τὰ ἄλευρα καὶ ὁ χόνδρος. τὸ δὲ θερμὸν καὶ
ἕλκει μᾶλλον τὸ ὑγρόν, καὶ ἐξαναλίσκει ἐξατμίζον.
Διὰ τί τὸ ἄλευρον τριβόμενον μεῖζον πολὺ γίνεται ἢ
τὸ ἄλφιτον κατὰ λόγον; ἢ ὅτι τὸ μὲν πολὺ ὕδωρ δέχεται,
τὸ δὲ ὀλίγον; διὰ τί δὲ δέχεται πλεῖον; μᾶλλον γὰρ εἰκὸς
τὸ ἄλφιτον· πεπύρωται γάρ, τὸ δὲ ἄπυρον· μᾶλλον δὲ
ξηρὸν τὸ πεπυρωμένον. ἢ διότι τρῖψιν μᾶλλον δέχεται τὸ
ἄλευρον; τούτου δὲ αἴτιον τὸ μικρομερέστερον εἶναι. ὥσπερ οὖν
ὁσαπλάσιόν ἐστι δυνάμει τῇ μικρότητι, τοσαυταπλάσιον δέ-
χεται τὸ ὕδωρ. κόλλῃ γὰρ χρῆται τῷ ὕδατι, ὥσπερ καὶ
Ἐμπεδοκλῆς μετήνεγκεν ἐν τοῖς Περσικοῖς εἰπὼν “ἄλφιτον
ὕδατι κολλήσας.” καὶ ἀναλίσκει πολὺ διὰ τοῦτο.
Διὰ τί δὲ καὶ πεπυρωμένον τὸ σταῖς μεῖζον γίνεται ἢ
ἡ μᾶζα; ἢ ὅτι ἔχει ὑγρὸν οὐ κεχωρισμένον, ὥστε ἐξιέναι
θερμαινόμενον, οὐ πνεῦμα γινόμενον, καὶ οὐ δυνάμενον ἐξιέναι
ὁμοίως καὶ ἐν τῇ μάζῃ διὰ τὴν πυκνότητα τοῦ σταιτός; πυ-
κνὸν γὰρ τὸ ἐκ μικρομερεστέρων. αἴρει οὖν, καὶ ποιεῖ τὸν
ὄγκον. ἔτι δὲ καὶ πλεῖον ἔχει τὸ ὑγρόν, ἐξ οὗ θερμαινο-
μένου πνεῦμα γίνεται· ἐκ δὲ τοῦ πλείονος ἀνάγκη γίνεσθαι
πλεῖον.
Διὰ τί οἱ περὶ τὴν τῶν σιτίων ἐργασίαν, οἱ μὲν περὶ
τὰς κριθὰς ἄχροοι γίνονται καὶ καταρροϊκοί, οἱ δὲ περὶ τοὺς
πυροὺς εὐεκτικοί; ἢ διότι εὐπεπτότερος ὁ πυρὸς τῆς κριθῆς,
διόπερ καὶ αἱ ἀπόρροιαι;
Διὰ τί ὁ ἄρτος, ἐὰν μέν τις αὐτὸν ὀπτᾷ, σκληρότερος
γίνεται, ἐὰν δέ τις αὐτὸν χλιαίνῃ, ὑγρότερος ἄχρι τινός; ἢ
ὅτι ὀπτωμένου αὐτοῦ τὸ ὑγρὸν ἐκπορεύεται; σκληρότερος οὖν
γίνεται· ἐπιθερμαινομένου δὲ τὸ ὑγρὸν συσταθὲν διαχεῖται
ὑπὸ τοῦ πυρός, διὸ ὑγρότεροι γίνονται.
Διὰ τί τὰ μὲν ἄλευρα ψυχόμενα ἧττον σάττεται, τὰ
δὲ ἄλφιτα μᾶλλον; ἢ ὅτι τὰ μὲν μικρομερῆ οὐ διαλείπει
χώραν, καὶ τὰ βαρέα τῇ θλίψει τὰ πλείω ἐλάττω κατέ-
χει τὸ ἴσον; τὰ μὲν οὖν ἄλφιτα ἁδρά ἐστιν. ψυχόμενα οὖν
ἐλάττω γίνεται, ὥστε τὸ ἔλαττον συμπιέζει τὸ πλέον. τὰ
δὲ ἄλευρα ὑπάρχει μὲν μικρομερῆ ὄντα, ὥστε οὐ διὰ τοῦτο
ψύχεται, ἀλλ' ἵνα ᾖ κουφότερα καὶ μὴ σάττηται διὰ τὴν
θλῖψιν· βαρύτερον γὰρ φύσει τὸ ἄλευρον τοῦ ἀλφίτου ἐστίν.