Προβλήματα/18
←Ὅσα περὶ ἔμψυχα | Ὅσα περὶ φιλολογίαν Συγγραφέας: Προβλήματα |
Ὅσα περὶ ἀρμονίαν→ |
Bekker, Aristoteles Opera Omnia, 916a-917b |
- ΙΗ. ΟΣΑ ΠΕΡΙ ΦΙΛΟΛΟΓΙΑΝ.
Διὰ τί τοὺς μέν, ἐὰν ἄρξωνται ἀναγινώσκειν, ὕπνος
λαμβάνει καὶ μὴ βουλομένους, τοὺς δὲ βουλομένους προσεγρη-
γορέναι, ὅταν λάβωσι τὸ βιβλίον; ἢ ὅσοις μέν εἰσι πνευ-
ματικαὶ κινήσεις διὰ ψυχρότητα φύσεως ἢ μελαγχολικῶν
χυμῶν, δι' οὓς περίττωμα γίνεται πνευματικὸν ἄπεπτον διὰ
ψυχρότητα, τούτοις ὅταν μὲν κινῆται ἡ διάνοια καὶ μὴ νοήσῃ
ἐπιστήσασά τι, ἐκκρούεται τῇ ἑτέρᾳ κινήσει οὔσῃ καταψυκτικῇ,
διὸ μᾶλλον καθεύδουσιν. ὅταν δὲ ἐρείσωσι πρός τι ἐν τῇ δια-
νοίᾳ, ὅπερ ἡ ἀνάγνωσις ποιεῖ, κινοῦνται ὑπὸ τῆς θερμαντικῆς
κινήσεως οὐκ ἐκκρουομένης ὑπ' οὐδενός, ὥστε οὐ δύνανται καθεύ-
δειν. τῶν δὲ κατὰ φύσιν ἐχόντων ὅταν στῇ πρὸς ἓν ἡ διά-
νοια καὶ μὴ μεταβάλλῃ πολλαχῇ ἰσχυροτάτη οὖσα, ἴσχε-
ται καὶ τὰ ἄλλα ὅσα ἐστὶ περὶ τὸν τόπον τοῦτον, ὧν ἠρέμη-
σις ὁ ὕπνος ἐστίν. ὅταν δὲ στῇ καὶ οἷον κοπιάσῃ ὁ νοῦς, βα-
ρύνει τὴν κεφαλὴν ὢν ἐν αὐτῇ καὶ ποιεῖ τὸν ὕπνον. κινου-
μένης δὲ τῆς ψυχῆς κατὰ φύσιν οὐ καθεύδει· ζῇ γὰρ τότε
μάλιστα. τὸ δ' ἐγρηγορέναι τοῦ ζῆν αἴτιόν ἐστιν ἢ τὸ κα-
θεύδειν.
Διὰ τί οἱ ἐριστικοὶ λόγοι γυμναστικοί εἰσιν; ἢ ὅτι ἔχουσι
τὸ νικᾶν ἢ ἡττᾶσθαι πυκνόν. φιλονείκους οὖν εὐθὺς ποιοῦσιν·
καὶ γὰρ νικῶντες διὰ τὸ χαίρειν προάγονται μᾶλλον ἐρίζειν
καὶ ἡττώμενοι ὡς ἀναμαχούμενοι. καὶ οἱ ἐν τοῖς ἄλλοις
ἀγῶσι ταὐτό· διὸ καὶ μαχόμενοι καὶ ἥττους ὄντες πολλά-
κις οὐ βούλονται διαλύεσθαι.
Διὰ τί τοῖς παραδείγμασι χαίρουσιν ἄνθρωποι ἐν ταῖς
ῥητορείαις καὶ τοῖς λόγοις μᾶλλον τῶν ἐνθυμημάτων; ἢ ὅτι
τῷ τε μανθάνειν χαίρουσι καὶ τῷ ταχύ, ῥᾷον δὲ διὰ τῶν
παραδειγμάτων καὶ τῶν λόγων μανθάνουσιν· ἃ γὰρ ἴσασιν,
ἔστι ταῦτα καὶ ἐπὶ μέρους, τὰ δὲ ἐνθυμήματα ἀπόδειξίς
ἐστιν ἐκ τῶν καθόλου, ἃ ἧττον ἴσμεν ἢ τὰ μέρη. ἔτι οἷς ἂν
μαρτυρῶσι πλείους, μᾶλλον πιστεύομεν, τὰ δὲ παραδείγματα
καὶ οἱ λόγοι μαρτυρίαις ἐοίκασιν· αἱ δὲ διὰ τῶν μαρτύρων
ῥᾴδιοι πίστεις. ἔτι τὸ ὅμοιον μανθάνουσιν ἡδέως, τὸ δὲ παρά-
δειγμα καὶ οἱ μῦθοι τὸ ὅμοιον δεικνύουσιν.
Διὰ τί ῥήτορα μὲν καὶ στρατηγὸν καὶ χρηματιστὴν λέ-
γομεν δεινόν, αὐλητὴν δὲ καὶ ὑποκριτὴν οὐ λέγομεν; ἢ ὅτι
τῶν μὲν ἡ δύναμις ἄνευ πλεονεξίας (ἡδονῆς γὰρ στοχαστική
ἐστι), τῶν δὲ πρὸς τὸ πλεονεκτεῖν· ῥήτωρ γὰρ καὶ στρατηγὸς
καὶ χρηματιστὴς ἀγαθός ἐστιν ὁ δυνάμενος πλέον ἔχειν, ἡ
δὲ δεινότης μάλιστα ἐν τῷ πλεονεκτεῖν ἐστίν.
Διὰ τί τὸν φιλόσοφον τοῦ ῥήτορος οἴονται διαφέρειν; ἢ
ὅτι ὁ μὲν τί ἐστιν ἀδικία, ὁ δὲ ὡς ἄδικος ὁ δεῖνα, καὶ ὁ μὲν
ὅτι τύραννος, ὁ δὲ οἷον ἡ τυραννίς.
Διὰ τί, ἅπερ ἄν τίνες προέλωνται, ἐνδιατρίβουσι τούτοις
ἐνίοτε φαύλοις οὖσι μᾶλλον ἢ ἐν τοῖς σπουδαιοτέροις, οἷον
θαυματοποιὸς ἢ μῖμος ἢ συρικτὴς μᾶλλον ἢ ἀστρονόμος ἢ
ῥήτωρ εἶναι ἂν βούλοιτο ὁ ταῦτα προελόμενος. ἢ ὅτι βούλον-
ται μὲν ἔνιοι τὰ σπουδαιότατα μεταχειρίζεσθαι, διὰ δὲ τὸ
μὴ πιστεύειν ἑαυτοῖς ὡς δυνησομένοις, διὰ τοῦτο οὐ πράττουσιν;
ἢ ὅτι ἐν οἷς οἴεται ἕκαστος κρατιστεύειν, ταῦτα προαιρεῖται·
ὃ δὲ αἱρεῖται, καὶ ἐπὶ τοῦτ' ἐπείξεται, νέμων τὸ πλεῖστον
ἡμέρας αὐτῷ μέρος, ἵνα αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν.
ὅ τι δὲ ἄν τινες ἐξ ἀρχῆς προέλωνται καὶ οἷς ἂν συνεθι-
σθῶσιν, οὐδὲ κρίνειν ἔτι δύνανται τὰ βελτίω· διέφθαρται γὰρ
ἡ διάνοια διὰ φαύλας προαιρέσεις.
Διὰ τί τοὺς μέν, ἂν ἄρξωνται ἀναγινώσκειν, ὕπνος λαμ-
βάνει καὶ μὴ βουλομένους, τοὺς δὲ οὐ βουλομένους ποιεῖ δύνα-
σθαι, ὅταν λάβωσι βιβλίον; ἢ ὅσοις μέν εἰσι πνευματικαὶ
κινήσεις διὰ ψυχρότητα φύσεως ἢ μελαγχολικῶν χυμῶν,
δι' οὓς περίττωμα γίνεται πνευματικὸν ἄπεπτον διὰ ψυχρό-
τητα, τούτοις ὅταν μὲν κινῆται ἡ διάνοια καὶ μὴ νοῇ ἐπιστή-
σασά τι, ἐκκρούεται ἡ ἑτέρα κίνησις, διὸ μᾶλλον μεταβάλ-
λοντες πολὺ τὴν διάνοιαν καθεύδουσιν· ἡττᾶται γὰρ ἡ πνευ-
ματική. ὅταν δὲ ἐρείσωσι πρός τι τὴν διάνοιαν, ὅπερ ἡ ἀνά-
γνωσις ποιεῖ, κινοῦνται ὑπὸ τῆς πνευματικῆς κινήσεως, οὐκ
ἐκκρουομένης ὑπ' οὐδενός, ὥστε οὐ δύνανται καθεύδειν. τῶν δὲ
κατὰ φύσιν ἐχόντων ὅταν στῇ πρὸς ἓν ἡ διάνοια καὶ μὴ
μεταβάλλῃ πολλαχῇ, ἵσταται καὶ τὰ ἄλλα ὅσα περὶ τὸν
τόπον, ὧν ἠρέμησις ὁ ὕπνος ἐστίν. ἑνὸς γὰρ κυρίου στάντος,
ὥσπερ ἐν τροπῇ, καὶ τὰ ἄλλα μόρια ἵστασθαι πέφυκεν.
φύσει γὰρ ἄνω τὸ κοῦφον φέρεται, τὸ δὲ βαρὺ κάτω. ὅταν
οὖν ἡ ψυχὴ κινῆται κατὰ φύσιν, οὐ καθεύδει· οὕτω γὰρ ἔχει.
ὅταν δὲ στῇ καὶ οἷον κοπιάσῃ, ὁ μὲν νοῦς μεταβάλλει, καὶ
ἄνω τὰ σωματώδη πρὸς τὴν κεφαλὴν ἰόντα ποιεῖ τὸν ὕπνον.
δόξειε δ' ἂν ἡ ἀνάγνωσις κωλύειν καθεύδειν. ἔστι δὲ οὐ διὰ
τὸ νοεῖν (ὥρισται γὰρ τότε μᾶλλον ἡ ψυχή) ἀλλὰ διὰ τὸ
μεταβάλλειν ἡ ἀγρυπνία, ἐπεὶ καὶ νοήσεις αἱ τοιαῦται
ἄγρυπνοί εἰσιν, ἐν αἷς ζητεῖ ἡ ψυχὴ καὶ ἀπορεῖ, ἀλλ' οὐκ
ἐν αἷς ἀεὶ θεωρεῖ· ἐκεῖναι μὲν γὰρ ἀοριστεῖν ποιοῦσιν, αὗται
δὲ οὔ.
Διὰ τί ἐν τοῖς ἐριστικοῖς οὐκ ἔνεστιν ἀδολεσχία; ἢ ὅτι
συλλογισμός ἐστι φαινόμενος, ἐν ὀλίγοις δὲ ὁ συλλογισμός·
καὶ ἐὰν μηκύνῃ, χρόνου γινομένου ὁ παραλογισμὸς δῆλος,
καὶ ἔστιν ὃ ἔδωκεν ἀναλαβεῖν.
Διὰ τί ποτε τῶν ἱστοριῶν ἥδιον ἀκούομεν τῶν περὶ ἓν
συνεστηκυιῶν ἢ τῶν περὶ πολλὰ πραγματευομένων; ἢ διότι
τοῖς γνωριμωτέροις μᾶλλον προσέχομεν καὶ ἥδιον αὐτῶν
ἀκούομεν· γνωριμώτερον δέ ἐστι τὸ ὡρισμένον τοῦ ἀορίστου. τὸ
μὲν οὖν ἓν ὥρισται, τὰ δὲ πολλὰ τοῦ ἀπείρου μετέχει.
Διὰ τί ἡδόμεθα ἀκούοντες τὰ μήτε λίαν παλαιὰ μήτε
κομιδῇ νέα; ἢ διότι τοῖς μὲν πόρρω ἀφ' ἡμῶν ἀπιστοῦμεν,
ἐφ' οἷς δὲ ἀπιστοῦμεν, οὐχ ἡδόμεθα· τὰ δὲ ὥσπερ ἔτι αἰσθα-
νόμεθα, καὶ περὶ τούτων ἀκούοντες οὐχ ἡδόμεθα.