Μετάβαση στο περιεχόμενο

Προβλήματα/13

Από Βικιθήκη
Ὅσα περὶ τὰ δυσώδη
Συγγραφέας:
Προβλήματα
Bekker, Aristoteles Opera Omnia, 907b-908b


ΙΓ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΔΥΣΩΔΗ.



Διὰ τί τὸ μὲν οὖρον, ὅσῳ ἂν χρονίζηται ἐν τῷ σώ-
ματι, δυσωδέστερον γίνεται, ἡ δὲ κόπρος ἧττον; ἢ ὅτι ἡ
μὲν ξηραίνεται μᾶλλον χρονιζομένη (τὸ δὲ ξηρὸν ἀσηπτό-
τερον), τὸ δὲ οὖρον παχύνεται, πρόσφατόν τε ὂν ὁμοιότερον
τῷ ἐξ ἀρχῆς ἐστὶ πόματι.

Διὰ τί τὰ δυσώδη τοῖς ἐδηδοκόσιν οὐ δοκεῖ ὄζειν; ἢ
διὰ τὸ συντετρῆσθαι τὴν ὄσφρησιν τῷ στόματι κατὰ τὸν
οὐρανὸν πλήρης ἡ αἴσθησις γίνεται ταχύ, καὶ τῆς τε ἔσω
οὐκέθ' ὁμοίως αἰσθάνεται (τὸ γὰρ πρῶτον αἰσθάνονται πάντες,
ὅταν δὲ ἅψωνται, οὐκέτι, ὥσπερ συμφυοῦς) καὶ ἡ ἔξωθεν ἡ
ὁμοία ἀφανίζεται ὑπὸ τῆς ἔσω.

Διὰ τί τριβόμενα τὰ ἄνθη δυσωδέστερα; ἢ διότι συμ-
μίγνυται τῇ ὀσμῇ τὸ γεῶδες τὸ ἐν τῷ ἄνθει.

Διὰ τί τῶν μὲν ζῴων οὐθὲν εὐῶδές ἐστιν ἔξω τῆς παρ-
δάλεως (αὕτη δὲ καὶ αὐτοῖς τοῖς θηρίοις· φασὶ γὰρ αὐτῆς
τὰ θηρία ἡδέως ὀσμᾶσθαι), φθειρόμενα δὲ καὶ δυσώδη ἐστίν,
τῶν δὲ φυτῶν πολλὰ καὶ φθειρόμενα καὶ αὐαινόμενα ἔτι
μᾶλλον εὐώδη γίνεται; πότερον ὅτι τῆς δυσωδίας αἴτιον
ἀπεψία τις περιττώματος; διὸ καὶ οἱ ἱδρῶτες ἐνίοις καὶ
ἐνίοτε τοιοῦτοί εἰσι, μάλιστα δὲ οἷς μὴ ἀεὶ τοιοῦτοι ἐκ τῶν
νόσων γίνονται. καὶ αἱ φῦσαι δὲ καὶ οἱ ἐρυγμοὶ οἱ τῶν
ἀπέπτων δυσώδεις εἰσίν. τὸ αὐτὸ δὲ αἴτιον καὶ τοῦ ἐν ταῖς
σαρξὶ καὶ τῷ ἀνάλογον· λέγω δὲ ἀνάλογον τὸ ἀντὶ σαρ-
κὸς τοῖς ἄλλοις ἐνυπάρχον ζῴοις. ἔστι γὰρ καὶ ἐνταῦθα
περίττωμα ἐνίοις ἄπεπτον· τοῦτο οὖν ζώντων τε αἴτιον τῆς
δυσωδίας ἐστὶ καὶ φθειρομένων σηπόμενον. διὸ καὶ τὰ
πίονα καὶ ὀστᾶ καὶ τρίχες οὐ δυσώδη ἐστίν, ὅτι τὰ μὲν πέτ-
τεται, τὰ δὲ οὐκ ἔχει ὑγρότητα. τοῖς δὲ φυτοῖς οὐκ ἔνι
περίττωμα. ἢ ἔστι μέν τι καὶ τούτοις, ἀλλ' ὅτι ξηρὰ καὶ
θερμὰ τὰ φυτὰ τὴν φύσιν ἐστίν, ὥστε εὐπεπτοτέρα ἡ ἰκ-
μὰς καὶ οὐ πηλώδης ἐστὶν αὐτῶν; δηλοῖ δὲ καὶ τῆς γῆς ἡ
ἐν τοῖς θερμοῖς εὐώδης οὖσα, Συρία καὶ Ἀραβία, καὶ τὰ
εὐώδη τἀκεῖθεν, ὅτι ξηρὰ καὶ θερμά ἐστιν· τὰ δὲ τοιαῦτα
ἄσηπτα. τὰ δὲ ζῷα οὐ τοιαῦτά ἐστι καὶ θερμά, ὥστε αἵ τε
περιττώσεις ἄπεπτοι καὶ δυσώδεις αὐτῶν εἰσί, καὶ διαφυ-
σήσεις ὁμοίως· καὶ διαφθειρομένων σήπεται ἡ ὑγρότης, τῶν
δὲ οὔ· οὐ γὰρ ἔχουσιν.

Διὰ τί τὰ δυσώδη θερμὰ ὄντα μᾶλλον δυσώδη ἐστὶν
ἢ ἐψυγμένα; ἢ ὅτι ἐστὶν ἡ ὀσμὴ ἀτμὸς καὶ ἀπορροή τις;
ὅ τ' οὖν ἀτμὸς ὑπὸ θερμοῦ γίνεται καὶ ἡ ἀπορροή· κίνησις
γάρ τίς ἐστι, τὸ δὲ θερμὸν κινητικόν. τὸ δὲ ψυχρὸν τοὐναν-
τίον στατικὸν καὶ συσταλτικὸν καὶ φορὸν δὲ κάτω, τὸ δὲ
θερμὸν καὶ αἱ ὀσμαὶ πᾶσαι ἀνωφερεῖς διὰ τὸ ἐν ἀέρι τε
εἶναι καὶ τὸ αἰσθητήριον αὐτῶν ἄνω εἶναι, μὴ κάτω· πρὸς
γὰρ ἐγκέφαλον περαίνουσα ἡ ὀσμὴ αἴσθησιν ποιεῖ.

Διὰ τί, ἐάν τις σκόροδα φάγῃ, τὸ οὖρον ὄζει, ἄλλων
δὲ ἐχόντων ἰσχυρὰν ὀσμὴν οὐκ ὄζει ἐδεσθέντων; πότερον,
ὥσπερ τινὲς τῶν ἡρακλειτιζόντων φασὶν ὅτι ἀναθυμιᾶται,
ὥσπερ ἐν τῷ ὅλῳ, καὶ ἐν τῷ σώματι, εἶτα πάλιν ψυχ-
θὲν συνίσταται ἐκεῖ μὲν ὑγρόν, ἐνταῦθα δὲ οὖρον, ἡ ἐκ τῆς
τροφῆς ἀναθυμίασις, ἐξ οὗ ἐγένετο αὕτη συμμιγνυμένη,
ποιεῖ τὴν ὀσμήν; αὕτη γάρ ἐστιν, ὅταν μεταβάλλῃ. ἢ ἔδει
καὶ τὰ ἄλλα τοῦτο ποιεῖν, ὅσα ἰσχυρὰς ὀσμὰς ἔχει· νῦν
δὲ οὐ ποιεῖ. ἔτι συγκρινόμενα ἐκ τῆς ἀτμίδος οὐκ εἰς τὸ
ἀρχαῖον ἔρχεται, οἷον οἶνος ἐξ οἴνου, ἀλλ' οὐχ ὕδωρ, ὥστε
καὶ τοῦτο ψεῦδος. ἀλλ' ὅτι μόνον φυσητικὸν τῆς κάτω
κοιλίας τῶν ὀσμὴν ἐχόντων ἰσχυρὰν ἅμα καὶ οὐρητικήν,
τὰ δὲ ἄλλα ἄνω ποιεῖ, οἷον ἡ ῥάφανος, καὶ τὰ πνεύματα.
ἢ οὐκ οὐρητικά. κάτω δὲ τρία ὑπάρχει ταῦτα· καὶ γὰρ
οὐρητικόν, καὶ πνεῦμα ποιεῖ, καὶ τοῦτο κάτω. ὁ δὲ τόπος ὁ
πέριξ τὰ αἰδοῖα καὶ τὴν κύστιν τῶν τοιούτων ἀπολαύει διὰ
τὴν γειτνίασιν, καὶ ὅτι πνευματικός ἐστιν· δηλοῖ δὲ ἡ συν-
τονία τοῦ αἰδοίου. δῆλον οὖν ὅτι ἀφικνεῖται τὸ περίττωμα εἰς
τὴν κύστιν αὐτοῦ μάλιστα τῶν τοιούτων ἅμα τῷ πνεύματι,
ὃ μιγνύμενον ποιεῖ τοῦ οὔρου τὴν ὀσμήν.

Διὰ τί τὰ στόματα μηδὲν ἐδηδοκότων ἀλλὰ νηστευ-
σάντων ὄζει μᾶλλον (ὃ καλεῖται νηστείας ὄζειν), φαγόντων
δὲ οὐκέτι, ὅτε ἔδει μᾶλλον; ἢ ὅτι κινουμένης τῆς κοιλίας
θερμότερος ὁ ἀὴρ γινόμενος διὰ τὴν ἀκινησίαν σήπει τὸ
πνεῦμα καὶ τὰ φλεγματώδη περιττώματα; ὅτι δὲ θερμό-
τερος γίνεται, σημεῖον ὅτι καὶ δίψαν ποιεῖ ἡ νηστεία μᾶλ-
λον. φαγόντων δὲ διὰ τὸ ἐλάττων εἶναι ἡ ὀσμὴ τῆς τῶν
σιτίων παύεται· κρατεῖ γὰρ τῆς θερμότητος ἡ τῶν σιτίων
θερμότης, ὥστε μηθὲν πάσχειν.

Διὰ τί ἡ μασχάλη δυσωδέστατον τῶν τόπων; πότε-
ρον ὅτι ἀπνούστατός ἐστιν; ἔστι δὲ ἡ δυσωδία ἐν τοῖς τοιούτοις
μάλιστα, διὰ τὸ σῆψιν γίνεσθαι ὑπὸ τῆς ἡσυχίας τῆς
ὑγρότητος· ἢ διότι ἀκίνητος καὶ ἀγύμναστος.

Διὰ τί οἱ τοῦ γράσου ὄζοντες, ὅταν ἀλείφωνται μύρῳ,
δυσωδέστεροι γίνονται; ἢ διότι τοῦτο ἐπὶ πολλῶν γίνεται,
οἷον ὀξὺ καὶ γλυκὺ συμμιχθὲν τὸ ὅλον γλυκύτερον ἐγέ-
νετο. εἶτα ἱδρώσαντες πάντες δυσωδέστεροί εἰσι, τὸ δὲ μύ-
ρον θερμαντικόν ἐστιν· ἱδρῶτας οὖν παρασκευάζει.

Διὰ τί τῶν ἐγκύρτων καὶ κυφοτέρων δυσοσμοτέρα καὶ
βαρυτέρα ἡ ὀσμὴ τοῦ πνεύματος; ἢ διότι συγκέκλεισται ὁ
τόπος ὁ περὶ τὸν πνεύμονα καὶ ἀνέσπασται ἐκ τῆς εὐθυω-
ρίας, ὥστε οὐκ εὔπνους, ἀλλὰ σήπεται ἡ ἱκμὰς καὶ τὸ πνεῦμα
μᾶλλον εἴσω ἐγκατακλειόμενον;

Διὰ τί τὰ πολλὰ τῶν μύρων συνεξιδρῶσαι δυσώδη,
ἔνια δὲ ἡδίω ἢ οὐ χείρω; ἢ ὅσα μὲν τῇ κινήσει ἢ τῇ τρίψει
μεταβάλλοντα, χείρω τὰ τοιαῦτα, ὅσα δὲ μή, τοὐναντίον;
ἔστι δὲ ἔνια τοιαῦτα, ὥσπερ καὶ τῶν ἀνθῶν, ἐξ ὧν γίνον-
ται αἱ εὐωδίαι, τὰ μὲν τριβόμενα ἢ θερμαινόμενα ἢ ξη-
ραινόμενα φαῦλα, οἷον τὰ λευκόϊα, τὰ δὲ ὅμοια, οἷον τὰ
ῥόδα. καὶ τῶν μύρων δὴ ὅσα ἐκ τοιούτων ἐστί, μεταβάλ-
λει, τὰ δὲ οὔ· διὸ τὸ ῥόδινον ἥκιστα. καὶ δυσώδη δὲ φαί-
νεται μᾶλλον, ὅσων οἱ ἱδρῶτες δυσώδεις, καὶ διὰ τὸ μί-
γνυσθαι τῷ ἐναντίῳ, ὥσπερ τὸ μέλι μετὰ τοῦ ἁλὸς οὐ μᾶλ-
λον γλυκὺ ἀλλ' ἧττον.

Διὰ τί πάντα μᾶλλον ὄζει κινούμενα; ἢ διότι ἀνα-
πίμπλησι τὸν ἀέρα; διαπέμπεται οὖν θᾶττον ἡ ὀσμὴ πρὸς
τὴν αἴσθησιν.