Μετάβαση στο περιεχόμενο

Προβλήματα/10

Από Βικιθήκη
Ἐπιτομὴ φυσικῶν
Συγγραφέας:
Προβλήματα
Bekker, Aristoteles Opera Omnia, 890b-898b


Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ.



Διὰ τί τὰ μὲν βήττει, τὰ δ' οὔ, οἷον ἄνθρωπος μὲν
βήττει, βοῦς δὲ οὔ; πότερον τῷ εἰς ἄλλο τι τρέπεσθαι τοῖς
πλείστοις ζῴοις τὸ περίττωμα, ἀνθρώπῳ δὲ δεῦρο; ἢ ὅτι
ἐγκέφαλον πλεῖστον καὶ ὑγρότατον ἔχει ὁ ἄνθρωπος, ἡ δὲ
βὴξ καταρρέοντος γίνεται φλέγματος.

Διὰ τί ἀνθρώπῳ μόνῳ τῶν ζῴων αἷμα ῥεῖ ἐκ τῶν
μυκτήρων; ἢ ὅτι ἐγκέφαλον ἔχει πλεῖστον καὶ ὑγρότατον,
ἀφ' οὗ αἱ φλέβες πληρούμεναι τοῦ περιττώματος διὰ τῶν
πόρων προΐενται τὴν ῥύσιν; λεπτότερον γὰρ γίνεται τοῦ αἵ-
ματος τοῦ καθαροῦ τὸ νοσερόν, τοῦτο δέ ἐστι τὸ μιχθὲν τοῖς
τοῦ ἐγκεφάλου περιττώμασι, καὶ ἔστι καθάπερ ἰχώρ.

Διὰ τί τῶν ζῴων τὰ μὲν ὑπὸ σάρκα, τὰ δὲ κατὰ
σάρκα πίονά ἐστι, τὰ δὲ κατ' ἀμφότερα; ἢ ὅσων μὲν πυ-
κνὴ ἡ σάρξ, μεταξὺ τοῦ δέρματος καὶ τῆς σαρκὸς συστέλ-
λεται ἡ ἰκμὰς διὰ τὸ ταύτῃ εἶναι τὸ δέρμα ἀφεστὸς φύσει·
ἣ πεττομένη γίνεται πιμελή. ὅσα δὲ ἀραιοτέραν ἔχει τὴν
σάρκα τό τε δέρμα προεστός, κατὰ σάρκα πίονα γίνεται.
τὰ δὲ ἀμφοτέρως ἔχοντα ἐπ' ἀμφότερα πιαίνεται.

Διὰ τί οἱ παῖδες καὶ αἱ γυναῖκες ἧττον ἔχουσι λεύκην
τῶν ἀνδρῶν, καὶ τῶν μὲν γυναικῶν αἱ πρεσβύτιδες μᾶλ-
λον; ἢ ὅτι ἡ λεύκη ἐστὶ πνεύματος ἔξοδος, ἔστι δὲ τὰ μὲν
τῶν παίδων οὐκ εὔπνοα σώματα ἀλλὰ πυκνά, καὶ τὰ
τῶν γυναικῶν ἧττον ἢ τὰ τῶν ἀνδρῶν· εἰς τὰ καταμήνια
γὰρ τρέπεται· δηλοῖ δὲ ἡ λειότης τὴν πυκνότητα τῆς σαρ-
κός. τὰ δὲ τῶν πρεσβυτέρων καὶ τῶν γραῶν εὔπνοα· μόνα
γάρ, ὥσπερ τὰ παλαιὰ οἰκοδομήματα, διεστῶσαν ἔχει τὴν
σύνθεσιν τῶν μορίων.

Διὰ τί ἄνθρωπος μόνον ἴσχει λεύκην; πότερον ὅτι λε-
πτοδερμότατον τῶν ζῴων ἐστίν, ἅμα δὲ καὶ πνευματωδέ-
στερον; σημεῖον δέ, ὅτι ἡ λεύκη ἐν τοῖς λεπτοδερμοτάτοις
μάλιστα καὶ πρῶτον γίνεται μέρεσιν. ἢ διὰ ταῦτά τε, καὶ
ὅτι μόνον πολιοῦται τῶν ζῴων; ἐν γὰρ ταῖς λεύκαις πο-
λιαὶ γίνονται αἱ τρίχες, ὥστε ἀδύνατον, ὅσα μὴ πολιοῦται,
λεύκην ἴσχειν.

Διὰ τί αἶγες μὲν καὶ πρόβατα ἀμέλγονται πλεῖστον
γάλα, οὐ μέγιστον σῶμα ἔχοντα, ἄνθρωπος δὲ καὶ βοῦς
ἔλαττον ὡς κατὰ λόγον; πότερον ὅτι εἰς τὸ σῶμα ἀναλί-
σκεται, τοῖς δὲ ἄλλοις εἰς τὸ περίττωμα, τοῖς δὲ προβά-
τοις καὶ ταῖς αἰξὶ τὸ περιγινόμενον τοῦ περιττώματος γάλα
γίνεται πᾶν; ἢ ὅτι πολυτοκώτερά ἐστι τῶν μεγάλων, ὥστε
πλεῖον σπᾷ περίττωμα διὰ τὸ πλείω τρέφειν; ἢ δι' ἀσθέ-
νειαν τῶν σωμάτων πλεῖον περίττωμα γίνεται κύουσιν
αὐτοῖς; τὸ δὲ γάλα γίνεται ἐκ τοῦ περιττώματος.

Διὰ τί τῶν ζῴων τὰ μέν, μεταβάλλοντα τὰ ὕδατα,
μεταβάλλει τὰς χρόας καὶ ὅμοια γίνεται τοῖς ἐκεῖ, οἷον
αἶγες, τὰ δὲ οὔ, οἷον ἄνθρωποι; καὶ ὅλως δὲ διὰ τί τὰ
μὲν μεταβάλλει, τὰ δὲ οὔ, οἷον κόραξ οὐ μεταβάλλει;
ἢ ὧν μὲν οὐ κρατεῖ ἡ φύσις τοῦ ὑγροῦ, ὥσπερ ἡ τῶν
ὀρνέων (διὸ καὶ κύστιν οὐκ ἔχει), οὐ μεταβάλλει; καὶ
διὰ τί οὐκ αὐτὰ ἀλλὰ τὰ ἔκγονα μεταβάλλει; ἢ ὅτι
ἀσθενέστερα τὰ νέα τῶν γεννησάντων;

Διὰ τί τὰ ἄρσενα μείζω τῶν θηλειῶν ὡς ἐπίπαν
ἐστίν; πότερον ὅτι θερμότερα, τοῦτο δὲ αὐξητικόν; ἢ ὅτι ὁλό-
κληρα, τὰ δὲ πεπήρωται; ἢ ὅτι τὰ μὲν ἐν πολλῷ χρόνῳ
τελειοῦται, τὰ δὲ ἐν ὀλίγῳ;

Διὰ τί τὰ μὲν ταχυτόκα τῶν ζῴων ἐστί, τῶν δὲ πο-
λυχρόνιος ἡ κύησις; ἢ ὅτι τὰ μακροβιώτερα βραδύτερον
πέφυκε τελειοῦσθαι; ἔστι δὲ βραδυτόκα τὰ μακρόβια. οὐ
μέντοι τὰ μάλιστα, οἷον ἵππος ἀνθρώπου βραδυτοκώτερον
μέν, ὀλιγοχρονιώτερον δέ. τούτου δὲ αἴτιον ἡ σκληρότης
τῶν ὑστερῶν· ὥσπερ γὰρ ἡ ξηρὰ γῆ οὐ ταχὺ ἐκτρέφει,
οὕτω καὶ ἡ τοῦ ἵππου ὑστέρα.

Διὰ τί τοῖς ἄλλοις ζῴοις τὰ ἔκγονα μᾶλλον τὰς
φύσεις ὁμοιοῦται ἢ τοῖς ἀνθρώποις; ἢ ὅτι ὁ μὲν ἄνθρωπος
πολλαχῶς διατίθεται τὴν ψυχὴν κατὰ τὴν ὁμιλίαν, κα-
θὼς δ' ἂν ὁ πατὴρ καὶ ἡ μήτηρ διατεθῶσιν, οὕτω ποικίλ-
λεται καὶ τὰ τικτόμενα. τὰ δὲ ἄλλα ζῷα τὰ μὲν πλεῖ-
στα πρὸς αὐτὸ τοῦτό εἰσιν. ἔτι δὲ οὐ πληροῦται ὡς ἐπὶ τὸ
πολὺ διὰ ταύτην τὴν ἐπιθυμίαν.

Διὰ τί οἱ λευκοὶ ἄνθρωποι καὶ ἵπποι ὡς ἐπὶ τὸ πολὺ
γλαυκοί; ἢ διότι τριῶν χρωμάτων ὄντων τοῖς ὄμμασι,
μέλανος καὶ αἰγωποῦ καὶ γλαυκοῦ, τῷ τοῦ σώματος
χρώματι καὶ τὸ τοῦ ὀφθαλμοῦ χρῶμα ἀκολουθεῖ, τοῦτο
δέ ἐστι γλαυκότης.

Διὰ τίνα αἰτίαν οἱ νάνοι γίνονται; ἔτι δὲ μᾶλλον
καθόλου, διὰ τί τὰ μὲν ὅλως μεγάλα, τὰ δὲ μικρά;
εἶτα οὕτω σκεπτέον. δύο δὴ τὰ αἴτια· ἢ γὰρ ὁ τόπος ἢ
ἡ τροφή. ὁ μὲν οὖν τόπος, ἐὰν ᾖ στενός, ἡ δὲ τροφή,
ἐὰν ᾖ ὀλίγη, ὥσπερ καὶ ἤδη γεγενημένων πειρῶνται μικροὺς
ποιεῖν, οἷον οἱ τὰ κυνίδια τρέφοντες ἐν τοῖς ὀρτυγοτροφείοις.
ὅσοις μὲν οὖν ὁ τόπος αἴτιος, οὗτοι πυγμαῖοι γίνονται. τὰ
μὲν γὰρ πλάτη καὶ τὰ μήκη ἔχοντες γίνονται κατὰ τὸ
τῶν τεκόντων μέγεθος, μικροὶ δὲ ὅλως. τούτου δὲ αἴτιον,
ὅτι διὰ τὴν στενότητα τοῦ τόπου συγκλώμεναι αἱ εὐθεῖαι
καμπύλαι γίνονται. ὥσπερ οὖν οἱ ἐπὶ τῶν καπηλείων γρα-
φόμενοι μικροὶ μέν εἰσι, φαίνονται δ' ἔχοντες πλάτη καὶ
βάθη, ὁμοίως συμβαίνει καὶ τοῖς πυγμαίοις. ὅσοι δὲ διὰ
τροφῆς ἔνδειαν ἀτελεῖς γίνονται, οὗτοι καὶ παιδαριώδη τὰ
μέλη ἔχοντες φαίνονται, καὶ ἐνίους ἰδεῖν ἔστι μικροὺς μὲν
σφόδρα, συμμέτρους δέ, ὥσπερ τὰ Μελιταῖα κυνίδια. αἴ-
τιον δὲ ὅτι οὐχ ὡς ὁ τόπος ἡ φύσις ποιεῖ.

Διὰ τί τῶν ζῴων τὰ μὲν ἐξ ἀλλήλων γίνεται, τὰ
δ' ἔκ τινων συγκρινομένων ὁμοίως τῆς ἐξ ἀρχῆς γενέσεως
αὐτοῖς ὑπαρξάσης; καθάπερ οἱ περὶ φύσεως λέγοντες λέ-
γουσι καὶ τὴν ἐξ ἀρχῆς γένεσιν τῶν ζῴων γενέσθαι, διὰ
τὰς μεταβολὰς καὶ μετακινήσεις τοῦ κόσμου καὶ τοῦ παν-
τὸς οὕτω μεγάλας· καὶ νῦν εἴπερ μέλλει πάλιν ἔσεσθαι,
τοιαύτας τινὰς ὑπάρξαι δεῖ κινήσεις; ἡ μὲν γὰρ ἀρχὴ
παντὸς ἔργου μέγιστον· ἥμισυ γάρ· τὸ δὲ σπέρμα ἀρχή.
τῶν μὲν οὖν μικρῶν ὅσα γίνεται μὴ ἐξ ἀλλήλων, αἴτιον
τοιαῦτα γενέσθαι ὥσπερ ἐξ ἀρχῆς ἐγεννήθησαν ἡ τοῦ σπέρ-
ματος μικρότης· τοῦ γὰρ ἐλάττονος καὶ ἡ ἀρχὴ ἐλάττων.
ὥστε ἱκαναὶ καὶ αἱ τούτου μεταβολαὶ πρὸς τὸ γεννῆσαι
αὐτῷ τὸ σπέρμα. ὅπερ συμβαίνει· γίνονται γὰρ ἐν ταῖς
μεταβολαῖς μάλιστα. τοῖς δὲ μείζοσι μείζονος δεῖ καὶ
μεταβολῆς.

Διὰ τί τὰ μὲν πολύτεκνα τῶν ζῴων, οἷον ὗς, κύων,
λαγώς, τὰ δὲ οὔ, οἷον ἄνθρωπος, λέων; ἢ ὅτι τὰ μὲν
πολλὰς μήτρας καὶ τύπους ἔχει, ἃς καὶ πίμπλασθαι ἐπι-
θυμεῖ καὶ εἰς ἃ σχίζεται ἡ γονή, τὰ δὲ τοὐναντίον.

Διὰ τί ἐλάχιστον διάστημα τῶν ὀμμάτων ὁ ἄνθρω-
πος ἔχει τῶν ζῴων κατὰ μέγεθος; ἢ διότι μάλιστα κατὰ
φύσιν ἔχει τῶν ἄλλων, ἡ δὲ αἴσθησις φύσει τὸ ἔμπρο-
σθεν· ἐφ' ὃ γὰρ ἡ κίνησις, τοῦτο δεῖ προορᾶν. ὅσῳ δ' ἂν
ᾖ πλεῖον τὸ διάστημα τῶν ὀμμάτων, τοσούτῳ μᾶλλον αἱ
ὄψεις ἔσονται ἐν τῷ πλαγίῳ. εἰ οὖν ἔχειν δεῖ κατὰ φύ-
σιν, ὅτι ὀλίγιστον δεῖ τὸ διάστημα εἶναι· οὕτω γὰρ εἰς τὸ
πρόσθεν μάλιστα πορεύσεται. ἔτι δὲ τοῖς ἄλλοις ζῴοις, ἐπεὶ
χεῖρας οὐκ ἔχουσιν, ἀναγκαῖον παρορᾶν εἰς τὰ πλάγια.
διὸ πλεῖον διέστηκε τὰ ὄμματα αὐτῶν, καὶ μάλιστα τῶν
προβάτων, διὰ τὸ μάλιστα ποιεῖσθαι τὴν πορείαν κύπτοντα.

Διὰ τί τὰ ἄλλα ζῷα τὰ μὲν οὐκ ἐξονειρώττει, τὰ δὲ
ὀλιγάκις; πότερον ὅτι οὐδὲν ὕπτιον κατάκειται, ἐξονειρώττει
δὲ οὐδὲν μὴ ὕπτιον; ἢ ὅτι οὐκ ἐνυπνιάζει τὰ ἄλλα ὁμοίως, ὁ
δὲ ἐξονειρωγμὸς μετὰ φαντασίας γίνεται.

Διὰ τί τῶν ζῴων τὰ μὲν κινεῖ τὴν κεφαλήν, τὰ δὲ
οὐ κινεῖ; ἢ ὅτι ἔνια οὐκ ἔχει αὐχένα; διὸ ταῦτα οὐ κινεῖ
τὴν κεφαλήν.

Διὰ τί ἄνθρωπος πτάρνυται τῶν ζῴων μάλιστα; πό-
τερον ὅτι τοὺς πόρους εὐρεῖς ἔχει δι' ὧν τὸ πνεῦμα καὶ ὀσμὴ
εἰσέρχεται; τούτοις γὰρ πνεύματος πληρουμένοις πτάρνυται.
ὅτι δὲ εὐρεῖς, σημεῖον ὅτι ἥκιστα ὀσφραντικὸν τῶν ἄλλων
ζῴων· ἀκριβέστεροι δὲ οἱ λεπτότεροι. εἰ οὖν εἰς μὲν τοὺς
εὐρεῖς πλέον καὶ πλεονάκις εἰσέρχεται τὸ ὑγρόν, οὗ πνευ-
ματουμένου ὁ πταρμὸς γίνεται, τοιούτους δὲ μάλιστα τῶν
ζῴων οἱ ἄνθρωποι ἔχουσι, πλειστάκις ἂν πτάρνοιντο εἰκότως.
ἢ ὅτι ἐλάχιστοι κατὰ τὸ μῆκος οἱ μυκτῆρες, ὥστε τὸ θερ-
μανθὲν ὑγρὸν ταχὺ δύναται πνεῦμα γίνεσθαι. ἐν δὲ τοῖς
ἄλλοις διὰ μῆκος καταψύχεται πρότερον.

Διὰ τί ἡ γλῶττα οὐδενὸς πιερὰ τῶν ζῴων; ἢ ὅτι τὸ
πῖον πυκνόν, ἡ δὲ γλῶττα ἀραιὰ φύσει ἐστίν, ὅπως τοὺς
χυμοὺς γνωρίζῃ;

Διὰ τί τὰ θήλεα συντάσει οὐρεῖ, τὰ δὲ ἄρρενα οὔ;
ἢ ὅτι πορρώτερόν ἐστιν ἡ κύστις ἡ τῶν θηλειῶν, καὶ εἰς βάθος
καὶ εἰς μῆκος; μεταξὺ γὰρ αὐτῶν ἡ μήτρα τῆς ἕδρας καὶ
στῆς κύστεως. ὥστε δεῖται βίας πλείονος τὸ ἐκπεμπόμενον
διά γε τὴν ἀπόστασιν τῆς μήτρας. βιάζεται δὲ συντεῖνον
τῷ πνεύματι.

Διὰ τί τῶν ζῴων ὅσα μὴ πέτεται, πάντα ἀποβάλλει
τὰς χειμερινὰς τρίχας, πλὴν ὑός; καὶ γὰρ κύων ἀποβάλ-
λει καὶ βοῦς. ἢ ὅτι θερμότατον ἡ ὗς ἐστί, καὶ ἐκ θερμοῦ
πεφύκασιν αἱ τρίχες αὐτῇ; τοιοῦτον γάρ ἐστι τὸ λιπαρόν.
τῶν μὲν οὖν ἄλλων ἢ διὰ τὸ ἀποψύχεσθαι τὸ ὑγρὸν ἀπο-
πίπτουσιν, ἢ πέττειν τροφὴν οὐ δυναμένης τῆς οἰκείας θερ-
μότητος, ἢ διὰ τὸ μηδὲν πάσχειν τὴν ὑγρότητα τὴν ἐν
αὐτῇ, διὰ τὸ πέττεσθαι καλῶς τὴν τροφήν, οὐκ ἀποβάλλει
τὰς τρίχας. ὁπότε γὰρ ἡ αἰτία τῆς ἀποβολῆς ἐστίν, ἱκανὴ
ἡ πιότης κωλῦσαι. πρόβατα δὲ καὶ ἄνθρωποι διὰ πλῆθος
καὶ πυκνότητα τῆς τριχὸς ἀπαθῆ ἐστίν· οὐ γὰρ διικνεῖται
ἡ ψύξις εἰς βάθος, ὥστε πῆξαι τὴν ὑγρότητα ἢ πέψαι
κωλῦσαι τὴν θερμότητα.

Διὰ τί τῶν μὲν προβάτων μαλακώτεραι αἱ τρίχες
ἀναφύονται τιλλόμεναι, τῶν δὲ ἀνθρώπων σκληρότεραι;
ἢ ὅτι τῶν μὲν προβάτων ἐκ τοῦ ἐπιπολῆς πεφύκασιν; διὸ
καὶ ἀλύπως ἐκσπῶνται, μενούσης τῆς ἀρχῆς τῆς τροφῆς
ἀδιαφθόρου, ἥ ἐστιν ἐν σαρκί. τὰ μὲν οὖν περιττώματα
ἀνοιχθέντων ἐξατμίζει μᾶλλον, τὸ δὲ ἔριον σαρκὸς οἰκείαν
τροφὴν λαμβάνει· σὰρξ δὲ μαλακοῖς καὶ γλυκέσι τρέ-
φεται. αἱ δὲ τῶν ἀνθρώπων τρίχες ἐκ βάθους πεφυκυῖαι
βίᾳ καὶ μετ' ἀλγηδόνος ἐκσπῶνται. δῆλον δέ· ἐπισπῶν-
ται γὰρ αἷμα. τραυματιζομένου οὖν τοῦ τόπου συμβαίνει
αὐτὸν καὶ οὐλοῦσθαι. διὸ τέλος μὲν συμβαίνει γίνεσθαι
τοῖς τιλλομένοις· ἕως δ' ἂν ἀνίωσι τρίχες, σκληρὰς ἀνιέ-
ναι διὰ τὸ τὴν μὲν τροφώδη τῆς σαρκὸς ἐκλελοιπέναι
πᾶσαν τροφήν, ἐκ περιττωμάτων δ' αὐτὰς γίνεσθαι. ση-
μεῖον δέ· τῶν μὲν γὰρ πρὸς μεσημβρίαν πάντων σκληραί
εἰσιν αἱ τρίχες διὰ τὸ τὸ ἐκτὸς θερμὸν εἰς βάθος διικνού-
μενον ἐξατμίζειν τὴν εὔπεπτον τροφήν, τῶν δὲ ὑπὸ τὰς
ἄρκτους μαλακαί· τούτοις γὰρ ἐπιπολῆς μᾶλλόν ἐστι τό
θ' αἷμα καὶ οἱ γλυκεῖς χυμοί· διὸ καὶ εὔχροοί εἰσιν.

Διὰ τί αἱ μὲν τῶν προβάτων τρίχες ὅσῳ ἂν μακρό-
τεραι ὦσι, σκληρότεραι γίνονται, αἱ δὲ τῶν ἀνθρώπων
μαλακώτεραι; ἢ ὅτι αἱ τῶν προβάτων, οἵαν εἴρηται τρο-
φὴν ἔχουσαι, μακρὰν τῆς ἀρχῆς ἀπαρτώμεναι ἀτροφώ-
τεραί εἰσι, καὶ ῥᾳδίως ἐξ αὐτῶν ἐξατμίζεται ὑπὸ τοῦ
θερμοῦ ἡ ἐνυπάρχουσα τροφὴ δι' εὐπεψίαν; ξηραινόμεναι
δὲ ξηρότεραι γίνονται· τὸ γὰρ ὑγρὸν μαλακόν. αἱ δὲ τῶν
ἀνθρώπων ἐλάττω μέν, μᾶλλον δὲ τῆς ἀρχῆς. πέττεται
δὲ αὐταῖς μᾶλλον διὰ τὸ ἐλάττω εἶναι· πεττομένη δὲ
μαλακωτέραν ποιεῖ τὴν τρίχα· πάντα γὰρ τὰ πεπεμμένα
τῶν ἀπέπτων μαλακώτερά ἐστιν. ἐκ περιττώματος γὰρ
πλείστου ἡ τοῦ ἀνθρώπου θρὶξ ἢ ἡ τοῦ προβάτου. σημεῖον
δέ· τὰ γὰρ νέα πρόβατα τῶν παλαιῶν μαλακώτερα ἔχει
τὰ ἔρια.

Διὰ τί οἱ ἄνθρωποι καὶ οἱ ὄρνιθες οἱ δασεῖς λάγνοι
εἰσίν; ἢ ὅτι θερμοὶ καὶ ὑγροὶ τὴν φύσιν εἰσίν, δεῖ δὲ ἀμ-
φοῖν πρὸς τὴν ὀχείαν. τὸ μὲν γὰρ θερμὸν ἐκκρίνει, τὸ δὲ
ὑγρὸν ἐκκρίνεται. διὰ τὸ αὐτὸ δὲ καὶ οἱ χωλοὶ ἄνδρες· ἡ
γὰρ τροφὴ αὐτοῖς ὀλίγη μὲν κάτω ἀφικνεῖται διὰ τὴν
ἀναπηρίαν τῶν σκελῶν, εἰς δὲ τὸν ἐπάνω τόπον ἔρχεται
πολλή, καὶ εἰς σπέρμα συγκρίνεται.

Διὰ τί ὁ ἄνθρωπος χαίτην οὐκ ἔχει; ἢ διότι πώγωνα
ἔχει, ὥστε ἡ ἐκεῖ ἀπελθοῦσα τροφὴ τῆς τοιαύτης περιττώσεως
εἰς τὰς σιαγόνας ἔρχεται;

Διὰ τί πάντα τὰ ζῷα ἀρτίους τοὺς πόδας ἔχει; ἢ ὅτι
οὐκ ἐνδέχεται κινεῖσθαι μὴ ἑστηκότος τινός, ἂν μὴ ἅλληται;
ἐπεὶ τοίνυν ἐκ δυοῖν τινοῖν κίνησιν ἀνάγκη τῇ πορείᾳ εἶναι,
ἔκ τε κινήσεως καὶ στάσεως, ταῦτα δὲ δύο, καὶ ἄρτια ἤδη.
καὶ τετράποδα, διότι πλείους· τοὺς μὲν γὰρ δύο κινεῖ, οἱ δὲ
δύο ἑστήκασιν. καὶ οἱ ἕξ· καὶ τὰ ἄλλα δὲ δύο ἔτι· τούτων
δὲ τὸ μὲν κινεῖται, τὸ δὲ ἕστηκεν.

Διὰ τί τοῖς μὲν ἵπποις καὶ τοῖς ὄνοις ἐκ τῶν οὐλῶν
φύονται τρίχες, τοῖς δὲ ἀνθρώποις οὔ; ἢ διότι τοῖς μὲν ἄλ-
λοις ζῴοις ἐστὶ τὸ δέρμα μέρος τῆς σαρκός, ἀνθρώπῳ δὲ κα-
θάπερ πάθος σαρκός; δοκεῖ γὰρ αὑτῆς τὸ ἐπιπολῆς κατα-
ψυχόμενον στερεώτερον γίνεσθαι, καθάπερ τῶν ἑφθῶν ἀλεύ-
ρων αἱ γραῖαι καλούμεναι. ἐπεὶ οὖν κἀκεῖναί εἰσιν ἄλευρον
ἑφθόν, καὶ τὸ τοῦ ἀνθρώπου καλούμενον δέρμα σὰρξ ἂν εἴη.
τραυματισθέντος δὲ ἢ τριβέντος ἀνθρώπου μὲν τὴν σάρκα
συμβαίνει πυκνοῦσθαι· διὸ ἠλλοιωμένης τῆς ἐπιπολῆς σαρ-
κὸς οὐ τὴν αὐτὴν φύσιν λαμβάνει τὰ τραύματα ᾗπερ καὶ
ἐκ γενετῆς· ἀλλοιωθείσης δ' αὐτῆς μὴ γίνεσθαι ἔτι τὸ ἐξ
αὐτῆς οὐθὲν ἄτοπον, καθάπερ καὶ ἐκ τῶν ἀλωπεκιῶν καλου-
μένων· καὶ γὰρ αὗται τῆς ἐπιπολῆς σαρκὸς φθοραὶ καὶ
ἀλλοιώσεις εἰσίν. τῶν δὲ ὑποζυγίων τριβέντων καὶ ὑγιαζο-
μένων πάλιν ἀναπληροῦται τὰ νενοσηκότα μέρη τοῦ σώματος
τῶν αὐτῶν μέν, ἀσθενεστέρων δ' ἢ ἐξ ἀρχῆς ἦν. ἐπεὶ δ' ἐστὶ
καὶ τὸ δέρμα μέρος αὐτῶν, γίνοιντό τε ἂν καὶ φύοιντο τρί-
χες (ἐκ δέρματος γὰρ φύονται τρίχες), λευκαὶ δὲ φύονται
διὰ τὸ τὸ δέρμα ἀσθενέστερον γεγονέναι τοῦ ἐξ ἀρχῆς, καὶ
τὴν λευκὴν ἀσθενεστάτην εἶναι τρίχα.

Διὰ τί ἐν μὲν τοῖς ἄλλοις ζῴοις διαμένει ὁμοίως τὰ
δίδυμα θήλεα καὶ ἄρρενα ὄντα, ἐν δὲ τοῖς ἀνθρώποις οὔ; ἢ
διότι τούτῳ ἀσθενῆ μάλιστα τὰ δίδυμα· μονοτόκον γάρ ἐστιν.
ἐν δὲ τοῖς διδύμοις παρὰ φύσιν τὸ θῆλυ γίνεσθαι καὶ ἄρρεν,
ὥστε ὃ μάλιστά ἐστι παρὰ φύσιν, τοῦτο καὶ ἀσθενέστατον.

Διὰ τί τοῖς μὲν ἵπποις καὶ τοῖς ὄνοις ἐκ τῶν οὐλῶν
φύονται τρίχες, τοῖς δὲ ἀνθρώποις οὔ; ἢ διότι ἡ οὐλὴ κωλύει
διὰ τὴν πύκνωσιν ἢ διὰ τὸ φθείρειν τὴν τροφήν; τοῖς μὲν
οὖν ἀνθρώποις παντελῶς κωλύει διὰ τὴν ἀσθένειαν τῆς τρι-
χός, τοῖς δὲ ἵπποις οὐκ ἐκώλυσε, διέφθειρε δέ.

Διὰ τί τοῖς ζῴοις ἄρτιοι πόδες; ἢ ὅτι παντὸς μὲν τοῦ
κινουμένου ἀνάγκη τι ἠρεμεῖν, συνέβαινε δὲ περιττῶν ὄντων
μὴ γίνεσθαι τοῦτο· ὅπερ κατὰ τὴν ἀντιστοιχίαν τῶν ποδῶν
ἦν ἡ κίνησις.

Διὰ τί ἐλάττω χρόνον τὰ ζῷα καθεύδει ἢ ἐγρήγορεν,
οὐ συνεχῶς δέ; ἢ διὰ τὸ μὴ ἅμα πᾶσαν πέττεσθαι τὴν
περίττωσιν; ἀλλ' ὅταν τι πεφθῇ, κουφισθὲν διεγείρεται. καὶ
πλεονάκις δ' ἐγείρονται, ὅσοις ψυχρὸς ὁ τόπος ὁ πέττων ἐστὶ
τὴν περίττωσιν· ταχὺ γὰρ παύεται καὶ πολλάκις, ἡ δὲ
διάπαυσις ἔγερσίς ἐστιν. ἡδὺ δέ, οὐδὲ εἰκός, διὰ τὸ ἀνά-
παυσιν εἶναι φαίνεται. ἀλλ' οὐδ' ἐνταῦθα πλείω χρόνον ἡ
ἀνάπαυσις γίνεται τῶν κατὰ φύσιν ἔργων· οὐδ' εἰ τὸ ἐσθίειν
ἥδιον τοῦ μή, ὅμως πλείω χρόνον ἐσθίουσιν ἢ ἀσιτοῦσιν.

Διὰ τί τῶν ζῴων τὰ μὲν εὐθὺς ἀκολουθεῖ τοῖς γεννή-
σασι, τὰ δ' ὀψέ, οἷον ἄνθρωπος, ἢ μόλις, ἢ οὐδέποτε; ἢ
διότι τὰ μὲν ταχὺ ἀπολαμβάνει τὸ γνωρίζειν, τὰ δ' ὀψέ;
καὶ τὰ μὲν ἀναίσθητα τοῦ ὠφελοῦντος, τὰ δὲ ἔχει αἴσθησιν.
ὅσα μὲν οὖν ἄμφω ἔχει ταῦτα (λέγω δ' οἷον καὶ αἴσθησιν
τοῦ ὠφελοῦντος καὶ ἐπιτέλεσιν τοῦ σώματος), ἀκολουθεῖ, τὰ δὲ
μὴ ἄμφω οὐ ποιεῖ τοῦτο· δεῖ γὰρ δύνασθαι καὶ διαισθά-
νεσθαι.

Διὰ τί λεύκη οὐ γίνεται τοῖς ἄλλοις ζῴοις; πότερον
ὅτι τοῖς μὲν ἄλλοις νόσημα, τοῖς δὲ ἀνθρώποις γίνεται διά-
λευκα τὰ δέρματα καὶ αἱ τρίχες αὐτῶν; ἀλλ' ὅμως ἀπο-
ρήσειεν ἄν τις διὰ τί ὕστερον οὐ γίνεται ἀλλ' ἐκ γενετῆς ἡ
ποικιλία. ἢ ὅτι τὰ δέρματα τῶν ἄλλων ζῴων σκληρά, ἄν-
θρωπος δὲ φύσει λεπτοδερμότατον; ἡ δὲ λεύκη πνεύματός
ἐστιν ἔκκρισις, ὃ κωλύεται διὰ τὴν πυκνότητα ἐξιέναι τοῖς
ἄλλοις ζῴοις τοῦ δέρματος.

Διὰ τί ἐν μὲν τῇ λεύκῃ πολιαὶ γίνονται, ὅπου δὲ πο-
λιαί, οὐκ ἀεὶ λεύκη; ἢ διότι αἱ τρίχες ἐκ τοῦ δέρματος εἰσίν,
ἡ δὲ πολιὰ ὥσπερ σαπρότης τις τῶν τριχῶν ἐστίν. ὅταν μὲν
οὖν τὸ δέρμα κάμνῃ, ἀνάγκη καὶ τὴν τρίχα ἐξ ἐκείνου οὖσαν
κάμνειν· ὅταν δὲ ἡ θρίξ, οὐκ ἀνάγκη τὸ δέρμα.

Διὰ τί τῶν ζῴων τὰ μὲν χαλεπά ἐστι μετὰ τὸν τόκον,
οἷον κύων καὶ ὗς, τὰ δὲ οὐδὲν ἐπιδήλως, οἷον γυνή, πρόβα-
τον; ἢ ὅτι ὅσα μὲν περιττωματικὰ πραέα; ἀπέρχεται γὰρ
ἐν τῷ τόκῳ τὰ λυποῦντα. τούτοις δὲ ἀπὸ τῶν εὖ ἐχόντων
γίνεται ἡ ἀφαίρεσις, ὥστε ἡ ἰσχνότης ποιεῖ διὰ τὴν ἕξιν τὴν
ὀργήν, ὥσπερ καὶ αἱ ἀλεκτορίδες οὐ τεκοῦσαι χαλεπαί, ἀλλ'
ἐπῳάζουσαι, διὰ τὴν ἀσιτίαν.

Διὰ τί οἱ εὐνοῦχοι τὰ μὲν ἄλλα εἰς τὸ θῆλυ διαφθει-
ρόμενοι μεταβάλλουσι· καὶ γὰρ φωνὴν θηλυκὴν ἴσχουσι καὶ
ὀξύτητα καὶ ἀναρθρίαν, καὶ οὕτω σφόδρα μεταπίπτουσιν ὡς
καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὰ ἐκτεμνόμενα. ἐναντίως δ' οἱ
ταῦροι καὶ οἱ κριοὶ τὰ κέρατα ἴσχουσι, διότι καὶ τὰ θήλεα
ἐναντίως αὐτῶν ἔχει. διὸ οἱ μὲν μείζω ἐκτεμνόμενοι ἴσχου-
σιν, οἱ δὲ ἐλάττω. τὸ δὲ μέγεθος μόνον οἱ εὐνοῦχοι εἰς τὸ
ἄρρεν μεταβάλλουσιν· μείζους γὰρ γίνονται. ἔστι δὲ τοῦτο τοῦ
ἄρρενος· τὰ γὰρ θήλεα ἐλάττω ἐστὶ τῶν ἀρρένων. ἢ οὐδὲ
τοῦτο εἰς τὸ ἄρρεν, ἀλλ' εἰς τὸ θῆλυ; οὐ γὰρ εἰς πᾶν τὸ μέ-
γεθος, ἀλλ' εἰς τὸ μῆκος μόνον, τὸ δὲ ἄρρεν καὶ εἰς πλά-
τος καὶ εἰς βάθος· τότε γὰρ τετελείωται. ἔτι δὲ ὡς ἔχει
τὸ θῆλυ πρὸς τὸ ἄρρεν, οὕτως αὐτοῦ τοῦ θήλεος ἡ παρθένος
πρὸς τὴν γυναῖκα· ἡ μὲν γὰρ ἤδη γενναία, ἡ δὲ οὔ. εἰς τὴν
τούτων οὖν μεταβάλλει· ἐπὶ μῆκος γὰρ ταύταις ἡ αὔξησις.
διὸ καὶ Ὅμηρος εὖ τὸ “μῆκος δ' ἔπορ' Ἄρτεμις ἁγνή,” ὡς
διὰ τὴν παρθενίαν, ὃ εἶχε, δυναμένης δοῦναι. οὔκουν εἰς τὸ
ἄρρεν κατὰ τὸ μέγεθος μεταβάλλει. οὐ γὰρ εἰς τὸ τέλειον
μεταβάλλει. οἱ δὲ εὐνοῦχοι εἰς μέγεθος τὸ μῆκος ἐπιδι-
δόασιν.

Διὰ τί οἱ εὐνοῦχοι ἢ ὅλως οὐκ ἴσχουσιν ἢ ἧττον ἰξίας;
ἢ ὅτι μεταβάλλουσι τὴν φύσιν ἐν τῇ ἐκτμήσει εἰς τὰ ἄγονα;
τοιαῦτα δὲ παῖς καὶ γυνή, ὧν οὐδέτερον ἴσχει ἰξίας, εἰ μή
τι σπάνιον γυνή.

Διὰ τί μᾶλλον ἄνθρωπος πολλὰς φωνὰς ἀφίησι, τὰ
δὲ ἄλλα μίαν, ἀδιάφορα ὄντα τῷ εἴδει; καὶ τοῦ ἀνθρώπου
μία φωνή, ἀλλὰ διάλεκτοι πολλαί.

Διὰ τί δὲ αὐτὴ ἄλλη, τοῖς δὲ ἄλλοις οὔ; ἢ ὅτι οἱ μὲν
ἄνθρωποι γράμματα πολλὰ φθέγγονται, τῶν δὲ ἄλλων τὰ
μὲν οὐδέν, ἔνια δὲ δύο ἢ τρία τῶν ἀφώνων; ταῦτα δὲ ποιεῖ
μετὰ τῶν φωνηέντων τὴν διάλεκτον. ἔστι δὲ ὁ λόγος οὐ τὸ
τῇ φωνῇ σημαίνειν, ἀλλὰ τοῖς πάθεσιν αὐτῆς, καὶ μὴ ὅτι
ἀλγεῖν χαίρει. τὰ δὲ γράμματα πάθη ἐστὶ τῆς φωνῆς.
ὁμοίως δὲ οἵ τε παῖδες καὶ τὰ θηρία δηλοῦσιν· οὐ γάρ πω
οὐδὲ τὰ παιδία φθέγγονται τὰ γράμματα.

Διὰ τί μόνον τῶν ζῴων ἄνθρωπος γίνεται ἰσχνόφωνον;
πότερον ὅτι καὶ ἐνεόν, ἡ δὲ ἰσχνοφωνία ἐνεότης ἐστίν; ἀλλὰ
δὴ καὶ οὐδ' ὅλως πεπλήρωται τοῦτο τὸ μόριον. ἢ ὅτι κοινω-
νεῖ μᾶλλον λόγου, τὰ δ' ἄλλα φωνῆς; ἔστι δὲ ἡ ἰσχνοφω-
νία οὐ κατὰ τὸ ὄνομα ἓν ἢ οὐ συνεχῶς διεξιέναι.

Διὰ τί ἄνθρωπος γίνεται ἐκ γενετῆς χωλὸς μάλιστα
τῶν ἄλλων ζῴων; πότερον ὅτι ἰσχυρὰ τῶν ἄλλων ἐστὶ σκέλη
τῶν ζῴων; ὀστώδη γὰρ καὶ νευρώδη καὶ τετράποδα καὶ ὄρνι-
θες ἔχουσιν, οἱ δὲ ἄνθρωποι σαρκώδη· διὰ τὴν ἁπαλότητα
οὖν θᾶττον πηροῦνται ἐν τῇ κινήσει. ἢ διότι μόνον τῶν ζῴων
πολλοὺς ἔχει χρόνους τῆς γενέσεως; καὶ γὰρ ἑπτάμηνα καὶ
ὀκτάμηνα καὶ δεκάμηνα γίνεται. τοῖς δ' ἄλλοις εἷς χρόνος
τῆς τελειώσεως γέγονεν οὐ διατρίψας· τοῖς δ' ἀνθρώποις πο-
λὺς ὁ χρόνος γίνεται τῆς ἐν πλήθει διατριβῆς, ὥστε κινουμέ-
νων διὰ τὸ ἁπαλὰ εἶναι καὶ θραύεται τὰ ἀκρωτήρια ἐν τῷ
πλείονι χρόνῳ πλείω.

Διὰ τί οἱ εὐνοῦχοι ἑλκώδεις τὰς κνήμας ἴσχουσι καὶ
σαπράς; πότερον ὅτι καὶ αἱ γυναῖκες, οἱ δ' εὐνοῦχοι γυναι-
κικοί; ἢ τοῦτο μὲν συμβέβηκεν, αἴτιον δὲ καὶ ταῖς γυναιξὶν
ὅτι ἡ θερμότης κάτω ὁρμᾷ. δηλοῖ δὲ τὰ γυναικεῖα. διὸ
οὔτε οἱ εὐνοῦχοι οὔτε γυναῖκες δασεῖς γίνονται, διὰ πολλὴν
ὑγρότητα.

Διὰ τί τῶν ζῴων οὐθὲν λιθιᾷ ἀλλ' ἢ ἄνθρωπος; ἢ ὅτι
τῶν μὲν ὑποζυγίων καὶ τῶν πολυωνύχων οἱ πόροι τῆς κύ-
στεως εὐρεῖς εἰσίν; ὅσα δὲ μὴ τὸ πρῶτον, ὕστερον δὲ ζῳοτο-
κεῖ ἐν αὑτοῖς, οἷον ἔνιοι τῶν ἰχθύων, τούτων δὲ οὐδὲν κύστιν
ἔχει, ἀλλ' εἰς τὴν κοιλίαν αὐτοῖς ἡ τοιαύτη συνθλίβεται
ὑπόστασις, οἷον καὶ τοῖς ὄρνισιν, ὥστε ταχὺ καὶ διεξέρχεται
κατὰ τὴν ἕδραν. ὁ δὲ ἄνθρωπος κύστιν τε ἔχει καὶ στενὸν
τὸν καυλὸν ὡς κατὰ μέγεθος. διὰ μὲν οὖν τὸ ἔχειν τοῦτο τὸ
μόριον συνθλίβεται τὸ γεῶδες εἰς τὴν κύστιν (διὸ καὶ χρώ-
ζονται αἱ ἀμίδες ὑπ' αὐτοῦ), διὰ δὲ τὴν θερμότητα τοῦ τόπου
συμπέττεται καὶ παχύνεται μᾶλλον, ἐμμένει δὲ καὶ αὐ-
ξάνεται διὰ τὴν στενότητα τοῦ οὐρητῆρος· οὐ γὰρ δυνάμενα τὰ
γεώδη ὑποστήματα ῥᾳδίως ὑπεξιέναι, πρὸς ἄλληλα ὑπο-
στρεφόμενα λίθος γίνεται.

Διὰ τί οὐκ ἐρεύγεται τὰ ὑποζύγια, οὐδὲ οἱ βόες καὶ τὰ
κερατοφόρα, οὐδὲ οἱ ὄρνιθες; ἢ διὰ ξηρότητα τῆς κοιλίας;
ταχὺ γὰρ ἀναλίσκεται τὸ ὑγρὸν καὶ διηθεῖται· ἐμμένοντος
δὲ καὶ πνευματουμένου γίνεται ὁ ἐρευγμός. τοῖς δὲ λοφούροις
διὰ μῆκος τοῦ αὐχένος εἰς τὸ κάτω ὁρμᾷ τὸ πνεῦμα, διὸ
καὶ ἀποψοφοῦσι μάλιστα. οἱ ὄρνιθες δὲ καὶ τὰ κερατοφόρα
οὐ ποιεῖ οὐδέτερον. οὐδὲ ἐρεύγονται δὲ ὅσα μηρυκάζει, διὰ τὸ
πολλὰς ἔχειν κοιλίας καὶ τὸν καλούμενον κεκρύφαλον· διὰ
πολλῶν οὖν γίνεται καὶ ἄνω καὶ κάτω τῷ πνεύματι ἡ πο-
ρεία, καὶ φθάνει ἀναλισκόμενον τὸ ὑγρὸν πρὶν ἐκπνευμα-
τωθῆναι καὶ ποιῆσαι ἢ ἐρυγεῖν ἢ ψοφῆσαι.

Διὰ τί, ὅσα μὲν ἥμερα τῶν ζῴων ἐστί, πάντως καὶ
ἄγρια, ὅσα δὲ ἄγρια, οὐ πάντως ἥμερα; καὶ γὰρ ἄνθρωποί
που φαίνονται ἄγριοι ὄντες καὶ κύνες ἐν Ἰνδοῖς καὶ ἵπποι
ἄλλοθι, ἀλλ' οὐ λέοντες ἥμεροι οὐδὲ παρδάλεις οὐδ' ἔχεις οὐδ'
ἄλλα πολλά. ἢ ὅτι ῥᾷον τὸ φαῦλον καὶ γενέσθαι ἐξ ἀρχῆς
καὶ μεταβαλεῖν εἰς αὐτό; ἡ γὰρ φύσις οὐχ ἡ πρώτη ἀλλ' ἡ
ἐν τέλει ἐργώδης τυχεῖν εὐθύς. διὸ πάντα καὶ τὰ ἥμερα
ἄγρια γίνονται τὸ πρῶτον μᾶλλον ἢ ἥμερα, οἷον παιδίον ἢ
ἀνὴρ παμφάγον καὶ τῷ θυμῷ ζῶν· ἀλλ' ἀσθενέστερα.
ὥσπερ οὖν καὶ ἐπὶ τῶν τῆς τέχνης ἔργων, οὕτως ἔχει καὶ ἐπὶ
τῶν τῆς φύσεως ἔργων. καὶ γὰρ ἐπὶ τούτων πάντ' ἐστὶ φαύ-
λως εἰργασμένα, καὶ πλείω τὰ φαῦλα, κλίνη καὶ ἱμάτιον
καὶ ἄλλ' ὁτιοῦν. καὶ ὃ μέν ἐστι καλόν, λαβεῖν ἔστιν ἅπαν
καὶ φαῦλον, ὃ δὲ φαῦλον, οὐ πᾶν καὶ καλόν, οἷον εἴ τις
ἐπὶ τῶν ἀρχαίων γραφέων καὶ ἀνδριαντοποιῶν σκοπεῖ τὰ
ἔργα· οὐ γὰρ ἦν πώποτε οὐδαμῇ γραφὴ σπουδαία οὐδὲ ἀνδριάς,
φαῦλα δὲ ἦν. ὁμοίως δὲ καὶ ἡ φύσις φαῦλα μὲν πάντα
ποιεῖ, καὶ πλείους καὶ πλείω, σπουδαῖα δ' ἐλάττω, καὶ οὐ
πάντα δύναται. τὸ δὲ ἥμερον βέλτιον, τὸ δὲ ἄγριον φαῦ-
λον. φύσει δὲ οὐ τῇ ἐξ ἀρχῆς, ἀλλ' ἐφ' ἣν οἶμαι ῥᾷον,
ποιεῖ σπουδαῖα καὶ ἥμερα. τὰ δὲ ἐναντία ἢ οὐδέποτε ἢ μόλις,
καὶ ἔν τισι τόποις καὶ ἐν χρόνοις, ἢ ἀρτίου, ἢ ποτὲ ἔν τινι
κράσει τοῦ ὅλου, γίνονται ἥμερα τὰ ζῷα πάντα. τὸ δ' αὐτὸ
καὶ ἐπὶ τῶν χυτῶν πάντων ἐστίν· ὅσα μὲν γὰρ ἥμερα, καὶ
ἄγρια, οὐ πάντα δὲ δύναται ἡμεροῦσθαι, ἀλλ' ὅμως εἰσὶν ἐν
ἰδίᾳ χώρᾳ πρὸς πολλὰ ἰδίως ἐχούσῃ, ὥστε ἠμελημένα καὶ
ἄγρια κρείττω καὶ ἡμερώτερα φύεσθαι τῶν ἐν ἄλλῃ γεωρ-
γουμένων.

Διὰ τί τοῖς μὲν ἀνθρώποις οἱ ὀμφαλοὶ μεγάλοι γί-
νονται, τοῖς δ' ἄλλοις ζῴοις οὐ φανεροί; ἢ διότι τοῖς μὲν
διὰ τὸ πολὺν χρόνον εἴσω μένειν ἀφαυαίνονται καὶ εὐθὺ
τείνονται, ὅλον δ' ἐπανοιδοῦσι τὰ ἕλκη, διὸ ἔνιοι τῶν ὀμφαλῶν
καὶ αἰσχίους εἰσίν· ὁ δὲ ἄνθρωπος ἀτελὴς ἐξέρχεται, ὥστε
ἔφυγροι καὶ ἄναιμοι οἱ ὀμφαλοὶ ἀκολουθοῦσιν. ὅτι δὲ τὰ
μὲν τετελειωμένα τὰ δὲ ἀτελῆ ἐξέρχεται, σημεῖον ὅτι τὰ
μὲν εὐθὺς δύναται ζῆν, τὰ δὲ παιδία ἐπιμελείας δεῖται.

Διὰ τί τὰ μὲν τῶν ζῴων ἅπαξ ὀχεύεται, τὰ δὲ
πολλάκις, καὶ τὰ μὲν ὥρᾳ ἔτους, τὰ δ' ὅτε ἔτυχεν, ἄν-
θρωπος μὲν ἀεί, τὰ δὲ ἄγρια οὐ πολλάκις, καὶ ὗς μὲν
ἄγριος ἅπαξ, ἥμερος δὲ πολλάκις; ἢ διὰ τὴν τροφὴν καὶ
ἀλέαν καὶ πόνον; ἐν πλησμονῇ γὰρ Κύπρις. ἔπειτα τὰ
αὐτὰ ἄλλοθι μὲν ἅπαξ τίκτει, ἄλλοθι δὲ πλεονάκις, οἷον
τὰ πρόβατα ἐν Μαγνησίᾳ καὶ Λιβύῃ τίκτει δίς. τὸ δ'
αἴτιον ἡ πολυχρονία τοῦ τόκου· οὐ γὰρ ἐπιθυμεῖ ὅταν πλη-
σθῇ, ὥσπερ οὐδὲ τροφῆς τὰ πλήρη. τὰ δὲ κυοῦντα ἧττον
ὀχείας ἐπιθυμεῖ διὰ τὸ μὴ γίνεσθαι τὴν κάθαρσιν.

Διὰ τί τῶν ἀνθρώπων οἱ ἀραιοὺς ἔχοντες τοὺς ὀδόντας
βραχύβιοι ὡς ἐπὶ τὸ πολύ; ἢ ὅτι σημεῖον τοῦ τὸ ὀστοῦν
πυκνὸν εἶναι; ὡς ὁ ἐγκέφαλος ἀσθενὴς οὐκ εὐπνοῶν, ὥστε
ὑγρὸς ὢν τὴν φύσιν ταχὺ σήπεται. καὶ γὰρ τὰ ἄλλα
μὴ κινούμενα καὶ ἀπατμίζοντα. διὸ καὶ ἄνθρωπος τὴν κε-
φαλὴν δασύτατον, καὶ τὸ ἄρρεν τοῦ θήλεος μακροβιώτερον
διὰ τὰς ῥαφάς. δεῖ δὲ ἰδεῖν καὶ ἐπὶ τῶν ἄλλων.

Διὰ τί δέ, ὅσοι τὴν διὰ τῆς χειρὸς τομὴν ἔχουσι δι'
ὅλης, μακροβιώτεροι; ἢ διότι τὰ ἄναρθρα βραχυβιώτατα,
ὡς τὰ ἔνυγρα; εἰ δὲ τὰ ἄναρθρα βραχύβια, δῆλον ὅτι
τὰ ἠρθρωμένα τοὐναντίον. τοιαῦτα δὲ ὧν καὶ τὰ φύσει
ἄναρθρα μάλιστα ἤρθρωται· τῆς δὲ χειρὸς τὸ εἴσω ἀναρ-
θρότατον.

Διὰ τί τῶν ζῴων ἄνθρωπος ἢ μόνον ἢ μάλιστα δια-
στρέφεται; ἢ ὅτι ἢ μόνον ἢ μάλιστα ληπτὸν ἐν τῇ νηπιό-
τητι γίνεται, ὅτε καὶ διαστρέφεσθαι συμβαίνει πᾶσιν.

Διὰ τί τῶν ζῴων ἄνθρωπος μάλιστα καπνίζεται; ἢ
ὅτι μάλιστα δακρύει, ἡ δὲ κάπνισις μετὰ δακρύου;

Διὰ τί ἵππος ἵππῳ χαίρει καὶ ἐπιθυμεῖ, ἄνθρωπος
δὲ ἀνθρώπῳ, καὶ ὅλως δὲ τὰ συγγενῆ τοῖς συγγενέσι καὶ
ὁμοίοις; οὐ γὰρ δὴ ὁμοίως ὅτι πᾶν ζῷον καλόν, ἡ δὲ ἐπι-
θυμία τοῦ καλοῦ. ἔδει οὖν τὸ καλὸν ἥδιον εἶναι. νῦν δὲ
μᾶλλον οὐ πᾶν κάλλος ἡδύ, τὸ καλὸν καὶ τὸ ἡδύ. οὐδὲ
πᾶσιν ἡ ἡδονὴ ἢ τὸ καλὸν ἡδύ, οἷον φαγεῖν ἢ πιεῖν ἐστὶν
ἥδιον ἑτέρῳ καὶ ἀφροδισιάσαι ἄλλῳ. διότι μὲν οὖν ἕκα-
στον τῷ συγγενεῖ μιγνύμενον μάλιστα καὶ ἥδιστα ἀφροδι-
σιάζει, ἄλλο πρόβλημα· ὅτι δὲ καὶ κάλλιστον, οὐκέτι ἀλη-
θές. ἀλλὰ ἡμεῖς τὸ εἰς τὴν συνουσίαν ἡδύ, ὅτι ὃ μὲν κα-
λόν, ὅτι ἐπιθυμοῦντες χαίρομεν ὁρῶντες. καίτοι καὶ ἐπὶ
τῶν ἄλλων ἐπιθυμιῶν ἔχει ὁμοίως· διψῶντες γὰρ ἥδιον
ὁρῶσι τὸ πόμα. τὸ μὲν οὖν πρὸς χρείαν τινὰ καλόν, οὗ
καὶ μάλιστα ἐπιθυμοῦμεν, τοῦτο δοκεῖ ἥδιστον εἶναι, τὸ δὲ
καθ' αὑτὸ οὐκέτι οὕτως. σημεῖον δὲ τούτου· δοκοῦσι γὰρ ἡμῖν
καὶ ἄνδρες καλοὶ εἶναι, πρὸς τὴν συνουσίαν βλέψασιν. ἆρ'
οὖν οὕτως ὥστε καὶ ἡσθῆναι ὁρῶσι μᾶλλον τῶν εἰς συνουσίαν;
οὐδέν γε κωλύει, εἰ μὴ ἐπιθυμοῦντες τύχοιμεν. οὕτω δὲ πόμα
κάλλιον· εἰ γὰρ διψῶντες τύχοιμεν, ἥδιον ὀψόμεθα.

Διὰ τί ποτε τοῦ μὲν ἀνθρώπου τὰ ἔμπροσθεν δασύτερα
τῶν ὄπισθέν ἐστι, τῶν δὲ τετραπόδων τὰ ὄπισθεν; ἢ ὅτι
πάντα τὰ δίποδα τὰ ἔμπροσθεν ἔχει δασύτερα; οἱ γὰρ
ὄρνιθες τὸν αὐτὸν τρόπον τοῖς ἀνθρώποις ἔχουσιν. ἢ τὰ
ἀσθενέστερα μᾶλλον ἀεὶ σκεπάζειν ἡ φύσις εἴωθεν, ἀσθενὲς
δὲ ἕκαστόν ἐστί τινα τρόπον. τῶν δὲ τετραπόδων ἁπάντων
τὰ ὄπισθεν ἀσθενέστερά ἐστι τῶν ἔμπροσθεν διὰ τὸν τόπον·
ὑπὸ γὰρ τῶν ψυχῶν καὶ καυμάτων μᾶλλον δυνατά ἐστι
πάσχειν· τῶν δὲ ἀνθρώπων τὰ ἔμπροσθεν ἀσθενέστερά ἐστι
καὶ τὸ αὐτὸ πέπονθεν.

Διὰ τί ἄνθρωπος τῶν ζῴων μάλιστα πτάρνυται; ἢ
ὅτι καὶ κορυζᾷ μάλιστα; τούτου δ' αἴτιόν ἐστιν ὅτι τοῦ θερμοῦ
ὄντος περὶ τὴν καρδίαν καὶ πεφυκότος ἄνω φέρεσθαι τοῖς
μὲν ἄλλοις ζῴοις ἡ κατὰ φύσιν αὐτοῦ φορά ἐστιν ἐπὶ τοὺς
ὤμους, ἐντεῦθεν δὲ ἐξ ἀνακλάσεως σχιζόμενον τὸ μὲν ἐπὶ
τὸν τράχηλον καὶ τὴν κεφαλὴν φέρεται αὐτοῦ, τὸ δὲ εἰς
τὴν ῥάχιν καὶ τὴν ὀσφύν, διὰ τὸ ἐπὶ τῆς αὐτῆς εὐθείας
εἶναι ταῦτα πάντα καὶ παρὰ τὴν βάσιν. φερόμενον δὲ
ὁμοίως τὸ σῶμα καὶ τὰ ὑγρὰ μερίζει εἰς αὐτὰ ὁμαλῶς·
ἕπεται γὰρ τὰ ὑγρὰ τῷ θερμῷ. διὸ οὐδὲ πάνυ κορυζᾷ τὰ
τετράποδα ζῷα, οὐδὲ πτάρνυται· ὁ γὰρ πταρμὸς ἢ πνεύ-
ματος ἀθρόου φορά ἐστιν, ὑγρῶν ἐξατμιζόντων τι μᾶλλον
τοῦ σώματος, ἢ ὑγρῶν ἀπέπτων. διὸ πρὸ τῶν κατάρρων
γίνεται, ἃ οὐ συμβαίνει τοῖς ἄλλοις ζῴοις, διὰ τὸ τὴν τοῦ
θερμοῦ φορὰν ὁμαλίζειν ἐν αὐτῷ εἰς τὸ πρόσθεν καὶ ὄπι-
σθεν. τοῦ δὲ ἀνθρώπου πρὸς ὀρθῇ πεφυκότος τῇ βάσει, κα-
θάπερ τὰ φυτά, συμβαίνει τοῦ θερμοῦ φορὰν ἐπὶ τὴν κε-
φαλὴν γίνεσθαι πλείστην καὶ σφοδροτάτην. φερόμενόν τε
ἐνταῦθα ἀραιοῖ καὶ θερμαίνει τοὺς περὶ αὐτὴν πόρους. ὄντες
δὲ τοιοῦτοι δεκτικοὶ γίνονται τῶν ὑγρῶν μᾶλλον ἢ οἱ κάτω
τῆς καρδίας πόροι. ὅταν οὖν συμβῇ ἐξυγρανθῆναι μᾶλλον
τοῦ δέοντος καὶ καταψυγῆναι, ἔξωθεν συμβαίνει τὸ θερμόν,
τροφήν τε ἔχον καὶ συστελλόμενον ἐντός, αὔξεσθαι, αὐξα-
νόμενον δὲ φέρεσθαι ἐπὶ τὴν κεφαλὴν καὶ τοὺς ἐν αὐτῇ
πόρους· εἰς οὓς ἀκολουθοῦντα τὰ ὑγρά, ὄντα λεπτὰ καὶ
ἄπεπτα, πληροῖ αὐτοὺς καὶ τοὺς κατάρρους ποιεῖ, καὶ πταρ-
μοὺς ὁμοίως. ἐν γὰρ ταῖς ἀρχαῖς τῶν κατάρρων τὸ θερμὸν
προαναφερόμενον τοῦ ὑγροῦ, καὶ πνευματοῦν τοὺς πόρους, τῇ
τ' ἐκβολῇ τοῦ πνεύματος τοὺς πταρμοὺς ποιεῖ καὶ τῇ πρὸ
τῶν ὑγρῶν ἀναγωγῇ, ἅ ἐστι λεπτὰ καὶ δριμέα. διὸ καὶ
συμβαίνει μετὰ τῶν τῆς κορύζης πταρμῶν ὑδατώδη ἀπο-
μύττεσθαι. πάντων δὲ τούτων ὁρμησάντων τὰ συνεχῆ καὶ
πάθος ἔχοντα ὑγρὰ ἐφίσταται αὐτοῖς, καὶ ἐμφράττει τοὺς
περὶ τὴν κεφαλὴν καὶ τὴν ῥῖνα πόρους· ὀγκηρότερα γὰρ
γινόμενα καὶ διατείνοντα ποιεῖ τοὺς περὶ τὴν κεφαλὴν πό-
νους. σημεῖον δὲ τὸ μήτ' ἐκτὸς ἢ δι' αὐτῶν πνεῦμα ἀφεῖ-
σθαι. διὸ οὔτε πτάρνυνται οὔτε ὀσφραίνονται οἱ κορυζῶντες.
οἱ δὲ ἄνευ κορύζης γινόμενοι διὰ μὲν τὰς αὐτὰς αἰτίας
γίνονται, μικρὰς δὲ καὶ ἐλαφρὰς ἀρχὰς λαβόντες. ὥστε
συναχθέντα τὰ ὑγρὰ τῷ θερμῷ, ἐκπνευματούμενα ὑπ'
αὐτοῦ δι' ὀλιγότητα, εἰσπίπτει κατὰ τὰς ῥῖνας. ποιεῖ δὲ
τὸν ψόφον τοῦ πνεύματος οὐχ ἧττον ἡ βία τῆς φορᾶς ἢ τὸ
πλῆθος αὐτοῦ. ἐνεχθέντος γὰρ τοῦ θερμοῦ πρὸς ὀρθὴν πρὸς
τὸν ἐγκέφαλον καὶ προσπεσόντος αὐτῷ, ἀνακλᾶται ἐπὶ
τὰς ῥῖνας διὰ τὸ τοὺς ταύτῃ πόρους ἐκτὸς ἀπὸ τοῦ ἐγκεφά-
λου διατείνειν. παρὰ φύσιν οὖν τῆς ἐκτὸς κλάσεως φορᾶς
γινομένης ἐπὶ τὰς ῥῖνας τῷ πνεύματι, σφοδρὰν συμβαίνει
γίνεσθαι· διὸ ποιεῖ τοὺς ψόφους. τῶν δὲ ἄλλων ζῴων συμ-
βαίνει μάλιστα κορυζᾶν τοὺς ὄρνιθας διὰ τὸ μάλιστα ὁμοιό-
σχημον εἶναι ἀνθρώπῳ· ἧττον δὲ ἢ ἄνθρωπος πάσχει αὐτό,
ὅτι τὰ πολλὰ κάτω ἔχει τὴν κεφαλὴν διὰ τὸ τὴν νομὴν
ἀπὸ τῆς γῆς εἶναι.

Διὰ τί τὰ θαλάττια ζῷα τῶν ἐν τῇ γῇ μείζω καὶ
εὐτραφέστερά ἐστιν; ἢ ὅτι ὁ ἥλιος καταδαπανῶν τὰ πε-
ριέχοντα τὴν γῆν ἀφαιρεῖται τὴν τροφήν; διὸ καὶ τὰ κα-
τακεκλειμένα εὐτραφέστερά ἐστιν. πάντων οὖν τούτων ἀπήλ-
λακται τὰ θαλάττια ζῷα.

Διὰ τί ποτε τὰ μὲν ἄλλα ζῷα πλεονάκις τὴν ξηρὰν
τροφὴν ἢ τὴν ὑγρὰν προσάγεται, ὁ δὲ ἄνθρωπος τὴν ὑγρὰν
ἢ τὴν ξηράν; ἢ ὅτι φύσει ὁ ἄνθρωπος θερμότατον; πλεί-
στης οὖν καταψύξεως δεῖται.

Διὰ τί οἱ εὐνοῦχοι οὐ γίνονται φαλακροί; ἢ ὅτι πολὺν
ἔχουσι τὸν ἐγκέφαλον; τοῦτο δὲ συμβέβηκεν αὐτοῖς διὰ τὸ
μὴ συγγίνεσθαι ταῖς γυναιξίν· ἡ γὰρ γονή ἐστιν ἀπὸ τοῦ
ἐγκεφάλου χωροῦσα διὰ τῆς ῥάχεως. διὰ τοῦτο δὲ οὐ δοκοῦσι
καὶ οἱ βόες οἱ ἐκτομίαι μεγάλα τὰ κέρατα ἴσχειν, ὅταν
ἐκτμηθῶσιν. δοκεῖ δὲ ἡ αὐτὴ αἰτία εἶναι καὶ ὅτι αἱ γυναῖ-
κες καὶ οἱ παῖδες οὐκ εἰσὶ φαλακροί.

Διὰ τί τὰ μὲν εὐθὺς δύνανται δι' αὑτῶν τρέφεσθαι
μετὰ τὴν γένεσιν, τὰ δὲ οὔ; ἢ ὅσα ὀλιγοχρονιώτερα τῶν
μνήμης δεκτικῶν; διὸ ἅπαντα καὶ τελευτᾷ θᾶττον.

Διὰ τί ποτε ὁ μὲν ἄνθρωπος πλείω τὴν ὑποχώρησιν
ποιεῖται τὴν ὑγρὰν τῆς ξηρᾶς, οἱ δὲ ἵπποι καὶ οἱ ὄνοι τὴν
ξηράν; ἢ διότι ταῦτα μὲν τὰ ζῷα πλείονι τροφῇ χρῆται
τῇ ξηρᾷ, ὁ δὲ ἄνθρωπος ὑγρᾷ μᾶλλον ἢ τῇ ξηρᾷ; πᾶσα
δὲ περίττωσις ἀπὸ τῆς τροφῆς ἐστί, καὶ ἀπὸ τῆς πλείονος
πλείω. τὰ μὲν οὖν τῇ ὑγρᾷ μᾶλλον, τὰ δὲ τῇ ξηρᾷ
πλείονι τροφῇ χρῆται· διότι τὰ μὲν τῶν ζῴων ἐστὶ φύσει
ξηρά, τὰ δὲ ὑγρά. τὰ μὲν οὖν τῇ φύσει ξηρὰ τῆς ὑγρᾶς
μᾶλλον ἐπιθυμεῖ (ταύτης γὰρ ἐνδεέστερά εἰσι), τὰ δὲ τῇ
φύσει ὑγρὰ τῆς ξηρᾶς· ταύτης γὰρ ἐνδεέστερα καθέστηκεν.

Διὰ τί ὄρνιθες καὶ ἄνθρωποι καὶ τῶν ζῴων τὰ ἀν-
δρεῖα σκληρότερα; ἢ ὅτι ὁ θυμὸς μετὰ θερμότητος; ὁ γὰρ
φόβος κατάψυξις. ὅσων οὖν τὸ αἷμα ἔνθερμόν ἐστι, καὶ
ἀνδρεῖα καὶ θυμοειδῆ· τὸ δὲ αἷμα τροφή. ὅσα δὲ θερμῷ
ἄρδεται τῶν φυομένων, σκληρότερα πάντα.

Διὰ τί τέρατα τίκτουσι μάλιστα τὰ τετράποδα
τὰ μὴ μεγάλα, ἄνθρωπος δὲ καὶ τὰ μεγάλα ἧττον,
οἷον ἵπποι καὶ ὄνοι; ἢ ὅτι πολύγονα ταῦτα, οἷον κύνες
καὶ ὕες καὶ αἶγες καὶ πρόβατα, πολὺ μᾶλλον τῶν με-
γάλων, ἐκείνων δὲ τὰ μὲν ὅλως μονοτόκα, τὰ δὲ ὡς
ἐπὶ τὸ πολύ. τὰ δὲ τέρατα γίνεται ἐπαλλαττόντων τῶν
σπερμάτων ἀλλήλοις καὶ συγχεομένων ἐν τῇ ἐξόδῳ τῆς
γονῆς ἢ ἐν τῇ μίξει τῇ ἐν τῇ ὑστέρᾳ τῆς θηλείας. διὸ
καὶ ὄρνιθες αὐτὰ ποιοῦσιν· τὰ γὰρ ᾠὰ δίδυμα τίκτουσι,
τὰ δὲ τέρατα ἐκ τῶν διδύμων γίνεται, ὧν ἡ λέκιθος τῷ
ὑμένι οὐ διαιρεῖται.

Διὰ τί ἡ κεφαλὴ δασεῖα τῶν ἀνθρώπων μᾶλλον τοῦ
ἄλλου σώματος καὶ οὐ κατὰ λόγον, τοῖς δὲ ἄλλοις ζῴοις
τοὐναντίον; ἢ ὅτι καὶ τῶν ἄλλων τὰ μὲν εἰς ὀδόντας ἐκ-
δίδωσι καθ' ὑπερβολὴν τῆς τροφῆς, τὰ δὲ εἰς κέρατα, τὰ
δὲ εἰς τρίχας; ὅσα μὲν εἰς κέρατα, ἧττον τὴν κεφαλὴν
ἔχει δασεῖαν· ἐκεῖ γὰρ ἀνήλωται· ὅσα δὲ εἰς ὀδόντας,
μᾶλλον μὲν τῶν κερατοφόρων (ἔχει γὰρ λοφιάν), ἧττον
δὲ τῶν τοιούτων, οἷον ὀρνέων. ἔχουσι γὰρ ταῦτα καὶ τὴν
τῶν ἀνθρώπων· ὃ ἐκείνοις πολλαχῇ διὰ πλῆθος, τοῦτο εἰς
κεφαλὴν ἐκδίδωσιν· οὐδὲ γὰρ οὐδὲν ἔχει, οὐδὲ πολὺ οὕτως
ὥστε πανταχῇ.

Διὰ τί ἄνθρωπος μόνος τῶν ζῴων πολιὰς ἔχει; ἢ
ὅτι τὰ μὲν πλεῖστα τῶν ζῴων ῥυάδα τὴν τρίχα ἀνὰ πᾶν
ἔτος ἔχει, οἷον ἵππος, βοῦς, ἔνια δὲ ῥυάδα μὲν οὐκ ἔχει,
βραχύβια δέ εἰσι, καθάπερ πρόβατον καὶ ἄλλα· οὗ ἡ
θρὶξ ὥσπερ οὐ γηράσκουσα οὐδὲ πολιοῦται. ὁ δὲ ἄνθρωπος
οὔτε ῥυάδα ἔχει τὴν τρίχα, μακρόβιόν τέ ἐστιν, ὥστε ὑπὸ
τοῦ χρόνου πολιοῦται.

Διὰ τί, ὅσοις τὰ ἀπὸ τοῦ ὀμφαλοῦ κάτω μείζονα ἢ
τὰ πρὸς τὰ στήθη, βραχύβιοι καὶ ἀσθενεῖς; ἢ ὅτι ἡ κοι-
λία ψυχρὰ διὰ μικρότητα, ὥστε οὐ πεπτικὴ ἀλλὰ περιτ-
τωματική; οἱ δὲ τοιοῦτοι νοσακεροί.

Διὰ τί τὰ μὲν γίνεται τῶν ζῴων οὐ μόνον ἐξ ἀλλή-
λων ἀλλὰ καὶ αὐτόματα, τὰ δ' ἐξ ἀλλήλων μόνον, οἷον
ἄνθρωπος καὶ ἵππος; ἢ κἂν εἰ καὶ μὴ δι' ἑτέρας αἰτίας,
ἀλλ' ὅτι τοῖς μὲν ὀλίγος ὁ χρόνος τῆς γενέσεως, ὥστε ἡ
γεννητικὴ ὥρα ὑπερτείνει καὶ ἐνδέχεται γενέσθαι ἐν τῇ
μεταβολῇ τῶν ὡρῶν, τῶν δὲ πολὺ ἡ γένεσις ὑπερτείνει.
ἐνιαύσιοι γὰρ ἢ δεκάμηνοί εἰσιν· ὥστε ἀνάγκη γίνεσθαι ἢ
ἐξ ἀλλήλων γίνεσθαι.

Διὰ τί τῶν Αἰθιόπων οἱ μὲν ὀδόντες λευκοί, καὶ λευ-
κότεροι ἢ τῶν ἄλλων, οἱ δὲ ὄνυχες οὐκέτι; ἢ οἱ μὲν ὄνυ-
χες, ὅτι καὶ τὸ δέρμα μέλαν, καὶ μελάντερον ἢ τῶν ἄλ-
λων, οἱ δὲ ὄνυχες ἐκ τοῦ δέρματος φύονται. οἱ δὲ ὀδόντες
λευκοὶ διὰ τί; ἢ ὅτι ἐξ ὧν τὸ ὑγρὸν ἐξάγει ὁ ἥλιος ἄνευ
τοῦ ἐπιβάπτειν, λευκαίνεται, οἷον καὶ τὸν κηρόν; τὸ μὲν οὖν
δέρμα ἐπιβάπτει, τοὺς δὲ ὀδόντας οὐκ ἐπιβάπτει, ἀλλὰ τὸ
ὑγρὸν διὰ τὴν ἀλέαν ἐξατμίζεται ἐξ αὐτῶν.

Διὰ τί τὰ μὲν ἀφαιρουμένης τῆς κεφαλῆς ἀποθνή-
σκει εὐθὺς ἢ ταχύ, τὰ δὲ οὔ; ἢ ὅσα ἄναιμα καὶ ὀλιγό-
τροφα, τοῦτο πάσχει; οὔτε τροφῆς γὰρ δεῖται ταχύ, οὔτε
ἐγχεῖται αὐτῶν τὸ θερμὸν ἐν τῷ ὑγρῷ, ὧν ἄνευ οὐχ οἷόν τε
ζῆν τοῖς ἐναίμοις. τούτοις δὲ οἷόν τέ ἐστιν· ἀπνευστὶ ζῆν γὰρ
δύνανται πολὺ μᾶλλον. ἡ δὲ αἰτία ἐν ἑτέροις εἴρηται.