Μετάβαση στο περιεχόμενο

Πράξεις Παύλου

Από Βικιθήκη


Πράξεις Παύλου
Θρησκευτικό κείμενο





Πράξεις Παύλου

Fragment I 1 [...........]ν̣ θεοῦ σ[. εἰ]πὲ οὖν, τ̣ίνα ἐστ̣ὶ̣ν̣ [τ]ὰ π[ερὶ τὸν θ(εό)ν]

[ὃν σὺ κηρύσσει]ς. ὁ δὲ Παῦλος εἶπε[ν] π̣ρ̣[ὸς αὐτόν]

[ποίει ὃ θέλεις]· μ̣η̣τ̣εμίαν γὰρ ἔχεις ἐξουσί[αν κατ' ἐμοῦ]

[εἰ μὴ εἴ]ς μου τὸ σῶμα, τὴν δὲ ψυχὴν μ̣ὴ̣ ἀ̣π̣[οκτενεῖς].

[ἄκουε] δέ, καθὰ δῖ σε σωθῆναι καὶ πάντα̣ [τὰ ῥήμα-]

[τ]ά̣ μ̣[ο]υ̣ ἐν καρδίᾳ λαμβάν̣ο̣ν̣ τ̣α̣ ς̣α̣θ̣[.]ρ̣ο̣ν̣ η[...... ἥ-]

λ̣ι̣ο̣ν [κ]αὶ τὴν γ̣ῆ̣ν̣ καὶ ἄ̣ς̣τ̣ρ̣α̣ καὶ ἀρχὰς καὶ κ[υ]ρ̣ό̣[τητας]

καὶ πάντα τὰ ἐν κός[μ]ῳ ἀγαθὰ ἕνεκεν ἀν[..... ἔ-]

π̣λ̣α̣ς̣εν̣[......... εἰς χρῆ]σιν ἀνθρώπων κ̣α̣τ̣α̣ τησ[......]

10 ... ἀπα̣γ̣ο̣μ̣έ̣ν̣ο̣υ̣ς̣ κ̣α̣[ὶ κα]τ̣ανδραπ̣οδ̣ι̣ζ̣ομένο̣υ̣ς̣ τ̣α̣[......]

χ̣ρ̣υσῷ τελε̣[ίῳ καὶ ἀργυ]ρίῳ κα[ὶ λ]ίθοις τ̣ι̣μ̣ί̣ο̣ι̣ς̣ [......]

καὶ μοιχίαις καὶ μέθα[ι]ς. ς̣κ̣έ̣ψ̣οντες γὰρ̣ [.]...[......]

[τ]ὰς ἐπὶ τὴν ἀπάτην ἀγούσας διὰ τῶν̣ π̣ρ̣ο̣ε̣ι̣ρ̣[η]μ̣[ένων]

β̣άντες ἐφονεύθησαν. νῦν οὖ̣ν ἐπ̣ὶ ὁ κ̣ύριο̣ς β[ο]ύ̣[λεται]

ζῆν ἡμᾶς ἐν θεῷ διὰ τὴν ἐν κόσμῳ πλάν̣η̣[ν καὶ μὴ ἀπο-]

θανεῖν ἐν ἁμαρτίαις, σώζει διὰ τῶν ἁγ̣ν̣[ῶν ἀνδρῶν τῶν]

κηρυσσόντων, ἵνα μετανοῆται καὶ πιστεύη̣τ̣ε̣ [ὅτι εἷς θεὸς]

καὶ εἷς Χριστὸς Ἰησοῦς καὶ ἄλλος οὐχ ὑπάρχει, ὑμῶν γ̣ὰ[ρ] θ̣ε̣[οὶ χαλκοῖ]

καὶ λίθινοι καὶ ξύλινοι μήτε τροφὴν δυνάμε[νο]ι λα[βεῖν μή-]

20 τε βλέψαι μήτε ἀκοῦσαι ἀλλ' οὐδὲ στῆναι, λ[ά]β̣ε̣τ̣ε̣ π̣[ροαίρ-]

εσιν ἀγαθὴν καὶ σωθῆτε, μήποτε ὀργ̣ι̣ς̣θ̣ῇ̣ [ὁ θεὸ]ς̣ κ̣[αὶ κατα-]

καύσι ὑμᾶς πυρὶ ἀσβέστῳ καὶ τὸ μνημόσυνον [ὑμῶν]

ἀπόλιτε. καὶ ταῦτα ὁ ἡγεμὼν ἀκούσας ρ̣ουφ̣ο̣ [..ἐν]

τῷ θεάτρῳ μετὰ τοῦ ὄχλου εἶπεν· ἄνδρες Ἐφ[έσιοι],

ὅτι μὲν ὁ ἀνὴρ οὗτως καλῶς εἶπεν οἶδα, ἔ̣τι δὲ ὅ̣[τι νῦν]

κερὸς ταῦτα ὑμᾶς μαθεῖν οὐκ ἔστιν. τί οὖν θέλε[τ]α̣ι̣ [κρί-]

νατε. οἱ μὲν ἔλεγον κατακέαι αὐτὸν π̣ρ̣ὸ̣ς̣ τ̣ῷ̣ ν̣α[.......],

οἱ [δ]ὲ χρυσοχόοι ἔλεγον· εἰς θηρία τὸν ἄνδρα, καὶ [θορύβου]

γεινομένου μεγάλου κατέκρινεν αὐτὸν εἰς θη[ρία ὁ]

30 [Ἱ]ερώνυμως φραγελλώσας. οἱ μὲν οὖν ἀδελφ[οὶ ὡς τῆς]

Πεντηκοστῆς οὔσης οὐκ ἔκλαυσαν οὐδὲ γό[νατα ἔκλι-]

ναν, ἀλλὰ ἀγαλλιώμεν[ο]ι προσηύχοντο [ἑστῶτες.]

[μετ]ὰ̣ δὲ Ϛ ἡμέρας̣ ἐποίε̣ι̣ ὁ̣ Ἱερώνυμος κυν[ηγίαν]

[ὥστ]ε̣ πάντας το[ὺ]ς θεωροῦντας τὰ μεγ̣έ̣θ̣η̣ τ̣[ῶν θ̣ηρίων]

35 ἀποθα[υ]μ<ά>ζειν.


Fragment II 1 [Πα]ύλου δεδ̣ε̣μ̣[έ]ν̣ο̣υ̣ [...] α̣ [...]ν π̣λ̣.[........

[..]. ως αὐτοῦ̣ οὐκ ἀπένευεν, προσῆλ̣[θε δὲ .......

[....] ἤ̣κ̣ουεν τῶν ἁμαξῶν τραυλισμὸ̣[ν καὶ τὸν θόρυβον]

[τῶν] τὰ θηρία βασταζόντων. καὶ ἐπ̣[........

[..]ω̣ς ἐλθὼν κατὰ τὴν παράθυρον τοῦ στ̣[αδίου, καθ' ἣν Παῦλος]

[ἐ]κ[έ]κλιστο, ἐβόησεν μεγάλως, ὥστε πάντα[ς ...

[βο]ᾶ̣ν̣· ὁ λέων, καὶ γὰρ ὀρύετο πικρῶς καὶ ἐμβρ[ιμῶς, ὥστε καὶ Παῦ-]

[λο]ν̣ ἐκπεσῖν τῆς προσευχῆς διλωθέντα. ἦ̣[ν δὲ ἀνήρ]

[τις] Διόφαντος ἀπελεύθερος Ἱερωνύμου, οὗ ἡ γ̣υν̣ὴ̣ μαθή-

10 [τρια ἦ]ν Παύλου καὶ νυκτὸς κα̣ὶ̣ ἡμέρη̣ς παρεκά[θητ]ο αὐτῷ

[ὥστε ζ]ηλοῖν τὸν Διόφαντον καὶ σπουδάζιν τὰ θηριομαχῖα.

[καὶ ἐπ]εθύμησεν ἡ Ἀρτεμύλλα [ἡ] τοῦ Ἱερονύμου ἀκοῦσε προς-

[ευχομ]ένου Παύλου καὶ εἶπεν [τῇ Διο]φάντου γυναικὶ Εὐβούλᾳ̣·

[.....]ν ἀκοῦσαι προσευχὴν τοῦ [θ]ηριομάχου λόγον. καὶ ἀπελθοῦ-

[σα ἤγγει]λ̣εν τῷ Παύλῳ, καὶ χαρᾶς πλησθεὶς ὁ Παῦλος εἶπεν· ἄγα-

[γε αὐτ]ήν. ἡ δὲ μετενδυσαμένη σκυθροπότερα ἱμάτια ἀπῆλ-

[θεν] πρὸς αὐτὸν μετὰ τῆς Εὐβούλας. ὡς δὲ ἶδεν αὐτὴν Παῦλος,

[ἐστ]έναξεν καὶ εἶπεν· γύναι ἡ τούτου τοῦ κόσμου ἄρχουσα

[ἡ τ]ο̣ῦ̣ χρυσοῦ πολλοῦ δέσποτις ἡ τῆς τρυφῆς πολλῆς πολεῖ-

20 [τ]ι̣[ς] ἡ τῶν ἱμ̣ατίων ἀλαζών, κάτισον εἰς τὸ ἔδαφος καὶ

[ἐπι]λ̣άθου τοῦ πλούτου καὶ τοῦ κάλλους σου καὶ τῶν κοσμί-

[ων] σου κομπῶν. οὐδὲν γάρ σε ταῦτα ὠφελήσει, ἐὰν μὴ θεὸν

[αἰ]τ̣ή̣ς̣ῃ̣ τὸν τὰ μὲν ὧδε δυνὰ σκύβαλα ἡγούμενον, τὰ δὲ ἐκῖ

[θ]αυμάσια χαριζόμενον. χρυσὸς ἀπόλλυτε πλοῦτος καταν-

αλίσκεται ἱμάτια κατατρίβεται κάλλος γηρᾷ καὶ πό-

λις μεγάλαι μεταθείθονται καὶ κόσμος ἔρεται ἐμ πυ-

ρὶ διὰ τὴν αν τῶν ἀνθρώπων ἀνομίαν. μόνος δὲ ὁ θεὸς

μένει καὶ ἡ δι' αὐτοῦ διδομένη ηυἱοθεσία, ἐν ᾧ

[δε]ῖ̣ σωθῆναι. καὶ νῦν Ἀρτεμύλλα ἔλπισον ἐπὶ θεὸν καὶ

30 [ῥ]ύσεταί σε, ἔλπισον ἐπεὶ Χριστὸν καὶ δώσι σοι ἄφεσιν ἁμαρ-

[τι]ῶν καὶ ἐπειθήσι σοι ἐλευθέριον στέφανον, ἵνα

[μ]ηκέτι εἰδώλοις λατρεύῃς καὶ κνείσαις ἀλ[λ]ὰ ζῶν-

[τ]ι θεῷ καὶ πατρὶ Χριστοῦ, οὗ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶ[ν]

[α]ἰώνων, ἀμήν. καὶ ταῦτα Ἀρτεμύλλα ἀκ[ο]ύ̣[σα]ς̣α

[μ]ετὰ Εὐβούλας ἐδεήθη Πα[ύ]λου, ἵνα λούσῃ ἤ̣δ̣[η] ἐ̣ν̣ θ̣ε̣ῷ̣.

36 καὶ εἰς αὔρι̣ο̣ν̣ ἦν τὰ θηριομαχία


Fragment III 1 καὶ ὁ Ἱερόνυμος ἤκουσεν ὑπὸ Διοφάντου, ὅτι αἱ γυνεκες νυκτὸς

καὶ ἡμέραις παρηκάθηντο Παύλῳ, καὶ οὐ μικρῶς ὀργίζετο τῇ Ἀρ-

τεμύλλᾳ καὶ τῇ ἀπελευθέρᾳ Εὐβούλᾳ, καὶ διπνήσας ἀνεχώρησεν

ἐνωρίστερον ὁ Ἱερόνυμος, ἵνα ταχέως ἐπε[ι]τελέσῃ τὰ

κυνήγια. αἱ δὲ εἶπον Παύλῳ· θέλις χαλκέα ἄγωμεν, ἵνα ἡμᾶ[ς]

λούσῃς εἰς θάλασαν λυθείς; καὶ εἶπεν Παῦλος· οὐ θέλω, ἐγὼ

γὰρ πεπίστευκα θεῷ, ὃς ἐκ δεσμῶν ἐρύσατο τὸν κόσμον ὅλον.

καὶ ἐβόησεν Παῦλος πρὸς τὸν θεὸν τῷ σαββάτῳ ἐπερχομένης

τῆς κυριακῆς ἐν ἡμέρᾳ, ᾖ ἔμελλεν θηριομαχῖν ὁ Παῦλος καὶ εἶπεν·

10 ὁ θεός μου Χριστὲ Ἰησοῦ ὁ λυτρωσάμενός με ἐκ τοσούτων κακῶν,

δὸς ἀπέναντι Ἀρτεμμύλας καὶ Εὐβούλας τῶν σῶν ῥαγῆ-

ναι τὰ δεσμὰ ἀπὸ τῶν χερῶν μου. καὶ διαμαρτυρομένου

ταῦτα Παύλου εἰσῆλθεν παῖς λείαν εὐειδὴς ἐν χάριτι

καὶ ἔλυσεν τὰ δεσμὰ Παύλου μειδειάσαντος τοῦ παιδὸς

καὶ εὐθέω̣ς ἀνεχώρησεν. διὰ δὲ τὴν ὀπτασίαν τὴν γενομέ-

νην Παύλῳ καὶ τὸ σημῖον τὸ ἐνάρετον ἐπὶ τῶν δεσμῶν

ἐξέπτη̣ ἡ λύπη αὐτοῦ ἡ τῶν θηρο̣μ̣αχίον̣ καὶ ἀγαλλιώμενος

ἐσκίρτησεν ὡς ἐμ παραδίσῳ· καὶ λα[βὼν τὴν Ἀρ]τεμύλλαν

ἐξῄει τοῦ στ̣ε̣ι̣ν̣οῦ̣ κ[αὶ σκοτει]ν̣ο̣ῦ̣ [τόπου, ὅπου οἱ κ]εκλισμένοι

20 τηροῦνται. ὡς δ̣ὲ̣ [ἔξω ἐγενήθησαν λαθόντες τοὺς τ]ηρητὰς

καὶ ἐν ἀσφαλείᾳ ἤ̣[δη ἦσαν, διεμαρτύρατο ὁ Παῦλο]ς̣ τὸν ἴδιον

θεὸν λέγων· οἱ π̣[υλῶνες ...............]ορ̣[.. εὐλο]γιν

τὴν σὴν οἰκο[νομίαν ......... ἵν]α Ἀρτεμύλλα μυηθῇ̣ [τῆς ἐ]ν κυρίῳ

σφραγῖδος· κ[αὶ τότε οἱ κεκλισμένοι πυ]λῶνες ἐν [ὀνό]ματι

θεοῦ ἀνεπετ[άσθησαν ............] οἱ δὲ φύλακ̣ε̣[ς βα]θεῖ

ὕπνῳ κατη[νέχ]θ̣η̣ς̣α̣ν̣ κα[ὶ εὐθὺς δ]ὲ ἐξῆλθεν ἡ ματ[ρώ]ν̣α

καὶ ὁ μακάρ[ιος] Παῦλος συν τ[.........]σκότος ἀφα̣[ν..]

καὶ νεανίσκ[ος ὅ]μοι[ο]ς ..[.....σῶ]μ̣α̣ Παύ̣λ̣ου φαί̣ν̣[ων]

οὐ λύχνῳ ἀ[λλὰ] ἀ̣πὸ̣ τῆς τοῦ σώ̣[ματος ἁγιω]ς̣ύ̣ν[η]ς̣ προῆγεν

30 αὐτούς, ὥς[τε ἐ]γγίσαι̣ [ἐ]π[ὶ] τὴ[ν θάλασσαν καὶ ἀπέ]ναντι ἱστήκει

ὁ φένων ε̣[....]ν καὶ [προσευξάμενος ὁ Παῦλο]ς ἐπέθηκεν

τῇ Ἀρτεμύλλᾳ τὴν χε[ῖρα καὶ ........ τὸ ὕ]δωρ ἐν ὀνόμα-

τι Χριστοῦ Ἰησοῦ, ὥστε τὴν θ̣[άλασσαν σφόδρα κυμαί]νεσθαι καὶ φόβῳ

μεγάλῳ συσχεθεῖς̣α̣[ν τὴν Ἀρτεμύλλαν] μικ̣ρ̣ο̣ῦ δεῖν ἀπό-

πληκτον γενέσθαι .[.................]ν καὶ εἶπεν·

36 ὁ λάμπων καὶ φαίνω̣[ν βοήθει, ἵνα μὴ] εἴπ̣ω̣σι τ̣ὰ̣ ἔ̣θ̣ν̣η̣,


Fragment IV 1 ὅ̣τι ὁ δέσμιος Παῦλος ἔφυγεν ἀποκτίνας Ἀρτεμύλλαν. καὶ πάλιν

μιδιάσαντος τοῦ νεανίσκου ἀνέπνευσεν ἡ ματρώνα καὶ ἐπορεύετο

εἰς τὴν οἰκίαν φαίνοντος ἤδη τοῦ ὄρθρου. ὡς δὲ εἰσῆλθεν ἔσω τῶν

φυλάκων κοιμωμένων, ἔκλασεν ἄρτον ὕδωρ τε προσήνεγκεν

ἐπότισεν ῥήματι ἀπέλυσεν πρὸς Ἱερόνυμον τὸν ἄνδρα αὐτῆς·

αὐτὸς δὲ ἐδεήθη. ὄρθρου δὲ κραυ<γ>ὴ ἐγένετο ὑπὸ τῶν πολειτῶν·

ἄγωμεν ἐπὶ τὴν θεωρίαν, ἄγωμεν ἴδωμεν τὸν ἔχοντα τὸν θεὸν

θηριομαχοῦντα. αὐτὸς δὲ ἐπιστὰς ὁ Ἱερόνυμος ἅμα δ̣ιὰ τὴν

ὑποψίαν τὴν πρὸς τὴν γυναῖκα, ἅμα καὶ διὰ τὸ μὴ φυγεῖν αὐτὸν

10 ἐκέλευσεν Διοφάντῳ καὶ τοῖς λοιποῖς δούλοις ἄγειν τὸν

Παῦλον εἰς τὸ στάδιον. ὡς δὲ ἐσύρετο μηδὲν λαλῶν ἀλλὰ

κεκυφὼς κάτω καὶ ἀναστενάζων, ὅτι ἐθριαμβεύετο ὑπὸ

τῆς πόλεως· καὶ ἀπαχθεὶς [ε]ὐθέως ἐβλήθη εἰς τὸ στάδιον,

ὡς πάντας ἄχθεσθαι ἐπὶ τῇ σεμνότητι Παύλου. τῆς δὲ Ἀρτε-

μύλλας πεσούσης σὺν τῇ Εὐβούλᾳ εἰς νόσον καὶ ἔσχατον

κίνδυνον διὰ τὴν Παύλου ἀπώλιαν, ὁ Ἱερόνυμος ἐλυπῖ-

το περὶ τῆ[ς] γυναικὸς οὐ μικρῶς, ἀλλὰ καὶ διὰ τὸ ἤδη πεφημίς-

θαι ἐν τῇ πόλει καὶ [μ]ὴ̣ ἔ̣χ̣ων σὺν αὑτῷ τὴν γυναῖκα. ὡς οὖν ἐκα-

θέσθη, ὁ [ἀρχικυνη]γ̣ὸς ἐκέλευσεν αὐτῷ ἐξαφεθῆναι λέον-

20 τα πρὸ [μικροῦ τεθηρευ]μ̣έ̣νον πεικ[ρὸν] λίαν, ὡς ὅλον

τὸ πλῆ̣[θος .....................]α̣, ὅπως ἀναιρε-

θῇ [ὁ Παῦλος .................... ἐκ] δὲ τῆς γαλεάγρας

κα[..............................]ς̣ προσηύχετο,

ἔ[τι δ]ὲ πρὸς το[ύτοις ............] μ̣νηγων τῇ

ἐ̣[κ τ]ῶν παλιούρ[ων ........ καὶ πᾶσιν] θαῦμα ἐγέ-

[νετ]ο̣ μέγα, ὄντος αὐ̣[τοῦ ..............] καθ' ὑπερβο-

[λ]ήν. ὁ δὲ Παῦλος [............... τὸ ἴ]διον ἔργον

[τ]ῆς πρ[ο]σευχ[ῆς ........ κ]α̣ὶ̣ ἐδί[δ]ου τὸ μα̣[ρτ]ύ̣ριον· περι-

βλεψάμενος [γὰρ κύκλῳ ὁ λέων] καὶ ὅλον [ἑαυ]τ̣ὸν ἐπειδίξας

30 ἦλθε δρομέ[ως καὶ ἀνεκλίθη] παρὰ τὰ ς[κ]έλη [τοῦ Π]αύλου ὡς ἀμνὸς

εὐδίδακτ̣[ος καὶ ὡς δοῦ]λο[ς] αὐτοῦ̣ καὶ̣ [ἀ]ν̣α̣παύσαντος

τὴν προσε[υχὴν ὡς ἐξ ἐνυπνί]ων̣ ἐ[γ]ερθὶ[ς εἶ]π̣εν τῷ Παύλῳ

ἀνθρωπί[νῃ γλώσσῃ· χάρις μετὰ ς]οῦ. ὁ δὲ Παῦλος οὐκ ἐπτύ-

ρη ἀλλὰ κα̣[ὐτὸς εἶπεν· χάρις μετὰ ς]οῦ λέων, καὶ ἐπέθηκεν

τὴν χεῖρα [αὐτῷ καὶ ὅλος ὁ ὄχλ]ος ἐβόα· ἆραι τὸν μάγον,

ἆραι τὸν φ[αρμακόν. ὁ δὲ λέων .... ἔβλ]επεν τῷ Παύλῳ

καὶ ὁ Παῦλο[ς τῷ λέοντι καὶ διενοή]θη Παῦλος, ὅτι οὗτός

38 [ἐστιν ὁ λέ]ων


Fragment V 1 ὁ ἐλθὼν [καὶ λου]σάμενος, [κα]ὶ τῇ πίς̣τ̣ι φερόμενος ὁ Παῦλος ε̣ἶ̣[πεν·]

λέων σὺ ἦς [ὃ]ν ἔλουσα; καὶ ἀπ̣οκριθὶς ὁ λέων εἶπεν τῷ Παύλῳ· ν̣[αί.]

ὁ δὲ Παῦλ[ος] ἐδευτέρου καὶ εἶπεν αὐτῷ· καὶ πῶς ἐκυνηγήθης; ὁ δὲ

λέων εἶπε̣ν μιᾷ φωνῇ· ὡς κ̣αὶ σὺ Παῦλε. τοῦ Ἱερονύμου βάλλον-

τ[ο]ς πολλὰ θηρία εἰς τὸ τὸν Παῦλον ἀναιρεθῆναι καὶ ἐπὶ τὸν λέοντα

τοξότας ὡς κ̣[ἀ]κῖνον ἀναιρεθῆναι, αἰθρείου ὄντος τοῦ ἀέρος χά-

λα[ζα] π̣ανπλη[θ]ὴς καὶ λί̣αν μεγάλην σφοδρὰ ἠκονθίσθη ἀπ' οὐ-

ραν[ο]ῦ, ὡς πολλοὺς ἀποθανῖν καὶ τοὺς λυποὺς φυγῖν πάντας.

οὐχ ἥπτετ[ο] δὲ Παύλου οὐδὲ τοῦ λέοντος, ἀλλὰ τὰ ἄλλα θηρία

10 ἀπέθανεν ὑπὸ τοῦ πλήθους τῆς χαλάζης, ὡς καὶ Ἱερονοί-

μου τὸ ὠτίον παταχθὲν ἀφεραιθῆναι καὶ βοᾶν τὸν ὄχλον

φεύγοντα· σῶσον ἡμᾶς ὁ θεός, σῶσον ὁ τοῦ ἀνθρώπου θεὸς τοῦ

θηριομαχήσαντος· καὶ ὁ Παῦλος ἀσπασάμενος τὸν λέον-

τα μηκέτι αὐτοῦ λαλοῦντος ἐξῆλθε ἐκ τοῦ σταδίου, κατέβη

ἐπὶ [τὸν] λ̣ι̣μμενη καὶ ἀνέβη εἰς τὸ πλοῖον ἀγόμενον εἰς

Μακεδονίαν, πολλοὶ γὰρ ἦσαν οἱ πλέοντες ὡς μελλούσης

τῆς πόλεως αἴρεσθαι. συνέβη οὖν καὶ αὐτὸς ὡς εἷς τῶν φευγόν-

των, ὁ δὲ λέων εἰς τὰ ὄρη ἀπῄει, καθὰ ἦν αὐτῷ σύνηθες.

ἡ οὖν Ἀρτεμύλλα καὶ ἡ Εὐβούλα οὐ μικρῶς ἐπένθουν νης-

20 τέουσαι καί γε ἐνν̣[..]ω̣.ς̣α̣ι̣, τί ἄρα ἐγένετο Παύλῳ. ὡς δ[ὲ] ἦν

νύξ, ἐπῆλθε[..................]ε̣ σαφῶς εἰς τὸν κοιτῶ[να],

ὅπου ἀλλή[λαις παρεμυθοῦντο καὶ ὁ Ἱε]ρόνυμος ἐκ τοῦ ὠτίου

ἐσήπετο. τῇ [δὲ Εὐβούλᾳ .......... κα]ὶ̣ Ἀρτεμύλλᾳ διὰ τὴν

λύπην πλ̣[....................] εἶπεν αὐταῖς· μὴ

θροῗσθαι [περὶ τοῦ Παύλου ..... ἐν γὰρ ὀ]ν̣όματι Χριστοῦ Ἰησοῦ καὶ ἐν

τῷ κράτι [τοῦ Παντοκράτορος Παῦλος ὁ δοῦλ]ο̣ς αὐτοῦ ἀπῆρεν

εἰς Μακεδ[ονίαν, ὡς καὶ ἐκεῖ τὰς τοῦ κυρίου οἰκο]νομίας πληρῶσε,

ὑμᾶς δ̣[ὲ ......................κατ]ε̣ῖ̣χεν αὐτὰς

ἔκστασις̣ [μεγάλη. ὁ δὲ Ἱερώνυμος ἤδ]η̣ νήψας νυκτὸς

30 ἐν ὀδύνα̣[ις εἶπεν· ὁ βοηθήσας τῷ θηρ]ιομάχῳ ἀνθρώπῳ

θεὸς σῶς[όν με διὰ τοῦ παιδὸς] τ̣ο̣ῦ̣ [διελ]θ̣όντος ἐν ὁρό-

ματι διὰ [τοῦ κεκλεισμένου] κοιτῶ̣[νος.] ὁ δ̣ὲ̣ ἰδὼν

αὐτο̣ὺ̣ς̣ ἐ̣ν̣ τ̣ῷ̣ φ̣[ό]β̣ῳ̣ [........με]γάλῳ [.........] παρ-

εδρεύοντας ἀναλ̣λεσ̣[......] τ̣[ο]ὺ̣ς̣ ἰατ̣ρ̣[οὺς .....]ε̣α̣ς̣ βοῆς·

διὰ θελήματος Χριστοῦ Ἰησοῦ ἐξ[...]ε̣ τὸ ὠτίον. καὶ ἐγένετο ὑ[γιὲ]ς̣

36 ὡς προσέταξεν αὐτῷ [ὁ πα]ῖ̣ς· μέλιτι θ̣εράπευε ς̣ε̣[αυτόν].



Μαρτύριον τοῦ ἁγίου ἀποστόλου Παύλου

I Ἦσαν δὲ περιμένοντες τὸν Παῦλον ἐν τῇ Ῥώμῃ Λουκᾶς ἀπὸ Γαλλιῶν καὶ Τίτος ἀπὸ Δαλματίας. οὓς ἰδὼν ὁ Παῦλος ἐχάρη ὥστε ἔξω Ῥώμης ὅρριον μισθώσασθαι, ἐν ᾧ μετὰ τῶν ἀδελφῶν ἐδίδασκε τὸν λόγον τῆς ἀληθείας. διαβόητος δὲ ἐγένετο, καὶ πολλαὶ ψυχαὶ προσετίθεντο τῷ κυρίῳ, ὡς ἦχον κατὰ πᾶσαν τὴν Ῥώμην γενέσθαι καὶ προσεῖναι αὐτῷ πολὺ πλῆθος ἐκ τῆς Καίσαρος οἰκίας πιστεύοντας, καὶ εἶναι χαρὰν μεγάλην. Πάτροκλος δέ τις οἰνοχόος τοῦ Καίσαρος ὀψὲ πορευθεὶς εἰς τὸ ὅρριον καὶ μὴ δυνάμενος διὰ τὸν ὄχλον εἰσελθεῖν πρὸς τὸν Παῦλον, ἐπὶ θυρίδος καθεσθεὶς ὑψηλῆς ἤκουσεν αὐτοῦ διδάσκοντος τὸν λόγον τοῦ θεοῦ. τοῦ δὲ πονηροῦ διαβόλου ζηλοῦντος τὴν ἀγάπην τῶν ἀδελφῶν, ἔπεσεν ὁ Πάτροκλος ἀπὸ τῆς θυρίδος καὶ ἀπέθανεν, ὥστε ἀναγγεῖλαι ταχέως τῷ Νέρωνι. ὁ δὲ Παῦλος συνιδὼν τῷ πνεύματι ἔλεγε· Ἄνδρες ἀδελφοί, ἔσχεν ὁ πονηρὸς τόπον, ὅπως ὑμᾶς πειράσῃ· ὑπάγετε ἔξω καὶ εὑρήσετε παῖδα πεπτωκότα ἀπὸ ὕψους, ἤδη μέλλοντα ἐκπνέειν. ἄραντες ἐνέγκατε ὧδε πρός με. Οἱ δὲ ἀπελθόντες ἤνεγκαν. ἰδόντες δὲ οἱ ὄχλοι ἐταράχθησαν. λέγει αὐτοῖς ὁ Παῦλος· Νῦν, ἀδελφοί, ἡ πίστις ὑμῶν φανήτω· δεῦτε πάντες, κλαύσωμεν πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα ζήσῃ ὁ παῖς οὗτος καὶ ἡμεῖς ἀνενόχλητοι μείνωμεν. στεναξάντων δὲ πάντων, ἀνέλαβεν τὸ πνεῦμα ὁ παῖς· καὶ καθίσαντες αὐτὸν ἐπὶ κτῆνος ἀπέπεμψαν ζῶντα μετὰ καὶ ἄλλων τῶν ὄντων ἐκ τῆς Καίσαρος οἰκίας.


II Ὁ δὲ Νέρων ἀκηκοὼς τὸν θάνατον τοῦ Πατρόκλου ἐλυπήθη σφόδρα, καὶ ὡς εἰσῆλθεν ἀπὸ τοῦ βαλανείου ἐκέλευσεν ἄλλον στῆναι ἐπὶ τοῦ οἴνου. ἀπήγγειλαν δὲ αὐτῷ οἱ παῖδες αὐτοῦ λέγοντες· Καῖσαρ, Πάτροκλος ζῇ καὶ ἕστηκεν ἐπὶ τῆς τραπέζης. καὶ ὁ Καῖσαρ ἀκούσας ὅτι Πάτροκλος ζῇ εὐλαβεῖτο καὶ οὐκ ἐβούλετο εἰσελθεῖν. μετὰ δὲ τὸ εἰσελθεῖν αὐτὸν εἶδεν τὸν Πάτροκλον καὶ ἐξ αὐτοῦ γενόμενος εἶπεν· Πάτροκλε, ζῇς; Ὁ δὲ ἔφη· ζῶ, Καῖσαρ. Ὁ δὲ εἶπεν· Τίς ὁ ποιήσας σὲ ζῆσαι; Ὁ δὲ παῖς φρονήματι πίστεως φερόμενος εἶπεν· Χριστὸς Ἰησοῦς ὁ βασιλεὺς τῶν αἰώνων. Ὁ δὲ Καῖσαρ ταραχθεὶς εἶπεν· Ἐκεῖνος οὖν μέλλει βασιλεύειν τῶν αἰώνων, καὶ καταλύειν πάσας τὰς βασιλείας; Λέγει αὐτῷ Πάτροκλος· Ναί, πάσας τὰς βασιλείας τὰς ὑπ' οὐρανὸν καταλύει, καὶ αὐτὸς ἔσται μόνος εἰς τοὺς αἰῶνας, καὶ οὐκ ἔσται βασιλεία, ἥτις διαφεύξεται αὐτόν. Ὁ δὲ ῥαπίσας εἰς τὸ πρόσωπον αὐτὸν εἶπεν· Πάτροκλε, καὶ σὺ στρατεύῃ τῷ βασιλεῖ ἐκείνῳ; Ὁ δὲ εἶπεν· Ναί, κύριε Καῖσαρ· καὶ γὰρ ἤγειρέν με τεθνηκότα. Καὶ ὁ Βαρσαβᾶς Ἰοῦστος ὁ πλατύπους καὶ Οὐρίων ὁ Καππάδοξ καὶ Φῆστος ὁ Γαλάτης οἱ πρῶτοι τοῦ Νέρωνος εἶπον· Καὶ ἡμεῖς ἐκείνῳ στρατευόμεθα τῷ βασιλεῖ τῶν αἰώνων. Ὁ δὲ συνέκλεισεν αὐτοὺς δεινῶς βασανίσας οὓς λίαν ἐφίλει καὶ ἐκέλευσεν ζητεῖσθαι τοὺς τοῦ μεγάλου βασιλέως στρατιώτας καὶ προέθηκεν διάταγμα τοιοῦτον, πάντας τοὺς εὑρισκομένους Χριστιανοὺς καὶ στρατιώτας Χριστοῦ ἀναιρεῖσθαι.


III Καὶ ἐν τοῖς πολλοῖς ἄγεται καὶ ὁ Παῦλος δεδεμένος· ᾧ πάντες προσεῖχον οἱ συνδεδεμένοι· ὥστε νοῆσαι τὸν Καίσαρα, ὅτι ἐκεῖνος ἐπὶ τῶν στρατοπέδων ἐστίν. καὶ εἶπεν πρὸς αὐτόν· Ἄνθρωπε τοῦ μεγάλου βασιλέως, ἐμοὶ δὲ δεθείς, τί σοι ἔδοξεν λάθρα εἰσελθεῖν εἰς τὴν Ῥωμαίων ἡγεμονίαν, καὶ στρατολογεῖν ἐκ τῆς ἐμῆς ἐπαρχίας; ὁ δὲ Παῦλος πλησθεὶς πνεύματος ἁγίου ἔμπροσθεν πάντων εἶπεν· Καῖσαρ, οὐ μόνον ἐκ τῆς σῆς ἐπαρχίας στρατολογοῦμεν, ἀλλὰ καὶ ἐκ τῆς οἰκουμένης πάσης. τοῦτο γὰρ διατέτακται ἡμῖν, μηδένα ἀποκλεισθῆναι θέλοντα στρατευθῆναι τῷ ἐμῷ βασιλεῖ. ὅπερ εἰ καὶ σοὶ φίλον ἐστὶν στρατευθῆναι αὐτῷ, οὐχ ὁ πλοῦτος ἢ τὰ νῦν ἐν τῷ βίῳ λαμπρὰ σώσει σε, ἀλλ' ἐὰν ὑποπέσῃς καὶ δεηθῇς αὐτοῦ, σωθήσῃ. μέλλει γὰρ ἐν μιᾷ ἡμέρᾳ τὸν κόσμον πολεμεῖν ἐν πυρί. Ταῦτα δὲ ἀκούσας ὁ Καῖσαρ ἐκέλευσεν πάντας τοὺς δεδεμένους πυρὶ κατακαῆναι, τὸν δὲ Παῦλον τραχηλοκοπηθῆναι τῷ νόμῳ τῶν Ῥωμαίων. ὁ δὲ Παῦλος ἦν μὴ σιωπῶν τὸν λόγον, ἀλλὰ κοινούμενος τῷ πραιφέκτῳ Λόγγῳ καὶ Κέστῳ τῷ κεντυρίωνι. ἦν οὖν ἐν τῇ Ῥώμῃ ὁ Νέρων ἐνεργείᾳ τοῦ πονηροῦ πολλῶν Χριστιανῶν ἀναιρουμένων ἀκρίτως, ὥστε τοὺς Ῥωμαίους σταθέντας ἐπὶ τοῦ παλατίου βοῆσαι· Ἀρκεῖ, Καῖσαρ, οἱ γὰρ ἄνθρωποι ἡμέτεροί εἰσιν· αἴρεις τὴν Ῥωμαίων δύναμιν. Τότε ἐπαύσατο ἐπὶ τούτοις πεισθεὶς <καὶ ἐκέλευσε> μηδένα ἅπτεσθαι Χριστιανοῦ, μέχρις ἂν διαγνοῖ τὰ περὶ αὐτῶν.


IV Τότε Παῦλος αὐτῷ προσηνέχθη μετὰ τὸ διάταγμα· καὶ ἐπέμενεν λέγων τοῦτον τραχηλοκοπηθῆναι. ὁ δὲ Παῦλος εἶπεν· Καῖσαρ, οὐ πρὸς ὀλίγον καιρὸν ἐγὼ ζῶ τῷ ἐμῷ βασιλεῖ· κἄν με τραχηλοκοπήσῃς, τοῦτο ποιήσω· ἐγερθεὶς ἐμφανήσομαί σοι, ὅτι οὐκ ἀπέθανον, ἀλλὰ ζῶ τῷ κυρίῳ μου Χριστῷ Ἰησοῦ, ὃς ἔρχεται τὴν οἰκουμένην κρῖναι. ὁ δὲ Λόγγος καὶ ὁ Κέστος λέγουσιν τῷ Παύλῳ· Πόθεν ἔχετε τὸν βασιλέα τοῦτον, ὅτι αὐτῷ πιστεύετε μὴ θέλοντες μεταβαλέσθαι ἕως θανάτου; Ὁ δὲ Παῦλος κοινωσάμενος αὐτοῖς τὸν λόγον εἶπεν· Ἄνδρες οἱ ὄντες ἐν τῇ ἀγνωσίᾳ καὶ τῇ πλάνῃ ταύτῃ, μεταβάλησθε καὶ σωθῆτε ἀπὸ τοῦ πυρὸς τοῦ ἐρχομένου ἐφ' ὅλην τὴν οἰκουμένην. οὐ γὰρ ὡς ὑμεῖς ὑπονοεῖτε βασιλεῖ ἀπὸ γῆς ἐρχομένῳ στρατευόμεθα, ἀλλ' ἀπ' οὐρανοῦ, ζῶντι θεῷ, ὃς διὰ τὰς ἀνομίας τὰς γενομένας ἐν τῷ κόσμῳ τούτῳ ἔρχεται κριτής· καὶ μακάριος ἐκεῖνος ὁ ἄνθρωπος, ὃς πιστεύσει αὐτῷ καὶ ζήσεται εἰς τὸν αἰῶνα, ὅταν ἔλθῃ κατακαίων εἰς καθαρὸν τὴν οἰκουμένην. Οἱ μὲν οὖν δεηθέντες αὐτὸν εἶπον· Παρακαλοῦμέν σε, βοήθησον ἡμῖν, καὶ ἀπολύομέν σε. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὔκ εἰμι δραπέτης τοῦ Χριστοῦ ἀλλ' ἔννομος στρατιώτης θεοῦ ζῶντος. εἰ ᾔδειν ὅτι ἀποθνήσκω, ἐποίησα ἂν αὐτό, Λόγγε καὶ Κέστε· ἐπεὶ δὲ ζῶ τῷ θεῷ καὶ ἐμαυτὸν ἀγαπῶ, ὑπάγω πρὸς τὸν κύριον, ἵνα ἔλθω μετ' αὐτοῦ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ. λέγουσιν αὐτῷ· Πῶς οὖν σοῦ τραχηλοκοπηθέντος ἡμεῖς ζήσομεν;


V Ἔτι δὲ αὐτῶν τοῦτο λαλούντων, πέμπει ὁ Νέρων Παρθένιόν τινα καὶ Φέρηταν ἰδεῖν εἰ ἤδη τετραχηλοκόπηται ὁ Παῦλος· καὶ εὗρον αὐτὸν ἔτι ζῶντα. ὁ δὲ προσκαλεσάμενος αὐτοὺς εἶπεν· Πιστεύσατε τῷ ζῶντι θεῷ, τῷ καὶ ἐμὲ καὶ πάντας τοὺς πιστεύοντας αὐτῷ ἐκ νεκρῶν ἐγείροντι. Οἱ δὲ εἶπον· Ὑπάγομεν ἄρτι πρὸς Νέρωνα· ὅταν δὲ ἀποθάνῃς καὶ ἀναστῇς, τότε πιστεύσομεν τῷ θεῷ σου. τοῦ δὲ Λόγγου καὶ τοῦ Κέστου δεομένων ἐπὶ πλεῖον περὶ σωτηρίας λέγει αὐτοῖς· Ταχέως ἐλθόντες ὄρθρου ὧδε ἐπὶ τὸν τάφον μου εὑρήσετε δύο ἄνδρας προσευχομένους, Τίτον καὶ Λουκᾶν· ἐκεῖνοι ὑμῖν δώσουσιν τὴν ἐν κυρίῳ σφραγῖδα. Τότε σταθεὶς ὁ Παῦλος κατέναντι πρὸς ἀνατολὰς καὶ ἐπάρας τὰς χεῖρας εἰς τὸν οὐρανὸν προσεύξατο ἐπὶ πολύ· καὶ κατὰ προσευχὴν κοινολογησάμενος ἑβραϊστὶ τοῖς πατράσιν, προέτεινεν τὸν τράχηλον μηκέτι λαλήσας. ὡς δὲ ἀπετίναξεν αὐτοῦ ὁ σπεκουλάτωρ τὴν κεφαλήν, γάλα ἐπύτισεν εἰς τοὺς χιτῶνας τοῦ στρατιώτου. ὁ δὲ στρατιώτης καὶ πάντες οἱ παρεστῶτες ἰδόντες ἐθαύμασαν καὶ ἐδόξαζον τὸν θεὸν τὸν δόντα Παύλῳ δόξαν τοιαύτην· καὶ ἀπελθόντες ἀπήγγειλαν τῷ Καίσαρι τὰ γεγονότα.


VI Κἀκείνου ἀκούσαντος καὶ ἐπὶ πολὺ θαυμάζοντος καὶ διαποροῦντος, ἦλθεν ὁ Παῦλος περὶ ὥραν ἐννάτην ἑστώτων πολλῶν μετὰ τοῦ Καίσαρος φιλοσόφων καὶ τοῦ κεντυρίωνος, <καὶ ἔστη> ἔμπροσθεν πάντων καὶ εἶπεν· Καῖσαρ, ἰδοὺ Παῦλος, ὁ τοῦ θεοῦ στρατιώτης, οὐκ ἀπέθανον, ἀλλὰ ζῶ ἐν τῷ θεῷ μου. σοὶ δὲ πολλὰ ἔσται κακὰ καὶ μεγάλη κόλασις, ἄθλιε, ἀνθ' ὧν δικαίων αἷμα ἀδίκως ἐξέχεας, οὐ μετὰ πολλὰς ἡμέρας ταύτας.

Καὶ ταῦτα εἰπὼν ὁ Παῦλος ἀπῆλθεν ἀπ' αὐτοῦ. ὁ δὲ Νέρων ἀκούσας καὶ ταραχθεὶς σφόδρα ἐκέλευσεν λυθῆναι τοὺς δεσμίους, καὶ τὸν Πάτροκλον καὶ τοὺς περὶ τὸν Βαρσαβᾶν.

Καὶ ὡς ἐτάξατο Παῦλος, ὄρθρου πορευθέντες ὁ Λόγγος καὶ ὁ κεντυρίων Κέστος μετὰ φόβου προσήρχοντο τῷ τάφῳ Παύλου. ἐπιστάντες δὲ εἶδον δύο ἄνδρας προσευχομένους, καὶ μέσον Παῦλον, ὥστε αὐτοὺς ἰδόντας τὸ παράδοξον θαῦμα ἐκπλαγῆναι, τὸν δὲ Τίτον καὶ Λουκᾶν φόβῳ συσχεθέντας ἀνθρωπίνῳ ἰδόντας τὸν Λόγγον καὶ τὸν Κέστον πρὸς αὐτοὺς ἐρχομένους εἰς φυγὴν τραπῆναι, τῶν δὲ διωκόντων λεγόντων· Οὐ διώκομεν ὑμᾶς εἰς θάνατον, ὡς ὑπονοεῖτε, μακάριοι θεοῦ ἄνθρωποι, ἀλλ' εἰς ζωήν, ἵνα ἡμῖν δῶτε, ὡς ἐπηγγείλατο ἡμῖν Παῦλος, ὃν ἴδομεν μέσον ὑμῶν πρὸ μικροῦ ἑστῶτα καὶ προσευχόμενον. καὶ ταῦτα ἀκούσαντες παρ' αὐτῶν ὁ Τίτος καὶ ὁ Λουκᾶς μετὰ πολλῆς εὐφροσύνης ἔδωκαν αὐτοῖς τὴν ἐν κυρίῳ σφραγῖδα, δοξάζοντες τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.



Επιστολή Κορινθίων προς Παύλον και Γ' Επιστολή προς Κορινθίους

50 1 ΚΟΡΙΝΘΕΙΟΙ ΠΡΟΣ ΠΑΥΛΟΝ

ΣΤΕΦΑΝΑΣ ΚΑΙ ΣΥΝ ΑΥΤΩ ΠΡΕΣΒΥΤΕΡΟΙ

ΔΑΦΝΟΣ ΚΑΙ ΕΥΒΟΥΛΟΣ ΚΑΙ ΘΕΟΦΙΛΟΣ

ΚΑΙ ΞΕΝΩΝ ΠΑΥΛΩ ΤΩ ΕΝ <ΚΩ> ΧΕΡΕΙΝ ¦

ΠΑΡΑΓΕΓΟΝΑΣΙΝ ΕΙΣ ΚΟΡΙΝΘΟΝ

ΑΝΓ̣ΔΡΕΣ ΔΥΩ ΣΙΜΩΝ ΤΙ<Σ>

ΒΙΟΣ ΟΙΤΙΝΕΣ ΤΗΝ ΤΙΝΩΝ ΠΙΣΤΙΝ

ΑΝΑΤΡΕΠΟΥΣΙΝ ΦΘΟΡΕΙΜΕΟΙΣ

ΛΟΓΟΙΣ ¦ ΟΥΣ ΣΟΙ ΔΟΚΕΙΜΑΣΟΝ ¦ ΟΥ

10 ΓΑΡ ΣΟΥ ΗΚΟΥΣΑΜΕΝ ΠΟΤΕ ΤΟΙΟΥ

ΤΟΥΣ ΛΟΓΟΥΣ ΟΥΔΕ ΤΩΝ ΑΛΛΩΝ ¦

ΑΛΛΑ ΤΑ ΠΑΡΕΛΑΒΑΜΕΝ ΠΑΡΑ <ΤΕ> ΣΟΥ

ΚΑΚΕΙΝΩΝ ΤΗΡΟΥΜΕΝ ¦ ΩΣ ΟΥΝ

Ο <ΚΣ> ΗΛΕΗΣΕΝ ΗΜΑΣ ΟΝΑ̣Υ̣ΤΟΣ ΕΤΙ

ΕΝ ΣΑΡΚΕΙ ΣΟΥ ΙΝΑ ΠΑΡΑ ΣΟΥ ΠΑΛΙΝ

ΑΚΟΥΣΩΜΕΝ ¦ Η ΑΥΤΟΣ ΠΑΡΑΓΕΝΟΥ ¦

ΠΙΣΤΕΥΩΜΕΝ ΓΑΡ ΩΣ ΑΠΕΚΑΛΥΦΘΗ

ΘΕΟΝΟΗ ΟΤΙ ΕΡΥΣΤΕ ΣΕ <ΚΣ> ΕΚ ΧΕΙ

ΡΟΣ ΑΝΟΜΟΥ Η ΑΝΤΙΓΡΑΨΟΝ ΗΜ<Ι> ¦


51 1 ΕΣΤΙ ΓΑΡ Α ΛΕΓΟΥΣΙΝ ΚΑΙ ΔΙΔΑΣΚΟΥ

ΣΙΝ ΤΟΙΑΥΤΑ ¦ ΟΥ ΔΕΙΝ ΦΗΣΙΝ ΠΡΟ

ΦΗΤΕΣ ΧΡΗΣΘΑΙ ¦ ΟΥΔ ΕΙΝΑΙ <ΘΝ>

ΠΑΝΤΟΚΡΑΤΟΡΑ ¦ ΟΥΔΕ ΑΝΑΣΤΑΣ<Ι>

ΕΙΝΑΙ ΣΑΡΚΟΣ ¦ ΟΥΔ ΕΙΝΑΙ ΤΗΝ ΠΛΑ

ΣΙΝ ΤΗΝ ΤΩΝ <ΑΝΠΝ> ΤΟΥ <ΘΥ> ¦ ΟΥΔ'

ΟΤΙ ΕΙΣ <Σ> ΑΡΚΑ ΗΛΘΕΝ Ο <ΚΣ> ΟΥΔ' ΟΤΙ

ΕΚ ΜΑΡΙΑΣ ΕΓΕΝΝΗΘΗ ¦ ΟΥΔ' ΕΙ<ΝΑΙ> ΤΟΝ

ΚΟΣΜΟΝ <ΘΥ> ΑΛΛΑ ΑΓ'ΓΕΛΩΝ ¦ ΔΙΟ

10 ΑΔΕΛΦΕ ΠΑΣΑΝ ΕΙΣΗΓΗΣΕ ΣΠΟΥ

ΔΗΝ ΠΑΡΑΓΕΝΕΣΘΑΙ ΕΝΘΑΔΕ

ΟΠΩΣ ΑΣΚΑΝΔΑΛΙΣΤΟΣ ΜΕΙΝΗ

Η ΚΟΡΙΝΘΩΝ ΕΚΛΗΣΕΙΑ ΚΑΙ ΤΟΥ

ΤΩΝ Η ΑΝΟΙΑ ΕΚ'ΔΗΛΟΣ ΓΕΝΗΤΑΙ

ΕΡΡΩΣΟ ΕΝ <ΚΩ>

ΠΑΥΛΟΣ ΚΟΡΙΝΘΕΙΟΙΣ ΠΕΡΕΙ ΣΑΡΚΟΣ

ΠΑΥΛΟΣ Ο ΔΕΣΜΕΙΟΣ <ΧΡΥ> <ΙΗΥ> ΤΟΙΣ


52 1 ΕΝ ΚΟΡΙΝΘΩ ΑΔΕΛΦΟΙΣ ΕΝ ΠΟΛΛΟΙΣ

ΩΝ ΑΣΤΟΧΗΜΑΣΙ ΧΑΙΡΕΙΝ ¦ ΟΥ ΘΑΥΜΑ

ΖΩ Η ΟΥΤΩΣ ΤΑΧΕΩΣ ΤΑ ΤΟΥ ΠΟΝΗ

ΡΟΥ ΠΡΟΤΡΕΧΕΙ ΔΟΓΜΑΤΑ ¦ ΟΤΙ Ο <ΚΣ> <ΧΡΣ>

ΕΙΣ ΤΑΧΕΙΑΝ ΠΟΙΗΣΗΤΑΙ ΤΗΝΕΛ ΕΥΣ<Ι>

ΑΘΕΤΟΥΜΕΝΟΣ ΑΠ[[Α<Ο>]] ΤΩΝ ΠΑΡΑΧΑΡΑ

ΣΟΝΤΩΝ ΤΑ ΛΟΓΕΙΑ ΑΥΤΟΥ ¦ ΕΓΩ ΓΑΡ

ΕΝ ΑΡΧΗ ΠΑΡΕΔΩΚΑ ΥΜΙΝ Α ΚΑΙ ΠΑΡΕ

ΛΑΒΟΝ ΥΠΟ ΤΩΝ ΠΡΟ ΕΜΟΥ ΑΠΟΣΤΟ

10 ΛΩΝ ΓΕΝΟΜΕΝΩΝ ΤΟΝ ΠΑΝΤΑ

ΧΡΟΝΟΝ ΜΕΤΑ <ΙΗΥ> <ΧΡΥ> ¦ ΟΤΙ Ο <ΚΣ> ΗΜ<Ω>

<ΧΡΣ> <ΙΗΣ> ΕΚ ΜΑΡΕΙΑΣ ΕΓΕΝΝΗΘΗ ΕΚ

ΣΠΕΡΜΑΤΟΣ <ΔΑΥΙΔ> <ΠΝΣ> ΑΓΕΙΟΥ

ΑΠΟ ΟΥΡΑΝΑ̣ΟΥ ΠΑΡΑ ΤΟΥ <ΠΡΣ> ΑΠΟΣ

ΤΑΛΕΝΤΟΣ ΕΙΣ ΑΥΤΗΝ ¦ ΕΙΝΑ ΕΙΣ

ΚΟΣΜΟΝ ΠΡΟΕΛΘΗ ΚΑΙ ΕΛΕΥΘΕΡΩ

ΣΗ ΠΑΣΑΝ ΣΑΡΚΑ ΔΙΑ ΤΗΣ ΙΔΙΑΣ

ΣΑΡΚΟΣ ΚΑΙ ΕΙΝΑ ΕΚ ΝΕΚΡΩΝ ΗΜΑΣ


53 1 ΕΓΕΙΡΗ ΣΑΡΚΕΙΚΟΥΣ ΩΣ ΕΑΥΤΟΝ ΤΥ

ΠΟΝ Ε̣Ν̣ Τ̣Υ̣Π̣Ο̣Ν̣ ΕΔΕΙΞΕ ¦ ΚΑΙ ΟΤΙ Ο

<ΑΝΠΣ> ΥΠΟ ΤΟΥ <ΠΡΣ> ΑΥΤΟΥ ΕΠΛΑΣΘΗ ¦

ΔΙΟ ΚΑΙ ΑΠΟΛΛΟΙΜΕΝΟΣ ΕΖΗΤΗΘΗ Ι

ΝΑ ΖΩΟΠΟΙΗΘΗ ΔΕΙΑ ΤΗΣ ΥΙΟΘΕΣΙΑΣ ¦

ΕΠΕΙ ΓΑΡ Ο <ΘΣ> Ο ΤΩΝ ΟΛΩΝ Ο ΠΑΝΤΟ

ΚΡΑΤΩΡ Ο ΠΟΙΗΣΑΣ ΤΟΝ ΟΥΡΑΝΟΝ ΚΑΙ Τ<Η>

ΓΗΝ ΑΠΕΣΤΕΙΛΕ ΠΡΩΤΟΙΣ ΙΟΥΔΕΟΙΣ

ΠΡΟΦΗΤΑΣ ΕΙΣ ΤΟ ΑΠΟ ΤΩΝ ΑΜΑΡΤΙ<Ω>

10 ΑΠΟΣΠΑΣΘΗΝΑΙ ¦ ΕΒΟΥΛΕΤΟ ΓΑΡ ΤΟΝ

ΟΙΚΟΝ <ΙΣΡΛ> ΣΩΣΑΙ ΜΕΡΕΙΣΑΣ ΟΥΝ ΑΠΟ

ΤΟΥ <ΠΝΣ> ΤΟΥ <ΧΡΥ> ΕΠΕΜΣΕΝ ΕΙΣ ΤΟΥΣ

ΠΡΟΦΗΤΑΣ ΟΙΤΕΙΝΕΣ ΤΗΝ ΑΠΛΑΝΗ

ΘΕΟΣΕΒΙΑΝ ΕΚΗΡΥΣΣΟΝ ΧΡΟΝΟΙΣ

ΠΟΛΛΟΙΣ ¦ ΘΕΛΩΝ ΕΙΝΑΙ ΖΕΙΕΧΕΙΡΙ

ΖΕΤΟ ΑΥΤΟΥΣ ΚΑΙ ΤΗΝ ΠΑΣΑΝ ΣΑΡΚΑ <ΑΝΠΝ>

ΠΡΟΣ ΗΔΟΝΗΝ ΕΔΕΣΜΕΥΕΝ ¦ Ο <ΘΣ>

Ο ΠΑΝΤΟΚΡΑΤΩΡ ΔΙΚΕΟΣ ΩΝ


54 1 ΚΑΙ ΜΗ ΒΟΥΛΟΜΕΝΟΣ ΑΚΥΡΩΣΑΙ ΤΟ ΙΔΙΟΝ

ΠΛΑΣΜΑ ¦ ΚΑΤΕΠΕΜΣΕ <ΠΝΑ> ΔΙΑ ΠΥΡΟΣ

ΕΙΣ ΜΑΡΕΙΑΝ ΤΗΝ ΓΑΛΕΙΛΕΑΝ ¦ ΙΝΑ ΔΙ

ΗΣ ΣΑΡΚΟΣ ΑΠΟΛΛΥΜΕΝΗΣ ΕΝΕΠΟΛΕΙ

ΤΕΥΕΤΟ Ο ΠΟΝΗΡΟΣ ΔΙΑ ΤΑΥΤΗΣ ΝΙΚΗ

ΘΕΙΣ ΕΛΕΓ'ΧΘΗΤΟ ΜΗ ΩΝ <ΘΣ> ¦ ΤΩ ΓΑΡ

ΙΔΙΩ ΣΩΜΑΤΙ <ΧΡΣ> <ΙΗΣ> ΠΑΣΑΝ ΕΣΩΣΕ

ΣΑΡΚΑ ¦ ΙΝΑ ΔΙΚΕΟΣΥΝΗΣ ΝΑΟΝ ΕΝ ΤΩ

ΙΔΕΙΩ ΣΩΜΑΤΙ ΑΝΑΔΕΙΞΗ ¦ ΕΝ Ω ΗΜΕΙΣ

10 ΗΛΕΥΘΕΡΩΜΕΘΑ ¦ ΟΥΚ ΕΙΣΙΝ ΟΥΝ ΤΕ

ΚΝΑ ΔΙΚΕΟΣΥΝΗΣ ΑΛΛΑ ΤΕΚΝΑ ΟΡΓΗΣ

ΟΙΤΕΙΝΕΣ ΤΗΝ <ΘΥ> ΠΡΟΝΟΙΑΝ ΑΝΑΚΟ

ΠΤΟΥΣΕΙΝ ΛΕΓΟΝΤΕΣ ΜΗ ΕΙΝΑΙ ΤΟΝ

ΟΥΡΑΝΟΝ ΚΑΙ ΤΗΝ ΓΗΝ ΚΑΙ ΠΑΝΤΑ ΤΑ

ΕΝ ΑΥΤΟΙΣ ΤΟΥ <ΠΡΣ> ΕΡΓΑ ¦ ΚΑΤΗΡΑΜΕ

ΝΗΝ ΓΑΡ ΤΟΥ ΟΦΕΩΣ ΠΙΣΤΙΝ ΕΧΟΥΣ<Ι> ¦

ΟΥΣΤΙΝΑΣ ΑΠΟΤΡΕΠΕΣΘΕ ΚΑΙ ΑΠΟ

ΤΗΣ ΔΙΔΑΣΚΑΛΕΙΑΣ ΑΥΤΩΝ ΑΠΟ

ΦΕΥΓΕΤΕ ¦ ΟΙ ΔΕ ΥΜΙΝ ΛΕΓΟΥΣΙΝ


55 1 ΑΝΑΣΤΑΣΙΣ ΟΥΚ ΕΣΤΙΝ ΣΑΡΚΟΣ ΕΚΕΙ

ΝΟΙΣ ΟΥΚ ΕΣΤΙΝ ΑΝΑΣΤΑΣΕΙΣ ¦ ΟΙΤΙΝΕΣ

ΤΟΝ ΟΥΤΩΣ ΑΝΑΣΤΑΝΤΑ ΑΠΕΙΣΤΟΥΣΙ ¦

ΟΥ ΤΕ ΓΑΡ ΑΝΔΡΕΣ ΚΟΡΙΝΘΕΙΟΙ ΟΙΔΑΣΕΙ

ΤΟΝ ΕΠΕΙ ΤΟΥ ΠΥΡΟΥ ΣΠΟΡΟΝ Η ΤΩΝ

ΑΛΛΩΝ ΣΠΕΡΜΑΤΩΝ ΟΤΙ ΓΥΜΝΑ ΒΑΛ

ΛΕΤΕ ΕΙΣ ΤΗΝ ΓΗΝ ΚΑΙ ΣΥΝΦΘΑΡΕΝΤΑ

ΚΑΤΩ ΗΓΕΡΘΗ ΕΝ ΘΕΛΗΜΑΤΙ <ΘΥ> ΕΝ ΣΩ

ΜΑ ΚΑΙ ΗΜΦΙΕΣΜΕΝΑ ¦ ΩΣΤΕ ΟΥ ΜΟΝΟΝ

10 ΤΟ ΣΩΜΑ ΕΓΕΙΡΕΤΕ ΤΟ ΒΛΗΘΕΝ ΑΛΛΑ

ΠΟΛΛΟΣΤΟΝ ΟΡΘΟΝ ΗΥΛΟΓΗΜΕΝΟΝ ¦

Ε]Ι ΔΕ ΔΕΙ ΗΜΑΣ ΚΑΙ ΑΠΟ ΤΩΝ ΣΠΕΡΜΑ

Τ]ΩΝ ΜΗ ΠΟΙΕΙ<Σ>ΘΑΙ ΤΗΝ ΠΑΡΑΒΟΛΗΝ ¦

ΟΙ]ΔΑΤΕ ΟΤΙ ΙΩΝΑΣ Ο ΑΜΑΘΙΟΥ ΥΙΟΣ

ΙΝΑ] ΕΙΣ ΝΕΙΝΕΟΥΗ ΜΗ ΚΗΡΥΞΗ ΕΙΣ ΚΗ

ΤΟΣ] ΚΑΤΑΠΕΠΟΤΕ ¦ ΚΑΙ ΜΕΤΑ ΤΡΙ<Σ> ΗΜΕΡΑΣ

Κ]ΑΙ ΤΡΙΣ ΝΥΚΤΑΣ ΕΚ ΤΟΥ ΚΑΤΩΤΑΤΟΥ

Α]ΔΟΥ ΕΠΗΚΟΥΣΕΝ Ο <ΘΣ> ΠΡΟΣΕΥΧΟΜΕ

ΝΟΥ ΙΩΝΑ ΚΑΙ ΟΥΔΕΝ ΑΥΤΟΥ ΔΙΕΦΘΑΡΗ


56 1 ΟΥΤΕ ΕΡΞ· ΟΥΤΕ ΒΛΕΦΑΡΟΝ ¦ ΠΟΣΩ

ΜΑΛΛΟΝ ΥΜΑΣ ΟΛΕΙΓΟΠΕΙΣΤΟΙ ΤΟΥΣ

ΠΕΙΣΤΕΥΣΑΝΤΑΣ ΕΙΣ <ΧΡΝ> <ΙΗΝ> ΕΞΕ

ΓΕΙΡΕΙ ΩΣ ΑΥΤΟΣ ΗΓΕΡΘΗ ¦ ΕΙ ΚΑΙ ΤΑ

ΕΛΕΙΣΑΙΟΥ' ΟΣΤΑ ΤΟΥ ΠΡΟΦΗΤΟΥ

ΝΕΚΡΟΥ ΒΛΗΘΕΝΤΟΣ ΑΠΟ ΤΩΝ ΥΙ<Ω>

<ΙΣΡΗΛ> ΕΠ ΑΥΤΑ ΑΝΕΣΤΗ ΤΟ ΣΩΜΑ ΤΟΥ

<ΑΝΠΟΥ> ΤΙ ΚΕ ΥΜΕΙΣ ΤΟ ΣΩΜΑ ΚΑΙ ΤΑ

ΟΣΤΑ ΚΑΙ ΤΟ <ΠΝΑ> <ΧΡΥ> ΕΠΕΙΡΕΙΦΕΝ

10 ΤΕΣ ΕΝ ΕΚΕΙΝΗ ΤΗ ΗΜΕΡΑ ΑΝΑΣΤΗ

ΣΕΣΘΕ ΕΧΟΝΤΕΣ ΥΓΙΗ ΤΗΝ ΣΑΡΚΑ ¦

Ο ΕΙ ΔΕ ΤΙ ΑΛΛΟ ΠΑΡΑΔΕΧΕΣΘΕ ΚΟΠΟΥΣ

ΜΟΙ ΜΗ ΠΑΡΕΧΕΤΕ ¦ ΕΓΩ ΓΑΡ ΤΑ ΔΕΣΜΑ

ΕΙΣ ΤΑΣ ΧΕΙΡΑΣ ΕΧΩ ΕΙΝΑ <ΧΡΝ> ΚΕΡΔΗΣ[Ω

ΚΑΙ ΤΑ ΣΤΙΓΜΑΤΑ ΕΝ ΤΩ ΣΩΜΑΤΙ ΜΟΥ

ΕΙΝΑ ΕΛΘΩ ΕΙΣ ΤΗΝ ΕΚ ΝΕΚΡΩΝ ΑΝ[ΑΣ

ΤΑΣΙΝ ¦ ΚΑΙ ΕΙ ΤΙΣ Ω ΠΑΡΕΛΑΒΕ

ΚΑΝΟΝΙ ΔΙΑ ΤΩΝ ΜΑΚΑΡΙΩΝ ΠΡΟ

ΦΗΤΩΝ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΕΥΑΓ'ΓΕΛΕΙ[ΟΥ

20 ΜΕΝΕΙ ΜΙΣΘΟΝ ΛΗΜΨΕΤΑΙ ¦ ΕΙ ΤΙΣ

ΠΑΡΑΒΕΝΕΙ ΤΑΥΤΑ ΤΟ ΠΥ<Ρ> ΕΣΤΙ ΜΕ

Τ ΑΥΤΟΥ


57 1 ..... ΟΥ]ΤΩΣ ΠΡΟΟΔΥΠΟΡ[ ]Μ

Α]ΘΕΩΝ <ΑΝΝ̣ΩΝ> ¦ ΟΙΤΙΝΕΣ ΤΕΚΝΗΜΑ

ΤΑ ΕΧΕΙΔΝΩΝ ΕΙΣΕΙΝ ¦ ΟΥΣ ΑΠΟΤΡΕΠΕΣ

ΘΕ ΕΝ ΤΗ ΤΟΥ <ΚΥ> ΔΥΝΑΜΕΙ ¦ ΚΑΙ ΕΣΤΩ

ΜΕΘ ΥΜΩΝ ΙΡΗΝΗ



Πράξεις Παύλου καὶ Θέκλης

1 Ἀναβαίνοντος Παύλου εἰς Ἰκόνιον μετὰ τὴν φυγὴν τὴν ἀπὸ Ἀντιοχείας ἐγενήθησαν σύνοδοι αὐτῷ Δημᾶς καὶ Ἑρμογένης ὁ χαλκεύς, ὑποκρίσεως γέμοντες, καὶ ἐξελιπάρουν τὸν Παῦλον ὡς ἀγαπῶντες αὐτόν. ὁ δὲ Παῦλος ἀποβλέπων εἰς μόνην τὴν ἀγαθοσύνην τοῦ Χριστοῦ οὐδὲν φαῦλον ἐποίει αὐτοῖς, ἀλλ' ἔστεργεν αὐτοὺς σφόδρα, ὥστε πάντα τὰ λόγια κυρίου [καὶ τῆς διδασκαλίας καὶ τῆς ἑρμηνείας τοῦ εὐαγγελίου] καὶ τῆς γεννήσεως καὶ τῆς ἀναστάσεως τοῦ ἠγαπημένου ἐγλύκαινεν αὐτούς, καὶ τὰ μεγαλεῖα τοῦ Χριστοῦ, πῶς ἀπεκαλύφθη αὐτῷ, κατὰ ῥῆμα διηγεῖτο αὐτοῖς.

2 Καί τις ἀνὴρ ὀνόματι Ὀνησιφόρος ἀκούσας τὸν Παῦλον παραγενόμενον εἰς Ἰκόνιον, ἐξῆλθεν σὺν τοῖς τέκνοις αὐτοῦ Σιμμίᾳ καὶ Ζήνωνι καὶ τῇ γυναικὶ αὐτοῦ Λέκτρᾳ εἰς συνάντησιν Παύλου, ἵνα αὐτὸν ὑποδέξηται· διηγήσατο γὰρ αὐτῷ Τίτος ποταπός ἐστιν τῇ εἰδέᾳ ὁ Παῦλος· οὐ γὰρ εἶδεν αὐτὸν σαρκὶ ἀλλὰ μόνον πνεύματι.

3 Καὶ ἐπορεύετο κατὰ τὴν βασιλικὴν ὁδὸν τὴν ἐπὶ Λύστραν, καὶ εἱστήκει ἀπεκδεχόμενος αὐτόν, καὶ τοὺς ἐρχομένους ἐθεώρει κατὰ τὴν μήνυσιν Τίτου. εἶδεν δὲ τὸν Παῦλον ἐρχόμενον, ἄνδρα μικρὸν τῷ μεγέθει, ψιλὸν τῇ κεφαλῇ, ἀγκύλον ταῖς κνήμαις, εὐεκτικόν, σύνοφρυν, μικρῶς ἐπίρρινον, χάριτος πλήρη· ποτὲ μὲν γὰρ ἐφαίνετο ὡς ἄνθρωπος, ποτὲ δὲ ἀγγέλου πρόσωπον εἶχεν.

4 Καὶ ἰδὼν ὁ Παῦλος τὸν Ὀνησιφόρον ἐμειδίασεν, καὶ εἶπεν ὁ Ὀνησιφόρος Χαῖρε, ὑπηρέτα τοῦ εὐλογημένου θεοῦ· κἀκεῖνος εἶπεν Ἡ χάρις μετὰ σοῦ καὶ τοῦ οἴκου σου. Δημᾶς δὲ καὶ Ἑρμογένης ἐζήλωσαν καὶ πλείονα τὴν ὑπόκρισιν ἐκίνησαν, ὡς εἰπεῖν τὸν Δημᾶν Ἡμεῖς οὐκ ἐσμὲν τοῦ εὐλογημένου, ὅτι ἡμᾶς οὐκ ἠσπάσω οὕτως; καὶ εἶπεν ὁ Ὀνησιφόρος Οὐχ ὁρῶ ἐν ὑμῖν καρπὸν δικαιοσύνης· εἰ δὲ ἔστε τινές, δεῦτε καὶ ὑμεῖς εἰς τὸν οἶκόν μου καὶ ἀναπαύσασθε.

5 Καὶ εἰσελθόντος Παύλου εἰς τὸν τοῦ Ὀνησιφόρου οἶκον ἐγένετο χαρὰ μεγάλη, καὶ κλίσις γονάτων καὶ κλάσις ἄρτου καὶ λόγος θεοῦ περὶ ἐγκρατείας καὶ ἀναστάσεως, λέγοντος τοῦ Παύλου Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. μακάριοι οἱ ἁγνὴν τὴν σάρκα τηρήσαντες, ὅτι αὐτοὶ ναὸς θεοῦ γενήσονται. μακάριοι οἱ ἐγκρατεῖς, ὅτι αὐτοῖς λαλήσει ὁ θεός. μακάριοι οἱ ἀποταξάμενοι τῷ κόσμῳ τούτῳ, ὅτι αὐτοὶ εὐαρεστήσουσιν τῷ θεῷ. μακάριοι οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες, ὅτι αὐτοὶ κληρονομήσουσιν τὸν θεόν. μακάριοι οἱ φόβον ἔχοντες θεοῦ, ὅτι αὐτοὶ ἄγγελοι θεοῦ γενήσονται.

6 Μακάριοι οἱ τρέμοντες τὰ λόγια τοῦ θεοῦ, ὅτι αὐτοὶ παρακληθήσονται. μακάριοι οἱ σοφίαν λαβόντες Ἰησοῦ Χριστοῦ, ὅτι αὐτοὶ υἱοὶ ὑψίστου κληθήσονται. μακάριοι οἱ τὸ βάπτισμα τηρήσαντες, ὅτι αὐτοὶ ἀναπαύσονται πρὸς τὸν πατέρα καὶ τὸν υἱόν. μακάριοι οἱ σύνεσιν Ἰησοῦ Χριστοῦ χωρήσαντες, ὅτι αὐτοὶ ἐν φωτὶ γενήσονται. μακάριοι οἱ δι' ἀγάπην θεοῦ ἐξελθόντες τοῦ σχήματος τοῦ κοσμικοῦ, ὅτι αὐτοὶ ἀγγέλους κρινοῦσιν καὶ ἐν δεξιᾷ τοῦ πατρὸς εὐλογηθήσονται. μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται καὶ οὐκ ὄψονται ἡμέραν κρίσεως πικράν. μακάρια τὰ σώματα τῶν παρθένων, ὅτι αὐτὰ εὐαρεστήσουσιν τῷ θεῷ καὶ οὐκ ἀπολέσουσιν τὸν μισθὸν τῆς ἁγνείας αὐτῶν· ὅτι ὁ λόγος τοῦ πατρὸς ἔργον αὐτοῖς γενήσεται σωτηρίας εἰς ἡμέραν τοῦ υἱοῦ αὐτοῦ, καὶ ἀνάπαυσιν ἕξουσιν εἰς αἰῶνα αἰῶνος.

7 Καὶ ταῦτα τοῦ Παύλου λέγοντος ἐν μέσῳ τῆς ἐκκλησίας ἐν τῷ Ὀνησιφόρου οἴκῳ, Θέκλα τις παρθένος Θεοκλείας μητρὸς μεμνηστευμένη ἀνδρὶ Θαμύριδι, καθεσθεῖσα ἐπὶ τῆς σύνεγγυς θυρίδος τοῦ οἴκου ἤκουεν νυκτὸς καὶ ἡμέρας τὸν περὶ ἁγνείας λόγον λεγόμενον ὑπὸ τοῦ Παύλου· καὶ οὐκ ἀπένευεν ἀπὸ τῆς θυρίδος, ἀλλὰ τῇ πίστει ἐπήγετο ὑπερευφραινομένη. ἔτι δὲ καὶ βλέπουσα πολλὰς γυναῖκας καὶ παρθένους εἰσπορευομένας πρὸς τὸν Παῦλον, ἐπεπόθει καὶ αὐτὴ καταξιωθῆναι κατὰ πρόςωπον στῆναι Παύλου καὶ ἀκούειν τὸν τοῦ Χριστοῦ λόγον· οὐδέπω γὰρ τὸν χαρακτῆρα Παύλου ἑωράκει, ἀλλὰ τοῦ λόγου ἤκουεν μόνον.

8 Ὡς δὲ οὐκ ἀφίστατο ἀπὸ τῆς θυρίδος, πέμπει ἡ μήτηρ αὐτῆς πρὸς τὸν Θάμυριν· ὁ δὲ ἔρχεται περιχαρής, ὡς ἤδη λαμβάνων αὐτὴν πρὸς γάμον. εἶπεν οὖν ὁ Θάμυρις πρὸς Θεοκλείαν Ποῦ μού ἐστιν ἡ Θέκλα; Καὶ εἶπεν ἡ Θεοκλεία Καινόν σοι ἔχω εἰπεῖν διήγημα, Θάμυρι. καὶ γὰρ ἡμέρας τρεῖς καὶ νύκτας τρεῖς Θέκλα ἀπὸ τῆς θυρίδος οὐκ ἐγείρεται, οὔτε ἐπὶ τὸ φαγεῖν οὔτε ἐπὶ τὸ πιεῖν, ἀλλὰ ἀτενίζουσα ὡς πρὸς εὐφρασίαν, οὕτως πρόσκειται ἀνδρὶ ξένῳ ἀπατηλοὺς καὶ ποικίλους λόγους διδάσκοντι, ὥστε με θαυμάζειν πῶς ἡ τοιαύτη αἰδὼς τῆς παρθένου χαλεπῶς ἐνοχλεῖται.

9 Θάμυρι, ὁ ἄνθρωπος οὗτος τὴν Ἰκονιέων πόλιν ἀνασείει, ἔτι δὲ καὶ τὴν σὴν Θέκλαν· πᾶσαι γὰρ αἱ γυναῖκες καὶ οἱ νέοι εἰσέρχονται πρὸς αὐτόν, διδασκόμενοι παρ' αὐτοῦ ὅτι Δεῖ, φησίν, ἕνα καὶ μόνον θεὸν φοβεῖσθαι καὶ ζῆν ἁγνῶς. ἔτι δὲ καὶ ἡ θυγάτηρ μου ὡς ἀράχνη ἐπὶ τῆς θυρίδος δεδεμένη τοῖς ὑπ' αὐτοῦ λόγοις κρατεῖται ἐπιθυμίᾳ καινῇ καὶ πάθει δεινῷ. ἀτενίζει γὰρ τοῖς λεγομένοις ὑπ' αὐτοῦ καὶ ἑάλωται ἡ παρθένος. ἀλλὰ πρόσελθε αὐτῇ σὺ καὶ λάλησον· σοὶ γάρ ἐστιν ἡρμοσμένη.

10 Καὶ προσελθὼν Θάμυρις, ἅμα μὲν φιλῶν αὐτήν, ἅμα δὲ καὶ φοβούμενος τὴν ἔκπληξιν αὐτῆς, εἶπεν Θέκλα ἐμοὶ μνηστευθεῖσα, τί τοιαύτη κάθησαι; καὶ ποῖόν σε πάθος κατέχει ἔκπληκτον; ἐπιστράφηθι πρὸς τὸν σὸν Θάμυριν καὶ αἰσχύνθητι. Ἔτι δὲ καὶ ἡ μήτηρ αὐτῆς τὰ αὐτὰ ἔλεγεν Τέκνον, τί τοιαύτη κάτω βλέπουσα κάθησαι, καὶ μηδὲν ἀποκρινομένη ἀλλὰ παραπλήξ; Καὶ οἱ μὲν ἔκλαιον δεινῶς, Θάμυρις μὲν γυναικὸς ἀστοχῶν, Θεοκλεία δὲ τέκνου, αἱ δὲ παιδίσκαι κυρίας· πολλὴ οὖν σύγχυσις ἦν ἐν τῷ οἴκῳ πένθους. καὶ τούτων οὕτως γινομένων Θέκλα οὐκ ἀπεστράφη, ἀλλ' ἦν ἀτενίζουσα τῷ λόγῳ Παύλου.

11 Ὁ δὲ Θάμυρις ἀναπηδήσας ἐξῆλθεν εἰς τὸ ἄμφοδον, καὶ παρετήρει τοὺς εἰσερχομένους πρὸς τὸν Παῦλον καὶ ἐξερχομένους. καὶ εἶδεν δύο ἄνδρας εἰς ἑαυτοὺς μαχομένους πικρῶς. καὶ εἶπεν πρὸς αὐτούς Ἄνδρες, τίνες ἐστὲ εἴπατέ μοι, καὶ τίς οὗτος ὁ ἔσω μεθ' ὑμῶν, πλανῶν ψυχὰς νέων καὶ παρθένων ἀπατῶν, ἵνα γάμοι μὴ γίνωνται ἀλλὰ οὕτως μένωσιν· ὑπισχνοῦμαι οὖν ὑμῖν δοῦναι πολλὰ χρήματα, ἐὰν εἴπητέ μοι περὶ αὐτοῦ· εἰμὶ γὰρ πρῶτος τῆς πόλεως.

12 Καὶ ὁ Δημᾶς καὶ Ἑρμογένης εἶπον αὐτῷ Οὗτος μὲν τίς ἐστιν, οὐκ οἴδαμεν· στερεῖ δὲ νέους γυναικῶν καὶ παρθένους ἀνδρῶν, λέγων Ἄλλως ἀνάστασις ὑμῖν οὐκ ἔστιν, ἐὰν μὴ ἁγνοὶ μείνητε καὶ τὴν σάρκα μὴ μολύνητε ἀλλὰ τηρήσητε ἁγνήν.

13 Ὁ δὲ Θάμυρις εἶπεν αὐτοῖς Δεῦτε, ἄνδρες, εἰς τὸν οἶκόν μου καὶ ἀναπαύσασθε μετ' ἐμοῦ. καὶ ἀπῆλθον εἰς πολύτιμον δεῖπνον καὶ πολὺν οἶνον καὶ πλοῦτον μέγαν καὶ τράπεζαν λαμπράν· καὶ ἐπότισεν αὐτοὺς ὁ Θάμυρις, φιλῶν τὴν Θέκλαν καὶ θέλων τυχεῖν γυναικός. καὶ εἶπεν ἐν τῷ δείπνῳ ὁ Θάμυρις Ἄνδρες, εἴπατέ μοι, τίς ἐστιν ἡ διδασκαλία αὐτοῦ, ἵνα κἀγὼ γνῶ· οὐ γὰρ μικρῶς ἀγωνιῶ περὶ τῆς Θέκλης, ὅτι οὕτως φιλεῖ τὸν ξένον καὶ ἀποστεροῦμαι γάμου.

14 Εἶπον δὲ Δημᾶς καὶ Ἑρμογένης Προσάγαγε αὐτὸν τῷ ἡγεμόνι Καστελίῳ ὡς ἀναπείθοντα τοὺς ὄχλους ἐπὶ καινῇ διδαχῇ Χριστιανῶν, καὶ οὕτως ἀπολεῖ αὐτὸν καὶ σὺ ἕξεις τὴν γυναῖκά σου Θέκλαν. καὶ ἡμεῖς σε διδάξομεν, ἣν λέγει οὗτος ἀνάστασιν γενέσθαι, ὅτι ἤδη γέγονεν ἐφ' οἷς ἔχομεν τέκνοις[, καὶ ἀνιστάμεθα θεὸν ἐπεγνωκότες ἀληθῆ].

15 Ὁ δὲ Θάμυρις ἀκούσας παρ' αὐτῶν ταῦτα, καὶ πλησθεὶς ζήλου καὶ θυμοῦ ὄρθρου ἀναστὰς εἰς τὸν οἶκον Ὀνησιφόρου ἀπῆλθεν μετὰ ἀρχόντων καὶ δημοσίων καὶ ὄχλου ἱκανοῦ μετὰ ξύλων, λέγων τῷ Παύλῳ Διέφθειρας τὴν Ἰκονιέων πόλιν καὶ τὴν ἡρμοσμένην μοι, ἵνα μὴ θελήσῃ με· ἄγωμεν ἐπὶ τὸν ἡγεμόνα Καστέλιον. Καὶ πᾶς ὁ ὄχλος ἔλεγεν Ἀπάγαγε τὸν μάγον· διέφθειρεν γὰρ ἡμῶν πάσας τὰς γυναῖκας, καὶ συνεπείσθησαν οἱ ὄχλοι.

16 Καὶ στὰς πρὸ τοῦ βήματος ὁ Θάμυρις κραυγῇ μεγάλῃ εἶπεν Ἀνθύπατε, ὁ ἄνθρωπος οὗτος οὐκ οἴδαμεν πόθεν ἐστίν, ὃς οὐκ ἐᾷ γαμεῖσθαι τὰς παρθένους· εἰπάτω ἐπὶ σοῦ τίνος ἕνεκεν ταῦτα διδάσκει. Ὁ δὲ Δημᾶς καὶ Ἑρμογένης εἶπον τῷ Θαμύριδι Λέγε αὐτὸν Χριστιανόν, καὶ οὕτως ἀπολέσεις αὐτόν. Ὁ δὲ ἡγεμὼν ἔστησεν τὴν διάνοιαν αὐτοῦ καὶ ἐκάλεσεν τὸν Παῦλον λέγων αὐτῷ Τίς εἶ, καὶ τί διδάσκεις; οὐ γὰρ μικρῶς σου κατηγοροῦσιν.

17 Καὶ ἦρεν τὴν φωνὴν αὐτοῦ ὁ Παῦλος λέγων Εἰ ἐγὼ σήμερον ἀνακρίνομαι τί διδάσκω, ἄκουσον, ἀνθύπατε. Θεὸς ζῶν, θεὸς ἐκδικήσεων, θεὸς ζηλωτής, θεὸς ἀπροσδεής, χρῄζων τῆς τῶν ἀνθρώπων σωτηρίας ἔπεμψέν με, ὅπως ἀπὸ τῆς φθορᾶς καὶ τῆς ἀκαθαρσίας ἀποσπάσω αὐτοὺς καὶ πάσης ἡδονῆς καὶ θανάτου, ὅπως μηκέτι ἁμαρτάνωσιν· διὸ ἔπεμψεν ὁ θεὸς τὸν ἑαυτοῦ παῖδα, ὃν ἐγὼ εὐαγγελίζομαι καὶ διδάσκω ἐν ἐκείνῳ ἔχειν τὴν ἐλπίδα τοὺς ἀνθρώπους, ὃς μόνος συνεπάθησεν πλανωμένῳ κόσμῳ, ἵνα μηκέτι ὑπὸ κρίσιν ὦσιν οἱ ἄνθρωποι, ἀλλὰ πίστιν ἔχωσιν καὶ φόβον θεοῦ καὶ γνῶσιν σεμνότητος καὶ ἀγάπην ἀληθείας. εἰ οὖν ἐγὼ τὰ ὑπὸ θεοῦ μοι ἀποκεκαλυμμένα διδάσκω, τί ἀδικῶ, ἀνθύπατε; Ὁ δὲ ἡγεμὼν ἀκούσας ἐκέλευσεν δεθῆναι τὸν Παῦλον καὶ εἰς φυλακὴν ἀπαχθῆναι, μέχρις ἂν εὐσχολήσας ἐπιμελέστερον ἀκούσῃ αὐτοῦ.

18 Ἡ δὲ Θέκλα νυκτὸς περιελομένη τὰ ψέλια ἔδωκεν τῷ πυλωρῷ, καὶ ἀνοιγείσης αὐτῇ τῆς θύρας ἀπῆλθεν εἰς τὴν φυλακήν· καὶ δοῦσα τῷ δεσμοφύλακι κάτοπτρον ἀργυροῦν εἰσῆλθεν πρὸς τὸν Παῦλον, καὶ καθίσασα παρὰ τοὺς πόδας αὐτοῦ ἤκουσεν τὰ μεγαλεῖα τοῦ θεοῦ. καὶ οὐδὲν ἐδεδοίκει ὁ Παῦλος, ἀλλὰ τῇ τοῦ θεοῦ παρρησίᾳ ἐνεπολιτεύετο· κἀκείνης ηὔξανεν ἡ πίστις, καταφιλούσης τὰ δεσμὰ αὐτοῦ.

19 Ὡς δὲ ἐζητεῖτο Θέκλα ὑπὸ τῶν ἰδίων καὶ Θαμύριδος, ὡς ἀπολλυμένη ἐδιώκετο κατὰ τὰς ὁδούς, καί τις τῶν συνδούλων τοῦ πυλωροῦ ἐμήνυσεν ὅτι νυκτὸς ἐξῆλθεν. καὶ ἀνήτασαν τὸν πυλωρόν, καὶ εἶπεν αὐτοῖς ὅτι πεπόρευται πρὸς τὸν ξένον εἰς τὸ δεσμωτήριον· καὶ ἀπῆλθον καθὼς εἶπεν αὐτοῖς καὶ εὗρον αὐτὴν τρόπον τινὰ συνδεδεμένην τῇ στοργῇ. καὶ ἐξελθόντες ἐκεῖθεν τοὺς ὄχλους ἐπεσπάσαντο καὶ τῷ ἡγεμόνι ἐνεφάνισαν.

20 Καὶ ἐκέλευσεν ἄγεσθαι τὸν Παῦλον ἐπὶ τὸ βῆμα· ἡ δὲ Θέκλα ἐκυλίετο ἐπὶ τοῦ τόπου οὗ ἐδίδασκεν ὁ Παῦλος καθήμενος ἐν τῇ φυλακῇ. ὁ δὲ ἡγεμὼν ἐκέλευσεν κἀκείνην ἀχθῆναι ἐπὶ τὸ βῆμα· ἡ δὲ μετὰ χαρᾶς ἀπίει ἀγαλλιωμένη. ὁ δὲ ὄχλος προσαχθέντος πάλιν τοῦ Παύλου περισσοτέρως ἐβόα Μάγος ἐστίν, αἶρε αὐτόν. Ἡδέως δὲ ἤκουεν ὁ ἡγεμὼν τοῦ Παύλου ἐπὶ τοῖς ὁσίοις ἔργοις τοῦ Χριστοῦ· καὶ συμβούλιον ποιήσας ἐκάλεσεν τὴν Θέκλαν λέγων Διὰ τί οὐ γαμεῖ κατὰ τὸν Ἰκονιέων νόμον τῷ Θαμύριδι; ἡ δὲ εἱστήκει Παύλῳ ἀτενίζουσα· τῆς δὲ μὴ ἀποκρινομένης, Θεοκλεία ἡ μήτηρ αὐτῆς ἀνέκραγεν λέγουσα Κατάκαιε τὴν ἄνομον, κατάκαιε τὴν ἄνυμφον ἐν μέσῳ θεάτρου, ἵνα πᾶσαι αἱ ὑπὸ τούτου διδαχθεῖσαι γυναῖκες φοβηθῶσιν.

21 Καὶ ὁ ἡγεμὼν ἔπαθεν μεγάλως, καὶ τὸν μὲν Παῦλον φραγελλώσας ἔξω τῆς πόλεως ἐξέβαλεν, τὴν δὲ Θέκλαν ἔκρινεν κατακαῆναι. καὶ εὐθέως ὁ ἡγεμὼν ἀναστὰς ἀπίει εἰς τὸ θέατρον· καὶ πᾶς ὁ ὄχλος ἐξῆλθεν ἐπὶ τὴν ἀνάγκην τῆς θεωρίας. ἡ δὲ Θέκλα ὡς ἀμνὸς ἐν ἐρήμῳ περισκοπεῖ τὸν ποιμένα, οὕτως ἐκείνη τὸν Παῦλον ἐζήτει. καὶ ἐμβλέψασα εἰς τὸν ὄχλον εἶδεν τὸν κύριον καθήμενον ὡς Παῦλον, καὶ εἶπεν Ὡς ἀνυπομονήτου μου οὔσης ἦλθεν Παῦλος θεάσασθαί με. Καὶ προσεῖχεν αὐτῷ ἀτενίζουσα· ὁ δὲ εἰς οὐρανοὺς ἀπίει.

22 Οἱ δὲ παῖδες καὶ αἱ παρθένοι ἤνεγκαν ξύλα καὶ χόρτον ἵνα Θέκλα κατακαῇ. ὡς δὲ εἰσήχθη γυμνή, ἐδάκρυσεν ὁ ἡγεμὼν καὶ ἐθαύμασεν τὴν ἐν αὐτῇ δύναμιν. ἔστρωσαν δὲ τὰ ξύλα καὶ ἐκέλευσαν αὐτὴν οἱ δήμιοι ἐπιβῆναι τῇ πυρᾷ· ἡ δὲ τὸν τύπον τοῦ σταυροῦ ποιησαμένη ἐπέβη τῶν ξύλων· οἱ δὲ ὑφῆψαν. καὶ μεγάλου πυρὸς λάμψαντος οὐχ ἥψατο αὐτῆς τὸ πῦρ· ὁ γὰρ θεὸς σπλαγχνισθεὶς ἦχον ὑπόγαιον ἐποίησεν, καὶ νεφέλη ἄνωθεν ἐπεσκίασεν ὕδατος πλήρης καὶ χαλάζης, καὶ ἐξεχύθη πᾶν τὸ κύτος, ὡς πολλοὺς κινδυνεῦσαι καὶ ἀποθανεῖν, καὶ τὸ πῦρ σβεσθῆναι τὴν δὲ Θέκλαν σωθῆναι.

23 Ἦν δὲ ὁ Παῦλος νηστεύων μετὰ Ὀνησιφόρου καὶ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν τέκνων ἐν μνημείῳ ἀνοικτῷ, ἐν ὁδῷ ἐν ᾗ ἀπὸ Ἰκονίου εἰς Δάφνην πορεύονται. ἡνίκα δὲ ἡμέραι πολλαὶ διῆλθον, νηστευόντων αὐτῶν εἶπον οἱ παῖδες τῷ Παύλῳ Πεινῶμεν. Καὶ οὐκ εἶχον πόθεν ἀγοράσωσιν ἄρτους· κατέλιπεν γὰρ τὰ τοῦ κόσμου ὁ Ὀνησιφόρος καὶ ἠκολούθει Παύλῳ πανοικί. Παῦλος δὲ ἀπεδύσατο τὸν ἐπενδύτην καὶ εἶπεν Ὕπαγε, τέκνον, ἀγόρασον ἄρτους πλείονας καὶ φέρε. Ὡς δὲ ἠγόραζεν ὁ παῖς, εἶδεν Θέκλαν τὴν γείτονα, καὶ ἐθαμβήθη καὶ εἶπεν Θέκλα, ποῦ πορεύῃ; ἡ δὲ εἶπεν Παῦλον διώκω, ἐκ πυρὸς σωθεῖσα. Καὶ ὁ παῖς εἶπεν Δεῦρο, ἀπαγάγω σε πρὸς αὐτόν· στενάζει γὰρ περὶ σοῦ καὶ προσεύχεται καὶ νηστεύει ἡμέρας ἤδη ἕξ.

24 Ὡς δὲ ἐπέστη ἐπὶ τὸ μνημεῖον Παύλῳ κεκλικότι τὰ γόνατα καὶ προσευχομένῳ καὶ λέγοντι Πάτερ Χριστοῦ, μὴ ἁψάσθω Θέκλης τὸ πῦρ, ἀλλὰ πάρεσο αὐτῇ, ὅτι σή ἐστιν, ἡ δὲ ὄπισθεν ἑστῶσα ἐβόησεν Πάτερ, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ τοῦ παιδὸς τοῦ ἀγαπητοῦ σου Ἰησοῦ Χριστοῦ πατήρ, εὐλογῶ σε ὅτι ἔσωσάς με ἐκ πυρός, ἵνα Παῦλον ἴδω. Καὶ ἀναστὰς Παῦλος εἶδεν αὐτὴν καὶ εἶπεν Θεὲ καρδιογνῶστα, ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐλογῶ σε ὅτι ὃ ἠρώτησα ἐτάχυνάς μοι καὶ εἰσήκουσάς μου.

25 Καὶ ἦν ἔσω ἐν τῷ μνημείῳ ἀγάπη πολλή, Παύλου ἀγαλλιωμένου καὶ Ὀνησιφόρου καὶ πάντων. εἶχον δὲ ἄρτους πέντε καὶ λάχανα καὶ ὕδωρ <καὶ ἅλας>, καὶ εὐφραίνοντο ἐπὶ τοῖς ὁσίοις ἔργοις τοῦ Χριστοῦ. καὶ εἶπεν Θέκλα τῷ Παύλῳ Περικαροῦμαι καὶ ἀκολουθήσω σοι ὅπου δἂν πορεύῃ. Ὁ δὲ εἶπεν Ὁ καιρὸς αἰσχρός, καὶ σὺ εὔμορφος· μὴ ἄλλος σε πειρασμὸς λήψεται χείρων τοῦ πρώτου, καὶ οὐχ ὑπομείνῃς ἀλλὰ δειλανδρήσῃς. καὶ εἶπεν Θέκλα Μόνον δός μοι τὴν ἐν Χριστῷ σφραγῖδα, καὶ οὐχ ἅψεταί μοι πειρασμός. καὶ εἶπεν Παῦλος Θέκλα μακροθύμησον, καὶ λήψῃ τὸ ὕδωρ.

26 Καὶ ἀπέπεμψεν Παῦλος τὸν Ὀνησιφόρον πανοικὶ εἰς Ἰκόνιον, καὶ οὕτως λαβόμενος τὴν Θέκλαν εἰς Ἀντιόχειαν εἰσῆλθεν. ἅμα δὲ τῷ εἰσέρχεσθαι αὐτούς, συριάρχης τις Ἀλέξανδρος ὀνόματι ἰδὼν τὴν Θέκλαν ἠράσθη αὐτῆς, καὶ ἐξελιπάρει τὸν Παῦλον χρήμασι καὶ δώροις. ὁ δὲ Παῦλος εἶπεν Οὐκ οἶδα τὴν γυναῖκα ἣν λέγεις, οὐδὲ ἔστιν ἐμή. ὁ δὲ πολὺ δυνάμενος, αὐτὸς αὐτῇ περιεπλάκη εἰς τὸ ἄμφοδον· ἡ δὲ οὐκ ἠνέσχετο, ἀλλὰ Παῦλον ἐζήτει. καὶ ἀνέκραγεν πικρῶς λέγουσα Μὴ βιάσῃ τὴν ξένην, μὴ βιάσῃ τὴν τοῦ θεοῦ δούλην. Ἰκονιέων εἰμὶ πρώτη, καὶ διὰ τὸ μὴ θέλειν με γαμηθῆναι Θαμύριδι, ἐκβέβλημαι τῆς πόλεως. καὶ λαβομένη τοῦ Ἀλεξάνδρου περιέσχισεν αὐτοῦ τὴν χλαμύδα καὶ τὸν στέφανον ἀφείλετο ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν θρίαμβον.

27 Ὁ δὲ ἅμα μὲν φιλῶν αὐτήν, ἅμα δὲ καὶ αἰσχυνόμενος τὸ γεγονὸς αὐτῷ, προσήγαγεν αὐτὴν τῷ ἡγεμόνι, κἀκείνης ὁμολογησάσης ταῦτα πεπραχέναι κατέκρινεν αὐτὴν εἰς θηρία. αἱ δὲ γυναῖκες ἐξεπλάγησαν καὶ ἀνέκραξαν παρὰ τὸ βῆμα Κακὴ κρίσις, ἀνοσία κρίσις. Ἡ δὲ Θέκλα ᾐτήσατο τὸν ἡγεμόνα ἵνα ἁγνὴ μείνῃ μέχρις οὗ θηριομαχήσῃ. καί τις <βασίλισσα> πλουσία, ὀνόματι Τρύφαινα, ἧς ἡ θυγάτηρ ἐτεθνήκει, ἔλαβεν αὐτὴν εἰς τήρησιν, καὶ εἶχεν εἰς παραμυθίαν.

28 Ἡνίκα δὲ τὰ θηρία ἐπόμπευεν, προσέδησαν αὐτὴν λεαίνῃ πικρᾷ, καὶ ἡ βασίλισσα Τρύφαινα ἐπηκολούθει αὐτῇ. ἡ δὲ λέαινα ἐπάνω καθεζομένης Θέκλης περιέλειχεν αὐτῆς τοὺς πόδας, καὶ πᾶς ὁ ὄχλος ἐξίστατο· ἡ δὲ αἰτία τῆς ἐπιγραφῆς αὐτῆς ἦν Ἱερόσυλος. αἱ δὲ γυναῖκες μετὰ τῶν τέκνων ἔκραζον ἄνωθεν λέγουσαι Ὦ θεέ, ἀνοσία κρίσις γίνεται ἐν τῇ πόλει ταύτῃ. Καὶ ἀπὸ τῆς πομπῆς πάλιν λαμβάνει αὐτὴν ἡ Τρύφαινα· ἡ γὰρ θυγάτηρ αὐτῆς Φαλκονίλλα ἦν τεθνεῶσα, καὶ κατ' ὄναρ εἶπεν αὐτῇ Μῆτερ, τὴν ξένην τὴν ἔρημον Θέκλαν ἕξεις εἰς τὸν ἐμὸν τόπον, ἵνα εὔξηται ὑπὲρ ἐμοῦ καὶ μετατεθῶ εἰς τὸν τῶν δικαίων τόπον.

29 Ὅτε οὖν ἀπὸ τῆς πομπῆς ἐλάμβανεν αὐτὴν ἡ Τρύφαινα, ἅμα μὲν ἐπένθει ὅτι ἔμελλεν εἰς τὴν αὔριον θηριομαχεῖν, ἅμα δὲ καὶ στέργουσα ἐμπόνως ὡς τὴν θυγατέρα Φαλκονίλλαν εἶπεν Τέκνον μου δεύτερον Θέκλα, δεῦρο πρόσευξαι ὑπὲρ τοῦ τέκνου μου, ἵνα ζήσεται εἰς τοὺς αἰῶνας· τοῦτο γὰρ εἶδον ἐν ὕπνοις. ἡ δὲ μὴ μελλήσασα ἐπῆρεν τὴν φωνὴν αὐτῆς καὶ εἶπεν Ὁ θεός μου, ὁ υἱὸς τοῦ ὑψίστου ὁ ἐν τῷ οὐρανῷ, δὸς αὐτῇ κατὰ τὸ θέλημα αὐτῆς, ἵνα ἡ θυγάτηρ αὐτῆς Φαλκονίλλα ζήσεται εἰς τοὺς αἰῶνας. καὶ ταῦτα εἰπούσης Θέκλης ἐπένθει ἡ Τρύφαινα ἐπέχουσα τοιοῦτον κάλλος εἰς θηρία βαλλόμενον.

30 Καὶ ὅτε ὄρθρος ἐγένετο, ἦλθεν Ἀλέξανδρος παραλαβεῖν αὐτήν, αὐτὸς γὰρ ἐδίδου τὰ κυνήγια, λέγων Ὁ ἡγεμὼν κάθηται καὶ ὁ ὄχλος θορυβεῖ ἡμᾶς· δὸς ἀπαγάγω τὴν θηριομάχον. ἡ δὲ Τρύφαινα ἀνέκραξεν ὥστε φυγεῖν αὐτὸν λέγουσα· Φαλκονίλλης μου δεύτερον πένθος ἐπὶ τὴν οἰκίαν γίνεται, καὶ οὐδεὶς ὁ βοηθῶν· οὔτε τέκνον, ἀπέθανεν γάρ, οὔτε συγγενής, χήρα γάρ εἰμι. ὁ θεὸς Θέκλης τοῦ τέκνου μου, βοήθησον Θέκλῃ.

31 Καὶ πέμπει ὁ ἡγεμὼν στρατιώτας ἵνα ἀχθῇ Θέκλα. ἡ δὲ Τρύφαινα οὐκ ἀπέστη, ἀλλὰ αὐτὴ λαβομένη τῆς χειρὸς αὐτῆς ἀνήγαγεν λέγουσα Τὴν μὲν θυγατέρα μου Φαλκονίλλαν ἀπήγαγον εἰς τὸ μνημεῖον· σὲ δέ, Θέκλα, εἰς θηριομαχίαν ἀπάγω. καὶ ἔκλαυσεν Θέκλα πικρῶς καὶ ἐστέναξεν πρὸς κύριον, λέγουσα Κύριε ὁ θεὸς ᾧ ἐγὼ πιστεύω, ἐφ' ὃν ἐγὼ κατέφυγα, ὁ ῥυσάμενός με ἐκ πυρός, ἀπόδος μισθὸν Τρυφαίνῃ τῇ εἰς τὴν δούλην σου συμπαθησάσῃ, καὶ ὅτι με ἁγνὴν ἐτήρησεν.

32 Θόρυβος οὖν ἐγένετό τε καὶ πάταγος τῶν θηρίων καὶ βοὴ τοῦ δήμου καὶ τῶν γυναικῶν ὁμοῦ καθεσθεισῶν, τῶν μὲν λεγόντων Τὴν ἱερόσυλον εἰσάγαγε· τῶν δὲ λεγουσῶν Ἀρθήτω ἡ πόλις ἐπὶ τῇ ἀνομίᾳ ταύτῃ· αἶρε πάσας ἡμᾶς, ἀνθύπατε· πικρὸν θέαμα, κακὴ κρίσις.

33 Ἡ δὲ Θέκλα ἐκ χειρὸς Τρυφαίνης ληφθεῖσα ἐξεδύθη καὶ ἔλαβεν διαζώστραν καὶ ἐβλήθη εἰς τὸ στάδιον. καὶ λέοντες καὶ ἄρκοι ἐβλήθησαν ἐπ' αὐτήν. καὶ πικρὰ λέαινα προσδραμοῦσα εἰς τοὺς πόδας αὐτῆς ἀνεκλίθη· ὁ δὲ ὄχλος τῶν γυναικῶν ἐβόησεν μέγα. καὶ ἔδραμεν ἐπ' αὐτὴν ἄρκος· ἡ δὲ λέαινα δραμοῦσα ὑπήντησεν καὶ διέρρηξεν τὴν ἄρκον. καὶ πάλιν λέων δεδιδαγμένος ἐπ' ἀνθρώπους ὃς ἦν Ἀλεξάνδρου ἔδραμεν ἐπ' αὐτήν· καὶ ἡ λέαινα συμπλέξασα τῷ λέοντι συνανῃρέθη. μειζόνως δὲ ἐπένθησαν αἱ γυναῖκες, ἐπειδὴ καὶ ἡ βοηθὸς αὐτῇ λέαινα ἀπέθανεν.

34 Τότε εἰσβάλλουσιν πολλὰ θηρία, ἑστώσης αὐτῆς καὶ ἐκτετακυίας τὰς χεῖρας καὶ προσευχομένης. ὡς δὲ ἐτέλεσεν τὴν προσευχήν, ἐστράφη καὶ εἶδεν ὄρυγμα μέγα πλῆρες ὕδατος, καὶ εἶπεν Νῦν καιρὸς λούσασθαί με. καὶ ἔβαλεν ἑαυτὴν λέγουσα Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ὑστέρᾳ ἡμέρᾳ βαπτίζομαι. Καὶ ἰδοῦσαι αἱ γυναῖκες καὶ πᾶς ὁ ὄχλος ἔκλαυσαν λέγοντες Μὴ βάλῃς ἑαυτὴν εἰς τὸ ὕδωρ, ὥστε καὶ τὸν ἡγεμόνα δακρῦσαι, ὅτι τοιοῦτον κάλλος φῶκαι ἔμελλον ἐσθίειν. ἡ μὲν οὖν ἔβαλεν ἑαυτὴν εἰς τὸ ὕδωρ ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ· αἱ δὲ φῶκαι πυρὸς ἀστραπῆς φέγγος ἰδοῦσαι νεκραὶ ἐπέπλευσαν. καὶ ἦν περὶ αὐτὴν νεφέλη πυρός, ὥστε μήτε τὰ θηρία ἅπτεσθαι αὐτῆς, μήτε θεωρεῖσθαι αὐτὴν γυμνήν.

35 Αἱ δὲ γυναῖκες ἄλλων θηρίων βαλλομένων φοβερωτέρων ὠλόλυξαν, καὶ αἱ μὲν ἔβαλλον φύλλον, αἱ δὲ νάρδον, αἱ δὲ κασίαν, αἱ δὲ ἄμωμον, ὡς εἶναι πλῆθος μύρων. πάντα δὲ τὰ βληθέντα θηρία ὥσπερ ὕπνῳ κατασχεθέντα οὐχ ἥψαντο αὐτῆς· ὡς τὸν Ἀλέξανδρον εἰπεῖν τῷ ἡγεμόνι Ταύρους ἔχω λίαν φοβερούς, ἐκείνοις προσδήσωμεν τὴν θηριομάχον. καὶ στυγνάσας ἐπέτρεψεν ὁ ἡγεμὼν λέγων Ποίει ὃ θέλεις. Καὶ ἔδησαν αὐτὴν ἐκ τῶν ποδῶν μέσον τῶν ταύρων, καὶ ὑπὸ τὰ ἀναγκαῖα αὐτῶν πεπυρωμένα σίδηρα ὑπέθηκαν, ἵνα πλείονα ταραχθέντες ἀποκτείνωσιν αὐτήν. οἱ μὲν οὖν ἥλλοντο· ἡ δὲ περικαιομένη φλὸξ διέκαυσεν τοὺς κάλους, καὶ ἦν ὡς οὐ δεδεμένη.

36 Ἡ δὲ Τρύφαινα ἐξέψυξεν ἑστῶσα παρὰ τὴν ἀρήναν ἐπὶ τοὺς ἄβακας, ὥστε τὰς θεραπαινίδας εἰπεῖν Ἀπέθανεν ἡ βασίλισσα Τρύφαινα. καὶ ἐπέσχεν ὁ ἡγεμών, καὶ πᾶσα ἡ πόλις ἐπτύρη· καὶ ὁ Ἀλέξανδρος πεσὼν εἰς τοὺς πόδας τοῦ ἡγεμόνος εἶπεν· Ἐλέησον κἀμὲ καὶ τὴν πόλιν, καὶ ἀπόλυσον τὴν θηριομάχον, μὴ καὶ ἡ πόλις συναπόληται. ταῦτα γὰρ ἐὰν ἀκούσῃ ὁ Καῖσαρ, τάχα ἀπολέσει σὺν ἡμῖν καὶ τὴν πόλιν, ὅτι ἡ συγγενὴς αὐτοῦ Τρύφαινα ἡ βασίλισσα ἀπέθανεν παρὰ τοὺς ἄβακας.

37 Καὶ ἐκάλεσεν ὁ ἡγεμὼν τὴν Θέκλαν ἐκ μέσου τῶν θηρίων καὶ εἶπεν αὐτῇ Τίς εἶ σύ; καὶ τίνα τὰ περὶ σέ, ὅτι οὐδὲ ἓν τῶν θηρίων ἥψατό σου; ἡ δὲ εἶπεν Ἐγὼ μέν εἰμι θεοῦ τοῦ ζῶντος δούλη· τὰ δὲ περὶ ἐμέ, εἰς ὃν εὐδόκησεν ὁ θεὸς υἱὸν αὐτοῦ ἐπίστευσα· δι' ὃν οὐδὲ ἓν τῶν θηρίων ἥψατό μου. οὗτος γὰρ μόνος σωτηρίας ὅρος καὶ ζωῆς ἀθανάτου ὑπόστασίς ἐστιν· χειμαζομένοις γὰρ γίνεται καταφυγή, θλιβομένοις ἄνεσις, ἀπηλπισμένοις σκέπη, καὶ ἁπαξαπλῶς ὃς ἐὰν μὴ πιστεύσῃ εἰς αὐτόν, οὐ ζήσεται ἀλλὰ ἀποθανεῖται εἰς τοὺς αἰῶνας.

38 Καὶ ταῦτα ἀκούσας ὁ ἡγεμὼν ἐκέλευσεν ἐνεχθῆναι ἱμάτια καὶ εἶπεν· Ἔνδυσαι τὰ ἱμάτια. Ἡ δὲ εἶπεν Ὁ ἐνδύσας με γυμνὴν ἐν τοῖς θηρίοις, οὗτος ἐν ἡμέρᾳ κρίσεως ἐνδύσει με σωτηρίαν. Καὶ λαβοῦσα τὰ ἱμάτια ἐνεδύσατο. καὶ ἐξέπεμψεν εὐθέως ὁ ἡγεμὼν ἄκτον λέγων Θέκλαν τὴν τοῦ θεοῦ δούλην τὴν θεοσεβῆ ἀπολύω ὑμῖν. Αἱ δὲ γυναῖκες πᾶσαι ἔκραξαν φωνῇ μεγάλῃ καὶ ὡς ἐξ ἑνὸς στόματος ἔδωκαν αἶνον τῷ θεῷ λέγουσαι Εἷς θεὸς ὁ Θέκλαν σώσας, ὥστε ἀπὸ τῆς φωνῆς σεισθῆναι πᾶσαν τὴν πόλιν, 39 καὶ τὴν Τρύφαιναν εὐαγγελισθεῖσαν ἀπαντῆσαι μετὰ ὄχλου καὶ περιπλακῆναι τῇ Θέκλῃ καὶ εἰπεῖν Νῦν πιστεύω ὅτι νεκροὶ ἐγείρονται· νῦν πιστεύω ὅτι τὸ τέκνον μου ζῇ· δεῦρο ἔσω, καὶ τὰ ἐμὰ πάντα σοὶ καταγράψω. ἡ μὲν οὖν Θέκλα εἰσῆλθεν μετ' αὐτῆς καὶ ἀνεπαύσατο εἰς τὸν οἶκον αὐτῆς ἡμέρας ὀκτώ, κατηχήσασα αὐτὴν τὸν λόγον τοῦ θεοῦ, ὥστε πιστεῦσαι καὶ τῶν παιδισκῶν τὰς πλείονας, καὶ μεγάλην εἶναι χαρὰν ἐν τῷ οἴκῳ.

40 Ἡ δὲ Θέκλα Παῦλον ἐπεπόθει καὶ ἐζήτει αὐτὸν περιπέμπουσα πανταχοῦ· καὶ ἐμηνύθη αὐτῇ ἐν Μύροις εἶναι αὐτόν. καὶ λαβοῦσα νεανίσκους καὶ παιδίσκας, ἀναζωσαμένη καὶ ῥάψασα τὸν χιτῶνα εἰς ἐπενδύτην σχήματι ἀνδρικῷ ἀπῆλθεν ἐν Μύροις, καὶ εὗρεν Παῦλον λαλοῦντα τὸν λόγον τοῦ θεοῦ καὶ ἐπέστη αὐτῷ. ὁ δὲ ἐθαμβήθη βλέπων αὐτὴν καὶ τὸν ὄχλον τὸν μετ' αὐτῆς, λογισάμενος μή τις αὐτῇ πειρασμὸς πάρεστιν ἕτερος. ἡ δὲ συνιδοῦσα εἶπεν αὐτῷ Ἔλαβον τὸ λουτρόν, Παῦλε· ὁ γὰρ σοὶ συνεργήσας εἰς τὸ εὐαγγέλιον κἀμοὶ συνήργησεν εἰς τὸ λούσασθαι.

41 Καὶ λαβόμενος ὁ Παῦλος τῆς χειρὸς αὐτῆς ἀπήγαγεν αὐτὴν εἰς τὸν οἶκον Ἑρμείου καὶ πάντα ἀκούει παρ' αὐτῆς, ὥστε ἐπὶ πολὺ θαυμάσαι τὸν Παῦλον, καὶ τοὺς ἀκούοντας στηριχθῆναι καὶ προσεύξασθαι ὑπὲρ τῆς Τρυφαίνης. καὶ ἀναστᾶσα Θέκλα εἶπεν τῷ Παύλῳ Πορεύομαι εἰς Ἰκόνιον. Ὁ δὲ Παῦλος εἶπεν Ὕπαγε καὶ δίδασκε τὸν λόγον τοῦ θεοῦ. ἡ μὲν οὖν Τρύφαινα πολὺν ἱματισμὸν καὶ χρυσὸν ἔπεμψεν αὐτῇ, ὥστε καταλιπεῖν τῷ Παύλῳ εἰς διακονίαν τῶν πτωχῶν.

42 Αὐτὴ δὲ ἀπῆλθεν εἰς Ἰκόνιον. καὶ εἰσέρχεται εἰς τὸν Ὀνησιφόρου οἶκον, καὶ ἔπεσεν εἰς τὸ ἔδαφος ὅπου Παῦλος καθεζόμενος ἐδίδασκεν τὰ λόγια τοῦ θεοῦ, καὶ ἔκλαιεν λέγουσα Ὁ θεός μου καὶ τοῦ οἴκου τούτου, ὅπου μοι τὸ φῶς ἔλαμψεν, Χριστὲ Ἰησοῦ ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἐμοὶ βοηθὸς ἐν φυλακῇ, βοηθὸς ἐπὶ ἡγεμόνων, βοηθὸς ἐν πυρί, βοηθὸς ἐν θηρίοις, αὐτὸς εἶ θεός, καὶ σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.

43 Καὶ εὗρεν τὸν Θάμυριν τεθνεῶτα, τὴν δὲ μητέρα ζῶσαν· καὶ προσκαλεσαμένη τὴν μητέρα αὐτῆς λέγει αὐτῇ· Θεοκλεία μῆτερ, δύνασαι πιστεῦσαι ὅτι ζῇ κύριος ἐν οὐρανοῖς; εἴτε γὰρ χρήματα ποθεῖς, δώσει σοι κύριος δι' ἐμοῦ· εἴτε τὸ τέκνον, ἰδού, παρέστηκά σοι. καὶ ταῦτα διαμαρτυραμένη ἀπῆλθεν εἰς Σελεύκειαν, καὶ πολλοὺς φωτίσασα τῷ λόγῳ τοῦ θεοῦ μετὰ καλοῦ ὕπνου ἐκοιμήθη.

44 Τινὲς δὲ τῆς πόλεως Ἕλληνες ὄντες τὴν θρησκείαν, ἰατροὶ δὲ τὴν τέχνην, ἀπέστειλαν πρὸς αὐτὴν ἄνδρας νεωτέρους σοβαροὺς ἐπὶ τὸ φθεῖραι αὐτήν· ἔλεγον γὰρ ὅτι τῇ Ἀρτέμιδι δουλεύει παρθένος οὖσα, καὶ ἐκ τούτου ἰσχύει πρὸς τὰς ἰάσεις. προνοίᾳ δὲ θεοῦ εἰσῆλθεν ἐν τῇ πέτρᾳ ζῶσα, καὶ τὴν γῆν ὑπέβη. καὶ ἀπῆλθεν ἐν τῇ Ῥώμῃ θεάσασθαι τὸν Παῦλον, καὶ εὗρεν αὐτὸν κοιμηθέντα. μείνασα δὲ ἐκεῖ χρόνον οὐ πολύν, μετὰ καλοῦ ὕπνου ἐκοιμήθη· καὶ θάπτεται ὡς ἀπὸ δύο ἢ τριῶν σταδίων τοῦ μνήματος τοῦ διδασκάλου Παύλου.

45 Ἐβλήθη μὲν οὖν εἰς τὸ πῦρ χρόνων οὖσα ἑπτὰ καὶ δέκα, καὶ εἰς τοὺς θῆρας χρόνων ὀκτὼ καὶ δέκα, καὶ ἤσκησεν ἐν τῷ σπηλαίῳ ὡς εἴρηται χρόνους ἑβδομήκοντα δύο, ὡς εἶναι τὰ πάντα ἔτη τῆς ζωῆς αὐτῆς ἐνενήκοντα. πάμπολλα δὲ ἰάματα τελέσασα ἀναπαύεται εἰς τὸν τόπον τῶν ἁγίων, κοι- μηθεῖσα τῇ εἰκάδι τετάρτῃ τοῦ Σεπτεμβρίου μηνὸς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.]



Πράξεις Παύλου και Θέκλας

1 Καὶ νεφέλη φωτεινὴ ὡδήγει αὐτήν. καὶ εἰσελθοῦσα ἐν Σελευκίᾳ ἐξῆλθεν

ἔξω τῆς πόλεως ἀπὸ ἑνὸς σταδίου· καὶ ἐκείνους δὲ ἐδεδοίκει, ὅτι τὰ εἴδωλα

ἐθεράπευον. καὶ ὁδηγὸς γέγονεν αὐτῆς ἐν τῷ ὄρει τῷ λεγομένῳ Καλαμῶνος

ἤτοι Ῥοδεῶνος· καὶ εὑροῦσα ἐκεῖ σπήλαιον εἰσῆλθεν αὐτῷ. καὶ ἦν ἐκεῖ

ἐπὶ ἔτη ἱκανά, καὶ πολλοὺς καὶ χαλεποὺς πειρασμοὺς ὑπέστη ὑπὸ τοῦ δια-

βόλου, καὶ ὑπήνεγκεν γενναίως βοηθουμένη ὑπὸ τοῦ Χριστοῦ. μαθοῦσαι

δέ τινες τῶν εὐγενίδων γυναικῶν περὶ τῆς παρθένου Θέκλης, ἀπίησαν πρὸς

αὐτὴν καὶ ἐμάνθανον τὰ λόγια τοῦ θεοῦ· καὶ πολλαὶ ἐξ αὐτῶν ἀπετάξαντο

τῷ βίῳ καὶ συνήσκουν αὐτῇ. καὶ φήμη ἀγαθὴ ἤχθη πανταχοῦ περὶ αὐτῆς,

10 καὶ ἰάσεις ἐγίνοντο ὑπ' αὐτῆς. γνοῦσα οὖν πᾶσα ἡ πόλις καὶ ἡ περίχωρος,

ἔφερον τοὺς ἀρρώστους αὐτῶν ἐν τῷ ὄρει, καὶ πρινὴ τῇ θύρᾳ προσεγγίσωσι,

θᾶττον ἀπηλλάττοντο, οἵῳ δήποτε κατείχοντο νοσήματι, καὶ τὰ πνεύματα

τὰ ἀκάθαρτα κράζοντα ἐξήρχοντο· καὶ πάντες κατελάμβανον τὰ ἴδια αὐτῶν

ὑγιῆ, δοξάζοντες τὸν θεὸν δόντα τοιαύτην χάριν τῇ παρθένῳ Θέκλῃ. οἱ

ἰατροὶ οὖν τῆς πόλεως Σελευκίων ἐξουδενώθησαν, τὴν ἐμπορείαν ἀπο-

λέσαντες, καὶ οὐδεὶς λοιπὸν προσεῖχεν αὐτοῖς· καὶ φθόνου καὶ ζήλου πλη-

σθέντες ἐμηχανοῦντο κατὰ τῆς τοῦ Χριστοῦ δούλης τὸ τί αὐτῇ ποιήσωσιν.

Ὑποβάλλει οὖν αὐτοῖς ὁ διάβολος λογισμὸν πονηρόν. καὶ μιᾷ τῶν ἡμερῶν

συναχθέντες καὶ συνέδριον ποιήσαντες συμβουλεύονται πρὸς ἀλλήλους

20 λέγοντες Αὕτη ἡ παρθένος ἱερὰ τυγχάνει τῆς μεγάλης θεᾶς Ἀρτέμιδος·

καὶ εἴ τι ἂν αἰτήσει αὐτήν, ἀκούει αὐτῆς ὡς παρθένου οὔσης, καὶ φιλοῦσιν

αὐτὴν πάντες οἱ θεοί. δεῦτε οὖν λάβωμεν ἄνδρας ἀτάκτους καὶ μεθύσωμεν

αὐτοὺς οἶνον πολὺν καὶ δώσωμεν αὐτοῖς χρυσίον πολὺ καὶ εἴπωμεν αὐτοῖς

Εἰ δυνηθῆτε φθεῖραι καὶ μιᾶναι αὐτήν, διδοῦμεν ὑμῖν καὶ ἄλλα χρήματα.

Ἔλεγον οὖν πρὸς αὑτοὺς οἱ ἰατροὶ ὅτι Ἐὰν ἰσχύσουσιν αὐτὴν μιᾶναι, οὐκ

ἀκούουσιν αὐτῆς οἱ θεοὶ οὔτε Ἄρτεμις ἐπὶ τῶν ἀσθενούντων. ἐποίησαν

οὖν οὕτως. καὶ ἀπελθόντες οἱ πονηροὶ ἄνδρες ἐπὶ τὸ ὄρος, καὶ ἐπιστάντες

ὡς λέοντες τῷ σπηλαίῳ ἐπάταξαν τὴν θύραν· ἤνοιξεν δὲ ἡ ἁγία μάρτυς

Θέκλα, θαρροῦσα ᾧ ἐπίστευσεν θεῷ· προέγνω γὰρ τὸν δόλον αὐτῶν. καὶ

30 λέγει πρὸς αὐτούς Τί θέλετε, τέκνα; Οἱ δὲ εἶπον Τίς ἐστιν ἐνταῦθα λεγο-

μένη Θέκλα; Ἡ δὲ εἶπεν Τί αὐτὴν θέλετε; Λέγουσιν αὐτῇ ἐκεῖνοι Συγκαθευ-

δῆσαι αὐτῇ θέλομεν. Λέγει αὐτοῖς ἡ μακαρία Θέκλα Ἐγὼ ταπεινὴ γραῦς

εἰμί, δούλη δὲ τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ· καὶ κἂν τί ποτε δρᾶσαι

θέλετε ἄτοπον εἰς ἐμέ, οὐ δύνασθε. Λέγουσιν αὐτῇ ἐκεῖνοι Οὐκ ἐστὶν δυνα-

τὸν μὴ πρᾶξαι εἰς σὲ ἃ θέλομεν. Καὶ ταῦτα εἰπόντες ἐκράτησαν αὐτὴν

ἰσχυρῶς, καὶ ἐβούλοντο καθυβρίσαι αὐτήν. ἡ δὲ λέγει αὐτοῖς μετ' ἐπιει-

κείας Ἀναμείνατε, τέκνα, ἵνα ἴδητε τὴν δόξαν κυρίου. Καὶ κρατουμένη ὑπ'

αὐτῶν ἀνέβλεψεν εἰς τὸν οὐρανὸν καὶ εἶπεν Ὁ θεὸς ὁ φοβερὸς καὶ ἀνεί-

καστος καὶ ἔνδοξος τοῖς ὑπεναντίοις, ὁ ῥυσάμενός με ἐκ πυρός, ὁ μὴ παρα-

40 δώσας με Θάμυρι, ὁ μὴ παραδώσας με Ἀλεξάνδρῳ, ὁ ῥυσάμενός με ἐκ

θηρίων, ὁ διασώσας με ἐν τῷ βυθῷ, ὁ πανταχοῦ συνεργήσας μοι καὶ δοξάσας

τὸ ὄνομά σου ἐν ἐμοί, καὶ τανῦν ῥῦσαί με ἐκ τῶν ἀνόμων ἀνθρώπων

τούτων, καὶ μὴ ἐάσῃς με ἐνυβρίσαι τὴν παρθενίαν μου, ἣν διὰ τὸ ὄνομά

σου ἐφύλαξα μέχρι τοῦ νῦν, ὅτι σὲ φιλῶ καὶ σὲ ποθῶ καὶ σοὶ προσκυνῶ

τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ πνεύματι ἁγίῳ εἰς τοὺς αἰῶνας, ἀμήν. Καὶ

ἐγένετο φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα Μὴ φοβηθῇς Θέκλα, δούλη μου

ἀληθινή, μετὰ σοῦ γὰρ εἰμί· ἀπόβλεψον καὶ ἴδε ὅπου ἠνέῳκται ἔμπροσθέν

σου, ἐκεῖ γὰρ οἶκος αἰώνιος ἔσται σοι, κἀκεῖ τὴν ἐπίσκεψιν δέχῃ. Καὶ

προσχοῦσα ἡ μακαρία Θέκλα ἴδεν τὴν πέτραν ἀνεῳχθεῖσαν ὅσον χωρεῖ

50 ἄνθρωπον εἰσιέναι, καὶ κατὰ τὸ λεχθὲν αὐτῇ ἐποίησεν, καὶ ἀποφυγοῦσα

γενναίως τοὺς ἀνόμους εἰσῆλθεν εἰς τὴν πέτραν· καὶ συνεκλείσθη εὐθὺς ἡ

πέτρα, ὥστε μήτε ἁρμὸν φαίνεσθαι. ἐκεῖνοι δὲ θεωροῦντες τὸ παράδοξον

θαῦμα ὥσπερ ἐν ἐκστάσει ἐγίνοντο, καὶ οὐκ ἴσχυσαν ἐπισχεῖν τὴν τοῦ θεοῦ

δούλην, ἀλλ' ἢ μόνον τοῦ μαφορίου αὐτῆς ἐπελάβοντο καὶ μέρος τι ἠδυνή-

θησαν ἀποσπάσαι· κἀκεῖνο κατὰ συγχώρησιν θεοῦ πρὸς πίστιν τῶν ὁρών-

των τὸν σεβάσμιον τόπον, καὶ εἰς εὐλογίαν ταῖς μετὰ ταῦτα γενεαῖς, τοῖς

πιστεύουσιν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ καρδίας καθαρᾶς.

Ἔπαθεν οὖν ἡ τοῦ θεοῦ πρωτομάρτυς καὶ ἀπόστολος καὶ παρθένος

Θέκλα ἡ ἀπὸ τοῦ Ἰκονίου ἐτῶν δέκα ὀκτώ· μετὰ δὲ τῆς ὁδοιπορίας καὶ

60 τῆς περιόδου καὶ τῆς ἀσκήσεως τῆς ἐν τῷ ὄρει ἔζησεν ἔτη ἄλλα ἑβδομήκοντα

καὶ δύο· ὅτε δὲ προσελάβετο αὐτὴν ὁ κύριος, ἦν ἐτῶν ἐνενήκοντα, καὶ

οὕτως ἡ τελείωσις αὐτῆς γίνεται. γίνεται δὲ ἡ ὁσία μνήμη αὐτῆς μηνὶ

Σεπτεμβρίῳ εἰκάδι τετάρτῃ, εἰς δόξαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ

64 ἁγίου πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.