Μετάβαση στο περιεχόμενο

Πολιοί μεν ημίν ήδη κρόταφοι

Από Βικιθήκη
Πολιοὶ μὲν ἡμὶν ἤδη κρόταφοι
Συγγραφέας:


Στοβ. 4,51,12
43. – Απόσπασμα 395

Πολιοὶ μὲν ἡμὶν ἤδη κρόταφοι κάρη τε λευκόν,
χαρίεσσα δ' οὐκέτ' ἥβη πάρα, γηραλέοι δ' ὀδόντες,
γλυκεροῦ δ' οὐκέτι πολλὸς βιότου χρόνος λέλειπται•
διὰ ταῦτ' ἀνασταλύζω θαμὰ Τάρταρον δεδοικώς•
Ἀίδεω γάρ ἐστι δεινὸς μυχός, ἀργαλῆ δ' ἐς αὐτὸν
κάτοδος• καὶ γὰρ ἑτοῖμον καταβάντι μὴ ἀναβῆναι.