Ποιμάνδρης
Ποιμάνδρης Συγγραφέας: |
Έκδοση: Hermetis Trismegisti Poemander, Gustav Parthey, Βερολίνο 1854, (Πρόλογος έκδοσης στα λατινικά) |
1 Ἐννοίας μοί ποτε γενομένης περὶ τῶν ὄντων καὶ μετεωρισθείσης μου τῆς διανοίας σφόδρα, κατασχεθεισῶν τε τῶν σωματικῶν μου αἰσθήσεων — καθάπερ οἱ ἐν ὕπνῳ βεβαρημένοι ἐκ κόρου τε καὶ τρυφῆς ἢ ἐκ κόπου σώματος — ἔδοξά τινα ὑπερμεγέθη μέτρῳ ἀπεριορίστῳ τυγχάνοντα καλεῖν μου τὸ ὄνομα καὶ λέγοντά μοι, Τί βούλει ἀκοῦσαι καὶ θεάσασθαι καὶ τί νοήσας· μαθεῖν καὶ γνῶναι; 2 Φημὶ ἐγώ, Σὺ γὰρ τίς εἶ; Ἐγὼ μέν, φησίν, εἰμὶ ὁ Ποιμάνδρης, ὁ τῆς αὐθεντίας νοῦς, οἶδα δὲ ὃ βούλει, καὶ σύνειμί σοι πανταχοῦ. 3 Φημὶ ἐγώ, Μαθεῖν θέλω τὰ ὄντα καὶ νοῆσαι τὴν τούτων φύσιν, καὶ γνῶναι τὸν θεόν. τοῦτ’ ἔφην, ἀκοῦσαι βούλομαι. Φησὶν ἐμοὶ πάλιν, Ἔχε νῷ σῷ ὅσα θέλεις μαθεῖν, κἀγώ σε διδάξω.
4 Τοῦτο εἰπὼν ἠλλάγη τῇ ἰδέᾳ, καὶ εὐθέως πάντα μοι ἤνοικτο ῥοπῇ, καὶ ὁρῶ θέαν ἀόριστον, φῶς δὲ πάντα γεγενημένα, εὔδιόν τε καὶ ἱλαρόν· καὶ ἠράσθην ἰδών· καὶ μετ' ὀλίγον σκότος κατωφερὲς ἦν ἐν μέρει γεγενημένον, φοβερόν τε καὶ στυγνόν, σκολιῶς πεπεραμένον· ὡς εἰκάσαι με ἰδόντα μεταβαλλόμενον τὸ σκότος εἰς ὑγρᾶν τινα φύσιν ἀφάτως τεταραγμένην, καὶ καπνὸν ἀποδιδοῦσαν ὡς ἀπὸ πυρός, καί τινα ἦχον ἀποτελοῦσαν ἀνεκλάλητον γοώδη. εἶτα βοὴ ἐξ αὐτῆς ἀσυνάρθρως ἐξεπέμπετο, ὡς εἰκάσαι φωνῇ φωτός. 5 ἐκ τοῦ φωτὸς τις λόγος ἅγιος ἐπέβη τῇ φύσει, καὶ πῦρ ἄκρατον ἐξεπήδησεν ἐκ τῆς ὑγρᾶς φύσεως ἄνω εἰς ὕψος· κοῦφον δὲ ἦν καὶ ὀξύ, δραστικὸν τὲ ἅμα· καὶ ὁ ἀὴρ, ἐλαφρὸς ὢν ἠκολούθησε τῷ πνεύματι, ἀναβαίνοντος αὐτοῦ μέχρι τοῦ πυρὸς ἀπὸ γῆς καὶ ὕδατος, ὡς δοκεῖν κρέμασθαι αὐτὸν ἀπ' αὐτοῦ. γῆ δὲ καὶ ὕδωρ ἔμενε καθ' ἑαυτὰ συμμεμιγμένα, ὡς μὴ θεωρεῖσθαι ἀπὸ τοῦ ὕδατος· κινούμενα δὲ ἦν διὰ τὸν ἐπιφερόμενον πνευματικὸν λόγον εἰς ἀκοήν.
6 Ὁ δὲ Ποιμάνδρης ἐμοί, Ἐνόησας, φησί, τὴν θέαν ταύτην ὅτι καὶ βούλεται; Καὶ γνώσομαι, ἔφην ἐγώ. Τὸ φῶς ἐκεῖνο, ἔφη, ἐγώ εἰμι νοῦς ὁ σὸς θεός, ὁ πρὸ φύσεως ὑγρᾶς τῆς ἐκ σκότους φανείσης· ὁ δὲ ἐκ νοὸς φωτεινὸς λόγος, υἱὸς θεοῦ. Τί οὖν; φημί. Οὕτω γνῶθι· τὸ ἐν σοὶ βλέπον καὶ ἀκοῦον, λόγος κυρίου, ὁ δὲ νοῦς πατὴρ θεός· οὐ γὰρ διίστανται ἀπ' ἀλλήλων· ἕνωσις γὰρ τούτων ἐστὶν ἡ ζωή. Εὐχαριστῶ σοι, ἔφην ἔγω. Ἀλλὰ δὴ νόει τὸ φῶς, καὶ γνώριζε τοῦτο, φησίν.
7 Καὶ εἰπὼν ταῦτα ἐπὶ πλείονα χρόνον ἀντώπησέ μοι, ὥστε με τρέμειν αὐτοῦ τὴν ἰδέαν. ἀνανεύσαντος δέ θεωρῶ ἐν τῷ νοΐ μου τὸ φῶς ἐν δυνάμεσιν ἀναριθμήτοις ὄν, καὶ κόσμον ἀπεριόριστον γεγενημένον, καὶ περισχέσθαι τὸ πῦρ δυνάμει μεγίστῃ, καὶ στάσιν ἐσχηκέναι κρατούμενον. ταῦτα δὲ ἐγὼ διενοήθην ὁρῶν διὰ τὸν τοῦ Ποιμάνδρου λόγον.
8 Ὡς δὲ ἦν ἐν ἐκπλήξει φησὶ πάλιν ἐμοί, Εἶδες ἐν τῷ νῷ τὸ ἀρχέτυπον εἶδος τὸ προϋπάρχον τῆς ἀρχῆς τῆς ἀπεράντου. ταῦτα ὁ Ποιμάνδρης ἐμοί. Τὰ οὖν, ἐγώ φημι, στοιχεῖα τῆς φύσεως πόθεν ὑπέστη; Πάλιν ἐκεῖνος πρὸς ταῦτα, Ἐκ βουλῆς θεοῦ, ἥτις λαβοῦσα τὸν λόγον, καὶ ἰδοῦσα τὸν καλὸν κόσμον, ἐμιμήσατο, κοσμοποιηθεῖσα διὰ τῶν ἑαυτῆς στοιχείων καὶ γεννημάτων ψυχῶν. 9 ὁ δὲ νοῦς ὁ θεός, ἀρρενόθηλυς ὤν, ζωὴ καὶ φῶς ὑπάρχων, ἀπεκύησε λόγῳ ἕτερον νοῦν δημιουργόν, ὃς θεὸς τοῦ πυρὸς καὶ πνεύματος ὤν ἐδημιούργησε διοικητάς τινας ἑπτά, ἐν κύκλοις περιέχοντας τὸν αἰσθητὸν κόσμον. καὶ ἡ διοίκησις αὐτῶν εἱμαρμένη καλεῖται.
10 Ἐπήδησεν εὐθὺς ἐκ τῶν κατωφερῶν στοιχείων ὁ τοῦ θεοῦ λόγος εἰς τὸ καθαρὸν τῆς φύσεως δημιούργημα, καὶ ἡνώθη τῷ δημιουργῷ νῷ· ὁμοούσιος γὰρ ἦν. καὶ κατελείφθη τὰ ἄλογα τὰ κατωφερῆ τῆς φύσεως στοιχεῖα, ὡς εἶναι ὕλην μόνην. 11 ὁ δὲ δημιουργὸς νοῦς σὺν τῷ λόγῳ, ὁ περιέχων τοὺς κύκλους καὶ δινῶν ῥοίζῳ, ἔστρεψε τὰ ἑαυτοῦ δημιουργήματα, καὶ εἴασε στρέφεσθαι ἀπ' ἀρχῆς ἀορίστου εἰς ἀπέραντον τέλος. ἄρχεται γάρ, οὗ λήγει. ἡ δὲ τούτων περιφορά, καθὼς θέλει ὁ νοῦς, ἐκ τῶν κατωφερῶν στοιχείων ζῶα ἤνεγκεν ἄλογα· οὐ γὰρ ἐπεῖχε τὸν λόγον· ἀὴρ δὲ πετεινὰ ἤνεγκε, καὶ τὸ ὕδωρ νηκτά· διακεχώρισται δὲ ἀπ' ἀλλήλων ἥ τε γῆ καὶ τὸ ὕδωρ, καθὼς ἠθέλησεν ὁ νοῦς, καὶ ἡ γῆ ἐξήνεγκεν ἀπ' αὐτῆς ἃ εἶχε ζῷα τετράποδα, ἑρπετά, θηρία ἄγρια καὶ ἥμερα.
12 Ὁ δὲ πάντων πατὴρ ὁ νοῦς, ὢν ζωὴ καὶ φῶς, ἀπεκύησεν ἄνθρωπον ἑαὐτῷ ἴσον, οὗ ἠράσθη ὡς ἰδίου τόκου· περικαλλὴς γάρ, τὴν τοῦ πατρὸς εἰκόνα ἔχων. ὄντως γὰρ καὶ ὁ θεὸς ἠράσθη τῆς ἰδίας μορφῆς, καὶ αὐτῇ παρέδωκε τὰ ἑαυτοῦ πάντα δημιουργήματα. 13 κατανοήσας δὲ τὴν τοῦ δημιουργοῦ κτίσιν ἐν τῷ πατρί, ἠβουλήθη καὶ αὐτὸς δημιουργεῖν. καὶ ἀπεχωρίσθη ἀπὸ τοῦ πατρός, γενόμενος ἐν τῇ δημιουργικῇ σφαίρᾳ· ἔχων τὴν πᾶσαν ἐξουσίαν κατενόησε τῶν ἀδελφῶν τὰ δημιουργήματα. οἱ δὲ ἠράσθησαν αὐτοῦ· ἕκαστος δὲ μετεδίδου τῆς ἰδίας τάξεως. καὶ καταμαθὼν τὴν τούτων οὐσίαν, καὶ μεταλαβὼν τῆς αὐτῶν φύσεως ἠβουλήθη ἀναρρῆξαι τὴν περιφέρειαν τῶν κύκλων, καὶ τὸ κράτος τοῦ ἐπικειμένου ἐπὶ τοῦ πυρὸς καταπονῆσαι.
14 Καὶ ὁ τῶν θνητῶν τοῦ κόσμου ζώων καὶ τῶν ἀλόγων ἔχων πᾶσαν ἐξουσίαν διὰ τῆς ἁρμονίας παρέκυψεν, ἀναρρήξας τὸ κράτος τῶν κύκλων, καὶ ἔδειξε τῇ κατωφερεῖ φύσει τὴν καλὴν τοῦ θεοῦ μορφὴν. ἣν ἰδοῦσα ἀκόρεστον κάλλος· καὶ πᾶσαν ἐνέργειαν ἐν ἑαυτῇ ἔχουσαν τῶν ἑπτὰ διοικητόρων, τήν τε μορφὴν τοῦ θεοῦ, ἐμειδίασεν ἔρωτι, ἅτε τῆς καλλίστης μορφῆς τοῦ ἀνθρώπου τὸ εἶδος ἐν τῷ ὕδατι ἰδοῦσα, καὶ τὸ σκίασμα ἐπὶ τῆς γῆς. ὁ δὲ ἰδὼν τὴν ὁμοίαν αὐτῷ μορφὴν, ἐν ἑαυτῷ οὖσαν, ἐν τῷ ὕδατι, ἐφίλησε καὶ ἠβουλήθη αὐτῇ συνοικεῖν· ἅμα δὲ τῇ βουλῇ ἐγένετο ἐνέργεια, καὶ ἐκύησε τὴν ἄλογον μορφήν. 15 ἡ δὲ φύσις λαβοῦσα τὸν ἐρώμενον περιεπλάκη ὅλη καὶ ἐμίγησαν· ἐρώμενοι γὰρ ἦσαν. καὶ διὰ τοῦτο παρὰ πάντα τὰ ἐπὶ γῆς ζῶα διπλοῦς ἐστιν ὁ ἄνθρωπος, θνητὸς μὲν διὰ τὸ σῶμα, ἀθάνατος δὲ διὰ τὸν οὐσιώδη ἄνθρωπον. ἀθάνατος γὰρ ὢν καὶ πάντων τὴν ἐξουσίαν ἔχων, τὰ θνητὰ πάσχει ὑποκείμενα τῇ εἱμαρμένῃ. ὑπεράνω οὖν ὢν τῆς ἁρμονίας, ἐναρμόνιος γέγονε δοῦλος. ἀρρενόθηλυς δὲ ὤν, ἐξ ἀρρενοθήλεος ὢν πατρὸς, καὶ ἄϋπνος ἀπὸ ἀΰπνου κρατεῖται.
16 Καὶ μετὰ ταῦτα νοῦς ὁ ἐμός, Καὶ αὐτὸς γὰρ ἐρῶ τοῦ λόγου. Ὁ δὲ Ποιμάνδρης εἶπε, Τοῦτό ἐστι τὸ κεκρυμμένον μυστήριον μέχρι τῆσδε τῆς ἡμέρας. ἡ γὰρ φύσις ἐπιμιγεῖσα τῷ ἀνθρώπῳ ἤνεγκέ τι θαῦμα θαυμασιώτατον. ἔχοντος γὰρ αὐτοῦ τῆς ἁρμονίας τῶν ἑπτὰ τὴν φύσιν, οὓς ἔφην σοι, ἐκ πυρὸς καὶ πνεύματος, οὐκ ἀνέμενεν ἡ φύσις, ἀλλ' εὐθὺς ἀπεκύησεν ἑπτὰ ἀνθρώπους, πρὸς τὰς φύσεις τῶν ἑπτὰ διοκητόρων ἀρρενοθήλεας καὶ μεταρσίους.
Καὶ μετὰ ταῦτα, Ὦ Ποιμάνδρη, εἰς μεγάλην γὰρ νῦν ἐπιθυμίαν ἦλθον, καὶ ποθῶ ἀκοῦσαι. μὴ ἔκτρεχε. Καὶ ὁ Ποιμάνδρης εἶπεν, Ἀλλὰ σιώπα· οὔπω γάρ σοι ἀνήπλωσα τὸν πρῶτον λόγον. Ἰδοὺ σιωπῶ, ἔφην ἐγώ.
17 Ἐγένετο οὖν, ὡς ἔφην, τῶν ἑπτὰ τούτων ἡ γένεσις τοιῷδε τρόπῳ. θηλυκὸν γὰρ ὁ ἀήρ, καὶ ὕδωρ ὀχευτικόν. τὸ δὲ ἐκ πυρὸς πέπειρον, ἐκ δὲ αἰθέρος τὸ πνεῦμα ἔλαβε. καὶ ἐξήνεγκεν ἡ φύσις τὰ σώματα πρὸς τὸ εἶδος τοῦ ἀνθρώπου. ὁ δὲ ἄνθρωπος ἐκ ζωῆς καὶ φωτὸς ἐγένετο εἰς ψυχὴν καὶ νοῦν, ἐκ μὲν ζωῆς εἰς ψυχήν, ἐκ δὲ φωτὸς εἰς νοῦν. καὶ ἔμεινεν οὕτω τὰ πάντα μέλη τοῦ αἰσθητοῦ κόσμου μέχρι περιόδου τέλους ἀρχῶν καὶ γενῶν. 18 ἄκουε λοιπόν, ὃν ποθεῖς λόγον ἀκοῦσαι. τῆς περιόδου πεπληρωμένης ἐλύθη ὁ πάντων σύνδεσμος ἐκ βουλῆς θεοῦ. πάντα γὰρ τὰ ζῷα ἀρρενοθήλεα ὄντα διελύετο ἅμα τῷ ἀνθρώπῳ, καὶ ἐγένετο τὰ μὲν ἀρρενικὰ ἐν μέρει, τὰ δὲ θηλυκὰ ὁμοίως. ὁ δὲ θεὸς εὐθὺς εἶπεν ἁγίῳ λόγῳ, αὐξάνεσθε ἐν αὐξήσει καὶ πληθύνεσθε ἐν πλήθει, πάντα τὰ κτίσματα καὶ δημιουργήματα· καὶ ἀναγνωρισάτω ὁ ἔννους ἑαυτὸν ὄντα ἀθάνατον καὶ τὸν αἴτιον τοῦ θανάτου ἔρωτα σώματος, καὶ πάντα τὰ ὄντα.
19 Τοῦτο εἰπόντος, ἡ πρόνοια διὰ τῆς εἱμαρμένης καὶ ἁρμονίας τὰς μίξεις ἐποιήσατο καὶ τὰς γενέσεις κατέστησε. καὶ ἐπληθύνθη κατὰ γένος τὰ πάντα. καὶ ὁ ἀναγνωρίσας ἑαυτὸν ἐλήλυθεν εἰς τὸ περιούσιον ἀγαθόν, ὁ δὲ ἀγαπήσας τὸ ἐκ πλάνης ἔρωτος σῶμα, οὗτος μένει ἐν τῷ σκότει πλανώμενος, αἰσθητῶς πάσχων τὰ τοῦ θανάτου. 20 Τί τοσοῦτον ἁμαρτάνουσιν, ἔφην ἐγώ, οἱ ἀγνοοῦντες, ἵνα στερηθῶσι τῆς ἀθανασίας; Ἔοικας, φησίν, ὦ οὗτος, μὴ πεφροντικέναι ὧν ἤκουσας. οὐκ ἔφην σοι νοεῖν; Νοῶ, ἔφην, καὶ μιμνήσκομαι· εὐχαριστῶ δὲ ἅμα σοί. Εἰ ἐνόησας, φησίν, εἰπέ μοι, διὰ τί ἄξιοί εἰσι τοῦ θανάτου οἱ ἐν τῷ θανάτῳ ὄντες. Ὅτι προκατάρχεται, φημί, τοῦ οἰκείου σώματος τὸ στυγνὸν σκότος, ἐξ οὗ ἡ ὑγρὰ φύσις, ἐξ ἧς τὸ σῶμα συνέστηκεν ἐν τῷ αἰσθητῷ κόσμῳ, ἐξ οὗ θάνατος ἀρδεύεται.
21 Ἐνόησας ὀρθῶς, ὦ οὗτος. κατὰ τί δὲ ὁ ἐννοήσας ἑαυτὸν εἰς θεὸν χωρεῖ, ὅπερ ἔφη ὁ τοῦ θεοῦ λόγος; Φημὶ ἐγώ ὅτι Ἐκ φωτὸς καὶ ζωῆς συνέστηκεν ὁ πατὴρ τῶν ὅλων, ἐξ οὗ γέγονεν ὁ ἄνθρωπος. Εὐφήμει λαλῶν, φησί, φῶς καὶ ζωή ἐστιν ὁ θεὸς καὶ πατήρ, ἐξ οὗ ἐγένετο ὁ ἄνθρωπος. ἐὰν οὖν μάθῃς σεαυτὸν ἐκ ζωῆς καὶ φωτὸς ὄντα, καὶ ὅτι ἐκ τούτων τυγχάνεις, εἰς ζωὴν πάλιν χωρήσεις. ταῦτα ὁ Ποιμάνδρης εἶπεν. Ἀλλ’ ἔτι ἔφην ἐγώ, εἰπέ μοι, πῶς εἰς ζωὴν χωρήσω, ὦ νοῦς; Ἐμός φησὶν ὁ θεός, Ὁ ἔννους ἄνθρωπος ἀναγνωρισάτω ἑαυτόν. Οὐ πάντες, φημί, οὖν ἄνθρωποι νοῦν ἔχουσιν; 22 Εὐφήμει, ὦ οὗτος, τοιαῦτα λαλῶν. παραγίνομαι αὐτὸς ἐγὼ ὁ νοῦς τοῖς ὁσίοις καὶ ἀγαθοῖς καὶ καθαροῖς καὶ ἐλεήμοσι, τοῖς εὐσεβῶς βιοῦσι. καὶ ἡ παρουσία μου γίνεται βοήθεια, καὶ εὐθὺς τὰ πάντα γνωρίζουσι καὶ τὸν πατέρα ἱλάσκονται ἀγαπητικῶς, καὶ εὐχαριστοῦσιν εὐλογοῦντες καὶ ὑμνοῦσι τεταγμένοι πρὸς αὐτὸν τῇ στοργῇ· καὶ πρὸ τοῦ παραδοῦναι τὸ σῶμα ἰδίῳ θανάτῳ μυσάττονται τὰς αἰσθήσεις εἰδότες αὐτῶν τὰ ἐνεργήματα· μᾶλλον δὲ οὐκ ἐάσω αὐτὸς ὁ νοῦς τὰ προσπίπτοντα ἐνεργήματα τοῦ σώματος ἐκτελεσθῆναι· πυλωρὸς γὰρ ὢν ἀποκλείσω τὰς εἰσόδους τῶν κακῶν καὶ αἰσχρῶν ἐνεργημάτων τὰς ἐνθυμήσεις ἐκκόπτων. 23 τοῖς δὲ ἀνοήτοις καὶ κακοῖς καὶ πονηροῖς καὶ φθονεροῖς καὶ πλεονέκταις καὶ φονεῦσι καὶ ἀσεβέσι πόρρωθέν εἰμι, τῷ τιμωρῷ ἐκχωρήσας δαίμονι, ὅστις τὴν ὀξύτητα τοῦ πυρὸς προσβάλλων θρώσκει αὐτοὺς αἰσθητικῶς, καὶ μᾶλλον ἐπὶ τὰς ἀνομίας αὐτοὺς ὁπλίζει, ἵνα τύχωσι μείζονος τιμωρίας· καὶ οὐ παύεται ἐπ' ὀρέξεις ἀπλέτους τὴν ἐπιθυμίαν αὐτῶν κινῶν ἀκορέστως ὡς ἐν σκοτομαχίᾳ· καὶ οὕτω βασανίζει, καὶ ἐπ' αὐτοὺς πῦρ ἐπὶ τὸ πλεῖον αὐξάνει.
24 Εὖ με πάντα, ἔφην, ὡς ἐβουλόμην, ἐδίδαξας, ὦ νοῦς. ἔτι δέ μοι εἰπὲ περὶ τῆς ἀνόδου τῆς γινομένης. Πρὸς ταῦτα ὁ Ποιμάνδρης εἷπε, Πρῶτον μὲν ἐν τῇ ἀναλύσει τοῦ σώματος τοῦ ὑλικοῦ παραδίδωσιν αὐτὸ τὸ σῶμα εἰς ἀλλοίωσιν, καὶ τὸ εἶδος ὃ εἶχες, ἀφανὲς γίνεται. καὶ τὸ ἦθος τῷ δαίμονι ἀνενέργητον παραδίδωσι, καὶ αἱ αἰσθήσεις τοῦ σώματος εἰς τὰς ἑαυτῶν πηγὰς ἐπανέρχονται μέρη γινόμεναι, καὶ πάλιν συνιστάμεναι εἰς τὰς ἐνεργείας. καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία εἰς τὴν ἄλογον φύσιν χωρεῖ. 25 καὶ οὕτως ὁρμᾷ λοιπὸν ἄνω διὰ τῆς ἁρμονίας, καὶ τῇ πρώτῃ ζώνῃ δίδωσι τὴν αὐξητικὴν ἐνέργειαν καὶ τὴν μειωτικήν, καὶ τῇ δευτέρᾳ τὴν μηχανὴν τῶν κακῶν, καὶ τὸν δόλον ἀνενέργητον, καὶ τῇ τρίτῃ τὴν ἐπιθυμητικὴν ἀπάτην ἀνενέργητον, καὶ τῇ τετάρτῃ τὴν ἀρχοντικὴν ὑπεριφανίαν ἀπλεονέκτητον, καὶ τῇ πέμπτῃ τὸ θράσος τὸ ἀνόσιον καὶ τῆς τόλμης τὴν προπέτειαν, καὶ τῇ ἕκτῃ τὰς ἀφορμὰς τὰς κακὰς τοῦ πλούτου ἀνενεργήτους, καὶ τῇ ἑβδόμῃ ζώνῃ τὸ ἐνεδρεῦον ψεῦδος. 26 καὶ τότε γυμνωθεὶς ἀπὸ τῶν τῆς ἁρμονίας ἐνεργημάτων γίνεται ἐπὶ τὴν ὀγδοατικὴν φύσιν τὴν ἰδίαν δύναμιν ἔχων, καὶ ὑμνεῖ σὺν τοῖς οὖσι τὸν πατέρα. συγχαίρουσι δὲ οἱ παρόντες τῇ τούτου παρουσίᾳ, καὶ ὁμοιωθεὶς τοῖς συνοῦσιν ἀκούει καί τῶν δυνάμεων ὑπὲρ τὴν ὀγδοατικὴν φύσιν οὐσῶν φωνῇ τινι ἡδείᾳ ὑμνουσῶν τὸν θεόν. καὶ τότε τάξει ἀνέρχονται πρὸς τὸν πατέρα, καὶ αὐτοὶ εἰς δυνάμεις ἑαυτοὺς παραδιδόασι, καὶ δυνάμεις γενόμενοι ἐν θεῷ γίνονται. τοῦτό ἐστι τὸ ἀγαθὸν τέλος τοῖς γνῶσιν ἐσχηκόσι, θεωθῆναι. λοιπόν, τί μέλλεις; οὐχ ὡς πάντα παραλαβὼν καθοδηγὸς γίνῃ τοῖς ἀξίοις, ὅπως τὸ γένος τῆς ἀνθρωπότητος διὰ σοῦ ὑπὸ θεοῦ σωθῇ;
27 Ταῦτα εἰπὼν ὁ Ποιμάνδρης ἐμοὶ ἐμίγη ταῖς δυνάμεσιν. ἐγὼ δὲ εὐχαριστήσας καὶ εὐλογήσας τὸν πατέρα τῶν ὅλων ἀνέστην ὑπ' αὐτοῦ δυναμωθεὶς καὶ διδαχθεὶς τοῦ παντὸς τὴν φύσιν καὶ τὴν μεγίστην θέαν· καὶ ἦργμαι κηρύσσειν τοῖς ἀνθρώποις τὸ τῆς εὐσεβείας καὶ τὸ τῆς γνώσεως κάλλος. Ὦ λαοί, ἄνδρες γηγενεῖς, οἱ μέθῃ καὶ ὕπνῳ ἑαυτοὺς ἐκδεδωκότες καὶ τῇ ἀγνωσίᾳ τοῦ θεοῦ, νήψατε, παύσασθε κραιπαλῶντες, θελγόμενοι ὕπνῳ ἀλόγῳ.
28 Οἱ δὲ ἀκούσαντες παρεγένοντο ὁμοθυμαδόν. ἐγὼ δέ φημι, Τί ἑαυτούς, ὦ ἄνδρες γηγενεῖς, εἰς θάνατον ἐκδεδώκατε ἔχοντες ἐξουσίαν τῆς ἀθανασίας μεταλαβεῖν; μετανοήσατε οἱ συνοδεύσαντες τῇ πλάνῃ καὶ συγκοινωνήσαντες τῇ ἀγνοίᾳ, ἀπαλλάγητε τοῦ σκοτεινοῦ φωτός, μεταλάβετε τῆς ἀθανασίας, καταλείψαντες τὴν φθοράν.
29 Καὶ οἱ μὲν αὐτῶν καταφλυαρήσαντες ἀπέστησαν τῇ τοῦ θανάτου ὁδῷ ἑαυτοὺς ἐκδεδωκότες, οἱ δὲ παρεκάλουν διδαχθῆναι, ἑαυτοὺς πρὸ ποδῶν μου ῥίψαντες. ἐγὼ δὲ ἀναστήσας αὐτοὺς καθοδηγὸς ἐγενόμην τοῦ γένους τοῦ ἀνθρωπίνου, τοὺς λόγους διδάσκων, πῶς καὶ τίνι τρόπῳ σωθήσονται. καὶ ἔσπειρα αὐτοῖς τοὺς τῆς σοφίας λόγους καὶ ἐτράφησαν ἐκ τοῦ ἀμβροσίου ὕδατος. ὀψίας δὲ γενομένης καὶ τῆς τοῦ ἡλίου αὐγῆς ἀρχομένης δύεσθαι ὅλης ἐκέλευσα αὐτοῖς εὐχαριστεῖν τῷ θεῷ. καὶ ἀναπληρώσαντες τὴν εὐχαριστίαν ἕκαστος ἐτράπη εἰς τὴν ἰδίαν κοίτην. 30 ἐγὼ δὲ τὴν εὐεργεσίαν τοῦ Ποιμάνδρου ἀνεγραψάμην εἰς ἐμαυτόν, καὶ πληρωθεὶς ὧν ἤθελον ἐξηυφράνθην. ἐγένετο γὰρ ὁ τοῦ σώματος ὕπνος τῆς ψυχῆς νῆψις, καὶ ἡ κάμμυσις τῶν ὀφθαλμῶν ἀληθινὴ ὅρασις, καὶ ἡ σιωπή μου ἐγκύμων τοῦ ἀγαθοῦ, καὶ ἡ τοῦ λόγου ἐκφορὰ γεννήματα ἀγαθῶν. τοῦτο δὲ συνέβη μοι λαβόντι ἀπὸ τοῦ νοός μου, τουτ’ έστι τοῦ Ποιμάνδρου τοῦ τῆς αὐθεντίας λόγου, ὅθεν θεόπνους γενόμενος τῆς ἀληθείας ἦλθον. διὸ δίδωμι ἐκ ψυχῆς καὶ ἰσχύος ὅλης εὐλογίαν τῷ πατρὶ θεῷ.
31 Ἅγιος ὁ θεὸς ὁ πατὴρ τῶν ὅλων· ἅγιος ὁ θεὸς, οὗ ἡ βουλὴ τελεῖται ἀπὸ τῶν ἰδίων δυνάμεων· ἅγιος ὁ θεός, ὃς γνωσθῆναι βούλεται καὶ γινώσκεται τοῖς ἰδίοις· ἅγιος εἶ, ὁ λόγῳ συστησάμενος τὰ ὄντα· ἅγιος εἶ, οὗ πᾶσα φύσις εἰκὼν ἔφυ· ἅγιος εἶ, ὃν ἡ φύσις οὐκ ἐμόρφωσεν· ἅγιος εἶ, ὁ πάσης δυνάμεως ἰσχυρότερος· ἅγιος εἶ, ὁ πάσης ὑπεροχῆς μείζων· ἅγιος εἶ, ὁ κρείττων τῶν ἐπαίνων· δέξαι λογικὰς θυσίας ἁγνὰς ἀπὸ ψυχῆς καὶ καρδίας πρὸς σὲ ἀνατεταμένης, ἀνεκλάλητε, ἄρρητε, σιωπῇ φωνούμενε. 32 αἰτουμένῳ τὸ μὴ σφαλῆναι τῆς γνώσεως τῆς κατ' οὐσίαν ἡμῶν ἐπίνευσόν μοι, καὶ ἐνδυνάμωσόν με, καὶ τῆς χάριτος ταύτης φώτισον τοὺς ἐν ἀγνοίᾳ τοῦ γένους μοῦ ἀδελφούς, υἱοὺς δὲ σοῦ. διὸ πιστεύω σοι καὶ μαρτυρῶ, εἰς ζωὴν καὶ φῶς χωρῶ. εὐλογητὸς εἶ, πάτερ· ὁ σὸς ἄνθρωπος συναγιάζειν σοι βούλεται, καθὼς παρέδωκας αὐτῷ τὴν πᾶσαν ἐξουσίαν.
[1] ↑ τρισμεγίστου] In margine superiore paginae primae B haec audit Τρισμέγιστος ἐπεκλήθη ὁ Ἑρμῆς οὗτος, ὅτι ἔφησε τὸν θεὸν τρεῖς δυνάμεις, μίαν δὲ οὐσίαν· εἰσὶ δὲ αὗται αἱ δυνάμεις· νοῦς λόγος πνεῦμα· τρία ἄναρχα, μία θεότης.
[1] ↑ Ἐννοίας μοί ποτε γενομένης] „Xenophon παιδείας libros ita orditur Ἐννοία ποθ’ ἡμῖν ἐγένετο, ὅσαιδημοκρατίαι κατελύθησαν.“ Casaub. exerc. in Baron p. 87.
[1] ↑ μου] sic Patr., μοι reliqui.
[1] ↑ τε] μου A edd. et infra omittunt.
[1] ↑ καθάπερ] ὥσπερ Turn. Patr.
[1] ↑ ἐν om. B.
[1] ↑ ἐκ κόρου τροφῆς ἢ ἐκ κούφου σώματος Fulgentius 1. 14. in Munk Mythogr.
[1] ↑ τε καὶ om. A. edd.
[1] ↑ ἢ] ἢ καὶ B.
[1] ↑ post τινα Patr. add. ἰδεῖν.
[1] ↑ μου] μεν A, om Turn. Fluss.
[1] ↑ τί om. AB. Turn. Fluss.
[1] ↑ νοῆσαι B.
[1] ↑ post νοήσας B add. τε καὶ
[2] ↑ φημὶ] καὶ φημι B.
[2] ↑ γὰρ erasum in B.
[2] ↑ δὲ om. A edd
[3] ↑ τοῦτ’] πῶς AB Patr.
[3] ↑ ἔφην] ἐσιν B.
[3] ↑ φησὶν] καί φησιν B.
[3] ↑ ἐμοὶ] ἐμὲ B. Patr.
[4] ↑ τοῦτο] sic AB Patr., οὗτος Turn. Fluss.
[4] ↑ ἀόριστον] γράφεται· ἀόριστην marg. B.
[4] ↑ ἠγάσθην Velsenius
[4] ↑ πεπερασμένον] sic Vergic. Fluss. Patr., πεπειραμένον codd. ἐσπειραμένον Casaub. exerc. in Baron. p.79
[4] ↑ ἰδόντα] εἰδότα A. edd.
[4] ↑ μεταβαλλόμενον] γράφεται· μεταβαλεῖν marg. B
[4] ↑ ἀνεκλάλητον om A.
[4] ↑ βοὴ — p.3, 1. φωτὸς uncis incl. Patr.
[4] ↑ ἀσυνάρθρως ἐξεπέμπετο om. A.
[5] ↑ τοῦ] δὲ AB Turn. Fluss.
[5] ↑ τις] τί B Turn. Fluss. om. A.
[5] ↑ ἐξεπήδησεν om. A.
[5] ↑ κοῦφον δὲ om. A.
[5] ↑ ὕδατος] Ἑρμῆς ὁ τρισμέγιστος ὁρᾷ τριάδα, ἣν Ποιμάνδρης δείκνυσιν, marg. B.
[5] ↑ ἀπ'] ἐπ' Patr.
[5] ↑ εἰς ἀκοήν om. Patr.
[6] ↑ γνώσομαι] ζήτει marg. B.
[6] ↑ εἰμι] sic Patr. om. reliqui.
[6] ↑ γὰρ post οὐ om. Patr.
[6] ↑ φησίν] sic B, om. reliqui.
[7] ↑ καὶ εἰπὼν] εἰπόντος A Turn. Fluss. Patr.
[7] ↑ ἀντώπησέ μοι] ἀντωπησάμεθα Patr.
[7] ↑ ὥστε με om. A.
[7] ↑ γεγενημένον] ὄντως Patr.
[7] ↑ δὲ ἔτι ἐγὼ A.
[7] ↑ διὰ om. Patr.
[8] ↑ ἦν om. A edd., et post ἐκπλήξει add. μου ὄντως
[8] ↑ προϋπάρχον] sic Patr. προάρχον reliqui.
[8] ↑ ψυχῶν] ψιλῶν Fluss.
[9] ↑ ὑπάρχων om. A,
[9] ↑ λόγῳ] λόγον B.
[9] ↑ ἑπτά τινας A.
[9] ↑ αἰσθητικὸν A.
[10] ↑ post στοιχείων libri addunt τοῦ θεοῦ, expunxit Tied.
[10] ↑ κατελήφθη Patr.
[11] ↑ περιέχων] sic AB, περιέσχων edd.
[11] ↑ ἀεὶ] sic Patr. om. reliqui.
[11] ↑ θέλει] ἠθέλησεν A.
[11] ↑ ἐκ] καὶ ἐκ Turn. Fluss.
[11] ↑ ἡ γῆ] sic Patr. om. reliqui.
[12] ↑ καὶ φῶς] γράφεται· καὶ φύσις marg. B.
[12] ↑ ἴσον] ὅμοιον Patr.
[12] ↑ ἠράσθην A.
[12] ↑ =ἦν] sic Patr. om. reliqui
[12] ↑ αὐτῇ] sic Patr. αὐτῷ B, om. reliqui.
[13] ↑ κτῆσιν AB.
[13] ↑ πατρί] παντί Patr.
[13] ↑ ἀπεχωρίσθη] sic Patr. συνεχωρήθη reliqui.
[13] ↑ ἔχων] ἐξ ὧν AB.
[13] ↑ κατενόησε] sic Patr., κατενόησε καὶ B, κατανοῆσαι reliqui.
[13] ↑ τῶν ἀδελφῶν] τοῦ ἀδελφοῦ AB, τῶν ἑπτὰ Patr.
[13] ↑ ἕκαστος] ἑκάτερος marg. B
[13] ↑ αὐτῶν] ἑαυτῶν A Turn. Patr.
[13] ↑ τοῦ om. A.
[13] ↑ κατανοῆσαι A. Turn. Patr.
[14] ↑ ὁ τοῦ τῶν AB. et om. τοῦ ante κόσμου
[14] ↑ καὶ τῶν ἀλόγων ζώων AB.
[14] ↑ τῶν κύκλων] sic Patr. om. reliqui.
[14] ↑ τὴν κατωφερῆ φύσιν AB.
[14] ↑ ἣν] sic Patr., ἥτις B, ὃν reliqui.
[14] ↑ ἰδοῦσα] ἰδὼν Vergic. Patr.
[14] ↑ ἑαυτῇ] sic Patr. ἑαυτῷ reliqui.
[14] ↑ ἔχουσαν] sic Patr. ἔχοντα V, ἔκοντα A, ἔχον reliqui.
[14] ↑ ἑπτὰ] sic Patr. om. reliqui.
[14] ↑ ἅτε] ὡς ἅτε AB Patr.
[14] ↑ οὖσαν, καὶ ἐν B.
[14] ↑ αὐτῇ] sic Patr. αὐτοῦ B, αὐτῷ reliqui.
[14] ↑ συνοικεῖν] sic Patr., οἰκεῖν reliqui.
[14] ↑ ἐκύησε] sic Vergic. Patr., ᾤκησε reliqui
[15] ↑ ἔχων] ἔχει Patr.
[15] ↑ τὰ] τὰ δὲ Patr.
[15] ↑ θνητῶν B, γενητὰ Vergic.
[15] ↑ πάσχειν A.
[15] ↑ ὑποκείμενος Casaub. exerc. in Baron. p. 80.
[15] ↑ ἀρρενοτέλυος A, 'arrenou;hlyow εδδ.
[15] ↑ ὢν om. A.
[16] ↑ νοῦς ὁ ἐμός] ὦ νοῦς ἐμός Fluss.
[16] ↑ πυρὸς] sic Patr., πατρὸς reliqui.
[16] ↑ ἀρρενοτελείας A, ἀρρενοτελείας A, ἀρρενοθήλυας Turn.
[16] ↑ Ποιμάνδρης B, et in margine ἔφην ἐγώ.
[16] ↑ γὰρ post μεγάλην add. edd.
[16] ↑ ἀνήπλωσα] sic B Patr., ἀνεπλήρωσα reliqui.
[16] ↑ ἐγὼ] ὁ δὲ φησιν marg B.
[17] ↑ ὡς ἔφην eras. B.
[17] ↑ θηλυκὸν γὰρ ὁ ἀήρ] sic Patr. θηλυκὴ γῆ ἦν reliqui.
[17] ↑ αἰθέρος] ἀέρος Fluss.
[17] ↑ εἰς ante ψυχὴν et ante νοῦν om. A. Turn. Patr.
[17] ↑ μέλη] sic Patr., om. reliqui.
[17] ↑ ἀρχῶν καὶ γενῶν] sic Patr. ἄρχων γενῶν A, καὶ ἀρχῶν γενῶν B.
[18] ↑ ὃν om. Patr.
[18] ↑ λόγον] λόγου Patr.
[18] ↑ ἀρρενόθυλυ A Turn. Fluss. Patr.
[18] ↑ ὁ δὲ θεὸς ευθὺς] quod sequitur scholion seorsim editum est e codice nostro B a V. Cl. Boissonade in libro cui titulus: Michae; Psellus de operatione daemonum. Norimbergae 1838. 8. p. 153, 154. Τοῦ Ψέλλου. Ἔοικεν ὁ γόης οὗτος τῇ θείᾳ γραφῇ ού παρέργως ὡμιληκέναι· ὅθεν ἐκ ταύτης ὁρμώμενος τῇ κοσμοποιίᾳ ἐπιχειρεῖ μηδὲ αὐτὰς ὀκνῶν τὰς μωσαϊκὰς λέξεις ψιλὰς ἐνίοτε ἀναγράφειν. Ὣς καὶ τὸ προκείμενον τοῦτο ῥητὸν ὅλον· τὸ γὰρ εἶπεν ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε σαφῶς ἐκ τῆς μωσαϊκῆς κοσμοποιίας ἐστίν. Οὐ μὴν ἐνέμεινε παντελῶς τῇ ἁπλότητι καὶ σαφηνείᾳ καὶ τῷ εὐθεῖ καὶ εἰλικρινεῖ καὶ ὅλως θεοειδεῖ τῆς γραφῆς, ἀλλ’ εἰς τὸ εἰωθὸς ὑπερρύη πάθος τοῖς τῶν Ἑλλήνων σοφοῖς, εἰς ἀλληγορίας καὶ πλάνας καὶ τερατείας ἐκ τῆς εὐθείας ὁδοῦ καὶ ἀπλανοῦς ἐκτραπεὶς ἢ ὑπὸ τοῦ Ποιμάνδρου συνελαθείς (συνελασθείς rectius Boiss.) Οὐκ ἄδηλον δὲ ὅστις ἦν ὁ τῶν Ἑλλήνων Ποιμάνδρης. Ὁ καὶ παρ’ ἡμῖν κοσμοκράτωρ ὀνομαζόμενος ἢ τῶν ἐκείνου τις· κλέπτης γάρ φησίν („Basilius scilicet laudatus in Stephani Thesauro sub ἐκφερομυθῶ.“ Boiss.), ὁ διάυλος (διάβολος Boiss.) καὶ ἐκφερομυθεῖ τὰ ἡμέτερα, οὐχ ἵνα οἱ ἐκείνου μεταμάθωσι τὴν εὐσέβειαν (ἀσέβειαν Boiss.) ἀλλ’ ἵνα τοῖς τῆς ἀληθείας ῥήμασι καὶ νοήμασιν τὴν ἑαυτῶν δυσσέβειαν ἐπιχρώσαντες καὶ μορφώσαντες πιθανωτέραν ἐργάσωνται καὶ τοῖς πολλοῖς εὐπαράδεκτον. Οὐ γὰρ ἀληθεύει Πλάτων τὰς ἐκ τῶν βαρβάρων φήμας παραλαμβάνοντας κάλλιον ἀπεργάσασθαι τοὺς Ἕλληνας λέγων, παιδείᾳ χρωμενους καὶ μαντίαις ἐκ Δελφῶν. Ἀληθεύουσι δὲ μᾶλλον οἱ λέγοντες, ἀταλαίπωρον εἶναι παρὰ τοῖς Ἕλλησι τῆς ἀληθείας τὴν ζήτησιν, μάλιστα δὲ ἐν τῇ περὶ τοῦ θείου δόξῃ πλανᾶσθαι αὐτούς. Εἰσὶ δὲ οἱ ταῦτα λέγοντες οὐχ ἡμέτεροι, ἀλλὰ τῶν Ἑλλήνων οἱ δοκιμότεροι. Εἴτις ἐντετύχηκε καὶ οἷς ἔγραψεν ὁ Πορφύριος πρὸς ἀναβαίνοντα („rescribendum videtur πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον“ Boiss. adnuente Hasio.) τὸν Αἰγύπτιον, παρ’ ἐκείνου λοιπὸν ἐπιζητῶ („Scripsi ἐπιζητῶν, sed et ἐπιζητῶ possit erui e codicis compendio.“ Boiss.) μαθεῖν τὴν ἀλήθειαν, ἐπειδὴ παρὰ τῶν Ἑλλήνων ἐπέγνων· εἰ μὲν οὖν καὶ ἄλλο βάρβαρον γένος τὸν δημιουργὸν καὶ βασιλέα τοῦδε δὲ παντὸς (τοῦδε τοῦ παντὸς Boiss.) πατριώδει δόξῃ καὶ νόμοις ἐθρήσκευεν, εἰπεῖν οὐχ ἔχω· ὅτι δὲ ἡ τῶν Ἑβραίων θεοσέβεια περιβόητος ἦν ἀνὰ πᾶσαν τὴν οἰκουμένην, ὅτι καὶ ἡ νομοθεσία αὐτῶν ἀρχαιοτέρα ἦν καὶ Ἑρμοῦ τούτου, καὶ εἴτις ἄλλος παρ’ Ἕλλησι σοφός, πολλοῖς ἀποδέδεικται. marg. B.
[18] ↑ ὁ om. A.
[18] ↑ ὁ ἔννους] ἄν̅ο̅ς̅ (i.e. ἄνθρωπος) B.
[18] ↑ σώματος] sic Patr. om. reliqui.
[19] ↑ τοῦτο om. Patr.
[20] ↑ τί] καὶ τί B.
[20] ↑ φησίν Om. A Turn. Fluss.
[20] ↑ μὴ] τοῦ μὴ A Turn. Fluss.
[20] ↑ ἔφην alterum] δε Patr. om. A Turn. Fluss.
[20] ↑ σοί] sic Patr. om. reliqui.
[20] ↑ εἰ] καὶ εἰ B.
[20] ↑ φησίν om. A Turn. Fluss.
[20] ↑ προκατέχεται Fluss.
[20] ↑ φημί om. Patr.
[20] ↑ ἧς] sic Patr. οὗ reliqui.
[20] ↑ ἄρδεται Patr.
[21] ↑ ὁ εννοήσας ἑαυτὸν] sic Patr. ἐνοήσας σαυτὸν codd.
[21] ↑ θεὸν] sic Patr. ἑαυτὸν A, αὐτὸ reliqui.
[21] ↑ χωρεῖ] χωριεὶ A.
[21] ↑ ἔφη] sic Patr. ἔχει reliqui.
[21] ↑ εὐφήμει λαλῶν, φησί] sic B, εὖ φυσί λαλῶν A Turn. Fluss.
[21] ↑ φησί om. Patr.
[21] ↑ ἑαυτὸν codd.
[21] ↑ καὶ ὅτι—τυγχάνεις om. Patr.
[21] ↑ χωρήσῃς B.
[21] ↑ ἔφην ἐγὼ om. A Patr., et ponunt infra post χωρήσω.
[21] ↑ ἐμὸς crasum B.
[22] ↑ ἐὐφήμει] sic Β, εὐφήμι Patr. εὖ φησί reliqui.
[22] ↑ τοιαῦτα om. A Patr.
[22] ↑ αὐτὸς] sic B, γὰρ Patr., om. reliqui.
[22] ↑ ὁσίοις] ἰδίοις Vergic. Fluss.
[22] ↑ εὐσεβῶς βιοῦσι] εὐσεβοῦσι AB.
[22] ↑ γίνεται A.
[22] ↑ ὑμνοῦσι] sic A Patr., ὑμνοῦντες reliqui.
[22] ↑ τεταγμένοι] sic Patr. τεταγμένως reliqui.
[22] ↑ μυσάττοντες A, μουσάσσοντες Patr.
[22] ↑ γὰρ] sic B, om. reliqui.
[23] ↑ αὐτὸν (bis) et τύχῃ A Turn. Patr.
[23] ↑ ἀπλέτους] διεγείρων marg. B.
[23] ↑ τὴν] καὶ τὴν B.
[23] ↑ αὐτῶν κινῶν] sic B, ἔχων A Turn. Patr., ἀνέχων Fluss.
[23] ↑ ὡς ἐν σκοτομαχίᾳ] σκοτομαχῶν A Turn. Patr.
[23] ↑ οὕτω] sic marg. B, τοῦτον A Turn. Patr., τούτοις Fluss.
[23] ↑ ante βασανίζει Turn. et Fluss. adunt ἀφανίζει καὶ ἐπὶ πλέον.
[23] ↑ αὐτοὺς] sic Fluss. αὐτὸν reliqui.
[24] ↑ με] μοι AB Turn. Patr.
[24] ↑ ἔφην] sic B, om. reliqui.
[24] ↑ περὶ om. A Patr.
[24] ↑ πρὸς] μετὰ Patr.
[24] ↑ παραδίδως B
[24] ↑ εἶχες] εἶχεν Patr.
[25] ↑ αἹ om. Patr
[24] ↑ συνανιστάμενοι Vergic. Fluss.
[24] ↑ καὶ om. Turn.
[25] ↑ καὶ τὸν] sic Patr., om. reliqui
[25] ↑ ἀπάτην om. Patr.
[25] ↑ ὑπερηφανίαν] sic B, προφανίαν reliqui.
[25] ↑ ἀνενέργητον A Patr.
[26] ↑ τῇ om. Patr.
[26] ↑ συγχαίρουσι—πατέρα om. A.
[26] ↑ τῶν] τινων B.
[26] ↑ ἡδείᾳ] sic B., ἰδίᾳ reliqui.
[26] ↑ παραδιδόασι] παραπέμπουσι B.
[26] ↑ γινόμενοι Patr.
[26] ↑ σοῦ ὑπὸ om. Patr.
[27] ↑ ἀνέστην] ἀνείθην B, ἀνείθεν A.
[27] ↑ τὸ τῆς] sic Patr., om. reliqui.
[27] ↑ κάλλος] κλέος Turn.
[28] ↑ πλάνῃ] σπάνῃ A.
[28] ↑ συσκοτισθέντες Patr.
[28] ↑ καταλείψετε Patr.
[29] ↑ ἐγινόμην B.
[30] ↑ τοῦ ἀνθρωπίνου] sic Patr. om. reliqui.
[30] ↑ σοφίας] φιλοσοφίας B.
[30] ↑ ἐτρόφησα Patr.
[30] ↑ ἐξεφράνθην A.
[30] ↑ κάμυσις] ἄμμυσις marg. B.
[30] ↑ τοῦ om. Patr.
[30] ↑ ὅθεν] sic Fluss. om. reliqui.
[30] ↑ γενόμενος] γνώμας B.
[30] ↑ ἦλθον om. B.
[30] ↑ διὸ δίδωμι] ζήτει ὅλον marg. B.
[30] ↑ εὐλόγιον Patr.
[31] ↑ συνιστάμενος τὰ πάντα Patr.
[31] ↑ ἀνατεταμένας Turn. Fluss.
[32] ↑ αἰτοῦμεν Patr.
[32] ↑ τῆς κατ' οὐσίαν ἡμῶν om. Patr.
[32] ↑ μοι] με B, om. A.
[32] ↑ φωτίσω AB, πλήρωσόν με marg. B.
[32] ↑ ἀγνοίαις Patr.
[32] ↑ σοι] sic Patr. om. reliqui.