Περί υδρίων ωροσκοπείων
Εμφάνιση
κατασκευάζεται γὰρ ἀγγεῖόν τι ἔχον ὀπὴν ὡς ἂν κλεψύδρα, δι᾽ ἧς ὁμαλῶς, ὡς ἔθος, δύναται τὸ ὕδωρ ἐκρεῖν. ὅπερ προκατασκευάζεται τὴν ἀρχὴν τῆς ἐκρύσεως ἔχον ὅτε πρῶτον ἐκ τοῦ ὁρίζοντος ὁ ἥλιος τὴν πρώτην ἀκτῖνα προσβάλλει, καὶ τὸ ῥεῦσαν ὕδωρ ἐν ὧι χρόνωι ὁ δίσκος ὑπὲρ τὸν ὁρίζοντα γίνεται φυλάττεται χωρίς, εἶτα τὸ ἐφεξῆς ἐν ὅλωι τῶι νυχθημέρωι μέχρι τῆς ἑτέρας ἀνατολῆς ὁμαλῶς καὶ ἀνεκλείπτως καὶ ἀπαύστως ῥυὲν ἐν ἑτέρωι ἀγγείωι· καὶ τὸ ῥεῦσαν παραμετρεῖται, ποσαπλάσιόν ἐστι τοῦ κατὰ τὴν ἀνατολὴν ληφθέντος ὕδατος· καὶ τοῦτὸ ἔσται ἀνάλογον τῶι χρόνωι· καὶ ὡς τὸ ὕδωρ πρὸς τὸ ὕδωρ, οὕτως ὁ χρόνος πρὸς τὸν χρόνον.