Μετάβαση στο περιεχόμενο

Περί των οκτώ βιβλίων της φυσικής

Από Βικιθήκη
Περὶ τῶν ὀκτώ βιβλίων τῆς φυσικῆς
Συγγραφέας:
Bekker, Aristoteles Opera Omnia: PHYICORUM LIBRI OCTAVI, TEXTUS ALTER, 241b–247b


Ἅπαν τὸ κινούμενον ἀνάγκη ὑπό τινος κινεῖσθαι. εἰ μὲν οὖν
ἐν αὑτῷ μὴ ἔχει τὴν ἀρχὴν τῆς κινήσεως, φανερὸν ὅτι ὑφ'
ἑτέρου κινεῖται (ἄλλο γὰρ ἔσται τὸ κινοῦν)· εἰ δ' ἐν αὑτῷ, εἰλή-
φθω ἐφ' οὗ τὸ ΑΒ, ὃ κινεῖται μὴ τῷ τῶν τούτου τι κινεῖσθαι.
πρῶτον μὲν οὖν τὸ ὑπολαμβάνειν τὸ ΑΒ ὑφ' αὑτοῦ κινεῖσθαι διὰ
τὸ ὅλον τε κινεῖσθαι καὶ ὑπὸ μηθενὸς τῶν ἔξωθεν ὅμοιόν ἐστιν
ὥσπερ ἂν εἴ τις τοῦ ΔΕ κινοῦντος τὸ ΕΖ καὶ αὐτοῦ κινου-
μένου ὑπολαμβάνοι τὸ ΔΕΖ ὑφ' αὑτοῦ κινεῖσθαι, διὰ τὸ
μὴ συνορᾶν πότερον ὑπὸ ποτέρου κινεῖται, πότερον τὸ ΔΕ
ὑπὸ τοῦ ΕΖ ἢ τὸ ΕΖ ὑπὸ τοῦ ΔΕ. ἔτι τὸ ὑφ' αὑτοῦ κι-
νούμενον οὐδέποτε παύσεται κινούμενον τῷ ἕτερόν τι στῆναι
κινούμενον. ἀνάγκη τοίνυν, εἴ τι παύεται κινούμενον τῷ ἕτε-
ρόν τι στῆναι, αὐτὸ ὑφ' ἑτέρου κινεῖσθαι. τούτου δὲ φα-
νεροῦ γενομένου ἀνάγκη πᾶν τὸ κινούμενον κινεῖσθαι ὑπό τι-
νος. ἐπεὶ γὰρ εἴληπται τὸ ΑΒ κινούμενον, διαιρετὸν ἔσται·
πᾶν γὰρ τὸ κινούμενον διαιρετὸν ἦν. διῃρήσθω τοίνυν ᾗ τὸ Γ.
ἀνάγκη δὴ τοῦ ΓΒ ἠρεμοῦντος ἠρεμεῖν καὶ τὸ ΑΒ. εἰ γὰρ
μή, εἰλήφθω κινούμενον. τοῦ τοίνυν ΓΒ ἠρεμοῦντος κινοῖτο ἂν
τὸ ΓΑ. οὐκ ἄρα καθ' αὑτὸ κινεῖται τὸ ΑΒ. ἀλλ' ὑπέκειτο
καθ' αὑτὸ κινεῖσθαι πρῶτον. δῆλον τοίνυν ὅτι τοῦ ΓΒ ἠρε-
μοῦντος ἠρεμήσει καὶ τὸ ΒΑ, καὶ τότε παύσεται κινούμε-
νον. ἀλλ' εἴ τι τῷ ἄλλο ἠρεμεῖν ἵσταται καὶ παύεται κινού-
μενον, τοῦθ' ὑφ' ἑτέρου κινεῖται. φανερὸν δὴ ὅτι πᾶν τὸ κινού-
μενον ὑπό τινος κινεῖται· διαιρετόν τε γάρ ἐστιν πᾶν τὸ κινού-
μενον, καὶ τοῦ μέρους ἠρεμοῦντος ἠρεμήσει καὶ τὸ ὅλον.
ἐπεὶ
δὲ τὸ κινούμενον ὑπό τινος κινεῖται, ἀνάγκη καὶ τὸ κι-
νούμενον πᾶν ἐν τόπῳ κινεῖσθαι ὑπ' ἄλλου· καὶ τὸ κινοῦν
τοίνυν ὑφ' ἑτέρου, ἐπειδὴ καὶ αὐτὸ κινεῖται, καὶ πάλιν
τοῦτο ὑφ' ἑτέρου. οὐ δὴ εἰς ἄπειρον πρόεισιν, ἀλλὰ στήσε-
ταί που καὶ ἔσται τι ὃ πρώτως αἴτιον ἔσται τοῦ κινεῖσθαι. εἰ
γὰρ μή, ἀλλ' εἰς ἄπειρον πρόεισιν, ἔστω τὸ μὲν Α ὑπὸ τοῦ
Β κινούμενον, τὸ δὲ Β ὑπὸ τοῦ Γ, τὸ δὲ Γ ὑπὸ τοῦ Δ·
καὶ τοῦτον δὴ τὸν τρόπον εἰς ἄπειρον προβαινέτω. ἐπεὶ οὖν
ἅμα τὸ κινοῦν καὶ αὐτὸ κινεῖται, δῆλον ὡς ἅμα κινήσεται
τό τε Α καὶ τὸ Β· κινουμένου γὰρ τοῦ Β κινηθήσεται καὶ
τὸ Α· καὶ τὸ Β δὴ κινουμένου τοῦ Γ καὶ τὸ Γ τοῦ Δ. ἔσται
τοίνυν ἅμα ἥ τε τοῦ Α κίνησις <καὶ τοῦ Β> καὶ τοῦ Γ καὶ
τῶν λοιπῶν ἑκάστου. καὶ λαβεῖν τοίνυν αὐτῶν ἑκάστην δυνη-
σόμεθα. καὶ γὰρ εἰ ἕκαστον ὑφ' ἑκάστου κινεῖται, οὐθὲν ἧτ-
τον μία τῷ ἀριθμῷ ἡ ἑκάστου κίνησις, καὶ οὐκ ἄπειρος τοῖς
ἐσχάτοις, ἐπειδήπερ τὸ κινούμενον πᾶν ἔκ τινος εἴς τι κινεῖ-
ται. ἢ γὰρ ἀριθμῷ συμβαίνει τὴν αὐτὴν κίνησιν εἶναι ἢ γέ-
νει ἢ εἴδει. ἀριθμῷ μὲν οὖν λέγω τὴν αὐτὴν κίνησιν τὴν ἐκ
τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ τῷ ἀριθμῷ ἐν τῷ αὐτῷ χρόνῳ
τῷ ἀριθμῷ, οἷον ἐκ τοῦδε τοῦ λευκοῦ, ὅ ἐστιν ἓν τῷ
ἀριθμῷ, εἰς τόδε τὸ μέλαν κατὰ τόνδε τὸν χρόνον, ἕνα ὄντα
τῷ ἀριθμῷ· εἰ γὰρ κατ' ἄλλον, οὐκέτι μία ἔσται τῷ ἀρι-
θμῷ ἀλλὰ τῷ εἴδει. γένει δ' ἡ αὐτὴ κίνησις ἡ ἐν τῇ αὐτῇ
κατηγορίᾳ τῆς οὐσίας ἢ τοῦ γένους, εἴδει δὲ ἡ ἐκ τοῦ αὐτοῦ
τῷ εἴδει εἰς τὸ αὐτὸ τῷ εἴδει, οἷον ἡ ἐκ τοῦ λευκοῦ εἰς τὸ
μέλαν ἢ ἐκ τοῦ ἀγαθοῦ εἰς τὸ κακόν. ταῦτα δ' εἴρηται καὶ
ἐν τοῖς πρότερον.

Εἰλήφθω τοίνυν ἡ τοῦ Α κίνησις καὶ ἔστω
ἐφ' οὗ τὸ Ε, καὶ ἡ τοῦ Β ἐφ' οὗ τὸ Ζ, καὶ ἡ τοῦ ΓΔ
ἐφ' οὗ τὸ ΗΘ, καὶ ὁ χρόνος ἐν ᾧ κινεῖται τὸ Α ὁ Κ. ὡρις-
μένης δὴ τῆς κινήσεως τοῦ Α, ὡρισμένος ἔσται καὶ ὁ χρόνος
καὶ οὐκ ἄπειρος ὁ Κ. ἀλλ' ἐν τῷ αὐτῷ χρόνῳ ἐκινεῖτο τὸ
Α καὶ τὸ Β καὶ τῶν λοιπῶν ἕκαστον. συμβαίνει τοίνυν τὴν
κίνησιν τὴν ΕΖΗΘ ἄπειρον οὖσαν ἐν ὡρισμένῳ χρόνῳ κι-
νεῖσθαι τῷ Κ· ἐν ᾧ γὰρ τὸ Α ἐκινεῖτο, καὶ τὰ τῷ Α ἐφε-
ξῆς ἅπαντα ἐκινεῖτο ἄπειρα ὄντα. ὥστ' ἐν τῷ αὐτῷ κινεῖται.
καὶ γὰρ ἤτοι ἴση ἡ κίνησις ἔσται τῇ τοῦ Α [τῇ τοῦ Β], ἢ μεί-
ζων. διαφέρει δὲ οὐθέν· πάντως γὰρ τὴν ἄπειρον κίνησιν ἐν
πεπερασμένῳ χρόνῳ συμβαίνει κινεῖσθαι, τοῦτο δ' ἀδύνατον.
οὕτω μὲν οὖν δόξειεν ἂν δείκνυσθαι τὸ ἐξ ἀρχῆς, οὐ μὴν δεί-
κνυταί γε διὰ τὸ μηθὲν ἄτοπον συμβαίνειν· ἐνδέχεται γὰρ
ἐν πεπερασμένῳ χρόνῳ κίνησιν ἄπειρον εἶναι, μὴ τὴν αὐτὴν
δὲ ἀλλ' ἑτέραν καὶ ἑτέραν πολλῶν κινουμένων καὶ ἀπείρων,
ὅπερ συμβαίνει καὶ τοῖς νῦν. ἀλλ' εἰ τὸ κινούμενον πρώτως
[κατὰ τόπον καὶ] σωματικὴν κίνησιν ἀνάγκη ἅπτεσθαι ἢ
συνεχὲς εἶναι τῷ κινοῦντι, καθάπερ ὁρῶμεν ἐπὶ πάντων τοῦτο
συμβαῖνον (ἔσται γὰρ ἐξ ἁπάντων ἓν τὸ πᾶν ἢ συνεχές), τὸ
δὴ ἐνδεχόμενον εἰλήφθω, καὶ ἔστω τὸ μὲν μέγεθος ἢ τὸ
συνεχὲς ἐφ' οὗ τὸ ΑΒΓΔ, ἡ δὲ τούτου κίνησις ἡ ΕΖΗΘ.
διαφέρει δ' οὐθὲν ἢ πεπερασμένον ἢ ἄπειρον· ὁμοίως γὰρ ἐν
πεπερασμένῳ τῷ Κ κινηθήσεται <ἄπειρον> ἢ ἄπειρον ἢ πεπερας-
μένον. τούτων δ' ἑκάτερον τῶν ἀδυνάτων. φανερὸν οὖν ὅτι
στήσεταί ποτε καὶ οὐκ εἰς ἄπειρον πρόεισιν τὸ ἀεὶ ὑφ' ἑτέρου,
ἀλλ' ἔσται τι ὃ πρῶτον κινηθήσεται. μηδὲν δὲ διαφερέτω τὸ ὑπο-
τεθέντος τινὸς τοῦτο δείκνυσθαι· τοῦ γὰρ ἐνδεχομένου τεθέντος
οὐδὲν ἄτοπον ἔδει συμβαίνειν.

Τὸ δὲ πρῶτον κινοῦν, μὴ ὡς τὸ οὗ ἕνεκεν, ἄλλ' ὅθεν ἡ
ἀρχὴ τῆς κινήσεως, ἐστὶν ἅμα τῷ κινουμένῳ. ἅμα δὲ λέγω,
διότι οὐθὲν αὐτῶν μεταξύ ἐστιν· τοῦτο γὰρ κοινὸν ἐπὶ παντὸς
κινουμένου καὶ κινοῦντός ἐστιν. ἐπεὶ δὲ τρεῖς εἰσὶν κινήσεις, ἥ
τε κατὰ τόπον καὶ κατὰ τὸ ποιὸν καὶ κατὰ τὸ ποσόν,
ἀνάγκη καὶ τὰ κινούμενα τρία· ἡ μὲν οὖν κατὰ τόπον φορά,
ἡ δὲ κατὰ τὸ ποιὸν ἀλλοίωσις, ἡ δὲ κατὰ τὸ ποσὸν αὔξη-
σις καὶ φθίσις. πρῶτον μὲν οὖν ὑπὲρ τῆς φορᾶς εἴπωμεν·
αὕτη γὰρ πρώτη τῶν κινήσεών ἐστιν.

Ἅπαν δὴ τὸ φερόμενον ἤτοι αὐτὸ ὑφ' αὑτοῦ κινεῖται ἢ ὑφ'
ἑτέρου. εἰ μὲν
οὖν ὑφ' αὑτοῦ, φανερὸν ὡς ἐν αὐτῷ τοῦ
κινοῦντος ὑπάρχοντος ἅμα τὸ κινοῦν
καὶ τὸ κινούμενον ἔσται,
καὶ οὐθὲν αὐτῶν μεταξύ· τὸ δ' ὑπ' ἄλλου κινούμε-
νον τετρα-
χῶς κινεῖται· αἱ γὰρ ὑφ' ἑτέρου κινήσεις τέτταρές εἰσιν, ὦσις
ἕλξις ὄχησις δίνησις. καὶ γὰρ τὰς ἄλλας πάσας εἰς ταύτας
ἀνάγεσθαι
συμβαίνει. τῆς μὲν οὖν ὤσεως τὸ μὲν ἔπωσις τὸ
δὲ ἄπωσίς ἐστιν. ἔπωσις
μὲν οὖν ἐστιν ὅταν τὸ κινοῦν τοῦ
κινουμένου μὴ ἀπολείπηται, ἄπωσις δὲ ὅταν
τὸ ἀπωθοῦν ἀπο-
λείπηται. ἡ δὲ ὄχησις ἐν ταῖς τρισὶν ἔσται κινήσεσιν. τὸ
μὲν
γὰρ ὀχούμενον οὐ καθ' αὑτὸ κινεῖται ἀλλὰ κατὰ συμ-
βεβηκός (τῷ γὰρ
ἐν κινουμένῳ εἶναι ἢ ἐπὶ κινουμένου κινεῖται),
τὸ δὲ ὀχοῦν κινεῖται ἢ ὠθού-
μενον ἢ ἑλκόμενον ἢ δινούμενον.
φανερὸν οὖν ὅτι ἡ ὄχησις ἐν ταῖς τρισὶν
ἔσται κινήσεσιν. ἡ
δ' ἕλξις ὅταν ἤτοι πρὸς αὑτὸ ἢ πρὸς ἕτερον θάττων ᾖ
ἡ κίνησις
ἡ τοῦ ἕλκοντος μὴ χωριζομένη τῆς τοῦ ἑλκομένου. καὶ γὰρ
πρὸς αὑτό ἐστιν ἡ ἕλξις καὶ πρὸς ἕτερον. καὶ αἱ λοιπαὶ δὲ
[ἕλξεις] αὐ-
ταὶ τῷ εἴδει εἰς ταῦτα ἀναχθήσονται, οἷον ἡ εἴς-
πνευσις καὶ ἡ ἔκπνευσις
καὶ ἡ πτύσις καὶ ὅσαι τῶν σωμάτων
ἢ ἐκκριτικαὶ ἢ ληπτικαί εἰσι, καὶ
ἡ σπάθησις δὴ καὶ ἡ κέρκισις·
τὸ μὲν γὰρ αὐτῶν σύγκρισις τὸ δὲ διάκρι-
σις. καὶ πᾶσα δὴ
κίνησις ἡ κατὰ τόπον σύγκρισις καὶ διάκρισίς ἐστιν. ἡ
δὲ
δίνησις σύγκειται ἐξ ἕλξεως καὶ ὤσεως. τὸ μὲν γὰρ ὠθεῖ τὸ
κινοῦν, τὸ
δ' ἕλκει. φανερὸν οὖν ὡς ἐπεὶ ἅμα τὸ ὠθοῦν καὶ
τὸ ἕλκον τῷ ἑλκομένῳ
καὶ ὠθουμένῳ ἐστίν, οὐθὲν μεταξὺ τοῦ
κινουμένου καὶ τοῦ κινοῦντός ἐστιν.
τοῦτο δὲ δῆλον καὶ ἐκ τῶν ὡρισμένων· ἡ μὲν γὰρ ὦσις ἢ
ἀφ' ἑαυτοῦ ἢ
ἀπ' ἄλλου πρὸς ἄλλο κίνησις, ἡ δ' ἕλξις ἀπ'
ἄλλου πρὸς αὑτὸ ἢ πρὸς
ἄλλο. ἔτι ἡ σύνωσις καὶ ἡ δίωσις.
ἡ δὲ ῥῖψις ὅταν θάττων ἡ κίνησις γέ-
νηται τῆς κατὰ φύσιν τοῦ
φερομένου σφοδροτέρας γενομένης τῆς ὤσεως,
καὶ μέχρι
τούτου συμβαίνει φέρεσθαι μέχρι ἂν οὗ σφοδροτέρα ᾖ ἡ
κίνησις
τοῦ φερομένου· φανερὸν δὴ ὅτι τὸ κινούμενον καὶ τὸ
κινοῦν ἅμα, καὶ οὐθὲν
αὐτῶν ἐστιν μεταξύ.
ἀλλὰ μὴν οὐδὲ τοῦ ἀλλοιουμένου καὶ τοῦ ἀλλοιοῦντος
οὐδέν ἐστιν μεταξύ. τοῦτο δὲ δῆλον ἐκ τῆς ἐπαγωγῆς. ἐν
ἅπασι γὰρ συμ-
βαίνει ἅμα εἶναι τὸ ἀλλοιοῦν ἔσχατον καὶ τὸ
πρῶτον ἀλλοιούμενον. τὸ
γὰρ ποιὸν ἀλλοιοῦται τῷ αἰσθητὸν
εἶναι, αἰσθητὰ δέ ἐστιν οἷς διαφέρουσιν
τὰ σώματα ἀλλήλων,
οἷον βαρύτης κουφότης, σκληρότης μαλακότης,
ψόφος ἀψοφία,
λευκότης μελανία, γλυκύτης πικρότης, ὑγρότης ξηρό-
της,
πυκνότης μανότης, καὶ τὰ μεταξὺ τούτων, ὁμοίως δὲ καὶ τὰ
ἄλλα
τὰ ὑπὸ τὰς αἰσθήσεις, ὧν ἐστι καὶ ἡ θερμότης καὶ ἡ
ψυχρότης, καὶ ἡ
λειότης καὶ ἡ τραχύτης. ταῦτα γάρ ἐστι
πάθη τῆς ὑποκειμένης ποιότητος.
τούτοις γὰρ διαφέρουσι
τὰ αἰσθητὰ τῶν σωμάτων ἢ κατὰ τὸ τούτων τι
μᾶλλον καὶ
ἧττον [καὶ τῷ τούτων τι] πάσχειν. θερμαινόμενα γὰρ ἢ ψυ-
χόμενα ἢ γλυκαινόμενα ἢ πικραινόμενα ἢ κατά τι ἄλλο τῶν
προειρημέ-
νων ὁμοίως τά τε ἔμψυχα τῶν σωμάτων καὶ τὰ
ἄψυχα καὶ τῶν ἐμψύ-
χων ὅσα τῶν μερῶν ἄψυχα. καὶ αὐταὶ
δὲ αἱ αἰσθήσεις ἀλλοιοῦνται. πά-
σχουσι γάρ· ἡ γὰρ ἐνέργεια
αὐτῶν κίνησίς ἐστιν διὰ σώματος πασχούσης τι
τῆς αἰσθή-
σεως. καθ' ὅσα μὲν οὖν ἀλλοιοῦνται τὰ ἄψυχα, καὶ τὰ ἔμ-
ψυχα κατὰ πάντα ταῦτα ἀλλοιοῦνται· καθ' ὅσα δὲ τὰ ἔμψυχα
ἀλλοι-
οῦνται, κατὰ ταῦτα οὐκ ἀλλοιοῦνται τὰ ἄψυχα (κατὰ γὰρ
τὰς αἰσθήσεις
οὐκ ἀλλοιοῦνται)· καὶ λανθάνει ἀλλοιούμενα
τὰ ἄψυχα. οὐθὲν δὲ κωλύει
καὶ τὰ ἔμψυχα λανθάνειν
ἀλλοιούμενα, ὅταν μὴ κατὰ τὰς αἰσθήσεις
συμβαίνῃ τὸ τῆς
ἀλλοιώσεως αὐτοῖς. εἴπερ οὖν αἰσθητὰ μὲν τὰ πάθη,
διὰ
δὲ τούτων ἡ ἀλλοίωσις, τούτοις γε φανερὸν ὅτι τὸ πάσχον
καὶ τὸ
πάθος ἅμα, καὶ τούτων οὐθέν ἐστιν μεταξύ. τῷ μὲν
γὰρ ὁ ἀὴρ συνεχής, τῷ
δ' ἀέρι συνάπτει τὸ σῶμα· καὶ ἡ μὲν
ἐπιφάνεια πρὸς τὸ φῶς, τὸ δὲ
φῶς πρὸς τὴν ὄψιν. ὁμοίως
δὲ καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις πρὸς τὸ κι-
νοῦν αὐτὰς πρῶτον.
τὸν αὐτὸν δὲ τρόπον ἅμα καὶ ἡ γεῦσις καὶ ὁ χυμός
ἐστιν
[ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἀψύχων καὶ τῶν ἀναισθήτων].
καὶ τὸ αὐ-
ξανόμενον δὲ καὶ τὸ αὖξον· πρόσθεσις γάρ τις ἡ
αὔξησις, ὥσθ' ἅμα τό
τ' αὐξανόμενον καὶ τὸ αὖξον. καὶ ἡ
φθίσις δέ· τὸ γὰρ τῆς φθίσεως αἴ-
τιον ἀφαίρεσίς τις. φανερὸν
δὴ ὡς τοῦ κινοῦντος ἐσχάτου καὶ τοῦ κινου-
μένου πρώτου οὐθέν
ἐστιν μεταξύ [ἀνὰ μέσον τοῦ τε κινοῦντος καὶ τοῦ κι-
νουμένου].

Ὅτι δὲ τὰ ἀλλοιούμενα ἀλλοιοῦνται πάντα ὑπὸ τῶν αἰσθη-
τῶν, καὶ
μόνων τούτων ἔστιν ἀλλοίωσις ὅσα καθ' αὑτὰ
πάσχει ὑπὸ τούτων,
ἐκ τῶνδε θεωρήσωμεν. τῶν γὰρ ἄλλων
μάλιστα [ἄν τις ὑπολάβοι ἔν τε] τοῖς
σχήμασι καὶ ταῖς
μορφαῖς καὶ ταῖς ἕξεσι καὶ ταῖς τούτων ἀποβολαῖς
καὶ
λήψεσιν [ἀλλοίωσιν ὑπάρχειν.] δοκεῖ [γὰρ] ὑπάρχειν τὸ τῆς
ἀλλοιώσεως,
οὐκ ἔστιν δὲ οὐδ' ἐν τούτοις, ἀλλὰ γίγνεται [τὸ
σχῆμα] ἀλλοιουμένων τινῶν
ταῦτα (πυκνουμένης γὰρ ἢ
μανουμένης ἢ θερμαινομένης ἢ ψυχομένης τῆς
ὕλης), ἀλ-
λοίωσις δὲ οὐκ ἔστιν. ἐξ οὗ μὲν γὰρ ἡ μορφὴ τοῦ ἀνδριάντος,
οὐ λέ-
γομεν τὴν μορφήν, οὐδ' ἐξ οὗ τὸ σχῆμα τῆς πυραμίδος
ἢ τῆς κλίνης, ἀλλὰ
παρωνυμιάζοντες τὸ μὲν χαλκοῦν τὸ δὲ
κήρινον τὸ δὲ ξύλινον· τὸ δ' ἀλ-
λοιούμενον λέγομεν· τὸν
γὰρ χαλκὸν ὑγρὸν εἶναι λέγομεν ἢ θερμὸν ἢ σκλη-
ρόν (καὶ οὐ
μόνον οὕτως, ἀλλὰ καὶ τὸ ὑγρὸν καὶ τὸ θερμὸν χαλκόν),
ὁμωνύμως λέγοντες τῷ πάθει τὴν ὕλην. ἐπεὶ οὖν ἐξ οὗ μὲν
ἡ μορφὴ καὶ
τὸ σχῆμα καὶ τὸ γεγονὸς ὁμωνύμως οὐ λέγεται
τοῖς ἐξ ἐκείνου σχήμασιν,
τὸ δ' ἀλλοιούμενον τοῖς πάθεσιν
ὁμωνύμως λέγεται, φανερὸν ὡς ἐν μόνοις
τοῖς αἰσθητοῖς ἡ
ἀλλοίωσις. ἔτι καὶ ἄλλως ἄτοπον. τὸ γὰρ λέγειν τὸν
ἄνθρωπον ἠλλοιῶσθαι ἢ τὴν οἰκίαν λαβοῦσαν τέλος γελοῖον,
εἰ τὴν τελείω-
σιν τῆς οἰκίας, τὸν θριγκὸν ἢ τὴν κεραμίδα,
φήσομεν ἀλλοίωσιν εἶναι, <ἢ> θριγ-
κουμένης τῆς οἰκίας ἢ
κεραμιδουμένης ἀλλοιοῦσθαι τὴν οἰκίαν. δῆλον δὴ
ὅτι τὸ
τῆς ἀλλοιώσεως οὐκ ἔστιν ἐν τοῖς γιγνομένοις.
οὐδὲ γὰρ ἐν ταῖς ἕξε-
σιν. αἱ γὰρ ἕξεις ἀρεταὶ καὶ κακίαι,
ἀρετὴ δὲ πᾶσα καὶ κακία τῶν
πρός τι, καθάπερ ἡ μὲν ὑγίεια
θερμῶν καὶ ψυχρῶν συμμετρία τις, ἢ τῶν
ἐντὸς ἢ πρὸς τὸ
περιέχον. ὁμοίως δὲ καὶ τὸ κάλλος καὶ ἡ ἰσχὺς τῶν
πρός
τι. διαθέσεις γάρ τινες τοῦ βελτίστου πρὸς τὸ ἄριστον,
λέγω δὲ τὸ
βέλτιστον τὸ σῶζον καὶ διατιθὲν περὶ τὴν φύσιν.
ἐπεὶ οὖν αἱ μὲν ἀρεταὶ
καὶ αἱ κακίαι τῶν πρός τι, ταῦτα δὲ
οὔτε γενέσεις εἰσὶν οὔτε γένεσις αὐ-
τῶν οὐδ' ὅλως ἀλλοίωσις,
φανερὸν ὡς οὐκ ἔστιν ὅλως τὸ τῆς ἀλλοιώσεως
περὶ τὰς ἕξεις.
οὐδὲ δὴ περὶ τὰς τῆς ψυχῆς ἀρετὰς καὶ κακίας. ἡ μὲν
γὰρ
ἀρετὴ τελείωσίς τις (ἕκαστον γὰρ τότε μάλιστα τέλειόν ἐστιν,
ὅταν
τύχῃ τῆς οἰκείας ἀρετῆς, καὶ μάλιστα κατὰ φύσιν, καθάπερ
ὁ κύκλος
τότε μάλιστα κατὰ φύσιν ἐστίν, ὅταν μάλιστα
κύκλος ᾖ), ἡ δὲ κακία
φθορὰ τούτων καὶ ἔκστασις. γίγνεται
μὲν οὖν ἀλχοιουμένου τινὸς καὶ ἡ λῆψις
τῆς ἀρετῆς καὶ ἡ
τῆς κακίας ἀποβολή, ἀλλοίωσις μέντοι τούτων οὐδέτερον.
ὅτι δ' ἀλλοιοῦταί τι, δῆλον. ἡ μὲν γὰρ ἀρετὴ ἤτοι ἀπάθειά
τις ἢ παθη-
τικὸν ὡδί, ἡ δὲ κακία παθητικὸν ἢ ἐναντία πάθησις
τῇ ἀρετῇ. καὶ τὸ
ὅλον τὴν ἠθικὴν ἀρετὴν ἐν ἡδοναῖς καὶ
λύπαις εἶναι συμβέβηκεν· ἢ γὰρ
κατ' ἐνέργειαν τὸ τῆς
ἡδονῆς ἢ διὰ μνήμην ἢ ἀπὸ τῆς ἐλπίδος. εἰ μὲν οὖν
κατ'
ἐνέργειαν, αἴσθησις τὸ αἴτιον, εἰ δὲ διὰ μνήμην ἢ δι' ἐλπίδα,
ἀπὸ
ταύτης· ἢ γὰρ οἷα ἐπάθομεν μεμνημένοις τὸ τῆς ἡδονῆς
ἢ οἷα πεισόμεθα
ἐλπίζουσιν.
ἀλλὰ μὴν οὐδ' <ἐν> τῷ διανοητικῷ μέρει τῆς ψυχῆς ἀλλοίω-
σις.
τὸ γὰρ ἐπιστῆμον μάλιστα τῶν πρός τι λέγεται. τοῦτο δὲ
δῆλον· κατ' οὐδε-
μίαν γὰρ δύναμιν κινηθεῖσιν ἐγγίγνεται τὸ
τῆς ἐπιστήμης, ἀλλ' ὑπάρξαντός
τινος· ἐκ γὰρ τῆς κατὰ
μέρος ἐμπειρίας τὴν καθόλου λαμβάνομεν ἐπιστή-
μην. οὐδὲ
δὴ ἡ ἐνέργεια γένεσις, εἰ μή τις καὶ τὴν ἀνάβλεψιν καὶ τὴν
ἁφὴν γενέσεις φησίν· τοιοῦτον γὰρ ἡ ἐνέργεια. ἡ δὲ ἐξ
ἀρχῆς λῆψις τῆς
ἐπιστήμης οὐκ ἔστι γένεσις οὐδ' ἀλλοίωσις·
τῷ γὰρ ἠρεμίζεσθαι καὶ καθ-
ίστασθαι τὴν ψυχὴν ἐπιστήμων
γίγνεται καὶ φρόνιμος. καθάπερ οὖν οὐδ' ὅταν
καθεύδων
ἐγερθῇ τις ἢ μεθύων παύσηται ἢ νοσῶν καταστῇ, γέγονεν
ἐπι-
στήμων· καίτοι πρότερον οὐκ ἐδύνατο χρῆσθαι καὶ κατὰ
τὴν ἐπιστήμην ἐνερ-
γεῖν, εἶτα ἀπαλλαγείσης τῆς ταραχῆς καὶ
εἰς ἠρεμίαν καὶ κατάστασιν ἐλθούσης τῆς
διανοίας ὑπῆρξεν
ἡ δύναμις ἡ πρὸς τὴν τῆς ἐπιστήμης χρείαν. τοιοῦτο δή
τι
γίγνεται καὶ τὸ ἐξ ἀρχῆς ἐν τῇ τῆς ἐπιστήμης ὑπαρχῇ· τῆς
γὰρ ταρα-
χῆς ἠρεμία τις καὶ κατάστασις. οὐδὲ δὴ τὰ παιδία
δύναται μαθεῖν οὐδὲ
κρίνειν ταῖς αἰσθήσεσιν ὁμοίως τοῖς
πρεσβυτέροις. πολλὴ γὰρ ἡ ταραχὴ
περὶ ταῦτα καὶ ἡ
κίνησις. καθίσταται δὲ καὶ παύεται τῆς ταραχῆς τοτὲ
μὲν
ὑπὸ τῆς φύσεως τοτὲ δ' ὑπ' ἄλλων. ἐν ἀμφοτέροις δὲ τούτοις
ἀλ-
λοιοῦσθαί τι συμβαίνει, καθάπερ ὅταν ἐγερθῇ καὶ γένηται
νήφων πρὸς τὴν
ἐνέργειαν. φανερὸν οὖν ὅτι τὸ τῆς ἀλλοιώ-
σεως ἐν τοῖς αἰσθητοῖς καὶ ἐν τῷ
αἰσθητικῷ μέρει τῆς ψυχῆς,
ἐν ἄλλῳ δ' οὐθενὶ πλὴν κατὰ συμβεβηκός.