Περί των εντός παθών
Περὶ τῶν ἐντὸς παθῶν Συγγραφέας: |
[1] Ἢν ἡ τοῦ πλεύμονος ἀρτηρίη ἑλκωθῇ ἤ τι ῥαγῇ τῶν φλεβίων τῶν λεπτῶν, τῶν κατακρεμαμένων ἐς τὸν πλεύμονα, ἢ τῶν συρίγγων τῶν διὰ τοῦ πλεύμονος τεταμένων, καὶ συρραγέωσιν ἐς ἀλλήλας καὶ αἵματος πλησθῶσι, διασπῶνταί τε καὶ καταρρήγνυνται διὰ τάσδε τὰς αἰτίας μάλιστα· διὰ ταλαιπωρίην, διὰ δρόμους, διὰ πτώματα, διὰ πληγὰς, δι' ἐμέτους βιαίους γινομένους, διὰ πυρετούς· τάδε οὖν πάσχει· τὸ μὲν πρῶτον βὴξ ἴσχει ξηρή· ἔπειτα ὀλίγῳ ὕστερον ἀποπτύει τὸ σίαλον ὕφαιμον, τοτὲ δὲ καθαρόν. Οὗτος ἢν μὲν ἐν τάχει παύσηται τῆς νούσου· ἢν δὲ μὴ, προϊόντος τοῦ χρόνου τὸ αἷμα πλεῖον χωρέει, ἐνίοτε μὲν καθαρόν· ἔστι δ' ὅτε καὶ ὑπόσαπρον· πολλάκις δὲ καὶ ἡ φάρυγξ λανθάνει αἵματος πιμπλαμένη· ἔπειτα θρόμβους αἵματος ἐκβράσσεται κατ' ὀλίγον θαμινά· ἐνίοτε καὶ ὀδμὴ βαρείη ἀπ' αὐτῶν γίνεται, καὶ ἡ φάρυγξ ἔστιν ὅτε τινὸς ἄχνης πίμπλαται, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει, κατ' ἀρχὰς μὲν τῆς νούσου σφόδρα, προϊούσης δὲ βληχρότερον καὶ ἄλλοτε καὶ ἄλλοτε ἐπιλαμβάνει, καὶ ὀδύνη ἐνίοτε ἔγκειται ἐν τοῖσι στήθεσι καὶ ἐν τῷ μεταφρένῳ καὶ ἐν τῇσι πλευρῇσι, καὶ ὁκόταν τὸ αἷμα παύσηται πτύων, σίαλον πολλὸν ἀποπτύει ὑγρὸν, ἐνίοτε δὲ καὶ γλίσχρον. Ταῦτα μὲν οὖν οὕτω πάσχει, μέχρι τεσσαρεσκαίδεκα ἡμέραι παρέλθοιεν· μετὰ δὲ ταύτας ἢν μὴ παύσηται τὸ νούσημα, λεπίδας ἀπὸ τῆς ἀρτηρίης ἀποβήσσων ἀποσπᾷ, οἵας περ ἀπὸ φλυκταινίδων, καὶ ὀδύνη ἐμπίπτει ἐς τὰ στήθεα καὶ ἐς τὸ μετάφρενον καὶ ἐς τὸ πλευρὸν, καὶ τῶν ὑποχονδρίων ὡς ἕλκος ψαυόμενος ἀλγέει. Τούτῳ ξυμφέρει ἡσυχίην ὡς μάλιστα τῷ νοσήματι ἔχειν ἔσω, ἢν οὕτως ἔχῃ· ἢν γάρ τι πονήσῃ, ὅ τε πόνος ὀξύτερος καὶ ἡ βὴξ μᾶλλον ἢ τὸ πρότερον πιέζει, καὶ τὸ ῥῖγος καὶ ὁ πυρετὸς μᾶλλον ἔχει, καὶ ἢν πταρῇ, ἡ ὀδύνη ὀξείη προσέβαλεν· ἀλγέει δὲ καὶ ἐν τῇ εὐνῇ, ὁκόταν περιστρέφηται. Τούτῳ χρὴ προσφέρειν σιτία μὲν τὰ αὐτὰ, ἃ καὶ τῷ ἐμπύῳ, ταῦτα δὲ οὐ πολλά· τῶν δὲ ὄψων τούτοισι χρέεσθαι, ἰχθύσι μὲν ῥίνης ἢ φάγρου ἢ γαλεοῦ τοῦ μεγάλου τοῦ γλαυκοῦ, ἢ τῶν ἀλλῶν τῶν τοιούτων, πᾶσιν ἐν ῥόῳ καὶ ὀριγάνῳ ἠρτυμένοισι· κρέας δὲ ἐσθιέτω ἀλέκτορος ὀπτὸν ἄναλτον, ἢ αἰγὸς ἑφθὸν, καὶ οἴνῳ αὐστηρῷ ὡς παλαιοτάτῳ καὶ ἡδίστῳ μέλανι χρεέσθω, περιπάτοισι δὲ μετρίοισι, πλὴν ταῦτα πυρετοῦ μὴ ἔχοντος· ἢν δὲ πυρετὸς ἔχῃ, ῥοφήματι ἀλεύρῳ ἢ κέγχρῳ χρεέσθω· ἢν δὲ σιτία προσφέρηται, ὀλίγα προσφερέσθω, καὶ ὄψα τὰ διαχωρητικά. Κἢν μὲν φαρμάκου σοι δοκέῃ δέεσθαι, ὑποκαθῆραι αὐτὸν τῷ Κνιδίῳ κόκκῳ ἢ τῇ τιθυμαλίδι, καὶ μετὰ τὴν κάθαρσιν ἀλεύρου ἑφθοῦ δοῦναι δύο τρυβλία ἐκροφέειν λιπαροῦ· εἶτα ἀνακομίζειν ὡς μάλιστα, ὅκως ἥκιστα λεπτὸς ᾖ· πρὸς γὰρ τὴν νοῦσον οὐ ξυμφέρει λεπτὸν εἶναι. Καὶ περιπάτους ὀλίγους τὸ πρῶτον ποιέεσθαι, ὡς μὴ κόπος ἐπιλάβῃ· πυριῇν δὲ ἄλλοτε καὶ ἄλλοτε, καὶ ᾗ ἂν πυριηθῇ ἡμέρῃ, ἄσιτος ἔστω πλὴν ἀλεύρου ἑφθοῦ, οὗπερ τρυβλίον ἐκροφεέτω, ὕδωρ δὲ πινέτω· τῇ δὲ ὑστεραίῃ ἔλασσον ἢ ὡς μεμαθήκει φαγέτω, καὶ πινέτω οἶνον μέλανα, ἡδὺν, αὐστηρὸν, ὀλίγον· τὸ δὲ λοιπὸν δὶς ἢ τρὶς τῆς ἡμέρης τὰ σιτία διδόναι τούτῳ, μέχρι καταστήσῃς τὴν κοιλίην, διδοὺς κατ' ὀλίγον· ἐκ γὰρ τῶν πυρετῶν καὶ τῆς ἀσιτίης, ἢν μὲν τὸ στόμα ζητέῃ, ἡ δὲ κοιλίη οὐκ ἐθέλῃ δέξασθαι, ἀθρόον δεξαμένη φλεγμαίνει. Ἀλλὰ κατ' ὀλίγον διδόναι χρή· ἢν γὰρ ἀθρόον δῷς καὶ ὀλίγα πονήσῃ τοῖσι περιπάτοισιν, οὐ διαψύχεται ἡ κοιλίη, ἅτε ἀτρέμα ξυνεστηκότων τῶν βρωτῶν· διὸ καὶ πυρετὸς φιλέει ἐπιγίνεσθαι, καὶ τοῦ μὲν χειμῶνος ἧσσον, τοῦ δὲ θέρεος κίνδυνος μᾶλλον ἐξαμαρτεῖν. Τοῦτον ἀνακομίζειν δεῖ ὡς μάλιστα, ὅκως ἂν ὡς παχύτατος ᾖ, καὶ τοῖσι περιπάτοισι μετρίοισι χρεέσθω, καὶ παλαιέτω ἧσσον ἑωυτοῦ, καὶ πονεέτω ὀλίγα τὸ πρῶτον, ἔπειτα δὲ πλείω, πολλὰ δὲ οὐδέποτε. Ταῦτα ἢν ποιέῃ, ὑγιὴς ἔσται τάχιστα· ἢν δὲ λεπτὸς γίνηται διὰ τὴν ταλαιπωρίην, ἀνιέτω καὶ ἡσυχίην ἐχέτω. Οὗτος μήτε πρὸς ἄνεμον δράμῃ ὑγιὴς ἐὼν ὀξέως, μήτε ἐφ' ἵππον μήτε ἐπὶ ζεῦγος ἀναβῇ· φυλασσέσθω δὲ καὶ βοὴν καὶ ὀξυθυμίην· κίνδυνος γὰρ τὴν νοῦσον πάλιν ἀναλαβεῖν, ἀλλὰ φυλάσσεσθαι χρὴ τούτων ἁπάντων. Ἢν δὲ τοῦ σίτου ἀποκλεισθῇ, ὀρόβους φώσας τὰ κέλυφα ἀποκαθῆραι, εἶτα βρέξας αὐτοὺς ἐν ὕδατι τρεῖς ἡμέρας, ἐφ' ἑκάστην δὲ ἡμέρην ἀποχέειν τὸ ὕδωρ καὶ ἄλλο ἐπεγχέειν· ἔπειτα τῇ τετάρτῃ ἡμέρῃ ἀπηθῆσαι καὶ ξηρῆσαι, εἶτα ἀλέσας λεπτότατα διασῆσαι, καὶ λίνου καρπὸν φώσας, κόψαι λεῖον, καὶ σήσαμον φώσας, κόψαι λεῖον, καὶ ἄλφιτα ἄναλτα καθαρὰ λεπτά· καὶ τῶν μὲν ὀρόβων καὶ ἀλφίτων ἴσον ἑκατέρου ἔστω, τοῦ δὲ σησάμου τρίτον μέρος, τοῦ δὲ λίνου ἥμισυ μιῆς μερίδος· ταῦτα ἐν γάλακτι αἰγείῳ ἑψήσας, ὡς ὑγρότατα ῥοφέειν. Μετὰ δὲ ταῦτα διδόναι αὐτῷ ἐς ἄριστον σιτία καθαρὰ καὶ ὄψα τῶν ἰσχυροτέρων· οἶνον δὲ τὸν αὐτὸν πινέτω. Διδόναι δὲ αὐτῷ καὶ τῶν ῥιζέων τῶν πρὸς ταῦτα τὰ ῥήγματα τῆς κενταυρίης ἐπ' οἶνον ἐπιξύων· διδόναι δὲ καὶ τοῦ δρακοντίου ἐπ' οἶνον ἐπιξύων· διδόναι δὲ καὶ τῆς βηχὸς ἕνεκα ἐν μέλιτι τὸ δρακόντιον ξύων λείχειν. Κἢν τὸ ἕψημα τὸ ἐν τῷ γάλακτι μὴ φάσκῃ δυνατὸς εἶναι ῥοφέειν, γάλα βόειον ὡς πλεῖστον πινέτω τρίτον μέρος τοῦ μελικρήτου προσμίσγων. Καὶ οὕτω τάχιστα ὑγιὴς ἔσται, ἡ δὲ νοῦσος θεραπηΐης δέεται πολλῆς, χαλεπὴ γάρ. Ἢν δὲ θεραπευθεὶς ὑγιής τε γενόμενος μὴ ἐν φυλακῇ ἔχῃ ἑωυτὸν, τοῖσι πολλοῖσιν ὑποτροπιάσασα ἡ νοῦσος αἰτίη ἀπωλείης ἐγένετο. Οὗτος ἢν μὲν ὑπὸ ταύτης τῆς θεραπηΐης ἰηθῇ, ἅλις· ἢν δὲ μὴ, παχύνας αὐτὸν γάλακτι, καῦσαι τά τε στήθεα καὶ τὸ μετάφρενον· ἢν γὰρ τύχῃς καύσας, ἐλπὶς ἐκφυγέειν τῆς νούσου.
[2] Ἢν δὲ ἀρτηρίη σπασθῇ ἤ τις τῶν φλεβῶν τῶν τεινουσῶν ἐς τὸν πλεύμονα, τάδε πάσχει· κατ' ἀρχὰς μὲν τῆς νούσου βὴξ ἴσχει ὀξείη, καὶ ῥῖγος, καὶ πυρετὸς, καὶ τὸ σίαλον ἀποπτύει πουλύ τε καὶ λευκὸν καὶ ἀφρῶδες, ἄλλοτε δὲ ὕφαιμον, καὶ ὀδύνη τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἴσχει. Αὕτη ἡ νοῦσος ἰσχυροτέρη τῆς πρόσθεν, καὶ μέχρι μὲν δέκα ἡμερέων τῶν πρώτων τοιαῦτα πάσχει· ἔπειτα οἱ πολλοὶ τῇ ἑνδεκάτῃ πῦα ἀποπτύουσι παχέα βιαίως· ἡμέρῃ δὲ τετάρτῃ καὶ δεκάτῃ καθαρώτερα ἀποπτύει, ἢν φύξιμος ᾖ, καὶ τῇ ὀδύνῃ ἧσσον πονέει, καὶ ἐν τάχει ὑγιὴς γίνεται. Ἢν δὲ μέλλῃ πουλυχρόνιος ἡ νοῦσος ἔσεσθαι, τά τε πῦα πολλῷ πλείονα ἀποπτύει, καὶ ὁ ἄλλος πόνος ἐν τῷ σώματι πολλῷ ἔνι πλείων· αἱ δὲ θέρμαι βληχρότεραι ἔχουσιν ἢ τὸ πρίν. Τοῦτον ἢν λάβῃς κατ' ἀρχὰς, ὑποκαθῆραι κάτω ὀπῷ σκαμμωνίης, ἢν ἀπύρετος ᾖ· μετὰ δὲ τὴν κάθαρσιν προσφερέσθω ταὐτὰ ἃ καὶ πρόσθεν, καὶ τἄλλα τὰ αὐτὰ προσφερέσθω, ἡσυχίην ἔχων ὡς μάλιστα τῷ σώματι, καὶ μαλθακῶς κοιμάσθω· ταῦτα μὲν κατ' ἀρχὰς ποιεέτω μέχρι τῶν δέκα ἡμερέων. Ἢν δὲ ἔμπυος γένηται, τὰ αὐτὰ ἃ καὶ ὁ πρόσθεν ποιεέτω· ἢν δὲ ὑγιὴς γένηται, τῶνδε χρὴ ἀπέχεσθαι, σιτίων μὲν καὶ ποτῶν ὀξέων καὶ δριμέων καὶ ἁλικῶν καὶ λιπαρῶν· ταλαιπωρίης δὲ, ἀπέχεσθαι τῶν αὐτῶν ὧν καὶ ὁ πρόσθεν. Ταῦτα ἢν ποιέῃ, τάχιστα τῆς νούσου ἀπαλλαγήσεται· ἢν δέ τι τουτέων μὴ ποιήσῃ, κινδυνεύσει πάλιν ὑποτροπιάσαι, καὶ ἡ νοῦσος κάκιον ἔχει· καὶ γὰρ οἱ πολλοὶ πλευμορρωγέες ἐόντες διατελέουσιν, ἕως ἂν ἀποθάνωσιν. Τοῦτον ἢν μὴ παραχρῆμά τις ἰήσηται, ὑποτροπιασάσης τῆς νούσου, οὐκ ἂν μετὰ ταῦτα ἔχοις ὠφελῆσαι, ἢν μὴ τάδε ποιήσῃς· γάλακτι βοείῳ παχύνας, καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον· ἢν γὰρ τύχῃς καύσας, ἡ αὐτὴ ἂν ὠφελείη γένοιτο. Ἡ δὲ νοῦσος ἀπὸ τῶν αὐτέων ἁμαρτάδων γίνεται ὧν καὶ ἡ πρόσθεν.
[3] Πλευμονὶς δὲ γίνεται ἀπὸ τῶνδε μάλιστα· ὁκόταν ὁ πλεύμων αἷμα ἑλκύσας ἐφ' ἑωυτὸν ἢ φλέγμα ἁλμυρὸν μὴ ἀφῇ πάλιν, ἀλλ' αὐτοῦ ξυστραφῇ καὶ ξυμπαγῇ, ὑπὸ τουτέων φύματα φιλέει γίνεσθαι ἐν τῷ πλεύμονι καὶ ἐμπυοῦσθαι. Οὗτος τάδε πάσχει κατ' ἀρχὰς καὶ διὰ παντὸς τοῦ νουσήματος· βὴξ ὀξείη ξηρὴ ἴσχει, καὶ ῥῖγος, καὶ πυρετὸς, καὶ ὀδύνη ἐν τοῖσι στήθεσι καὶ ἐν τῷ μεταφρένῳ ἔγκειται, ἐνίοτε δὲ καὶ ἐν τῷ πλευρῷ· καὶ ὀρθοπνοίη σφοδρὴ ἐμπίπτει. Οὗτος μέχρι μὲν τεσσαρεσκαίδεκα ἡμερέων τοιαῦτα πάσχων διατελέει, πολλάκις δὲ καὶ πλείονας, ἔπειτα ῥήγνυται πῦα, καὶ ἀποπτύει πολλόν· πολλάκις δὲ ἀποπτύει καὶ οἷον ἀραχνίων χιτῶνας, πολλάκις δὲ καὶ ὕφαιμον. Κἢν μὲν ἀποκαθαρθῇ καὶ ἀπισχνωθῇ ἐν τάχει ὁ πλεύμων, ἐλπὶς ἐκφυγέειν· ἢν δὲ προσέχῃ, ἡ νοῦσος ἐπ' ἐνιαυτὸν παρατείνει, καὶ μεταβάλλει ἄλλοτε ἀλλοῖα πάσχων. Τούτῳ χρὴ κατ' ἀρχὰς μὲν, πρὶν ἢ τὰ πῦα ῥαγῆναι, προσφέρειν τάδε· ὁκόταν ἀνῇ ὁ πυρετὸς, λούειν πολλῷ θερμῷ, καὶ ῥοφήμασι πολλοῖς χρέεσθαι· πτισάνης χυλῷ καθέφθω μέλι παραχέας, ὁκόταν ἑφθὸν ᾖ, ῥοφεέτω, καὶ οἶνον πινέτω γλυκὺν λευκὸν, ἢ μελίκρητον ἑφθόν. Ὁκόταν δ' ἅπαξ ἄρξηται πῦα ἀποπτύειν, πινέτω τὰ αὐτὰ, ἃ καὶ ὁ πρόσθεν ἔμπυος, καὶ σιτίοισι καὶ ποτοῖσι καὶ ὄψοισι τοῖς αὐτοῖσι χρεέσθω, ἀπεχόμενος ὀξέων καὶ δριμέων καὶ ἁλυκῶν καὶ λιπαρῶν καὶ λαγνείης καὶ θωρηξίων, ἢν μὴ τῇ νούσῳ πρόσφορον ᾖ· ἐς χρῶμα δὲ ὁρέων μελετᾷν, ὁκοίων δή τινων δοκέει σοι δεῖσθαι· τὰ δ' ἄλλα τὰ αὐτὰ ποιεέτω· πινέτω δὲ καὶ γάλα βοὸς καὶ αἰγὸς τὴν ὥρην· πρόσθεν δὲ ὑποκαθηράσθω γάλακτι ὀνείῳ ἑφθῷ· πινέτω δὲ καὶ τὸ ἵππειον γάλα σεσησμένον ἑκάστης ἡμέρης ἕωθεν τρικότυλον κύλικα, ἢν ᾖ δυνατός. Ἢν μὲν οὖν οὕτω μελετώμενος ῥηΐσῃ, καὶ μὴ ῥαγῇ τὰ πῦα ἐς τὰ στήθεα, αὐτὸς ἑωυτὸν θεραπευέτω ἡσυχίην ἔχων τῷ σώματι ὡς μάλιστα καὶ τὰ ξύμφορα προσφέρων ἑωυτῷ. Ἢν δὲ ῥαγῇ τὰ πῦα ἐς τὰ στήθεα, ὅπη ἄν σοι δοκέῃ ἀποσημαίνειν μάλιστα, ταύτῃ ταμὼν ἢ καύσας, ἀφιέναι τοῦ πύου ὀλίγον τὸ πρῶτον· τὰ δ' ἄλλα ποιέειν τὰ αὐτὰ, ἃ καὶ ἐπὶ τοῦ πρόσθεν ἐμπύου γενομένου γεγράφαται.
[4] Ἢν ἐν πλεύμονι κιρσὸς ἐγγένηται, βὴξ ξηρὴ ἐπιλαμβάνει, καὶ ῥῖγος, καὶ πυρετὸς, κατ' ἀρχὰς μὲν τῆς νούσου πάνυ σφόδρα· ἔχει δὲ καὶ ὀρθοπνοίη, καὶ ἐν τῇ κεφαλῇ ἡ ὀδύνη ἐνέστηκε, καὶ αἱ ὀφρύες δοκέουσιν ἐπικρέμασθαι, καὶ οἴδημα κατέρχεται ἐς τὸ πρόσωπον καὶ ἐς τὰ στήθεα καὶ ἐς τοὺς πόδας· πολλάκις δὲ καὶ ἐς τὴν κεφαλὴν ἐρείδει, καὶ ὑπὸ τῆς ὀδύνης, ὅταν ὁ πόνος ἔχῃ, οὐ δύναται ἀνορῇν· τὸ δὲ σῶμα ὕπωχρον, καὶ αἱ φλέβες δι' αὐτοῦ διατείνουσιν ἢ φλόγιαι ἢ μέλαιναι. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ καὶ ὁ πόνος μάλιστα πιέζῃ, πρῶτον μὲν αἷμα ἀφαιρέειν· ἔπειτα λούειν πολλῷ καὶ θερμῷ, καὶ ὁκόταν δίψα ἔχῃ, πίνειν διδόναι κυκεῶνα ἐν οἴνῳ μέλανι αὐστηρῷ, ὡς ἡδίστῳ, ἴσον ἴσῳ κεράσας· ψυχρὸν δὲ χρὴ μάλιστα πίνειν· ῥοφήμασι χρέεσθαι πτισάνης χυλῷ καθέφθῳ, μέλι χρηστὸν παραχέας. Ταῦτα χρὴ προσφέρειν ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων τῇσι τεσσαρεσκαίδεκα. Ἢν δὲ ἐπὶ πλεῖον ἡ νοῦσος ἔχῃ, ὅ τε πόνος πλείων ᾖ ἐν τῷ σώματι καὶ ἀδυναμίη ἐνῇ, τούτῳ δὴ οὕτως ἔχοντι ταὐτὰ προσφέρειν, ἃ καὶ ἐν τῷ πυορροοῦντι τὸν πλεύμονα, ὁκόταν αἱ δεκατέσσαρες ἡμέραι παρέλθωσιν. Αὕτη ἡ νοῦσος γίνεται ἀπὸ ταλαιπωρίης καὶ χολῆς μελαίνης.
[5] Ὁκόταν τὰ κοῖλα φλέβια τὰ διέχοντα ἐν τῷ πλεύμονι πλησθῇ αἵματος ἢ χολῆς μελαίνης, ξυρρήξῃ τε τὰ φλέβια ἐς ἄλληλα, ἅτε ἐν στενοῖσιν ἐόντα καὶ ἐπειλημμένα καὶ ἔξοδον οὐκ ἔχοντα, ὀδύνην παρέχει καὶ φῦσαν ἐν τῷ πλεύμονι. Αὕτη ἡ νοῦσος χαλεπὴ καὶ θεραπηΐης δεομένη πολλῆς· εἰ δὲ μὴ, οὐκ ἐθέλει ἐκλιπεῖν τὸν κάμνοντα, καὶ ὡς τὰ πολλὰ ἐν τοῖσι πολλοῖσι ξυναποθνήσκει.
[6] Ἢν φλεγμονὴ ἐν πλεύμονι γένηται, γίνεται δὲ μάλιστα ἀπὸ οἰνοφλυγίης καὶ γαστριμαργίης ἰχθύων κεφάλων καὶ ἐγχελύων· ταῦτα γὰρ τὴν πιμελὴν πολεμιωτάτην ἔχει πρὸς τὴν φύσιν τοῦ ἀνθρώπου· ἤδη δὲ τὸ νούσημα ἐγένετο ἀπὸ φλέγματος, ὁκόταν μιγὲν τῷ αἵματι ἐπιρρυῇ ἐπὶ τὸν πλεύμονα· προσπίπτει δὲ καὶ ἐκ κρεηφαγίης καὶ ἐξ ὕδατος μεταβολῆς. Τάδε οὖν πάσχει· βήσσει ἰσχυρῶς, καὶ τὸ σίαλον ἀποπτύει ὑγρὸν καὶ πολλὸν, πολλάκις δὲ καὶ παχὺ καὶ λευκὸν, οἷον ἀπὸ βράγχου· καὶ ὀδύνη πιέζει ὀξείη ἐς τὰ στήθεα καὶ τὸ μετάφρενον καὶ τοὺς κενεῶνας καὶ τὰ πλευρὰ, καὶ ἐρεύγεται ὀξὺ, καὶ ἐκ τῶν στηθέων καὶ πλευμόνων οἷον γαστὴρ τρυλλίζει, καὶ ἐμέει λάπην ὀξείην, καὶ τὸ ἔμεσμα ἢν ἐκχέῃς χαμάζε, ξύει τὴν γῆν ὥσπερ ὄξος ἐπιχέοντι, καὶ τοὺς ὀδόντας αἱμωδιᾷ, καὶ ῥῖγος καὶ πυρετὸς καὶ δίψα ἔχει ἰσχυρὴ, καὶ ἤν τι θέλῃ λιπαρὸν φαγέειν, μύζει πρὸς τὰ σπλάγχνα καὶ ἔμετον ἄγει, καὶ τὸ σῶμα ἅπαν νάρκη ἔχει· ὁκόταν δὲ ἀπεμέσῃ, ἐπ' ὀλίγον δοκέει ῥᾴων εἶναι· ἔπειτα ἐπειδὰν τῆς ἡμέρης ὀψίτερον γένηται, βρέμει ἡ κοιλίη καὶ στρέφει καὶ βορβορύζει. Τοῦτον ὁκόταν οὕτως ἔχῃ καὶ δοκέῃ καιρὸς εἶναι, προσαίρειν ὧδε μελέτην· μίξας μέλι καὶ γάλα καὶ ὄξος καὶ ὕδωρ, ταῦτα ἐγχέας ἐς χυτρίδα χλιαίνειν, καὶ ὀριγάνου κλωνίοισι τῆς κεφαλοειδέος ταράσσειν· ἐπειδὰν δὲ χλιαρὸν ᾖ, δοῦναι πιεῖν, ἢ λαβόμενος τῆς γλώσσης, ἐγχέειν ἡσυχῇ διὰ σύριγγος· εἶτα κελεύειν συνειληθέντα ἡσυχίην ἔχειν· ἔπειτα ἢν ἔμετος ἐπέλθῃ αὐτῷ, ἐμέειν προθύμως· ἢν δὲ μὴ ἐπέλθῃ, καταματτευόμενος πτερῷ ἐμεέτω, καὶ ἤν τι φλέγματος ἐμέσῃ, ἐπὶ πέντε ἡμέρας τὸ αὐτὸ ποιεέτω· ῥᾴων γὰρ ἔσται οὕτω ποιῶν. Πινέτω δὲ τοῦτο γυμνασάμενος, ἢν οἷός τε ᾖ, καὶ λουσάμενος πολλῷ θερμῷ· ἢν δὲ μὴ, ἀλλὰ λουσάμενος. Ὁκόταν δὲ αἱ πέντε ἡμέραι παρέλθωσιν, πρώϊος νῆστις πινέτω ἐν μελικρήτῳ ἢ οἰνομέλιτι ὀπὸν σιλφίου ὁκόσον ὄροβον, καὶ σκόροδον τρωγέτω καὶ ῥαφανῖδας νῆστις, καὶ ἄκρητον οἶνον ἐπιρροφανέτω μέλανα ἢ λευκὸν αὐστηρόν· πινέτω δὲ καὶ ἐπὶ σίτῳ καὶ μετὰ τὸ σῖτον· σιτίοισι δὲ ξηροῖσι καὶ κρέασιν ὀνείοισιν ἢ κυνείοισι χρεέσθω ἑφθοῖσιν, ἢν τὸ ῥῖγος καὶ ὁ πυρετὸς μὴ ἐπιλαμβάνῃ. Οὗτος ἢν μὲν ἀπὸ τοῦ τοιοῦδε ἐγχύματος καθαίρηταί τι· ἢν δὲ μὴ, ἄνω αὐτὸν καθαίρειν ἐλλεβόρῳ· μετὰ δὲ τὴν κάθαρσιν ἀλεύρου ἑφθοῦ διδόναι δύο τρυβλία ἐκροφέειν μέλι παραχέας· οἶνον δὲ τὸν αὐτὸν πινέτω ὑδαρέα. Ἢν δὲ μὴ κατ' ἀρχὰς παραγένῃ τῇ νούσῳ, παχύνας αὐτὸν γάλακτι, καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον· οὕτω γὰρ ἂν μάλιστα τῆς νούσου ἀπαλλαγείη. Ἢν δὲ μὴ καυθῇ, ξυμπαραμένει καὶ οὐ μάλα ἐκλείπει, ἀλλ' ἕως γήρους προσέχει· πολλάκις δὲ καὶ συναποθνήσκει, ἢν μὴ ἐν τῇσι πρώτῃσιν ἡμέρῃσι τεσσαράκοντα ἀποθάνῃ· ἀλλὰ χρεία πολλῆς ὅτι μάλιστα μελεδώνης, καὶ ὀρρὸν καὶ γάλα τὴν ὥρην πινέτω βοὸς καὶ αἰγὸς καὶ ὀνείου καὶ ἱππείου· οὕτω γὰρ ἂν ῥήϊστα διάγοι· ἡ δὲ νοῦσος χαλεπή.
[7] Ἢν πλεύμων ἀπὸ ἐρυσιπέλατος οἰδήσῃ, τόδε τὸ οἴδημα μάλιστα ἀπὸ αἵματος γίνεται, ὅταν ἐς ἑωυτὸν ὁ πλεύμων ἑλκύσῃ αἷμα καὶ ἔχῃ ἀναλαβών· τὸ δὲ νούσημα θέρεος ἐν ὥρῃ μάλιστα γίνεται. Τάδε οὖν ἀπ' αὐτοῦ πάσχει· βὴξ ἐμπίπτει ξηρὴ, καὶ ῥῖγος, καὶ πυρετὸς, καὶ ὀρθοπνοίη, καὶ ὁ πόνος ἰσχυρὸς ἐν τοῖσι στήθεσι, καὶ τὰς ῥῖνας ἀνοίγει ὡς ἵππος δραμὼν, καὶ τὴν γλῶσσαν ἐξίσχει ὡς κύων θέρεος ὑπὸ τοῦ πνεύματος τοῦ ἐν τῷ καύματι καιόμενος, καὶ οἴδημα κατέχει τὰ στήθεα, καὶ φθέγγεται βραχέως, καὶ ἐρύθημα καὶ κνησμὸν τῷ σώματι φέρει, καὶ ὑπὸ τοῦ πόνου κατακέεσθαι οὐ δύναται, ἀλλ' αὐτὸς ἑωυτὸν ῥίπτει ἀλύων. Οὗτος ἐν ἑπτὰ ἡμέρῃσι θνήσκει μάλιστα· ἢν δὲ ταύτας ἐκφύγῃ, οὐ μάλα θνήσκει. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, ἰῆσθαι ἐν τούτοισι· ψύχειν μὲν τὸ σῶμα, ἐν ὕδατι ψυχρῷ βάπτων σεῦτλα καὶ τῷ σώματι ἐπιτιθεὶς, μάλιστα πρὸς πόνον νέον, ἢ ῥάκια βάπτων ἐν ψυχρῷ ὕδατι καὶ ἐκθλίβων προστιθέναι. Κἢν μὲν οὕτω ῥηΐσῃ· ἢν δὲ μὴ, κεραμικῇ γῇ ψυχρῇ καταπλάσσειν, καὶ ἐν τῇ αἰθρίῃ κοιμάσθω. Οὕτω γὰρ ἂν μελετώμενος πολλάκις ἂν φύγοι τὰς ἑπτὰ ἡμέρας. Ὁκόταν δὲ αἱ ἑπτὰ ἡμέραι παρέλθωσι καὶ ἡ ὀδύνη προσέχῃ, χρίων ἐν ἐλαίῳ τὸ πονέον μέρος ἔσο, καὶ χλιάσματα μάλιστα προστίθει τὰ αὐτὰ, ἃ καὶ τῇ πλευρίτιδι, καὶ πῖσαι αὐτὸν ἐς ὑποκάθαρσιν τῷ τοῦ πεπλίου καὶ τῆς μηκωνίδος καὶ τοῦ κόκκου τοῦ κνιδίου, καὶ μετὰ τὴν κάθαρσιν φακῆς τρυβλίον δοῦναι ῥοφῆσαι, πινέτω δὲ ὕδωρ. Τῇ δὲ ὑστεραίῃ λοῦσαι αὐτὸν πολλῷ καὶ θερμῷ πλὴν τῆς κεφαλῆς· ἔπειτα πῖσαι ὀρίγανον ἐν μελικρήτῳ ἀποβρέξας· ποτοῖσι δὲ ὡς θερμοτάτοισι χρεέσθω· σιτία δὲ προσφερέσθω τὰ αὐτὰ ταῦτα, ἃ καὶ ὁ ὑπὸ τῆς πλευρίτιδος ἑαλωκὼς, ἢν μὴ πυρετὸς προσίσχῃ. Αὕτη ἡ νοῦσος χαλεπὴ, καὶ παῦροι ἐκφυγγάνουσιν.
[8] Ἢν τὸ στῆθος καὶ τὸ μετάφρενον ἀναρραγῇ, ἀναρρήγνυται δὲ μάλιστα ὑπὸ ταλαιπωρίης· τάδε οὖν πάσχει. Βὴξ ἴσχει ὀξείη, καὶ τὸ σίαλον ἐνίοτε ἀποπτύει ὕφαιμον, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει τὰ πολλὰ, καὶ ἐν τῷ στήθεϊ καὶ ἐν τῷ μεταφρένῳ ὀδύνη ὀξείη ἔνεστι, καὶ ἐν τῷ πλευρῷ δοκέει οἷον λίθος ἐγκέεσθαι, καὶ κεντέεται ὑπὸ τῆς ὀδύνης διαμπερέως, ὡς εἰ βελόνη τις κεντοίη. Τοῦτον ὁκόταν ὧδε ἔχῃ, παραχρῆμα γάλακτι πιήνας καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον, καὶ οὕτω τάχιστα ὑγιὴς ἔσται. Τὸ δὲ λοιπὸν ἡσυχάζων τῷ σώματι μάλιστα διαιτῆσθαι· ἢν γάρ τι πονήσῃ ἢ ἐπὶ ἅμαξαν ἀναβὰς ἢ ἐφ' ἵππον, ἢ τοῖσιν ὤμοισιν ἐν ἄχθεϊ αὐτὸς ταλαιπωρήσῃ, κινδυνεύσει πάλιν ὑποτροπιάσαι ἡ νοῦσος, καὶ, ἢν γένηται, κίνδυνος διαφθαρῆναι· τὸ γὰρ νούσημα ὑποστραφὲν μᾶλλον πιέζει ἢ καταρχάς. Ἢν δὲ μὴ καυθῇ, τοῖσιν αὐτοῖσιν αὐτὸν ἰῆσθαι οἷσι καὶ τὸν ἔμπυον, ῥοφήμασι καὶ ποτήμασι καὶ σιτίοισι· τὸ δὲ ξύμπαν ἡσυχίην ἔχοντα εὐωχέειν τοῖσιν ἐπιτηδείοισιν· ἢν γὰρ οὕτω μελετηθῇ, τάχιστα ὑγιὴς ἔσται· ἡ δὲ νοῦσος χαλεπή.
[9] Ἢν ἐν πλευρῷ φῦμα φύηται καὶ ἔμπυος γένηται, τάδε πάσχει· ῥῖγος ἴσχει καὶ πυρετὸς, καὶ βὴξ ξηρὴ πολλὰς ἡμέρας, καὶ ἀλγέει τὸ πλευρὸν, καὶ ἐς τὸν τιτθὸν καὶ ἐς τὴν κληῗδα καὶ ἐς τὰς ὠμοπλάτας ὀδύνη ἴσχει ἀΐσσουσα. Οὗτος ὅταν οὕτως ἔχῃ, ἐν μὲν τῇσι πρώτῃσιν ἡμέρῃσιν ἕνδεκα ῥοφήμασι χρεέσθω, πτισάνης χυλῷ καθέφθῳ μέλι παραχέων, ὁκόταν ἑφθὸν τὸ ῥόφημα ᾖ· οἴνῳ δὲ χρεέσθω λευκῷ, γλυκεῖ ἢ αὐστηρῷ καὶ ὑδαρεῖ, καὶ ῥοφάνοντα πλεονάκις τοῦ οἴνου ἐκπτύειν κελεύειν, καὶ τοῦ ὕπνου κωλύειν, ἔστ' ἂν αἱ ἕνδεκα ἡμέραι παρέλθωσιν, μετὰ δὲ ταύτας τὰς ἡμέρας σιτίοισιν ὀλίγοισιν ὡς μάλιστα χρεέσθω, κρέασι σκυλακείοισιν ἢ ἀλεκτρυονείοισι θερμοῖσι· ἐζωμεῦσθαι δὲ χρὴ καλῶς, καὶ τὸν ζωμὸν ῥοφανέτω, καὶ τοῖσι ῥοφήμασι πρόσθεν χρεέσθω τοῦ σίτου, καὶ μὴ διψήτω, ἕως ἂν ἔμπυον γένηται τὸ πλευρόν. Πυΐσκεται δὲ μάλιστα ἐν τεσσαράκοντα ἡμέρῃσιν ἢ ὀλίγῳ πρόσθεν· τούτῳ δὲ γνώσῃ, ὁκόταν ἔμπυον γένηται τὸ πλευρὸν, πῦον γὰρ οὐκ ἀποπτύεται, οὐδ' ἀνεμέεται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, ὅκου ἂν ἀποσημήνῃ τὸ οἴδημα, τάμνειν ἢ καίειν· ἔπειτα ἀφιέναι τὸ πῦον κατ' ὀλίγον, καὶ ἐπειδὰν ἀπαρύσῃς, μοτὸν καθιέναι ὠμολίνου, καὶ αὖθις τῇ ὑστεραίῃ ἐξελὼν, ἀπαρύσαι κατ' ὀλίγον τοῦ πύου· ἔπειτα μοτῶσαι, καὶ αὖθις τῇ τρίτῃ καὶ τῇσιν ἄλλῃσιν ἡμέρῃσι δὶς τῆς ἡμέρης ἀπαρύειν ἕως ἂν ξηρανθῇ. Διδόναι δὲ καὶ τὰ σιτία καὶ τὰ ὄψα, ὁκόταν προσίηται, καὶ πινέτω ὀλίγον, μὴ πολλὸν, ἤν τε οἶνον ἤν τε ὕδωρ· τρωγέτω δὲ καὶ τῆς ὀριγάνου τῆς ἁπαλῆς ὡς πλεῖστον, ἐς μέλι ἀποβάπτων· ἢν δὲ μὴ ἁπαλὴν ἔχῃ, ἀλλ' αὔην, λεπτὴν ποιήσας, ἐς τὸ μέλι μίξας, λείην διδόναι ὡς πλείστην, καὶ τοῖσι λουτροῖσι λούειν, μηδὲ ῥιγούτω, καὶ μαλθακῶς κοιμάσθω. Οὕτω ταύτην τὴν νοῦσον θεραπεύων, τάχιστα ἂν ὑγιέα ποιήσαις· ὁκόταν δὲ ὑγιὴς γένηται, φυλασσέσθω τὸ ψῦχος, τὸ θάλπος, τὸν ἥλιον, καὶ τοῖσι περιπάτοισιν ὀλίγοισι χρεέσθω μετὰ τὸ σῖτον, ὅκως ἂν μὴ κόπος λάβῃ τὸ σῶμα· ταῦτα ποιέων ὑγιὴς ἔσται. Τούτων τῶν νούσων ἅστινας ἂν καύσῃς, ἐπὶ τὰ καύματα πράσα τρίψας πολλὰ καταπλάσσειν εὐθὺς μετὰ τὴν καῦσιν καὶ καταλιμπάνειν μίην ἡμέρην.
[10] Τρεῖς δὲ εἰσὶ φθίσιες· πρώτη· αὕτη μὲν γίνεται ἀπὸ φλέγματος, ἐπὴν ἡ κεφαλὴ φλέγματος πλησθεῖσα νοσήσῃ καὶ θέρμη ἐγγένηται, συσσήπεται τὸ φλέγμα ἐν τῇ κεφαλῇ, ἅτε οὐ δυνάμενον κινέεσθαι ὥστε ὑποχωρῆσαι· ἔπειτα ὁκόταν παχυνθῇ, καὶ συσσαπῇ, καὶ ὑπερπλησθῇ τὰ φλέβια, ῥεῦμα ἐπὶ τὸν πλεύμονα ἐγένετο, καὶ ὁ πλεύμων ὁκόταν ἀναλάβῃ, νοσέει παραχρῆμα, ἅτε δακνόμενος ὑπὸ τοῦ φλέγματος, ἁλικοῦ ἐόντος καὶ σαπροῦ. Τάδε οὖν πάσχει· πυρετὸς ἄρχεται βληχρὸς ἐπιλαμβάνειν, καὶ ῥῖγος, καὶ πονέει τὰ στήθεα καὶ τὸ μετάφρενον· ἐνίοτε δὲ καὶ βὴξ πιέζει ὀξείη, καὶ ἀποπτύει τὸ σίαλον πουλὺ καὶ ὑγρὸν καὶ ἁλμυρόν. Ταῦτα μὲν καταρχὰς τῆς νούσου πάσχει· προϊούσης δὲ τό τε γυῖον λεπτύνεται, πλὴν τῶν σκελέων· ταῦτα δὲ οἰδέει, καὶ οἱ πόδες, καὶ οἱ ὄνυχες ἕλκονται· ἐκ δὲ τῶν ὤμων λεπτὸς καὶ ἀσθενής· ὁ φάρυγξ ὡς χνόου πίμπλαται, καὶ συρίζει ὡς διὰ καλάμου, καὶ διψῇ ἰσχυρῶς διὰ παντὸς τοῦ νοσήματος, καὶ ἀκρασίη πολλὴ τὸ σῶμα ἔχει. Οὗτος ὁκόταν οὕτως ἔχῃ, ἐνιαυτῷ φθειρόμενος φαύλως θνήσκει. Μελετᾷν δὲ χρὴ ὡς μάλιστα καὶ ἀνακομίζειν· πρῶτον μὲν πῖσαι ἐλλέβορον, κάτω δὲ ὑποκαθῆραι ἐπιθύμῳ ἢ πεπλίῳ ἢ τῷ κόκκῳ τῷ κνιδίῳ ἢ τῇ τιθυμαλίδι· ταῦτα χρὴ τετράκις τοῦ ἐνιαυτοῦ δοῦναι, ἄνω δὶς, κάτω δίς. Διδόναι δὲ καὶ ὄνειον γάλα ἑφθὸν ἐς ὑποκάθαρσιν ἢ βόειον ἢ αἴγειον· πινέτω δὲ καὶ ὠμὸν τὸ βόειον γάλα, τρίτον μέρος μελικρήτου ξυμμίσγων, πέντε καὶ τεσσαράκοντα ἡμέρας, ξυμπαραμίσγων καὶ τὸ ὀρίγανον· τὴν δὲ κεφαλὴν αὐτοῦ πρόσθεν καθαίρειν, πρὸς τὰς ῥῖνας προστιθεὶς φάρμακον. Σιτία δὲ καὶ ὄψα διδόναι μήτε λιπαρὰ μήτε κνισώδεα μήτε λίην δριμέα. Τεκμαιρόμενος δὲ τὸ νούσημα ταῦτα ποιέειν δεῖ, καὶ περιπάτοισι χρέεσθαι πρὸς τὰ σιτία, τεκμαιρόμενος μὴ ῥιγῴη· τοῦ δὲ χειμῶνος παρὰ πυρὶ τὴν οἴκησιν ποιεέσθω. Οἶνον δὲ πινέτω, αὐστηρὸν, μέλανα, ὡς παλαιότατον καὶ ἥδιστον, ὀλίγον δέ. Κἢν δοκέῃ σοι πρὸ τοῦ φαρμάκου πυριῆσαι, καὶ οὕτω δοῦναι τὸ φάρμακον· ἢν δὲ μὴ βούλῃ δοῦναι, πυριήσας, ἔμετον ἐκ τῶν σιτίων καταναγκάσαι ποιήσασθαι, ὡς τοπρόσθεν γέγραπται. Τούτῳ ἢν ξυμφέρωσι, περιπάτοισι χρεέσθω· ἢν δὲ μὴ ξυμφέρωσιν, ἡσυχαζέτω ὡς μάλιστα τῷ σώματι. Οὗτος οὕτω μελετώμενος ῥήϊστα ἂν διάγοι ἐν τῷ νουσήματι· ἡ δὲ νοῦσος θανασίμη, καὶ παῦροι ταύτην διαφυγγάνουσι.
[11] Φθίσις δευτέρα· γίνεται μὲν ἀπὸ ταλαιπωρίης· τὰ αὐτὰ δὲ πάσχει ὡς ἐπιτοπλεῖστον, ἃ καὶ ὁ πρόσθεν· ἡ δὲ νοῦσος διαπαύει αὕτη μᾶλλον τῆς προτέρης, καὶ τοῦ θέρεος ἀνίησιν. Τὸ δὲ σίαλον ἀποπτύει, παχύτερον μὲν τῆς πρόσθεν, καὶ βὴξ πιέζει μάλιστα τοὺς γεραιοὺς, καὶ ὁ πόνος ἰσχυρότερος ἐν τοῖσι στήθεσι, καὶ δοκέει οἷόν περ λίθος ἐν αὐτοῖσιν ἐγκέεσθαι· πονέει δὲ καὶ τὸ μετάφρενον· καὶ ἡ χροιὴ δίυδρος αὐτέου ἐστὶ, καὶ ἤν τι πονήσῃ, φύση καὶ ἆσθμα ἴσχει. Οὗτος ἐκ ταύτης τῆς νούσου ἐν τρισὶν ἕτεσι μάλιστα θνήσκει. Μελετᾷν δὲ χρὴ τοῖσιν αὐτοῖσιν, οἷσι καὶ τὸν πρόσθεν. Αὕτη ἡ νοῦσος προσέχει τοῖσι πολλοῖσι μέχρι τριῶν ἐτέων, ἀλλ' ἀποθνήσκουσιν· ἡ γὰρ νοῦσος χαλεπή.
[12] Φθίσις τρίτη· ὑπὸ ταύτης τάδε πάσχει· ὁ μυελὸς αὐτέου ὁ νωτιαῖος αἵματός τε καὶ χολῆς μεστὸς γίνεται. Φθίνει δὲ ὁμοίως καὶ ἀπὸ τῶν κοίλων φλεβῶν· αὗται δὲ φλέγματος ὑδρωποειδέος ἐμπίπλανται καὶ χολῆς. Πάσχουσι δὲ τὰ αὐτὰ, ἀφ' ὁκοτέρων ἂν φθίνῃ, καὶ ὁ ἄνθρωπος εὐθὺς μέλας γίνεται καὶ ὑποιδαλέος, καὶ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς ὑπώπια ὠχρὰ, καὶ αἱ φλέβες αἱ ἐν τῷ σώματι ὠχραὶ διατέτανται, ἔνιαι δὲ σφόδρα ἐρυθραί· μάλιστα δὲ δῆλαι αἱ ὑπὸ τῇσι μασχάλῃσι· καὶ ἀποπτύει ὠχρὰ, καὶ ὅταν αὐτέῳ ἐπίῃ, πνίγεται καὶ βῆξαι οὐ δύναται ἐνίοτε βουλόμενος· ἐνίοτε δὲ ὑπὸ τοῦ πνίγματος καὶ τῆς προθυμίης τοῦ βήσσειν ἀθρόον ἤμεσε χολὴν, ποτὲ δὲ λάπην, πολλάκις δὲ καὶ τὰ σιτία, ὅταν φάγῃ, καὶ ὁκόταν ἀπεμέσῃ, δοκέει κουφότερος εἶναι· εἶτ' αὖθις ὀλίγον χρόνον διαλιπὼν, ἐν τοῖσιν αὐτοῖσι πόνοισι κέεται. Οὗτος καὶ φθέγγεται ὀξύτερον ἢ ὑγιαίνων, καὶ ῥῖγος καὶ πυρετὸς διαπαύων ἐπιλαμβάνει ἱδρώδης. Τοῦτον ὁκόταν ὧδε ἔχῃ, βρωτοῖσι καὶ ῥοφήμασι καὶ ποτοῖσι καὶ φαρμάκοισι καὶ τοῖσιν ἄλλοισι πᾶσι μελετῇν, ὥσπερ τοὺς πρόσθεν. Ἡ δὲ νοῦσος διαφέρει μάλιστα ἐννέα ἔτεα, ἔπειτα διαφέρει φθειρόμενος· παῦροι δὲ φυγγάνουσιν ἐξ αὐτῆς· χαλεπὴ γὰρ ἡ νοῦσος. Ἢν δὲ βούλῃ, ὧδε ἰῆσθαι αὐτόν· πρῶτα μὲν πυριῆσαι, καὶ ὁκόταν πυριηθῇ, τῇ ὑστεραίῃ δοῦναι αὐτῷ πιεῖν μελικρήτου ἡμίχουν καὶ ὄξος παραχέαι ὀλίγον, καὶ κέλευε ἀπνευστὶ τοῦτο πιεῖν· ἔπειτα τῶν ἱματίων ἀμφιέσαι αὐτὸν πολλὰ καὶ ὡς πλεῖστον χρόνον· ἢν δὲ μὴ ἀνέχηται, ἀλλ' ἐξεμέσαι βούληται, ἐξεμεέτω· ἢν δὲ μὴ ἔμετος ἔχῃ χρόνου ἤδη ἐγγενομένου, ἐπιπιὼν ὕδατος χλιεροῦ μεγάλην κύλικα, ἐμεέτω καταματτόμενος πτερῷ· ὁκόταν δὲ ἀπεμέσῃ ὥστε καλῶς ἔχειν, ἡσυχίην ἐχέτω ταύτην τὴν ἡμέρην. Ὁκόταν δὲ ὥρη δείπνου ᾖ, δειπνεέτω μᾶζαν ὀλίγην, καὶ ὄψον ἐχέτω τάριχος καὶ πράσα, ταῦτα δὲ ἐσθιέτω ὡς πλεῖστα, οἶνον δὲ πινέτω γλυκύν. Τὸν δὲ λοιπὸν χρόνον, λουέσθω πᾶσαν ἡμέρην ἅμα ἕωθεν θερμῷ πολλῷ, καὶ μετὰ τὸ λουτρὸν φυλάσσειν χρὴ ὡς μὴ ῥιγώσῃ, ἀλλὰ κατακλιθεὶς εὑδέτω ὡς πλεῖστον χρόνον. Ὁκόταν δὲ ἀναστῇ εὕδων, περιελθέτω σταδίους εἴκοσι τὸ βραχύτατον ταύτῃ τῇ ἡμέρῃ· τῇσι δὲ ἄλλῃσιν ἡμέρῃσι πέντε σταδίους ἄλλους ὑπερβάλλων βαδιζέτω, ἑκάστης ἡμέρης προστιθεὶς, ἄχρις ἂν ἀφίκηται ἐς τοὺς ἑκατὸν σταδίους. Τὴν δὲ κοιλίην ὑποκαθαίρειν δεῖ ἐκ τῆς ἡμέρης χυλοῖσι τεύτλων καὶ ἀπὸ κράμβης, χωρὶς ἑκάτερα ἑψήσας ἀπηθῆσαι χοέα ἑκατέρου· εἶτα ξυμμίξας ἅμα συνεψεῖν· τὸ δὲ ὀϊὸς στέαρ τὸ ἀπὸ τῶν νεφρῶν τεταρτημόριον μνᾶς ἐν ἀμφοτέροισιν ἑψεῖν διελών· ὁκόταν δὲ μέλλῃ πιεῖσθαι, πρὸς μὲν τῆς κράμβης τὸν χυλὸν ἅλας παραβάλλειν, πρὸς δὲ τὸν τῶν τευτλίων μέλι παραχέειν· ἐξὸν δὲ χωρὶς ἑκάτερον πίνειν, ἢ μέλι παρεγχέας παρὰ τὴν ἑτέρην κύλικα πίνειν, παρὰ δὲ τὴν ἑτέρην ἅλας· ἐκπιεῖν δὲ χρὴ πάντα τὸν χυλόν. Ταῦτα μὲν ποιέειν χρὴ τριήκοντα ἡμέρας· τῷ δὲ δευτέρῳ μηνὶ ἐσθιέτω ἄρτον καὶ κρέα πίονα ὑὸς ἑφθὰ, ἄλλο δὲ μηδέν· οἶνον δὲ πινέτω λευκὸν, αὐστηρὸν, καὶ ὁδὸν ὁδοιπορεέτω μὴ ἐλάσσω σταδίων τριήκοντα πρὸ τοῦ δείπνου, μετὰ δὲ τὸ δεῖπνον δέκα, καὶ μὴ ῥιγούτω, ἀλλ' ἐσκεπάσθω. Ταῦτα ἢν ποιέῃ, ῥήϊον οἴσει τὴν νοῦσον. Τῷ δὲ τρίτῳ μηνὶ κυκεῶνα ἀνθινὴν πινέτω· σελίνου ῥίζας καὶ ἄνηθον καὶ πήγανον καὶ μίνθην καὶ κορίανον καὶ μήκωνας ἁπαλὰς καὶ ὤκιμον καὶ φακὸν καὶ ῥοιῆς γλυκέης καὶ οἰνώδεος χυλόν· εἶναι δὲ χρὴ τὰς γλυκείας διπλασίας· εἶναι δὲ χρὴ τοῦ χυλοῦ ξυναμφοτέρων ἡμικοτύλιον καὶ οἴνου μέλανος ἡδέος αὐστηροῦ ἡμικοτύλιον καὶ ὕδατος κοτύλης ἥμισυ· ἔπειτα ἄνθεα τρίψας λεῖα, διῆναι τούτῳ τῷ συγκεκρημένῳ, καὶ ἐγχέαι ἐς κύλικα· ἔπειτα ἐπιβαλεῖν ἄλευρα ὀρόβων, ὁκόσον ὀξύβαφον, καὶ ἄλφιτον ἴσον, καὶ τυροῦ παλαιοῦ αἰγείου ξέσας τὸ ἴσον τοῖσιν ὀρόβοισι· ταῦτα ξυγκυκήσας ἐκπιέτω· ἔπειτα διαλιπὼν ὀλίγον χρόνον ἀριστάτω ἄρτον, καὶ ὄψον ἐχέτω τέμαχος νάρκης ἢ ῥίνης ἢ γαλεοῦ ἢ βατίδος, καὶ κρέα ὑὸς ἐσθιέτω ἑφθὰ, καὶ παχυνέτω ἑωυτὸν, ἡσυχίην ἄγων ὡς μάλιστα, καὶ πυριῇν διὰ δεκάτης ἡμέρης ἐς ἑωυτὸν ἡσυχῇ. Τῷ δὲ τετάρτῳ μηνὶ πυριῇν διὰ πέμπτης ἡμέρης ἀτρέμα, καὶ ἐσθιέτω ὄψον ὡς πλεῖστον· ὄψῳ δὲ χρεέσθω τυροῖσι καὶ κρέασιν ὀλίγοισιν, οἰὸς ἑφθοῖσιν. Ὁδοιπορεέτω δὲ καὶ σταδίους, ὡς πρόσθεν εἴρηται, ἀρξάμενος δὲ τοῦ τετάρτου μηνὸς τῇ πρώτῃ ἡμέρῃ ἀπὸ δέκα σταδίων βαδιζέτω, καὶ καθ' ἑκάστην προστιθέτω, μέχρις ἂν αὐτῷ ὀγδοήκοντα γένωνται στάδιοι· περιπατεέτω δὲ τῆς ἡμέρης ὀγδοήκοντα σταδίους, [πρὸ τοῦ δείπνου τριήκοντα,] μετὰ τὸ δεῖπνον εἴκοσι, ὄρθρου τριήκοντα. Τὸ δὲ λοιπὸν τοῦ χρόνου διαιτάσθω μᾶζαν καὶ ἄρτον ἐσθίων ἀμφότερα, καὶ ὄψον ἐχέτω σελάχια, καὶ κρέα δὲ πάντα ἐσθιέτω, πλὴν βοείων καὶ χοιρείων· ἰχθύων δὲ τῶνδε ἀπεχέσθω, κεστρέος καὶ ἐγχέλυος καὶ μελανούρου· ἐσθιέτω δὲ νάρκην καὶ ῥίνην καὶ βατίδα καὶ γαλεὸν καὶ τρυγόνα καὶ βατράχους, τῶν δὲ ἄλλων μηδέν· ἢν δὲ δοκέῃ ἀσινέα εἶναι, καὶ κυκεῶνα, ἐπειδὰν θέλῃ καθευδῆσαι, πινέτω ἀπὸ οἴνου μέλανος, ἡδέος, παλαιοῦ, δικότυλον κύλικα, καὶ μεθ' ἡμέρην τῷ αὐτῷ οἴνῳ χρεέσθω ἐπὶ σιτίῳ. Καὶ ὁδοιπορεέτω τῆς ἡμέρης, ἑκατὸν πεντήκοντα σταδίους, [πρὸ τοῦ δείπνου ἐννενήκοντα,] μετὰ τὸ δεῖπνον εἴκοσιν, ὄρθρου δὲ τεσσαράκοντα. Οὗτος οὕτω θεραπευόμενος γίνεται ἐν ἐνιαυτῷ ὑγιής.
[13] Αὐαίνεται μυελὸς ὁ κατὰ τὴν ῥάχιν μάλιστα, ὁκόταν τὰ φλέβια ἀποφραχθῇ τὰ ἐς τὸν μυελὸν τείνοντα καὶ ἡ ἐκ τοῦ ἐγκεφάλου ἔφοδος. Διὰ κάκωσιν δὲ τοῦ σώματος τάδε πάσχει καὶ νοσέει· αὐαίνεται μάλιστα καὶ ἀπὸ λαγνείης· τάδε οὖν πάσχει· ὀδύνη ὀξέη ἐμπίπτει αὐτῷ ἐς τὴν κεφαλὴν, καὶ ἐς τὸν τράχηλον, καὶ ἐς τὴν ὀσφῦν, καὶ ἐς τοὺς μύας τῆς ὀσφύος, καὶ ἐς τὰ ἄρθρα τῶν σκελέων, ὥστε ἐνίοτε οὐ δύναται ξυγκάμπτειν· καὶ ἡ κόπρος οὐ διαχωρέει, ἀλλ' ἵσταται καὶ δυσουρέεται. Οὗτος κατ' ἀρχὰς μὲν τῆς νούσου ἡσυχαίτερον διάγει· ὁκόσῳ δ' ἂν ὁ χρόνος τῇ νούσῳ ἀπομηκύνηται, πονέει ἅπαντα μᾶλλον, καὶ τὰ σκέλεα οἰδέει ὡς ἀπὸ ὑδέρου, καὶ ἕλκεα ἐκφλυνδάνει ἀπὸ τῆς ὀσφύος, καὶ τὰ μὲν ἄλλα ὑγιαίνεται, τὰ δὲ ἄλλα παραφύεται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πυριήσας τὴν κεφαλὴν, τῷ ἱππόφεω ὀπῷ ἢ τῷ κνιδίῳ κόκκῳ καθῆραι πρῶτον τὸ σῶμα εὖ μάλα· τῆς δὲ ἑσπέρης μετὰ τὴν κάθαρσιν πτισάνης δύο τρυβλία ῥοφεέτω μέλι παραχέας· οἶνον δὲ λευκὸν πινέτω μαλθακόν. Τῇ δὲ ὑστεραίῃ ὀνείου γάλακτος διδόναι αὐτῷ ἑφθοῦ, μέλι παραχέας, ὀκτὼ κοτύλας ἐκπιεῖν· ἢν δὲ μὴ ὄνειον ἔχῃς, βοείου ἢ αἰγείου ἑφθοῦ τρία ἡμιχόεα, παραχέας μέλι· καὶ τὴν ὥρην γαλακτοποτεέτω ἐν ὀρρῷ καὶ γάλακτι, πέντε καὶ τεσσαράκοντα ἡμέρας. Σιτίοισι δὲ καὶ ὄψοισι χρεέσθω ὡς διαχωρητικωτάτοισιν· οἶνον δὲ πινέτω λευκὸν, μαλθακὸν, Μενδήσιον. Ὁκόταν δὲ παχύτατος ᾖ, καῦσαι αὐτοῦ ἐς τὴν ὀσφῦν ἑκατέρωθεν τῶν σπονδύλων τέσσαρας ἐσχάρας, καὶ ἐς τὸ μετάφρενον δεκαπέντε ἑκατέρωθεν, καὶ ἐς τὸν αὐχένα δύο μεταξὺ τῶν τενόντων· ἢν γὰρ τύχῃς καύσας, ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος χαλεπή.
[14] Αἱ τέσσαρες νοῦσοι αἱ ἀπὸ τῶν νεφρῶν γινόμεναι· ἀπὸ τῆς πρώτης τάδε πάσχει· ὀδύνη ὀξείη ἐμπίπτει ἐς τὸν νεφρὸν καὶ ἐς τὴν ὀσφῦν καὶ ἐς τὸν κενεῶνα καὶ ἐς τὸν ὄρχιν τὸν κατὰ τὸν νεφρὸν, καὶ οὐρέει πυκινὰ, καὶ στύφει κατ' ὀλίγον τὸ οὖρον, καὶ ἅμα τῷ οὔρῳ προέρχεται ψάμμος, καὶ ὁκόταν ἐξίῃ διὰ τῆς οὐρήθρης ἡ ψάμμος, ὀδύνην παρέχει ἰσχυρὴν ἐν τῇ οὐρήθρῃ· ὁκόταν δὲ διεξουρήσῃ, ἡ ὀδύνη ἀνίησιν· ἔπειτα αὖθις ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κέεται· ὁκόταν δὲ οὐρέῃ, καὶ τὸν καυλὸν ὑπὸ τῆς ὀδύνης τρίβει. Πολλοὶ δὲ τῶν ἰητρῶν οἱ μὴ συνιέντες τὴν νοῦσον, ὁκόταν ἴδωσι τὴν ψάμμον, δοκέουσι λιθιῇν τὴν κύστιν, καὶ ταύτην μὲν οὒ, τὸν δὲ νεφρὸν λιθιῇ. Αὕτη ἡ νοῦσος γίνεται ἀπὸ φλέγματος, ὁκόταν ὁ νεφρὸς ἐς ἑωυτὸν ἀναλαβὼν φλέγμα μὴ ἀφίῃ πάλιν, ἀλλ' αὐτοῦ ξυμπωρωθῇ· τοῦτο γίνεται λίθοι λεπτοὶ οἷον ψάμμος. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τῷ ὀπῷ τῆς σκαμμωνίης ἢ αὐτῇ τῇ ῥίζῃ, πυριήσας πρόσθεν ἅπαν τὸ σῶμα, ὑποκαθῆραι· τῇ δὲ ὑστεραίῃ τῷ ἀπὸ ἐρεβίνθων λευκῶν χυλῷ ὑποκαθῆραι δύο χοεῦσιν, ἅλας δὲ παρεμβαλὼν διδόναι πίνειν· μετὰ δὲ ταῦτα ποτοῖσι καὶ βρωτοῖσι καὶ λουτροῖσι μελετῇν, διδοὺς τὰ αὐτὰ ἃ τῷ στραγγουριῶντι δίδοται φάρμακα. Ὁκόταν δὲ ἡ ὀδύνη πιέσῃ, λούειν πολλῷ καὶ θερμῷ, καὶ χλιάσματα προστιθέναι ὅπη πονέει μάλιστα. Ὁκόταν δὲ ἀποιδήσῃ καὶ ἐξαρθῇ, ὑπὸ τοῦτον τὸν χρόνον τάμνειν κατὰ τὸν νεφρὸν, καὶ ἐξελὼν τὸ πῦος, τὴν ψάμμον διουρητικοῖσιν ἰῆσθαι· ἢν μὲν γὰρ τμηθῇ, ἐλπὶς ἐκφυγέειν· ἢν δὲ μὴ, ἡ νοῦσος τῷ ἀνθρώπῳ συναποθνήσκει.
[15] Δευτέρη νοῦσος νεφρῶν· αἱ μὲν ὀδύναι ἰσχυρῶς πιέζουσιν ὡς ἐν τῇ πρόσθεν. Γίνεται δὲ τὸ νούσημα ἀπὸ ταλαιπωρίης, ὁκόταν ῥαγῇ τὰ φλέβια τὰ ἐς τὸν νεφρὸν τείνοντα, ἔπειτα ὁ νεφρὸς αἵματος ἐμπλησθῇ. Οὗτος ὁκόταν ταῦτα πάθῃ, ἐξουρέει ἅμα τῷ οὔρῳ αἷμα κατ' ἀρχὰς τοῦ νουσήματος, ἔπειτα πῦον προϊόντος τοῦ χρόνου. Οὗτος ἢν ἡσυχίην ἔχῃ τῷ σώματι, τάχιστα ὑγιὴς ἔσται· ἢν γάρ τι πονήσῃ, αἱ ὀδύναι πολλῷ μᾶλλον ἕξουσιν. Ὁκόταν γοῦν ἔμπυος ᾖ ὁ νεφρὸς, ἀποιδέει παρὰ τὴν ῥάχιν· τοῦτον, ὅταν οὕτως ἔχῃ, τάμνειν κατὰ τὸ ἀποιδέον, μάλιστα μὲν βαθείην τομὴν κατὰ τὸν νεφρόν· κἢν μὲν τύχῃς ταμὼν, παραχρῆμα ὑγιέα ποιήσεις· ἢν δὲ ἁμάρτῃς, κίνδυνος ἕλκος ἔμμοτον γενέσθαι. Ἢν δὲ ξυμφυῇ τὸ ἕλκος, ἐμπυοῦται εἴσωθεν ἡ κοιλίη ἡ ἀπὸ τοῦ νεφροῦ· κἢν μὲν ῥαγῇ ἔσωθεν καὶ χωρήσῃ κατὰ τὸν ἀρχὸν τὰ πῦα, ἐλπὶς ἐκφυγέειν· ἢν δὲ ψαύσῃ τοῦ ἑτέρου νεφροῦ, κινδυνεύσει καταφθαρῆναι. Μελετῇν δὲ φαρμάκοισι καὶ τοῖσιν αὐτοῖσι πᾶσιν, οἷσι καὶ τὸν πρόσθεν, καὶ τὴν δίαιταν τὴν αὐτὴν ἐχέτω· αὕτη δὲ ἡ νοῦσος χαλεπὴ, καὶ πολλοὶ ἐκ ταύτης τῆς νούσου ἐς φθίσιν νεφρίτιδα κατέστησαν.
[16] Τρίτη νοῦσος νεφρῶν· τὸ μὲν οὖρον προέρχεται οἷον ἀπὸ κρεῶν βοείων ὀπτῶν χυλός. Γίνεται δὲ τὸ νούσημα ἀπὸ χολῆς μελαίνης, ὁκόταν χολὴ ἐς τὰ φλέβια συρρῇ τὰ τείνοντα ἐς τὸν νεφρὸν, καὶ ὁκόταν στῇ, ἑλκοῖ τὰ φλέβια καὶ τὸν νεφρόν· ὑπὸ οὖν τῆς ἑλκώσιος τοιοῦτον ὑποχωρέει ἅμα τῷ οὔρῳ. Αἱ δὲ ὀδύναι ἔχουσιν ἐν τῇ ὀσφύϊ καὶ ἐν τῇ κύστει καὶ ἐν τῷ περινέῳ καὶ ἐν αὐτῷ τῷ νεφρῷ, ἐπ' ὀλίγον χρόνον· ἔπειτα ἀνῆκεν ὁ πόνος καὶ αὖθις ἐπέλαβεν ὀξὺς δι' ὀλίγου· καὶ ἐς τὸ λεπτὸν τῆς γαστρὸς ἔστιν ὅτε ὀδύνη ἐμπίπτει. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, ὑποκαθῆραι τὴν κοιλίην ἐπιθύμῳ ἢ τῆς σκαμμωνίης ῥίζῃ· πίνειν διδόναι τὰ αὐτὰ ἃ καὶ τῷ στραγγουριῶντι, καὶ ὁκόταν ἡ ὀδύνη ἔχῃ, λούειν πολλῷ καὶ θερμῷ, χλιάσματα προστιθέντα πρὸς τὸ πονέον μάλιστα, καὶ ῥοφήματι χρεέσθω ἀλεύρῳ ἑφθῷ, μέλι παραχέας, καὶ τῇ ἄλλῃ διαίτῃ χρεέσθω ὡς διαχωρητικωτάτῃ, καὶ οἶνον πινέτω λευκὸν Μένδαιον μελίχρουν, ἢ ἄλλον λευκὸν τὸν ἥδιστον καλῶς κεκρημένον. Αὕτη ἡ νοῦσος οὐ μάλα ἐκλείπει· καὶ τὴν ὥρην ὀρροποτεέτω καὶ γαλακτοποτεέτω, ἐς κάθαρσιν μὲν τῷ ὀρρῷ, τὴν δὲ γαλακτοποσίην ποιεέσθω ἐν ὥρῃ, πέντε καὶ τεσσαράκοντα ἡμέρας. Ταῦτ' ἢν οὕτω ποιέῃς, ἐπὶ τὸ κρέσσον διαθήσεις τὴν νοῦσον.
[17] Τετάρτη νοῦσος νεφρῶν· τὸ μὲν νούσημα γίνεται ἀπὸ χολῆς καὶ φλέγματος, ἐν καιρῷ δὲ τοῦ θέρεος μάλιστα· γίνεται δὲ καὶ ἀπὸ λαγνείης ἡ νοῦσος. Οὗτος τάδε πάσχει· ὀδύναι πιέζουσιν αὐτὸν ἐς τὴν λαπάρην καὶ ἐς τὸν κενεῶνα καὶ ἐς τὴν ὀσφῦν καὶ ἐς τοὺς μύας τῆς ὀσφύος, καὶ πάσχει ὁκοῖα γυνὴ ὠδίνουσα, καὶ οὐκ ἀνέχεται ἐπὶ τοῦ ὑγιέος κατακείμενος, ἀλλ' ἄγαν πονέει, καὶ τοῦ κενεῶνος δοκέει κατακρέμασθαι ὡς ἀπορρησσόμενα· ἐπὶ δὲ τὰ πρηνέα ἢν κατακέηται, οὐκ ἀλγέει· οἱ δὲ πόδες καὶ αἱ κνῆμαι αὐτοῦ ἀεὶ ψυχρά· τὸ δὲ οὖρον μόλις προέρχεται ὑπὸ τῆς θερμασίης καὶ παχύτητος τοῦ οὔρου· κἢν μὲν ἐάσῃς αὐτὸ ὀλίγον χρόνον, καταθεὶς ἕως ἂν καταστῇ, ὄψει τὸ ὑφεστηκὸς παχὺ, οἷόν περ ἄλευρον· κἢν μὲν χολὴ ἐπικρατέῃ, ὑπόπυρρον αὐτὸ ὄψει· ἢν δὲ ἀπὸ φλέγματος ᾖ τὸ νούσημα, λευκὸν καὶ παχὺ ἔσται. Καὶ τὸ μὲν πρῶτον ἐς ἐνιαυτὸν ἢ ὀλίγῳ πλέονα ἢ ὀλίγῳ ἐλάσσονα χρόνον τοιαῦτα πάσχων διατελέει· ἢν δὲ ἐπιμηκύνηται ἡ νοῦσος, πονέει τε μᾶλλον καὶ ἐμπυοῦται, καὶ ὁκόταν ἔμπυος γενόμενος ἀποιδέῃ, ὅκου ἂν μάλιστα ἀποιδέῃ τάμνειν ἐς τὸν νεφρὸν, καὶ ἀφιέναι τὰ πῦα· καὶ ἢν μὲν τύχῃς ταμὼν, παραχρῆμα ὑγιέα ποιήσεις. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τοῖσιν αὐτοῖσι πᾶσι θεραπεύειν, οἷσι κατὰ τὸ πρόσθεν· καὶ κατ' ἀρχὰς τῆς νούσου δεῖ τε καθῆραι καὶ πρὸ τῆς ὑποκαθάρσιος πυριῆσαι· καὶ τοῖσι λουτροῖσι μὴ πυκινὰ λουέσθω, ἀλειφέσθω δὲ μᾶλλον, μηδὲ ῥιγούτω, καὶ τοῦ ἡλίου ἀπεχέσθω, καὶ μὴ λαγνευέτω. Ταῦτα ἢν ποιέῃ καὶ μὴ τάχιστα ὑγιαίνῃ, οὐ καινόν· ἡ νοῦσος γὰρ ὡς χαλεπή. Ἢν δὲ βούλῃ ἄνευ φαρμάκων ἰῆσθαι, χρὴ παχὺν ποιῆσαι ἀπὸ διαίτης ἤν τε ταύτην τὴν νοῦσον κάμνοντα, ἤν τε τῶν προτέρων τινὰ, τὰ σιτία διελὼν, ἃ μεμαθήκει ἐσθίειν, ἤγουν δέκα μερίδας· ἔπειτα μίην ἀφελὼν μερίδα, τὰ λοιπὰ καταφαγέτω, ὄψον δὲ ἐχέτω κρέας ὑὸς τετριμμένον, καὶ περιπατεέτω δέκα σταδίους ταύτης τῆς ἡμέρης· τῇ δὲ ὑστεραίῃ καὶ τῇ τρίτῃ μέχρι τῶν δέκα ἡμερέων ὑποβαίνων μερίδα, ἐλάσσω ἐσθιέτω, καὶ περιπατεέτω δέκα σταδίους αἰεὶ πλείω ἑκάστης ἡμέρης· ὁκόταν δὲ ἐς τὴν ἐσχάτην μερίδα ἀφίκηται τοῦ σιτίου καὶ ἐς τοὺς ἑκατὸν σταδίους, ἐσθιέτω τὴν μίην μερίδα μούνην, καὶ ταύτης τῆς ἡμέρης περιπατησάτω τοὺς ἑκατὸν σταδίους, πρὸ τοῦ δείπνου τεσσαράκοντα, μετὰ δὲ τὸ δεῖπνον εἴκοσιν, ὄρθρου δὲ τεσσαράκοντα· οἶνον δὲ πινέτω Μένδαιον, λευκὸν, αὐστηρόν. Ταῦτα δὲ ποιεέτω τρεῖς ἡμέρας· ἔπειτα τὸν λοιπὸν χρόνον ὑποβαίνων τῶν περιπάτων, τῶν σιτίων πλείω ἐσθιέτω, τὸν αὐτὸν τρόπον ὥσπερ ἀφῄρει, οὕτω δὴ προστιθείς· τῶν δὲ περιπάτων ἀφαιρείτω μέχρι τῶν δέκα ἡμερέων· ἔπειτα ἡσυχίην ἐχέτω ὡς μάλιστα, καὶ εὐωχεέσθω σιτία τε καθαρὰ καὶ ὄψα ὡς πιότατα, καὶ τὰ γλυκέα πάντα ξύμφορα αὐτῷ· λαχάνων δὲ καὶ ὀξέων πάντων ἀπεχέσθω καὶ τῶν δριμέων, καὶ ὁκόσα φῦσαν παρέχει· λουέσθω τε πολλῷ καὶ θερμῷ, καὶ μὴ ῥιγούτω. Ταῦτ' ἢν ποιέῃ, τάχιστα ὑγιὴς ἔσται.
[18] Ἀπὸ δὲ νεφρίτιδος ἐπιλαμβάνει ἥδε ἡ νοῦσος μεγάλη τῶν φλεβῶν τῶν κοίλων, αἳ τείνουσιν ἀπὸ τῆς κεφαλῆς παρὰ τὰς σφαγὰς διὰ τῆς ῥάχιος ἐς τὸ σφυρὸν τὸ ἐκτὸς τοῦ ποδὸς καὶ ἐς τὸ μεταξὺ τοῦ μεγάλου δακτύλου. Τὸ δὲ νούσημα γίνεται μὲν ἀπὸ φλέγματος καὶ χολῆς, ὁκόταν ἐς τὰς φλέβας συρρυῇ· αἱ δὲ φλέβες αὗται αἵματός εἰσι πλήρεες· ἢν οὖν τι παρέλθῃ ἀλλοῖον ἐς αὐτὰς, νοσοῦσι. Τάδε οὖν πάσχει· ἢν ἐπὶ τὰ δεξιὰ νοσέῃ, ἄρχεται τὴν ὀδύνην παρέχουσα ἐκ τῆς κοτυληδόνος τοῦ ἰσχίου κατ' ἀρχάς· ὁκόσῳ δ' ἂν πλείων χρόνος προΐῃ καὶ ἀπομηκύνηται, ἥ τε ὀδύνη ὀξυτέρη καὶ κατέρχεται κατωτέρω, καὶ ὁκόταν ἐς τὸ σφυρὸν ἀφίκηται τὸ ἐκτὸς τοῦ ποδὸς καὶ τὸ μεταξὺ τοῦ μεγάλου δακτύλου, ἄρχεται πάλιν ἐς τὴν κεφαλὴν ἔρχεσθαι, καὶ ὁκόταν ἐν τῇ κεφαλῇ στῇ τὸ ἄλγος, πιέζει ἰσχυρῶς, καὶ δοκέει ὁ ἄνθρωπος διαρρήγνυσθαι τὴν κεφαλὴν, καὶ οἱ ὀφθαλμοὶ φλέγματος πληροῦνται καὶ τὸ πᾶν σῶμα. Τοῦτον, ὅταν οὕτως ἔχῃ, ἐλατήριον πῖσαι ἢ θαψίης ῥίζαν ἢ ἐλλέβορον ἢ ὀπὸν σκαμμωνίης· μετὰ δὲ τὴν κάθαρσιν ταὐτὰ προσφέρειν, ἃ καὶ τοῖσι πρόσθεν. Ἢν δὲ μὴ ὑπὸ ταύτης τῆς θεραπείης παύηται, γάλακτι παχύνας καῦσαι κάτω τὴν ὠμοπλάτην τὴν δεξιὴν τέσσαρας ἐσχάρας, καὶ ἐς τὴν κοτυλίδα τοῦ ἰσχίου τοῦ δεξιοῦ τρεῖς, καὶ ὑπὸ τὸν γλουτὸν δύο, καὶ ἐν τῷ μέσῳ τοῦ μηροῦ δύο, καὶ ὑπὲρ τοῦ γούνατος μίην, καὶ ὑπὲρ τοῦ σφυροῦ μίην. Οὗτος, ἢν οὕτω καυθῇ, οὐκ ἀφίησιν οὔτε ἄνω οὔτε κάτω τὴν νοῦσον διαχωρέειν. Ἢν δέ κου ἡ ὀδύνη φθῇ ῥαγεῖσα, ἢν μὲν στηρίξῃ ἐς τὸ σκέλος πρὶν ἢ καυθῆναι, χωλὸς ἔσται· ἢν δὲ ἐς τὴν κεφαλὴν, κωφὸς ἢ τυφλός· ἢν δὲ ἐς τὴν κύστιν, προχωρέει ἅμα τῷ οὔρῳ αἵματος μάλιστα τεσσαράκοντα ἡμέρας. Ἀλλὰ χρὴ, ἢν ἐς τὴν κύστιν ῥαγῇ, διδόναι τὰ αὐτὰ φάρμακα, ἃ καὶ τῷ στραγγουριῶντι· καὶ ἤν κου ἄλλῃ ἡ ὀδύνη στῇ, καῦσαι· καίειν δὲ χρὴ τὰ μὲν σαρκώδεα σιδηρίοισι, τὰ δὲ ὀστώδεα καὶ νευρώδεα μύκησι. Πλὴν τάδε πρότερον τούτων χρὴ ποιῆσαι· ἢν κατ' ἀρχὰς τῇ νούσῳ παραγένῃ, εἰς μὲν τὸ ποτὸν χρὴ διδόναι οἶνον λευκὸν Μένδαιον ὑδαρέστερον ὡς πλεῖστον μεθ' ἡμέρην, καὶ μεθυσκέσθω ἄχρις ἂν αἱμορραγήσῃ κατὰ τὰς ῥῖνας· ὁκόταν δὲ ἄρξηται, ἐᾷν ῥυῆναι ἡμέρας τὸ ἐλάχιστον δέκα καὶ τρεῖς· ὅταν δὲ αὗται αἱ ἡμέραι διέλθωσι, μηκέτι μεθυσκέσθω, μηδὲ ὅταν ἄρξηται ἅπαξ ῥεῖν· πινέτω μέντοι ὀλίγῳ πλείονα τὸν οἶνον ἐπὶ σιτίῳ, ὅκως ἂν ῥέῃ τὸ αἷμα. Ἤδη δέ τισι παυσαμένου τοῦ αἵματος, ἐρράγη ἐς τὴν κύστιν καὶ ἐχώρησεν αἷμα καὶ πῦα· ἢν γοῦν ῥαγῇ, διδόναι τὰ αὐτὰ φάρμακα, ἃ καὶ τῷ στραγγουριῶντι, καὶ ἀπὸ τοῦ αὐτοῦ οἴνου διδόναι πλέον πιεῖν. Οὗτος οὕτω μελετώμενος καὶ τὰ σιτία προσφερόμενος διαχωρητικὰ καὶ τὰ ὄψα, τάχιστα ὑγιὴς ἔσται· ἡ δὲ νοῦσος χαλεπή.
[19] Ἄλλη ἀπὸ τῆς ἀριστερῆς φλεβός· τὰ μὲν ἄλλα πλῆθος τὰ αὐτὰ πάσχει, ἃ καὶ ὁ πρόσθεν· ἐς δὲ τὸν σπλῆνα ὀδύνη ἐνστηρίζει ὀξείη εὐθὺς καταρχὰς τοῦ νουσήματος· καὶ ἢν μὲν ξυνίῃ παραχρῆμα πρὶν καταστηρίξῃ ἐς τὸν σπλῆνα, μύκησι καῦσαι ὀκτὼ ἐσχάρας, τὰς κεφαλὰς ἀπολαβὼν τοῦ σπληνὸς, ὡς τάχιστα· καὶ ὅκου ἂν ἄλλῃ ἡ ὀδύνη καταστηρίξῃ, καῦσαι, καὶ οὕτω παραχρῆμα ὑγιὴς ἔσται. Ἢν δὲ μὴ καυθῇ, ὑγιὴς δὲ γένηται ἀπὸ ταὐτομάτου, τοῖσι πολλοῖσι μετὰ δυοκαίδεκα ἔτη ἡ νοῦσος αὖθις ὑπετροπίασε, καὶ ἢν λάβηται τοῦ σπληνὸς, τοῖσι πολλοῖσιν ὕδερον ἐποίησεν. Ἀλλὰ χρὴ παραχρῆμα θεραπεύειν ὡς τὴν πρόσθεν, καὶ ἢν δοκέῃ, καῦσαι ὥσπερ δὴ καὶ τὸν πρότερον, ἢν ἡ ὀδύνη καθεστήκῃ ἐν τοῖσιν αὐτοῖσιν ἄρθροισιν· ἢν δὲ μὴ οὕτω μελετηθῇ, τὸ λοιπὸν τηκόμενος θνήσκει· ἡ γὰρ νοῦσος χαλεπή.
[20] Περὶ δὲ τοῦ φλέγματος τὰς αὐτὰς γνώμας ἔχω, ἃς καὶ περὶ χολῆς, ἰδέας αὐτοῦ πολλὰς εἶναι. Καὶ ἐπιδήμιον μέν ἐστι τὸ νεώτατον ἑωυτοῦ, καὶ ἡ ἴησις ῥᾴστη· ἐμέτους γὰρ δεῖ ποιέεσθαι μετὰ τὸ σιτίον, ἡμέρας δύο ἢ τρεῖς προσαριστῶντα καὶ ἡσυχάζοντα, ἢν εἰώθῃ τὰς πρόσθεν ἡμέρας μονοσιτέειν καὶ ταλαιπωρέειν· ἢν δὲ μὴ, τῇ αὐτῇ διαίτῃ χρεέσθω, λουέσθω δὲ πολλῷ καὶ θερμῷ, ὁκόταν μέλλῃ ἔμετον ποιέεσθαι· καὶ ἐσθιέτω μᾶζαν ψαιστὴν, καὶ ἄρτον ἔξοπτον ἕωλον· ἕλκοι γὰρ ἂν μᾶλλον ταῦτα τὸ φλέγμα· ὄψοισι δὲ χρεέσθω καὶ λαχάνοισι δριμέσι, καὶ τὰ λιπαρὰ καὶ τὰ γλυκέα καὶ τὰ ὀξέα, ταῦτα πάντα ἐπιτήδεια ξυμμεμιγμένα προσφέρεσθαι· καὶ τοῖσι λαχάνοισι πᾶσι χλωροῖσι χρεέσθω, καὶ πινέτω ἐπὶ τῷ σιτίῳ ὀλίγον πυκινὰ οἶνον γλυκὺν, καὶ πλακοῦντος ἐπιφαγέτω ἐπὶ τελευτῆς καὶ μέλι καὶ σῦκα, καὶ ὁκόταν δειπνήσῃ, πινέτω λαύρως τὰς κύλικας, καὶ ὁκόταν ἤδη πλήρης ᾖ, κατακοιμηθήτω ὀλίγον, εἶτα ἐπεγερθεὶς ἐμεέτω πιὼν οἴνου μεγάλην κύλικα καὶ ἐν χλιερῷ ὕδατι κεκρημένην· ἕλκει γὰρ μᾶλλον τὸ φλέγμα ἐκ τῶν σαρκῶν καὶ τῶν φλεβῶν, καὶ ξηραίνει μᾶλλον τὸ σῶμα· ἐξεμεέτω δὲ ἕως ἂν τὰ σῦκα ἐξεμέσῃ, ὕστατα γὰρ ταῦτα ἐξεμέεται. Ταῦτα μὲν τῇδε· τῇ δὲ ὑστεραίῃ ξυνεχέτω ἑωυτὸν μέχρι δείπνου, καὶ δειπνεέτω ἄρτον αὐτοπυρίτην· τὸ δὲ ὄψον ἔστω ἀπὸ τῶν ἰσχυροτέρων· οἶνον δὲ πινέτω μέλανα αὐστηρόν. Αὕτη μὲν οὖν τοῦ ἐπιδημίου φλέγματος ἡ ἴησις. Ἢν δὲ δυνατὸς ἐὼν ἐσθίειν καὶ πίνειν ἥδηται τοῖσι σιτίοισιν, εἶτα τὰ σκέλεα βαρύνοιτο, καὶ ἡ χροιὴ μετηλλαγμένη ᾖ, τούτῳ φάναι ἐν τῇ κοιλίῃ φλέγμα τὸ λυπέον εἶναι. Ἀλλὰ χρὴ, ὁκόταν οὕτως ἔχῃ, μέλιτι καὶ οἴνῳ γλυκεῖ καὶ ἐλαίῳ νίτρου ὁκόσον οἰὸς ἀστράγαλον παραμίξας κλύζειν· ταῦτα γὰρ τῇ φύσει τοῦ ἀνθρώπου εὐμενέστατα ἐς τὸν κλυσμόν· μέτρον δὲ χρὴ ἑκάστου εἶναι, τοῦ μὲν οἴνου κοτύλην, ἡμικοτύλιον δὲ ἐλαίου, καὶ μέλιτος ἴσον. Ἢν δὲ μὴ κλύζειν βούλῃ, δίυγρον χρὴ τὸν ἄνθρωπον ποιῆσαι, πυριήσαντα ἐν ὑγρῇ τῇ πυρίῃ· τάχα γὰρ ἂν καὶ οὕτως ὑποκενωθείη ἡ κόπρος· ὑπὸ γὰρ τῆς ὑπερξηρασίης τῶν σιτίων ταῦτα πάσχει· ἢν μὲν οὖν τις ἐσθίῃ τὰ σιτία λίην ἔγχυλα, οὐκ ἂν ἴσως πάσχοι ταῦτα οὕτω σφόδρα· εἰ δὲ καὶ πάσχοι ποτὲ, ὀλίγης ἂν ἰήσιος δέοιτο. Τοῦτο οὕτως ἰώμενος τάχιστα ἂν ὑγιέα ποιήσαις.
[21] Ἢν δὲ τύχῃ παλαιότερον ἐὸν τὸ φλέγμα, λευκὸν δὲ καλέεται τοῦτο τὸ φλέγμα, πάσχει τάδε· βαρύνει τὸν ἄνθρωπον μᾶλλον, καὶ ἰδέην ἀλλοίην ἔχειν τοῦ ἐπιδημίου δοκεῖται, ὠχρότερός τέ ἐστι, καὶ οἰδέει οἰδήματι πᾶν τὸ σῶμα, καὶ τὸ πρόσωπον ἐρεύθει, καὶ τὸ στόμα ξηρὸν, καὶ δίψα ἐπέχει, καὶ ὁκόταν φάγῃ, τὸ πνεῦμα πυκνὸν ἐπιπίπτει αὐτῷ· οὗτος τῆς αὐτῆς ἡμέρης ποτὲ μὲν γίνεται ῥᾴων, ποτὲ δὲ πονέει ἐξαπίνης, καὶ δοκέει ἀποθανέεσθαι. Τούτῳ ἢν μὲν ἡ γαστὴρ αὐτομάτως ταραχθῇ, ἐγγυτάτω ὑγιὴς ἔσται· ἢν δὲ μὴ ταραχθῇ αὐτομάτη ἡ κοιλίη, καθαίρειν δεῖ διδόντα τοῦ κνεώρου ἢ τοῦ ἱππόφεω ἢ τοῦ κνιδίου κόκκου ἢ τῆς Μαγνησίης λίθου, καὶ μετὰ τὴν κάθαρσιν φακῆς δοῦναι τρυβλίον ῥοφέειν ἓν ἢ δύο, συνεψέσθω δὲ ἐν τῇ φακῇ σκόροδα, καὶ τεύτλου λιπαροῦ ἀνηδύντου, ἀλφίτων περιπάσσοντα, δοῦναι τρυβλίον· πινέτω δὲ οἶνον μέλανα αὐστηρόν τε καὶ ἰσχυρόν. Τῇ δὲ ὑστεραίῃ βαδιζέτω σταδίους εἴκοσι τὸ ἑωθινόν· ἐλθὼν δὲ φαγέτω ἄρτον μικρὸν ἔξοπτον, καὶ ὄψον ἐχέτω σκόροδα ἑφθά· καὶ πινέτω τοῦ αὐτοῦ οἴνου ὀλίγον ἀκρητέστερον· εἶτα βαδιζέτω σταδίους τριήκοντα, καὶ ὁκόταν ὥρη ᾖ, δειπνεέτω ὁκόσον περ καὶ εἴθιστο ἀριστῇν, ὄψον δὲ ἐχέτω μάλιστα μὲν πόδας συὸς καὶ κεφαλάς· εἰ δὲ μὴ, ἀλεκτρυόνος κρέασιν ἢ ὑὸς τετριμμένοισι χρεέσθω, ἰχθύων δὲ σκορπίῳ ἢ δράκοντι ἢ κόκκυγι ἢ καλλιωνύμῳ ἢ κωβιῷ ἢ τῶν ἄλλων ἰχθύων ὁκόσοι τὴν ἴσην δύναμιν ἔχουσι· λαχάνοισι δὲ χρεέσθω σκορόδοισι μόνοισι καὶ ἄλλων τῶν λαχάνων μηδενί· ταῦτα δὲ ὡς πλεῖστα τρωγέτω καὶ ὠμὰ καὶ ὀπτὰ καὶ ἑφθὰ, αἰεὶ πλείω ἑκάστης ἡμέρης, καὶ ταλαιπωρεέτω πρὸς τὰ σιτία τεκμαιρόμενος καὶ ἐξ ὀλίγου πλέον. Τοῦτο τὸ νούσημα μάλιστα γίνεται θέρεος ὥρῃ ἀπὸ ὑδροποσίης, ἔτι δὲ καὶ ὕπνων πολλῶν· κρίνεται δὲ ἐν τριήκοντα ἡμέρῃσιν, εἰ θανάσιμον ἢ οὔ. Ταῦτα μὲν ποιεέτω, ὁκόταν αἱ τριήκοντα ἡμέραι παρέλθωσιν. Ἐν δὲ τῇσι πρώτῃσι τῶν ἡμερέων ῥοφήμασι διαχρεέσθω φακῇ ἑφθῇ ἐπωκεστέρῃ τῷ ὄξει, καὶ πτισάνῃ ὀξείῃ· πινέτω δὲ χλιαρὸν μελίκρητον, ἄλφιτα ἐπιπάσσων ὀλίγα, ἵνα ἀνωργασμένον τὸ σῶμα ᾖ πρὸς τὴν φαρμακοποσίην, καὶ εὑδέτω ὑπαίθριος ταύτας τὰς ἡμέρας· καὶ ἤν σοι δοκέῃ τοῦ αἵματος ἀφελέειν ἀπὸ τῆς ὀσφύος, σικύην προσβαλεῖν, καὶ τὰς ἐν τῇ ὄσχῃ φλέβας σχάσαι τὰς παχυτάτας. Οὗτος οὕτω θεραπευόμενος τάχιστα ὑγιὴς ἔσται.
[22] Περιίσταται ἀπὸ φλέγματος μάλιστα ἐς ὕδερον τρόπῳ τοιῷδε· ἡ πιμελὴ συντήκεται καὶ γίνεται ὑπὸ τοῦ καύματος τοῦ ἐν τῷ φλέγματι ἐόντος ὕδωρ. Γνώσῃ δὲ τούτῳ, ὅστις δυνατός ἐστιν ἰηθῆναι καὶ ὅστις μή· ἕως ἄν τινι ἐπὶ τῷ ἤτρῳ ἐπῇ ἡ πιμελὴ, δυνατὸς ἰηθῆναί ἐστι· γνώσῃ δὲ τούτοισι μάλιστα, εἰ ἔπεστι πιμελὴ ἐπὶ τῷ ἤτρῳ ἢ οὔ· ἢν μὲν πυρετοὶ ἐπιγένωνται καὶ μὴ δύνηται ἀνίστασθαι καὶ ὁ ὀμφαλὸς ἔξω ἐξίσχῃ πεφυσημένος, φάναι μηκέτι ἐπεῖναι πιμελὴν καὶ μὴ ἰήσιμον εἶναι· ἢν δὲ πυρετὸς μὴ ἐπιγένηται, καὶ δυνατὸς ᾖ ἀνίστασθαι, καὶ ὁ ὀμφαλὸς μὴ ἐξίσχῃ, φάναι ἐπεῖναι πιμελὴν καὶ ἰήσιμον εἶναι. Τούτῳ ξυμφέρει τὴν κοιλίην ξηραίνειν, διδόντα ἄρτον μὲν αὐτοπυρίτην, θερμὸν, μὴ ἕωλον, ὄψον δὲ ὄνου κρέας καὶ κυνὸς τελείου, καὶ ὄϊος, καὶ ὑὸς ὡς ὀπτὰ, καὶ ἀλεκτρυόνος ὀπτὰ θερμὰ, καὶ πουλύποδας ἐσθιέτω ἑψῶν ἐν οἴνῳ μέλανι αὐστηρῷ· οἶνον δὲ πινέτω μέλανα ὡς παχύτατον καὶ στρυφνότατον· ἰχθύων δὲ χρεέσθω κωβιῷ, δράκοντι, καλλιωνύμῳ, κόκκυγι, σκορπίῳ καὶ ἄλλοισι τοῖσι τοιούτοισι πᾶσιν ἑφθοῖσιν ἑώλοισι καὶ ψυχροῖσιν· ὡς ξηρότατοι γὰρ οὗτοι μάλιστά εἰσι, καὶ ἐς τὸν ζωμὸν μὴ ἐμβαπτέσθω, καὶ ἄναλτοι ἔστωσαν οἱ ἰχθύες· λαχάνων δὲ χρεέσθω ῥαφανίσι καὶ σελίνοισιν· ἑψήσθω δὲ φακὴν τῷ ὄξει ἐπωκεστέρην καὶ ἐσθιέτω, καὶ περιπατεέτω καθ' ἡμέρην, καὶ μετὰ τὸ δεῖπνον καὶ ὄρθρου, καὶ ὄψιος εὑδέτω, καὶ πρώϊος ἐξεγειρέσθω. Κἢν μὲν ὑπὸ τούτων καθίστηται, ἅλις· ἢν δὲ μὴ, πῖσαι αὐτὸν κνέωρον ἢ ἱππόφεω ὀπὸν ἢ κνίδιον κόκκον, καὶ μετὰ τὴν κάθαρσιν φακῆς δύο τρυβλία ἐπιρροφεέτω, καὶ ἄρτον μικρὸν καταφαγέτω· οἶνον δὲ πινέτω μέλανα, στρυφνὸν, ὀλίγον· πινέτω δὲ φάρμακον δὶς τῆς ἡμέρης, ἕως ἂν λαπαρὸς γένηται. Ἢν δὲ τὸ οἴδημα καθεστήκῃ ἐν τῇ ὄσχῃ καὶ τοῖσι μηροῖσι καὶ τῇσι κνήμῃσι, κατασχᾷν χρὴ ὀξυτάτῳ μαχαιρίῳ πολλὰ πυκινά. Ταῦτα ἢν ποιέῃς, ταχὺ ὑγιέα ποιήσεις.
[23] Ὕδερος· ὁ δὲ ὕδερος ἀπὸ τῶνδε γίνεται· ὁκόταν θέρεος ὥρῃ διψήσας ὕδωρ πουλὺ πίῃ ἐπισπάδην, ἐκ τοῦδε γίνεσθαι φιλέει μάλιστα· ὁ γὰρ πλεύμων πλησθεὶς ἀφίησιν αὖθις ἐς τὰ στήθεα, καὶ ὁκόταν ἐν τοῖσι στήθεσι γένηται, καῦμα παρέχει σφόδρα ὥστε τήκειν τὴν πιμελὴν, τὴν ἐπὶ τῇσιν ἀρτηρίῃσιν ἐνεοῦσαν, καὶ ἢν ἅπαξ ἄρξηται τήκεσθαι τὸ στέαρ πουλὺ πλέον, ἐν ὀλίγῳ χρόνῳ τὸν ὕδερον ἐνεποίησεν. Γίνεται δὲ καὶ ἢν φύματα ἐν τῷ πλεύμονι ἐμφυῇ καὶ πλησθῇ ὕδατος καὶ ῥαγῇ ἐς τὰ στήθεα· ὡς δὲ γίνεται καὶ ἀπὸ φυμάτων ὕδερος, τόδε μοι μαρτύριον καὶ ἐν βοῒ καὶ ἐν κυνὶ καὶ ἐν ὑΐ· μάλιστα γὰρ τῶν τετραπόδων ἐν τούτοισι γίνεται φύματα ἐν τῷ πλεύμονι ἅπερ ἔχει ὕδωρ, διαταμὼν δ' ἂν γνοίης τάχιστα, ῥεύσεται γὰρ ὕδωρ· δοκέει δὲ καὶ ἐν ἀνθρώπῳ ἐγγίνεσθαι τοιαῦτα πολλῷ μᾶλλον ἢ ἐν προβάτοισιν, ὁκόσῳ καὶ τῇ διαίτη ἐπινούσῳ χρεόμεθα μᾶλλον· ἐγένοντο δὲ πολλοὶ καὶ ἔμπυοι φυμάτων ἐγγενομένων. Τάδε οὖν κατ' ἀρχὰς τῷ νουσήματι ἐπιγίνεται, βὴξ ξηρὴ, καὶ ὁ φάρυγξ δοκέει κέρχνειν, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιγίνεται καὶ ὀρθοπνοίη, καὶ ὁ χρὼς ἐποιδαλέος, καὶ οἱ πόδες οἰδέουσι, καὶ οἱ ὄνυχες ἕλκονται, καὶ ἕως μὲν ἐν τῇ ἄνω κοιλίῃ ὁ ὕδερος ἐνῇ, ὁ πόνος ὀξύς· ὁκόταν δὲ ἐς τὴν κάτω κοιλίην ἔλθῃ, δοκέει ῥᾴων εἶναι· ἔπειτα πάσχει προϊόντος τοῦ χρόνου οἷά περ πρόσθεν, πιμπλαμένης τῆς κοιλίης. Ἔστι δ' ὅτε ἀποιδέει πρὸς τὸ πλευρὸν, καὶ δηλοῖ ᾗ χρὴ τάμνειν· ἢν δὲ μὴ ἀποδηλοῖ, λούσας πολλῷ καὶ θερμῷ, τῶν ὤμων λαβόμενος σεῖσον· εἶτ' ἀκροᾶσθαι ἐν ὁκοτέρῃ ἂν τῶν πλευρέων μᾶλλον κλυδάζηται· ξυνεὶς δὲ τάμνειν τὴν πλευρὴν τὴν τρίτην ἀπὸ τῆς νεάτης μέχρι τοῦ ὀστέου· εἶτα τρυπῆσαι πέρην τρυπάνῳ περητηρίῳ, καὶ ὁκόταν τρυπηθῇ, ἀφεῖναι τοῦ ὕδατος ὀλίγον, καὶ ὁκόταν ἀφῇς, μοτῶσαι ὠμολίνῳ, καὶ ἄνωθεν ἐπιθεῖναι σπόγγον μαλθακόν· εἶτα καταδῆσαι ὅκως μὴ ἐκπέσῃ ὁ μοτός· ἀφιέναι δὲ χρὴ δυοκαίδεκα ἡμέρας τὸν ὕδρωπα, ἅπαξ τῆς ἡμέρης· μετὰ δὲ τὰς δυοκαίδεκα ἡμέρας τῇ τρισκαιδεκάτῃ ἅπαν ἀφιέναι τὸ ὕδωρ, καὶ τὸν λοιπὸν χρόνον ἢν ὑπογίνηται ὕδατός τι, ἀφιέναι, καὶ τὴν κοιλίην ἐν τοῖσι σιτίοισιν ἀποξηραίνειν. Τάδε δὲ δεῖ μετὰ τὴν τμῆσιν διδόναι· σκευάσας ὀποῦ σιλφίου δραχμῆς σταθμὸν, καὶ ἀριστολοχίης κνῆσαι ὁκόσον ἀστράγαλον ἐλάφου, καὶ φακῶν καὶ ὀρόβων πεφρυγμένων ἄλφιτα καθήρας ὁκόσον ἡμιχοίνικον ἑκατέρων, ξυμφυρῆσαι ταῦτα μέλιτι καὶ ὄξει· εἶτα πλάσαι κόλλικας ἑξήκοντα, καὶ καθ' ἑκάστης ἡμέρης τρίβων ἕνα διεῖναι οἴνου μέλανος ἡμικοτυλίῳ, αὐστηροῦ ὡς ἡδίστου· εἶτα διδόναι νήστει πιεῖν. Τὴν δὲ ἄλλην δίαιταν καὶ ταλαιπωρίην τὴν αὐτὴν κελεύειν διαιτῆσθαι ἣν καὶ τὸν πρόσθεν χρόνον, καὶ ἢν οἰδήσῃ τὰ αἰδοῖα καὶ τοὺς μηροὺς, θαρσέων κατασχᾷν. Τοῦτον ἢν οὕτω μελετᾷς, τάχιστα ὑγιῆ ποιήσεις.
[24] Ὕδερος ἀπὸ τοῦ ἥπατος· ὁ ἀπὸ τοῦ ἥπατος ὕδερος γίνεται, ὁκόταν ἐς τὸ ἧπαρ φλέγμα ἐπιγένηται, καὶ ἀναλάβῃ τὸ ἧπαρ καὶ διυγρανθῇ· εὐθὺς οὖν καῦμα τούτῳ παρέχει, καὶ φῦσαν ἐμποιέει, ἔπειτα δὲ χρόνῳ ὕδατος πίμπλαται· κἄπειτα δηγμὸς ἐς τὸ σῶμα ἐμπίπτει, καὶ οἴδημα ἐν τῇσι κνήμῃσι καὶ ἐν τοῖσι ποσὶν ἔνεστι, καὶ τὸ ἧπαρ σκληρὸν καὶ οἰδέει, καὶ αἱ κληῗδες λεπτύνονται. Τούτῳ ὁκόταν οὕτως ἔχῃ, κατ' ἀρχὰς τοῦ νοσήματος διδόναι, ἢν ἀλγέῃ τὸ ἧπαρ, ὀρίγανον τρίβων, ὀπὸν σιλφίου ὁκόσον ὄροβον διεὶς, ἐν οἴνῳ λευκῷ ἡμικοτυλίῳ πίνειν, καὶ γάλα αἰγὸς, τρίτον μέρος μελικρήτου παραμίσγων, τετρακότυλον κύλικα· σιτίων δὲ ἀπεχέσθω τὰς πρώτας ἡμέρας δέκα· αὗται γὰρ κρίνουσιν, εἰ θανάσιμον ἢ οὔ· ῥοφανέτω δὲ πτισάνης χυλὸν, κάθεφθον μέλι παραχέων· οἶνον δὲ πινέτω λευκὸν Μένδαιον ἢ ἄλλον τὸν ἥδιστον ὑδαρέα. Ὁκόταν δὲ αἱ δέκα ἡμέραι παρέλθωσι, σιτία προσφερέσθω καθαρὰ, καὶ ὄψον ἐχέτω ἀλεκτρυόνος κρέα ὀπτὰ θερμά· ἐχέτω δὲ καὶ σκύλακος ἑφθά· ἰχθύϊ δὲ γαλεῷ καὶ νάρκῃ χρεέσθω ὀπτοῖσιν· οἶνον δὲ τὸν αὐτὸν πινέτω. Κἢν μὲν ἀπὸ τούτων παύσηται, ἅλις· ἢν δὲ μὴ, ὁκόταν αὐτὸς ἑωυτοῦ παχύτατος ἔῃ καὶ τὸ ἧπαρ μέγιστον, καῦσαι μύκησιν· οὕτω γὰρ ἂν τάχιστα ὑγιέα ποιήσαις· καῦσαι δὲ χρὴ ἐσχάρας ὀκτώ. Ἢν δὲ ὁ ὕδερος ἐγγένηται καὶ ῥαγῇ ἐς τὴν κοιλίην, τοῖσιν αὐτοῖσιν ἰῆσθαι οἷσι καὶ τὰ πρόσθεν, φαρμάκοισι καὶ ποτοῖσι καὶ βρωτοῖσι καὶ ταλαιπωρίῃσιν· οἶνον δὲ πινέτω μέλανᾳ αὐστηρόν. Ἢν δέ σοι δοκέῃ που ἀφίστασθαι τοῦ ἥπατος, καῦσαι ὅκου ἂν φανῇ σιδηρίῳ, καὶ ἀφιέναι τοῦ ὕδατος κατ' ὀλίγον, καὶ ἰῆσθαι ὡς καὶ τὰ λοιπὰ πρόσθεν. Ἢν δὲ μὴ ὑπὸ τούτων ὑγιὴς γένηται, φθειρόμενος θνήσκει χρόνῳ· ἡ γὰρ νοῦσος χαλεπὴ, καὶ παῦροι ταύτην διαφυγγάνουσιν.
[25] Ὕδερος ἀπὸ τοῦ σπληνός· ὁ δὲ ὕδερος ὁ ἀπὸ τοῦ σπληνὸς γίνεται ἀπὸ τῆσδε τῆς προφάσιος μάλιστα, ὁκόταν ὀπώρη ᾖ καὶ αὐτὸς φάγῃ πολλὴν σύκων χλωρῶν καὶ μήλων· πολλοὶ δὲ ἤδη καὶ ἀπὸ τροφῆς βοτρύων πολλῶν καὶ πολλοῦ γλεύκους τὴν νοῦσον ἔλαβον. Ἢν μὲν οὖν μέλλῃ ἐς τὸ νούσημα ἐμπεσεῖσθαι, παραχρῆμα ἐν τοῖσι πόνοισίν ἐστιν· ὀδύναι τε γὰρ ὀξεῖαι ἐν τῷ σπληνὶ καθιστᾶσι, μεταπίπτουσι δὲ καὶ ἐς τὸν ὦμον καὶ ἐς τὴν κληῗδα καὶ ἐς τὸν τιτθὸν καὶ ἐς τὸν λαγόνα, καὶ πυρετοὶ ἔχουσιν ἰσχυροὶ, καὶ ἢν φάγῃ τι, ἡ γαστὴρ πίμπλαται, καὶ ὁ σπλὴν ἀείρεται καὶ ὀδύνην παρέχει. Τούτῳ ἢν χρονίσῃ τὸ νούσημα, τὸν μὲν ἄλλον χρόνον ἧσσον πονέει· ὁκόταν δὲ ὀπώρη ᾖ καὶ φάγῃ αὐτῆς, τότε πονέει μάλιστα. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, κατ' ἀρχὰς μελετῇν, ἄνω μὲν ἐλλέβορον διδοὺς, κάτω δὲ κνέωρον ἢ ἱππόφεω ὀπὸν ἢ κνίδιον κόκκον· διδόναι δὲ καὶ γάλα ὄνειον ὀκτὼ κοτύλας μέλι παραχέων. Κἢν μὲν ἀπὸ τουτέων καθίστηται, ἅλις· ἢν δὲ μὴ, ὁκόταν μέγιστος ᾖ ὁ σπλὴν καὶ οἰδέῃ μάλιστα, καῦσαι μύκησι, τὰς κεφαλὰς ἀπολαβὼν, ἢ σιδηρίοισι, μετὰ φυλακῆς πολλῆς καὶ τηρήσιος, ὅκως μὴ πέρην διακαύσῃς. Ταῦτα δὲ κατ' ἀρχὰς ποιέειν τοῦ νοσήματος, καὶ δίαιταν τήνδε προσφερέσθω, πυρετοῦ μὴ ἔχοντος· ἄρτῳ μὲν χρεέσθω πυρίνῳ ὀπτῷ ἢ τῶν σκληρῶν πυρῶν διπυρίτῃ· ὄψον δὲ ἐχέτω τάριχος Γαδειρικὸν ἢ σαπέρδην, καὶ κρέας τετριμμένον οἰὸς, καὶ τὰ ὀξέα καὶ τὰ ἁλμυρὰ πάντα ἐσθιέτω, καὶ πινέτω οἶνον αὐστηρὸν Κῷον ὡς μελάντατον· τῶν δὲ γλυκέων ἀπεχέσθω· ἢν δὲ ἐξανίστηται καὶ δυνατὸς ᾖ, παλαιέτω ἀπ' ἄκρων τῶν ὤμων, καὶ ταλαιπωρεέτω περιόδοισι πολλῇσι δι' ἡμέρης, καὶ εὐωχεέσθω ἅπερ εἴρηται μάλιστα. Ἢν δὲ ὕδερος ἐπιγένηται, ἰῆσθαι κατὰ ταὐτὰ καὶ τοῖσιν αὐτοῖσι καθάπερ τοὺς πρόσθεν.
[26] Καθολικὸς ὕδερος· ὁ δὲ ὕδερος ἀπὸ τῶνδε γίνεται· θέρεος ὥρην, ἢν ὁδοιπορέων ὁδὸν μακρὴν ἐπιτύχῃ ὀμβρίῳ ὕδατι καὶ στασίμῳ καὶ πίῃ αὐτοῦ ἐπισπάδην πολλὸν, καὶ αἱ σάρκες ἀναπίωσι καὶ ἐνίσχωσιν ἐν ἑωυτῇσι τὸ ὕδωρ, ὑποχώρησις δὲ μὴ γένηται μηδαμῆ. Τάδε οὖν πάσχει· ἢν μὲν ᾖ ἐν τῇ σαρκὶ, καῦμα παρέχει ἔν τε τῇ κοιλίῃ καὶ ἐν τῷ σώματι, ὥστε τὸ στέαρ τὸ ἐπεὸν τῇ κοιλίῃ τήκεται. Οὗτος τέως μὲν ἂν βαδίζῃ, οὐδὲν δοκέει κακὸν ἔχειν· ὁκόταν δὲ παύσηται βαδίζων καὶ ὁ ἥλιος δύνῃ, παραχρῆμα τὸν πόνον ἔχει πουλύν. Προϊούσης δὲ τῆς νούσου λεπτύνεται σφόδρα· ἢν δὲ καὶ ἀσιτίη ἐπιγένηται, πολλῷ πλέον λεπτύνεται· ἢν δὲ τὰ σιτία μὲν ἐσθίειν μὴ δύνηται, ταλαιπωρέειν δὲ ἀδύνατος ᾖ, καὶ ἐπὶ πλέον σίνεται. Τοῖσι πολλοῖσι τοιουτέων καὶ οἴδημα καθίσταται ἐς ὅλον τὸ σῶμα, καὶ τῷ μὲν λεπτῷ ἡ χροιὴ πελίη γίνεται, καὶ ἡ γαστὴρ μεγάλη, καὶ δίψα ἔχει ἰσχυρή· τὰ γὰρ σπλάγχνα αὐτέου ξηραίνεται ὑπὸ τῆς θέρμης· τοῦ δὲ χρόνου προϊόντος, οὗτος μὲν πρόθυμος ἐσθίειν ἐστὶν ὅπερ ἄν τις διδῷ, καὶ πίνειν, καὶ ἀλγέει οὐδέν· ἢν δὲ τὸ οἴδημα κατέχῃ, ἡ χροιὴ γίνεται τουτέῳ ὠχρὴ, καὶ διὰ τοῦ σώματος φλέβες διατέτανται μέλαιναι πυκναί· θυμαίνει δὲ καὶ λυπέεται ἐπὶ παντὶ, οὐδενὸς νεωτέρου ἐόντος· ἡ δὲ γαστὴρ δίϋδρος καὶ μεγάλη ὥσπερ λαμπτὴρ, καὶ τοῦ χρόνου προϊόντος τὰ σιτία οὐ προσίεται, ἀλλὰ δοκέει αὐτὰ ὄζειν σικύου ἀγρίου ὑπὸ τῆς βδελυρίης. Τούτῳ, ὁκόταν οὕτως ἔχῃ, διδόναι τοῦ κνεώρου ἢ τοῦ ἱππόφεω τὸν ὀπὸν ἢ τὸν κνίδιον κόκκον· ταῦτα δὲ τὰ φάρμακα οὕτω διδόναι χρή· τὸν μὲν κνέωρον δι' ἕκτης ἡμέρης, τὸν δὲ τοῦ ἱππόφεω ὀπὸν δι' ὀγδόης, τὸν δὲ κνίδιον κόκκον διὰ δεκάτης ἡμέρης· διδόναι δὲ χρὴ ταῦτα, ἕως ἂν ἐκκαθαρθῇ καὶ λαπαρὸς γένηται· τὰς δὲ μεταξὺ τῶν ἡμερέων εὐωχέειν τοῖσιν αὐτοῖσιν οἷσι καὶ τὸν πρόσθεν. Μάλιστα δὲ τοῦ ὕδατος τοῦ αὐτοῦ πίνειν διδόναι, ὑφ' ὅτευ καὶ τὸ νούσημα ἔλαβεν, ὡς πλεῖστον, ὅκως ἀναταράξει αὐτέου τὴν κοιλίην καὶ ὑποχωρήσει σφόδρα· οὕτω γὰρ μάλιστα ὑγιέα ποιήσεις. Ἢν δέ σοι δοκέῃ, καὶ κλύζειν θαμινὰ, τοῦ κνεώρου τρίψας ἥμισυ πόσιος, μέλιτος παραμίξας τρίτον μέρος κοτύλης, καὶ τευτλίου τέσσαρας κοτύλας, διεῖναι, εἶθ' οὕτω κλύζειν· καὶ ὀνείου γάλακτος ἑφθοῦ τῇ ὑστεραίῃ δοῦναι ὀκτὼ κοτύλας, μέλι παραχέων ἢ ἅλας παραβαλὼν, πίνειν· καὶ μετὰ τὴν κάθαρσιν τοῖσιν αὐτοῖσι χρεέσθω οἷσι καὶ ὁ πρόσθεν· καὶ τὰς μεταξὺ τῶν ἡμερέων σιτίοισι καὶ ποτοῖσι τοῖσιν αὐτοῖσι χρεέσθω καὶ τοῖσι περιπάτοισιν ὁμοίως. Οὗτος οὕτω θεραπευόμενος ἐν τάχει τῆς νούσου ἀπαλλαγήσεται τρίμηνος ἢ ἑξάμηνος· ἢν δὲ ἀμελείη τις ἐγγένηται καὶ μὴ παραχρῆμα μελετηθῇ, ἐν τάχει ἀποθνήσκει. Καὶ τὸν καταλεπτυνόμενον τοῖσιν αὐτοῖσι χρῆσθαι πρὸς ἴησιν· προϋγρῆναι δὲ χρὴ πρότερον αὐτοῦ τὸ σῶμα πυριήσαντα, ὅκως ἂν μᾶλλον τῷ φαρμάκῳ ὑπακούῃ. Ἀλλὰ χρὴ παραχρῆμα μελετῇν· ἢν δὲ μὴ, τοῖσι πολλοῖσι ξυγγηράσκει ἡ νοῦσος. Κλύζειν δὲ χρὴ καὶ τοισίδε, ὁκοτέρην ἂν βούλῃ τῶν νούσων· οἴνου λευκοῦ δύο κοτύλας λαβὼν καὶ μέλιτος ἡμικοτύλιον, καὶ ἐλαίου ἡμικοτύλιον, νίτρου τεταρτημόριον Αἰγυπτίου ὀπτοῦ, σικύου ἀγρίου τῶν φύλλων κόψας καὶ ἐκπιέσας τοῦ χυλοῦ κοτύλην, ταῦτα μίξας πάντα, ἔς τι χυτρίδιον ἐγχέαι, κἄπειτα ζέσας οὕτω κλύζειν.
[27] Νοῦσος ἡπατῖτις· ἡ δὲ νοῦσος γίνεται ἀπὸ χολῆς μελαίνης, ὁκόταν ἐπιρρυῇ ἐς τὸ ἧπαρ· προσπίπτει δὲ μάλιστα μετοπώρου, ἐν τῇσι μεταβολῇσι τοῦ ἐνιαυτοῦ. Τάδε οὖν πάσχει· ἐς τὸ ἧπαρ ὀδύνη ὀξείη ἐμπίπτει αὐτῷ, καὶ ὑπὸ τὰς νεάτας πλευρὰς καὶ ἐς τὸν ὦμον καὶ ἐς τὴν κληῗδα καὶ ὑπὸ τὸν τιτθὸν, καὶ πνὶξ ἔχει ἰσχυρὴ, καὶ ἐνίοτε ἀπεμέει πελιδνὴν χολὴν, καὶ ῥῖγος, καὶ πυρετὸς τὰς πρώτας ἡμέρας σφόδρα, ἔπειτα μέντοι βληχρότερος ἔχει, καὶ ψαυόμενος ἀλγέει τὸ ἧπαρ, καὶ ἡ χροιὴ ὑποπέλιδνος αὐτέου, καὶ τὰ σιτία ἃ πρόσθεν ἐβεβρώκει πνίγει αὐτὸν προσπίπτοντα καὶ καίει καὶ στρέφει τὴν κοιλίην. Ταῦτα μὲν πάσχει κατ' ἀρχάς· τῆς δὲ νούσου προϊούσης οἵ τε πυρετοὶ ἀφιᾶσι καὶ ἐπ' ὀλίγων σιτίων πίμπλαται, ἐν δὲ τῷ ἥπατι ἡ ὀδύνη μούνη λείπεται, καὶ αὐτὴ ποτὲ μὲν ἰσχυρὴ, ποτὲ δὲ ἥσσων διαπαύουσα· ἐνίοτε δὲ ὀξείη λαμβάνει, καὶ πολλάκις ἐξαπίνης ἀφῆκε τὴν ψυχήν. Τούτῳ ξυμφέρει, ὁκόταν μὲν ἡ ὀδύνη ἔχῃ, τά τε ἄλλα καὶ μὴν καὶ τὰ χλιάσματα προστιθέναι ταὐτὰ, ἃ καὶ τῇ πλευρίτιδι· ὁκόταν δὲ ἀνῇ ὁ πόνος, λούειν αὐτὸν πολλῷ καὶ θερμῷ, μελίκρητόν τε διδόναι πίνειν καὶ οἶνον λευκὸν γλυκὺν αὐστηρὸν, ὁκότερον ἂν ξυμφέρῃ, καὶ ῥοφήματα ταὐτὰ, ἃ καὶ τῷ ὑπὸ πλευρίτιδος ἑαλωκότι. Ὑπὲρ δὲ τῆς ὀδύνης τάδε χρὴ διδόναι πίνειν· ἀλεκτορίδος ὠοῦ ἑφθοῦ τὸ ὠχρὸν τρίψας, παραχέας στρύχνου χυλοῦ ἡμικοτύλιον καὶ μελίκρητον ἐν ὕδατι πεποιημένον, ἥμισυ ἡμικοτύλιον, τούτοισι διεὶς διδόναι πίνειν, καὶ παύσει τὴν ὀδύνην· διδόναι δὲ καὶ ἑκάστης ἡμέρης, ἕως ἂν ἡ ὀδύνη παύσηται· πινέτω δὲ καὶ σιλφίου ὀπὸν ὁκόσον ὄροβον, καὶ ὀρίγανον τρίβων διεῖναι οἴνῳ λευκῷ, καὶ οὕτω πίνειν νῆστις· ἐπιπινέτω δὲ καὶ τὰ ἐν τῇ πλευρίτιδι διδόμενα φάρμακα, εἵνεκα τῆς ὀδύνης· πινέτω δὲ καὶ γάλα αἰγὸς, τρίτον μέρος μέλιτος παραμίσγων, τοῦ δὲ γάλακτος ἔστωσαν τέσσαρες κοτύλαι· τοῦτο ἕωθεν πινέτω ὁκόταν τἄλλα μὴ πίνῃ. Σιτίων δὲ ἀπεχέσθω, ἕως ἂν κριθῇ ἡ νοῦσος· κρίνεται δὲ μάλιστα ἐν ἑπτὰ ἡμέρῃσι, ταύτῃσι γὰρ δηλοῦται εἰ θανάσιμος ἢ οὔ. Ἢν δὲ καὶ πνίγμα προσίστηται, τάδε χρὴ διδόναι, ὅκως ἂν ἀπεμέσῃ· μέλι, καὶ ὕδωρ, ὄξος, ἅλας, ταῦτα μίξας ἐγχέαι ἐς χυτρίδιον καινόν· εἶτα χλιαίνειν, καὶ ταράσσειν ὀριγάνου κλωνίοισι τῆς κεφαλοειδέος ξὺν τῷ καρπῷ· ὁκόταν δὲ χλιανθῇ, ἐκπιεῖν δοῦναι χλιερόν· εἶτα περιβαλὼν ἱμάτια ἐᾷν, περιστείλας ὅκως ἂν ἱδρῷ μάλιστα, καὶ ὁκόταν ἔμετος αὐτὸν ἔχῃ, ἐμεέτω προθύμως καταματτευόμενος πτερῷ· ἢν δὲ μὴ δύνηται ἐμέσαι, ἐπιπιὼν μελικρήτου χλιαροῦ κύλικα δικότυλον, οὕτως ἐμεέτω· καὶ ἤν τι ἀπεμέσῃ χολῆς ἢ φλέγματος, αὖθις τὸ αὐτὸ χρὴ ποιέειν ἐπὶ τέσσαρας ὥρας· ὠφελήσει γάρ. Μετὰ δὲ τῆς νούσου τὴν κρίσιν μελετῇν, σιτία ὀλίγα διδοὺς καθαρά· κἢν μὲν ἄρτον φιλέῃ ἐσθίειν, ἄρτον θερμὸν ὡς μάλιστα καθαρὸν ἐσθιέτω· ἢν δὲ μάζην, ἄτριπτον ἐσθιέτω, πρότερον προφυρήσας· ὄψον δὲ ἐχέτω κρέα σκυλακίου ἑφθὰ ἢ πελειάδος ἢ ἀλεκτορίδος νεοσσοῦ, ἑφθοῖσι πᾶσιν· ἰχθύων δὲ γαλεῷ, νάρκῃ, τρυγόνι τε καὶ βατίσι τῇσι μικρῇσι, πᾶσιν ἑφθοῖσι· λουέσθω δὲ καὶ ἡμέρης ἑκάστης, καὶ τὸ ψῦχος φυλασσέσθω, καὶ περιπατεέτω ὀλίγα τέως ἐν ἀσφαλείῃ. Ταῦτα δὴ ἢν φυλάσσηται, οὐχ ὑποτροπιάσαι τὴν νοῦσον δέος πάλιν· καὶ γὰρ ἡ τοιαύτη νοῦσος χαλεπή ἐστι καὶ χρονίη.
[28] Ἄλλη ἡπατῖτις· αἱ μὲν ὀδύναι πιέζουσι κατὰ τὰ αὐτὰ ἐς τὸ ἧπαρ, καὶ ἡ χροιὴ διαφέρει τῆς πρόσθεν, σιδιοειδὴς γάρ ἐστιν. Ἐν δὲ τῷ καιρῷ τοῦ θέρεος μάλιστα ἐμπίπτει· γίνεται δὲ ἀπὸ κρεηφαγίης βοείων κρεῶν καὶ ἐξ οἰνοφλυγίης· ταῦτα γὰρ πάντα πολεμιώτατα ταύτην τὴν ὥρην τῷ ἥπατι, καὶ χολὴν μάλιστα προσίστησι πρὸς τὸ ἧπαρ. Τάδε οὖν πάσχει· ὀδύναι ὀξεῖαι ἐπιπίπτουσι, καὶ οὐκ ἐκλείπουσιν οὐδεμίην ὥρην, ἀλλ' αἰεὶ μᾶλλον πιέζουσιν· ἔστι δ' ὅτε καὶ ἐμέει χολὴν ὠχρὴν, καὶ ὁκόταν ἐμέσῃ, ἐπ' ὀλίγον δοκέει ῥᾴων εἶναι· ἢν δὲ μὴ ἀπεμέσῃ, ἐς τοὺς ὀφθαλμοὺς ἡ χολὴ καθίσταται, καὶ ὠχροὶ γίνονται σφόδρα, καὶ οἱ πόδες οἰδέουσι. Ταῦτα πάσχει ποτὲ μὲν σφόδρα, ποτὲ δὲ ἧσσον· ὁκόταν δὲ αἱ ἡμέραι παρέλθωσιν ἐν ᾗσι κρίνεται τὸ νούσημα, ὅ τε πόνος ἐλάσσων ἔχῃ, ἀναμάρτητον διαιτῆσθαι χρὴ τοιαύτῃ διαίτῃ, ᾗ καὶ πρόσθεν· ἢν γὰρ μεθυσθῇ παρὰ καιρὸν ἢ λαγνεύσῃ ἢ ἄλλο τι ποιήσῃ μὴ ἐπιτήδειον, τὸ ἧπαρ παραχρῆμα γίνεται σκληρὸν αὐτέῳ, καὶ οἰδέει, καὶ σφύζει ὑπὸ τῆς ὀδύνης, καὶ ἤν τι σπεύσῃ, πονέει ἐξαπίνης τὸ ἧπαρ καὶ τὸ σῶμα ἅπαν. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ καὶ αἱ πρῶται ἡμέραι παρέλθωσι, πυριῆσαι, εἶτα ὑποκαθῆραι τῷ σκαμμωνίῳ· ἢν δὲ ἡ κοιλίη ξυγκεκαυμένη ᾖ, κλύσαι ἐν τοῖσιν αὐτοῖσιν, οἷσι καὶ τοὺς πρόσθεν, ὅ τι ἄξει καλῶς· καὶ μετὰ τὸν κλυσμὸν ὀνείῳ γάλακτι ἑφθῷ ὑποκαθῆραι ὀκτὼ κοτύλῃσι, μέλι δὲ παραχέων διδόναι πίνειν· διδόναι δὲ καὶ τὸ αἴγειον γάλα, τρίτον μέρος μελικρήτου παραμίσγων, τὸ ἑωθινὸν, τετρακότυλον κύλικα· διδόναι δὲ καὶ ἑφθοῦ τοῦ αἰγείου δύο κοτύλας, τρίτον μελικρήτου παραμίσγων, ἢ αὐτὸ μοῦνον μέλι παραχέων· διδόναι δὲ καὶ τὸ ἵππειον γάλα τὸν αὐτὸν τρόπον τῷ ὀνείῳ. Κἢν μὲν ὑπὸ τούτων μελετωμένη ἡ νοῦσος ἐξέλθῃ, ἅλις· ἢν δὲ μὴ, τάμνειν τοῦ δεξιοῦ ἀγκῶνος τὴν εἴσω φλέβα καὶ ἀφιέναι τοῦ αἵματος· ἢν δέ σοι μὴ δοκέῃ ὀνείῳ γάλακτι ὑποκαθῆραι, βοείου γάλακτος ὠμοῦ διδόναι δύο κοτύλας, τρίτον μελικρήτου παραμίσγων, ἑκάστης ἡμέρης ἐπὶ ἡμέρας δέκα· εἶτα ἄλλας δέκα, ἕκτον μέρος τοῦ μελικρήτου παραχέων, πίνειν διδόναι· τὸ δὲ γάλα αὐτὸ τὸ λοιπὸν διδόναι, ἕως ἂν ἀναπιανθῇ, δύο κοτύλας. Ἢν δὲ μηδὲ οὕτω παύηται, καῦσαι χρὴ, ὁκόταν μέγιστον τὸ ἧπαρ γένηται καὶ ἐξεστήκῃ μάλιστα· καῦσαι δὲ ἐν πυξίνοισιν ἀτράκτοισι, βάπτων ἐς ἔλαιον ζέον, προστιθέναι δὲ ἕως ἄν σοι δοκέῃ καλῶς ἔχειν καὶ κέκαυσται, ἢ μύκησιν ὀκτὼ ἐσχάρας καῦσαι· ἢν γὰρ τύχῃς καύσας, ὑγιέα ποιήσεις, καὶ τὸν λοιπὸν χρόνον ῥᾷον διάξει· ἢν δὲ μὴ τύχῃ καυθεὶς, ὑπὸ τῶν ἄλλων λοιπὸν ὑγιὴς μὴ γενόμενος, φθειρόμενος ἀποθνήσκει.
[29] Ἡπατῖτις ἄλλη· τὰ μὲν ἄλλα πλῆθος τὰ αὐτὰ πάσχει τοῖσι πρόσθεν· ἡ δὲ χροιὴ μέλαινα τοῦ δὲ ἥπατος ἡ χολὴ φλέγματος καὶ αἵματος πλησθεῖσα, ὡς λογιζόμεθα, διαρρήγνυται, καὶ ὁκόταν διαρρηχθῇ, τάχιστα μαίνεται, καὶ ἀγανακτεῖ, καὶ διαλέγεται ἀσύνετα, καὶ ὑλακτέει ὡς κύων, καὶ οἱ ὄνυχες φοινίκεοί εἰσι, καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐ δύναται ὁρῇν, καὶ τρίχες αἱ ἐν τῇ κεφαλῇ ὀρθαὶ ἵστανται, καὶ πυρετὸς ὀξὺς ἐπιλαμβάνει. Τούτῳ χρὴ προσφέρειν τὰ αὐτὰ ἃ καὶ τοῖσι πρόσθεν· οἱ δὲ πολλοὶ ἀποθνήσκουσιν ἐν τῇσιν ἕνδεκα ἡμέρῃσι· παῦροι δὲ διαφυγγάνουσιν.
[30] Σπληνὸς νοῦσος πρώτη· γίνεται δὲ ἡ τοιαύτη νοῦσος διὰ θερμασίην τοῦ ἡλίου χολῆς κινηθείσης, ὁκόταν ἑλκύσῃ ἐφ' ἑωυτὸν χολὴν ὁ σπλήν. Τάδε οὖν πάσχει· πυρετὸς ὀξὺς ἐπιγίνεται κατ' ἀρχάς· προϊούσης δὲ τῆς νούσου ἀφίησι, πλὴν κατ' αὐτὸν τὸν σπλῆνα· ταύτῃ δὲ αἰεὶ θέρμη ἔχει· καὶ ὀδύνη ἄλλοτε καὶ ἄλλοτε ἐμπίπτει ὀξείη καὶ ἐς τὴν λαπάρην καὶ ἐς τὴν κοιλίην· τὰ δὲ σιτία κατ' ἀρχὰς προσίεται μὲν, διαχωρέει δὲ οὐ μάλα, προϊούσης δὲ τῆς νούσου, ἥ τε χροιὴ ὠχρὴ γίνεται, καὶ ὀδύνη ἰσχυρὴ ἐμπίπτει, καὶ αἱ κληῗδες λεπτύνονται, καὶ τὰ σιτία οὐχ ἁμαλῶς προσίεται ὥσπερ κατ' ἀρχὰς, καὶ ἀπὸ ὀλίγου πίμπλαται· ὁ δὲ σπλὴν ἄλλοτε μέγας τῆς αὐτῆς ἡμέρης, ἄλλοτε ἐλάσσων γίνεται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πῖσαι ἐλλέβορον, κάτω δ' ὑποκαθῆραι τῷ κνιδίῳ κόκκῳ· ἐς ἑσπέρην δὲ μετὰ τὴν κάθαρσιν φακῆς δοῦναι τρυβλίον ῥοφέειν ὀξυτέρης, καὶ τευτλίων τρυβλίον λιπαρῶν, ἄλφιτα παραπάσας· τῇ δ' ὑστεραίῃ καὶ τῇ τρίτῃ ἄρτον μικρὸν δοῦναι· ὄψῳ δὲ φακῇ χρεέσθω, καὶ ὑὸς κρέας ἐν τῇ φακῇ ἑφθὸν τετριμμένον· οἶνον δὲ πινέτω αὐστηρὸν, μέλανα, ἀκρητέστερον κατ' ὀλίγον, καὶ ἡσυχίην ἐχέτω ταύτας τὰς ἡμέρας, πλὴν ἔνδον ὀλίγα περιπατεέτω ἐν σκιῇ. Τὸν δὲ λοιπὸν χρόνον τάδε χρὴ προσφέρεσθαι· σιτίον μὲν ἄρτον αὐτοπυρίτην, ὄψον δὲ ἐχέτω κρέας κυνὸς μέζονος ἢ αἰγὸς ἢ οἰὸς τετριμμένον, καὶ τάριχος Γαδειρικὸν ἢ σαπέρδην, καὶ τὰ ὀξέα καὶ τὰ ἁλμυρὰ πάντα προσφερέσθω καὶ τὰ στρυφνά· πινέτω δὲ οἶνον Κῷον ὑπόστρυφνον ὡς μελάντατον· τῶν δὲ γλυκέων καὶ λιπαρῶν ἀπεχέσθω καὶ κνισωδέων, καὶ σίλφιον μὴ προσφερέσθω, μηδὲ σκόροδα, μηδὲ κρέας χοίρειον, μηδὲ κεστρέα μηδὲ ταρίχηρον μηδὲ νεαρὸν, μήτε ἔγχελυν, μήτε λάχανον μηδὲν ἑφθὸν ἄνευ ὄξεος· τρωξίμων δὲ, ῥαφανῖδι χρεέσθω καὶ σελίνῳ, ἐς ὄξος βάπτων, καὶ οἴνῳ ἄλφιτα φυρῶν ἐσθιέτω, καὶ τοῦ οἴνου ῥοφεέτω ἄκρητον· ἢν δὲ βούληται, καὶ τὸν ἄρτον ἐς τὸν οἶνον ἐνθρυπτόμενος ἐσθιέτω θερμόν· διδόναι δὲ καὶ ἰχθύων σκορπίον, δράκοντα, κόκκυγα, κωβιὸν, καλλιώνυμον, τούτους ἑφθοὺς καὶ ψυχροὺς διδόναι. Διδόναι δὲ καὶ ἃ μέλλει τὸν σπλῆνα λεπτύνειν ἑκάστης ἡμέρης, ἀσφοδέλου τοῦ καρποῦ, ἢ ἰξοῦ τὰ φύλλα, ἢ αἰγόκερας, ἢ ἄγνου καρπὸν, ἢ πήγανον, ἢ διδυμαίου ῥίζην· τούτων τρίβων ὅ τι ἂν βούλῃ, διδόναι ἐν οἴνου κοτύλῃ αὐστηροῦ νήστει. Ἢν δὲ δυνατὸς ᾖ, ἀναγκάζειν αὐτὸν πρίειν ξύλα τριήκοντα ἡμέρας, καὶ ἀπ' ἄκρων τῶν ὤμων παλαιέτω, καὶ περιπατεέτω δι' ἡμέρης, καὶ ὄψιος εὑδέτω, πρώϊος δὲ ἐγειρέσθω, καὶ εὐωχεέσθω ἃ προείρηται. Ἢν δὲ μὴ ὑπὸ τούτων ῥηΐσῃ, καῦσαι τὸν σπλῆνα μύκησι δέκα ἐσχάρας μεγάλας, ὁκόταν μέγιστος ᾖ ὁ σπλὴν καὶ ἐξηρμένος μάλιστα· ἢν γὰρ τύχῃς καύσας ὡς δεῖ, ὑγιέα ποιήσεις, πλὴν οὐκ ἐν τάχει. Ἡ δὲ νοῦσος δέεται θεραπηΐης· χαλεπὴ γὰρ καὶ χρόνιος, ἢν μὴ παραχρῆμα μελετηθῇ.
[31] Ἄλλη νοῦσος σπληνός· γίνεται μὲν ἀπὸ τῶν αὐτῶν ἀφ' ὧν καὶ ἡ πρόσθεν· πάσχει οὖν ὑπὸ τούτου τοῦ νοσήματος τάδε· ἡ γαστὴρ φυσᾶται, μετὰ δὲ καὶ ὁ σπλὴν οἰδέει καὶ σκληρός ἐστι, καὶ ὀδύναι ὀξεῖαι ἐμπίπτουσιν ἐς τὸν σπλῆνα· ἡ δὲ χροιὴ τρέπεται, καὶ ὁρᾶται μέλας, ἔπωχρος, σιδιοειδὴς, καὶ ἐκ τοῦ ὠτὸς κακὸν ὄζει, καὶ τὰ οὖλα ἀφίσταται ἀπὸ τῶν ὀδόντων καὶ κακὸν ὄζει, καὶ ἐκ τῶν κνημέων ἕλκεα ἐκρήγνυται, ὁκοῖά περ ἐπινυκτίδες· τὰ δὲ γυῖα λεπτύνεται, καὶ ἡ κόπρος οὐχ ὑποχωρέει. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, μελετῇν τοῖσιν αὐτοῖσι φαρμάκοισι καὶ ἐδέσμασι καὶ ποτῷ καὶ ταλαιπωρίῃσι καὶ τοῖσιν ἄλλοισι πᾶσι· καὶ κλύζειν, ὁκόταν μὴ θέλῃ ἡ κόπρος διαχωρέειν, ἐν τούτοισι· μέλιτος ἡμικοτύλιον καὶ νίτρου Αἰγυπτίου ὁκόσον ἀστράγαλον οἰός· ταῦτα τρίψας διεῖναι ἀπὸ τεύτλων ἑφθῶν ὕδατι τέσσαρσι κοτύλῃσιν· εἶτα οὕτω κλύζειν. Ἢν δὲ μὴ ὑπὸ τούτων ἡ νοῦσος καθίστηται, καῦσαι αὐτοῦ τὸν σπλῆνα ὡς τὸν πρόσθεν, καὶ ἢν τύχῃς καύσας, ὑγιέα ποιήσεις.
[32] Ἄλλη νόσος σπληνός· γίνεται μὲν τοῦ ἔτεος ἔαρος ὥρῃ μάλιστα, ἀπὸ δὲ αἵματος· ὁκόταν γὰρ ἐμπλησθῇ ὁ σπλὴν αἵματος, ἐκρήγνυται ἐς τὴν κοιλίην, καὶ ὀδύναι ὀξεῖαι ἐς τὸν σπλῆνα ἐμπίπτουσι καὶ ἐς τὸν τιτθὸν καὶ ἐς τὴν κληῗδα καὶ ἐς τὸν ὦμον καὶ ὑπὸ τὴν ὠμοπλάτην. Ἡ δὲ χροιὴ τοῦ γυίου μολιβδοειδὴς, καὶ ἀμυχὰς ἐν τῇσι κνήμῃσι λαμβάνει, καὶ ἕλκεα μεγάλα γίνεται ἐξ αὐτέων, καὶ τὰ κάτω ὑποχωρέοντα ἅμα τῇ κόπρῳ αἱματώδεα καὶ ἰώδεα ὑπέρχεται, ἡ δὲ γαστὴρ σκληρὴ, καὶ ὁ σπλὴν καθὰ λίθος ἐστίν. Οὗτος τῶν πρόσθεν θανατωδέστερος, καὶ ἐξ αὐτέου παῦροι διαφυγγάνουσι. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, τοῖσιν αὐτέοισι θεράπευε οἷσι καὶ τὸν ἔμπροσθεν, πλὴν ἄνω φάρμακον μὴ δῷς· κάτω δὲ τοῦ κόκκου τοῦ κνιδίου δοῦναι· τῇ δ' ὑστεραίῃ ὀνείου ἢ ἱππείου γάλακτος ἑφθοῦ ὀκτὼ κοτύλας, μέλι παραχέων· εἰ δὲ μὴ, βοείῳ ἢ αἰγείῳ ἑφθῷ δύο χοεῦσι, μέλι παραχέων παρὰ τὴν ἑτέρην κύλικα, ἐναλλὰξ δὲ πίνειν χρή· ἐς δὲ τὴν ἑσπέρην διδόναι μετὰ τὴν κάθαρσιν ταὐτὰ ἃ καὶ τῷ πρόσθεν μετὰ τὸ φάρμακον· καὶ ἢν δοκέῃ, τοῦ αἵματος ἀφελεῖν ἀπὸ τοῦ ἀγκῶνος τοῦ ἀριστεροῦ τῆς εἴσω φλεβός. Τὰς δὲ λοιπὰς τῶν ἡμερέων διδόναι νήστει ἑκάστης ἡμέρης βοείου γάλακτος τέσσαρας κοτύλας, τρίτον μέρος ἅλμης παραμίσγων· σιτίοισι δὲ καὶ ποτοῖσι καὶ τοῖσιν ἄλλοισι τοῖσιν αὐτοῖσι θεραπεύειν οἷσι καὶ τοὺς πρόσθεν· ἀπέχεσθαι δὲ λαγνείης καὶ οἰνοφλυγίης καὶ τοῦτον καὶ τοὺς πρόσθεν· καὶ ἤν σοι δοκέῃ, καὶ καῦσαι, ὁκόταν παχύτατος καὶ μέγιστος ὁ σπλὴν γένηται· καὶ ἢν τύχῃς καύσας τοῦ καιροῦ, ὑγιέα ποιήσεις· ἢν δὲ μὴ ὑπὸ ταύτης τῆς ἰήσιος ὑγιὴς γένηται, φθειρόμενος χρόνῳ θνήσκει· ἡ γὰρ νοῦσος λίην ἐστὶ χαλεπή.
[33] Ἄλλη νοῦσος σπληνός· προσπίπτει καὶ αὕτη ἡ νοῦσος ἦρος μάλιστα, ὁκόταν φλέγμα ἀναλάβῃ ὁ σπλὴν ἐς ἑωυτὸν, μέγας παραχρῆμα γίνεται καὶ σκληρός· εἶτ' αὖθις καθίσταται· καὶ ὅταν μὲν ἐξηρμένος ᾖ, ὀδύναι ὀξεῖαι ἐμπίπτουσιν· ὁκόταν δὲ λαπαρὸς ᾖ, ἀνώδυνός ἐστι· καὶ ὁκόταν χρόνος ἐγγένηται τῇ νούσῳ, ἀμαυροτέρη δοκέει, καὶ ἐπανίσταται, καὶ ταχέως καθίσταται. Οὗτος ὁκόταν οὕτως ἔχῃ, κατ' ἀρχὰς τοῦ νοσήματος τὰ σιτία οὐ δύναται προσίεσθαι, καὶ ταχέως καταλεπτύνεται, καὶ ἀκρησίην ἔχει τὸ σῶμα πολλήν. Τὸ δὲ νούσημα ἢν μὴ παραχρῆμα θεραπευθῇ, ἢ αὐτόματον καταστῇ, διαλιπὸν πέντε μῆνας ἢ ἓξ αὖθις ἐπανίσταται· διαλιμπάνει δὲ μάλιστα τὸν χειμῶνα. Τοῦτον κατ' ἀρχὰς ἢν λάβῃς, καῦσον δέκα ἐσχάρας ἐς τὸν σπλῆνα, καὶ παρ' εὐθὺ ὑγιέα ποιήσεις· ἢν δὲ μὴ καύσῃς, τοῖσιν αὐτοῖσι φαρμάκοισιν ἰῆσθαι οἷσι καὶ τοὺς πρόσθεν, καὶ ἐδέσμασι καὶ ποτοῖσι καὶ ταλαιπωρίῃσιν· οὕτω γὰρ ἂν τάχιστα ὑγιέα ποιήσῃς. Τούτου δὲ ἡ χροιὴ γίνεται ἔκλευκος, ἄρτι ὕπωχρος, ἄρτι αὐχμηρή.
[34] Ἄλλη νοῦσος σπληνός· γίνεται μετοπώρου μάλιστα ἀπὸ χολῆς μελαίνης· γίνεται δὲ ἀπὸ λαχανοφαγίης τρωξίμων πολλῶν καὶ ὑδροποσίης. Πάσχει οὖν τάδε· ὁκόταν τὸ νούσημα λάβῃ, ἀλγέει τὸν σπλῆνα σφόδρα, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει, καὶ ἀσιτίη ἔχει αὐτὸν, τό τε γυῖον ξυμπίπτει ταχέως· ὁ δὲ σπλὴν μέγας μὲν πάνυ οὐ γίνεται, σκληρὸς δὲ, καὶ παραπίπτει παρὰ τὰ σπλάγχνα καὶ μυζέει προσκείμενος. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τοῖσιν αὐτοῖσιν ἰῆσθαι καὶ φαρμάκοισι καὶ βρωτοῖσι καὶ πότοισι καὶ ταλαιπωρίῃσιν, οἷσιν ἂν καὶ τοὺς πρόσθεν, καὶ ἤν σοι παρέξῃ, καῦσαι τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τοὺς ἄλλους. Αὕτη ἡ νοῦσος τοῖσι πολλοῖσιν, ἢν παραχρῆμα μελετηθῇ, ἐν τάχει ἐξέρχεται.
[35] Ἴκτεροι τέσσαρες· ὅδε μὲν τοῦ θέρεος μάλιστα ἐπιλαμβάνει χολῆς κινηθείσης· ἵσταται οὖν ἡ χολὴ ὑπὸ τῷ δέρματι καὶ ἐν τῇ κεφαλῇ, ὥστ' εὐθὺς ἀλλοχροέει τὸ σῶμα καὶ γίνεται ὠχρὸν ὁκοῖόν περ σίδιον, καὶ οἱ ὀφθαλμοὶ ὠχροὶ, καὶ ἐν τῇ κεφαλῇ ὑπὸ τὰς τρίχας οἷον χνοῦς ὕπεστι, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει, καὶ οὐρέει ὠχρὸν τὸ οὖρον, καὶ ὑφίσταται ὑπ' αὐτῷ παχὺ ὕπωχρον, καὶ τὸ ἕωθεν, ἕως ἂν νῆστις ᾖ, πρὸς τὴν καρδίην καὶ τὰ σπλάγχνα μύζει, καὶ ὁκόταν τις αὐτὸν προσφθέγξηται ἢ ἐρωτήσῃ, ἀσῇ τε καὶ λυπέεται, καὶ οὐκ ἀνέχεται ἀκροώμενος· ὁ δὲ ἀπόπατος προϊὼν ὠχρόλευκος καὶ κάκοδμος. Οὗτος, ὁκόταν ὧδε ἔχῃ, θνήσκει μάλιστα ἐν τῇσι τεσσαρεσκαίδεκα ἡμέρῃσιν· ἢν δὲ ταύτας διαφύγῃ, ὑγιαίνεται. Μελετῇν δὲ αὐτὸν χρὴ ὧδε· ὁκόταν ὁ πυρετὸς ἀνῇ, λούειν πολλῷ καὶ θερμῷ, πίνειν τε διδόναι μελίκρητον· καὶ ῥοφήμασι διαχρεέσθω πτισάνης χυλῷ, μέλι παραχέων, καὶ μὴ συνεψεῖν τὸ μέλι, ἕως ἂν αἱ δεκατέσσαρες ἡμέραι παρέλθωσιν· αὗται γὰρ κρίνουσιν ἢν θανάσιμον ἢ οὔ. Μετὰ δὲ ταῦτα λούειν δὶς τῆς ἡμέρης, καὶ εὐωχέειν τὸ πρῶτον ὀλίγοισιν ἅσσα ἂν μάλιστα προσίηται, ἔπειτα μέντοι πλείω διδόναι· πινέτω δὲ οἶνον λευκὸν ὡς πλεῖστον δι' ἡμέρης· καὶ ἤν σοι δοκέῃ προϊόντος τοῦ χρόνου ὠχρὸς εἶναι καὶ ἀσθενὴς, ἔμετον κελεύειν ποιέεσθαι ἀπὸ τῶν σιτίων, ὡς ἐν τῇσιν ἄνω νούσοισιν ἔχει. Καὶ ἢν μὲν ἀπὸ τουτέων παύσηται, ἅλις· ἢν δὲ μὴ, ἐλλέβορον πῖσαι· μετὰ δὲ τὴν κάθαρσιν ἐς ἑσπέρην φαγέτω μᾶζαν μαλθακὴν ἢ ἄρτου τὸ ἐντός· ὄψον δὲ ἐσθιέτω νεοσσὸν ἀλεκτορίδος δίεφθον ἐζωμευμένον κρομμύῳ καὶ κοριάνῳ καὶ τυρῷ καὶ ἁλὶ καὶ σησάμῳ καὶ σταφίδι λευκῇ· οἶνον δὲ πινέτω λευκὸν, αὐστηρὸν, ὡς παλαιότατον· τὴν δὲ κάτω κοιλίην ὑποκαθῆραι· τῇ δὲ ὑστεραίῃ χυλῷ ἀπ' ἐρεβίνθων λευκῶν, μέλι δὲ χρὴ τῷ χυλῷ παραχέαι, τούτῳ δὲ χρεέσθω, καὶ ἐκπιέτω δύο κοτύλας τοῦ χυλοῦ. Τῇ δὲ τρίτῃ ἀρξάμενος, ἑκάστης ἡμέρης πινέτω τὸ ὕδωρ, ἀπὸ τῶνδε ἑψήσας· μαράθρου ῥίζας λεπτὰς πλῆθος ὁκόσον τρισὶ δακτύλοισι περιλαβεῖν, τὴν δραγμίδα, ἑψεῖν ἐν δύο χοεῦσιν ὕδατος, ἑψεῖν δὲ ἕως ἂν λειφθῇ τὸ ἥμισυ· ἑψεῖν δὲ καὶ ἐρεβίνθων λευκῶν χοίνικα ἐν δυσὶ χοεῦσι, καὶ τούτου λειπέτω τὸ ἥμισυ· ταῦτα ὁκόταν λειφθῇ, διηθήσας, ἐξαιθριάσαι, καὶ ἀμφότερα μίξας, τούτῳ τῷ ὕδατι τὸν οἶνον κρήσας πινέτω, καὶ αὐτὸ τὸ ὕδωρ μοῦνον, ἢν βούληται, πινέτω ὡς πλεῖστον, καὶ ἄλλο ὕδωρ μὴ πινέτω. Ἢν δὲ τοῦτο τὸ ποτὸν μὴ προσίηται, τόδε σκευάσας οὕτω διδόναι· ἰσχάδων λευκῶν χοίνικα ἑψήσας ἐν δυσὶ χοεῦσι διηθῆσαι καὶ ἐξαιθριάσαι· ἔπειτα τὸ ὕδωρ τοῦτο πινέτω, ἤν τε ψιλὸν αὐτὸ βούληται, ἤν τε σὺν τῷ οἴνῳ κιρνάς· πινέτω δὲ μὴ ἀθρόον πουλὺ, ἀλλὰ κατὰ φορὰν ἡμικοτύλιον, ὅκως μὴ διάρροια αὐτῷ ἐπιγένηται, καὶ διαλιπὼν χρόνον ὀλίγον πινέτω. Ἀγαθὰ δὲ καὶ τάδε διδόναι πίνειν νήστει ἑκάστης ἡμέρης· τρίβοντα λεῖα καὶ διέντα κοτύλην οἴνου παλαιοῦ λευκοῦ, σελίνου καρπὸν, σικύου σπέρμα, μαράθρου καρπὸν, Αἰθιοπικὸν κύμινον, ἀδίαντον, κόριον τὴν ποίην, ἀσταφίδας λευκάς· ταῦτα πίνων κἀκεῖνα ὠφεληθήσεται καὶ τάχιστα ὑγιὴς γενήσεται.
[36] Ἄλλος ἴκτερος· οὗτος ἐπιλαμβάνει χειμῶνος ἐν ὥρῃ ἐκ μέθης καὶ ῥίγεος· ἄρχεται δὲ τοπρῶτον ῥῖγος ἐπιλαμβάνειν, ἔπειτα καὶ πυρετὸς κατέχει· τὸ δὲ ὑγρὸν τὸ ἐν τῷ σώματι πήγνυται ἐν τῷ δέρματι. Τοῖσι δὲ δείκνυται ὅτι οὕτως ἔχει· πελιδνόν ἐστιν αὐτοῦ τὸ σῶμα καὶ ὑπόσκληρον, καὶ αἱ φλέβες διὰ τοῦ σώματος τέτανται ὠχραί· μέζονες δὲ καὶ παχύτεραι ἢ πρόσθεν εἰσί· τέτανταί τε ὑπομελάντεραι καὶ ἄλλαι φλέβες, καὶ ἢν τάμνῃ τίς τινα αὐτῶν, ῥεύσεται τὸ αἷμα ὠχρὸν, ἢν ὠχραὶ ἔωσιν αἱ φλέβες· ἢν δὲ μέλαιναι ἔωσι, μέλαν τὸ αἷμα ῥεύσεται. Καὶ τὸ ἱμάτιον πρὸς τῷ σώματι προσκείμενον οὐκ ἀνέχεται ὑπὸ τοῦ κνησμοῦ. Οὗτος πρόθυμός ἐστι πρὸς τὸ πορεύεσθαι καὶ φοιτῇν, ἀλλ' ὑπὸ τῆς ἀσθενείης αὐτοῦ τὰ σκέλεα ὑποφέρεται, καὶ διψῇ σφόδρα. Αὕτη ἡ νοῦσος οὔπω ἧσσον τῆς προτέρης θανασίμη· προέρχεται δὲ πλείω χρόνον, ἢν μὴ ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν ὑγιὴς γένηται· ἢν δὲ ἡ νοῦσος ἀπομηκύνηται καὶ γένηται ὄγδοος ἢ ἔννατος, συμπίπτει ἐς κλίνην, καὶ ἡ νοῦσος καὶ ἡ ἀλγηδὼν πιέζει μᾶλλον, καὶ ἀνίστασθαι οὐ δύναται, καὶ οἱ πολλοὶ ἐν τούτῳ τῷ χρόνῳ παραχρῆμα φθείρονται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, κατ' ἀρχὰς μὲν τῆς νούσου ἢν παραγένηται, ὁκόταν ἤδη αἱ ἑπτὰ ἡμέραι παρέλθωσιν, ἐλλέβορον πῖσαι, τὴν δὲ κάτω κοιλίην χυλῷ ὑποκαθῆραι, ὡς ἐν τῷ πρόσθεν, καὶ τἄλλα τὰ αὐτὰ διδόναι φάρμακα. Διδόναι δὲ καὶ κανθαρίδας, ἄνευ πτερῶν καὶ κεφαλῆς, τέσσαρας τρίβων καὶ διεὶς οἴνῳ λευκῷ ἡμικοτυλίῳ, ἤδη δὲ καὶ μέλι παραχέαι ὀλίγον, εἶτα οὕτω διδόναι πιεῖν· τοῦτο πινέτω δὶς ἢ τρὶς τῆς ἡμέρης. Προϊούσης δὲ τῆς νούσου λουτροῖσι καὶ πυριήμασι θεραπεύειν· ἐσθιέτω δὲ ἅσσα προσίεται· οἶνον δὲ πινέτω λευκὸν, αὐστηρὸν, καὶ τἄλλα τὰ αὐτὰ προσφερέσθω ἃ καὶ τῇ πρόσθεν. Αὕτη ἡ νοῦσος χρονίη καὶ χαλεπὴ, ἢν μὴ κατ' ἀρχὰς καλῶς μελετηθῇ.
[37] Ἄλλος ἴκτερος· ἐπιδήμιος οὗτος καλέεται, διότι πᾶσαν ὥρην ἐπιλαμβάνει· γίνεται δὲ ἀπὸ πλησμονῆς μάλιστα καὶ μέθης, καὶ ἐπειδὰν ῥιγώσῃ. Εὐθέως οὖν τὸ σῶμα ἀλλοιοτροπέει καὶ γίνεται ὠχρὸν, καὶ οἱ ὀφθαλμοὶ σφόδρα ὠχροὶ, καὶ ὑπὸ τὰς τρίχας καὶ ὑπὸ τοὺς ὄνυχας ἡ νοῦσος ὑπέρχεται, καὶ ῥῖγος καὶ πυρετὸς βληχρὸς ἔχει, καὶ ἀσθενέει τὸ σῶμα, καὶ ἐν τῇ κεφαλῇ ὀδύνη ἔχει, καὶ οὐρέει ὠχρὸν καὶ παχύ. Οὗτος ὁ ἴκτερος ἧσσον θανατώδης τῶν πρόσθεν, καὶ θεραπεύεται μελετώμενος ἐν τάχει. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, σχάσαι αὐτοῦ τοὺς ἀγκῶνας καὶ ἀφαιρέειν τοῦ αἵματος, ἔπειτα πυριήσας πῖσαι ἐλατήριον· κάτω δὲ αὖθις ὑποκαθῆραι τῇ τρίτῃ ὀνείῳ γάλακτι. Τὰ δὲ ἄλλα ῥοφήματά τε καὶ πόματα καὶ ἐδέσματα τὰ αὐτὰ διδόναι ἃ καὶ τῷ πρόσθεν, καὶ καθαίρειν αὐτοῦ τὴν κεφαλὴν θαμινὰ, καὶ ἀπὸ χαραδρίου πίνειν, καὶ λούειν αὐτὸν πολλῷ καὶ θερμῷ, καὶ ξύων τὴν σάρκα ἐν οἴνῳ λευκῷ διδόναι πίνειν, καὶ ἐς τὰ ἄλλα πάντα τοῖσιν αὐτοῖσι χρεέσθω, καὶ ἐν τάχει ὑγιὴς ἔσται.
[38] Ἄλλος ἴκτερος· γίνεται μὲν ἀπὸ φλέγματος, ἐπὶ δὲ χειμῶνος μάλιστα ἐπιλαμβάνει, καὶ ἡ χροιὴ αὐτέου λευκὴ, καὶ τὰ στήθεα αὐτέου πλήρεα γίνεται φλέγματος, καὶ ἀποπτύει τὸ σίαλον πουλὺ, καὶ ὁκόταν ἀποχρέμπτηται, λυγμὸς αὐτῷ γίνεται, καὶ οὐρέει λευκὸν καὶ παχὺ, καὶ ὑπ' αὐτῷ ὑφίσταται ὁκοῖον ἄλευρον. Οὗτος ὁ ἴκτερος οὐκ ἔστι θανατώδης καὶ ἐν τάχει ὑγιαίνεται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πῖσαι κνίδιον κόκκον, καὶ μετὰ τὴν κάθαρσιν πτισάνης χυλὸν, μέλι παραχέας, δοῦναι ἐκροφέειν τέσσαρας κοτύλας· τὴν δὲ ἄνω κοιλίην ἐμετοποιεύμενος καθαρὴν παρεχέτω ὡς ἐν τῇσι πρόσθεν· οὕτω γὰρ ἂν ῥήϊστα τὸ φλέγμα ἀπαγάγοι τοῦ πλεύμονος καὶ τῶν ἀρτηριῶν· καὶ ἀναγαργαρισμὸν σκευάζειν αὐτῷ θαμινά. Οὗτος ἐνίοτε καὶ πυρεταίνει βληχρῷ πυρετῷ, καὶ φρίκη λεπτὴ ἐπιγίνεται. Καὶ τἄλλα μελετῇν οἷσι καὶ τοὺς πρόσθεν ἰκτέρους, καὶ φαρμάκοισι καὶ πυρίῃσι καὶ λουτροῖσι καὶ ἐδέσμασι καὶ ποτοῖσι καὶ ῥοφήμασιν· οὕτω γὰρ ἂν μάλιστα ὑγιέα ποιήσειας.
[39] Νούσημα ὅπερ καλεῖται τῦφος· τῦφος μὲν τοῦτο τὸ νούσημα καλέεται· ἐπιλαμβάνει δὲ θέρεος ἐν ὥρῃ, ὁκόταν ὁ κύων τὸ ἄστρον ἐπιτέλλῃ, χολῆς κινηθείσης ἀνὰ τὸ σῶμα. Εὐθέως οὖν αὐτὸν πυρετοὶ ἔχουσιν ἰσχυροὶ καὶ καῦμα ὀξὺ, καὶ ὑπὸ τοῦ βάρεος ἀσθενείη καὶ ἀκρησίη τῶν σκελέων, καὶ ἐκ τῶν χειρῶν ἄχρειος μάλιστα γίνεται· καὶ ἡ γαστὴρ ταράσσεται, καὶ τὰ ὑποχωρέοντα δυσώδεα, καὶ στρόφος ἰσχυρὸς ἐπιγίνεται. Ταῦτά τε πάσχει, καὶ ἤν τις ἀναστῆσαι θέλῃ αὐτὸν, οὐ δύναται ὀρθοῦσθαι, οὐδὲ τοῖσιν ὀφθαλμοῖσιν ἀνορῇν δύναται ὑπὸ τοῦ καύματος, καὶ ἤν τις αὐτὸν ἐρωτᾷ, ὑπὸ τοῦ πόνου ἀκούων οὐ δύναται ἀποκρίνασθαι. Ὁκόταν δὲ μέλλῃ ἀποθνήσκειν, ὀξύτερά τε ὁρῇ καὶ φθέγγεται θαρσαλέως, καὶ πιέειν καὶ φαγέειν αἰτέει, καὶ ἢν δῷ τις καὶ φάγῃ, ἐν τάχει ἀφῆκε τὴν ψυχὴν, ἢν μὴ ἐξεμέσῃ. Τούτῳ ἡ νοῦσος αὕτη κρίνεται ἐν ἑπτὰ ἡμέρῃσιν ἢ δεκατέσσαρσι· πολλοὶ δὲ διατρέχουσι καὶ ἐς τὰς εἰκοσιτέσσαρας· ἢν γοῦν ταύτας διέλθῃ, ὑγιὴς ἔσται· καὶ γὰρ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσι δηλοῦται εἰ θανάσιμος ἢ οὔ. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, ὧδε ἰῆσθαι· ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων λουτροῦ μὲν ἀπέχεσθαι, ἀλείφειν δὲ οἴνῳ καὶ ἐλαίῳ χλιαίνων ἐς κοίτην, καὶ σιτίων ἀπέχεσθαι· ῥοφήματα δὲ λεπτὰ ψυχρὰ διδόναι· οἶνον δὲ πινέτω μέλανα, αὐστηρὸν, ἢν ξυμφέρῃ αὐτῷ· ἢν δὲ μὴ, λευκὸν, αὐστηρὸν, ὑδαρέστερον· ἢν δὲ δίψα ἰσχυρὴ πιέζῃ, τοῦ ὕδατος ἀθρόον διδοὺς πίνειν, κέλευε ἐξεμέειν, ταῦτα δὶς ἢ τρὶς ἐφεξῆς ποιήσας, καὶ ὁκόταν τὸ καῦμα ἔχῃ, ῥάκεα βάπτων ὕδατι ψυχρῷ προστιθέναι, ᾗ ἂν μάλιστα φῇ καίεσθαι· ἢν δὲ φρίκην ἔχῃ τὸ σῶμα, ἀνιέναι τὰ ψύγματα. Οὗτος ὁκόταν μάλιστα πονέῃ, ὑπὸ τῆς ὀδύνης αἴφνης κινδυνεύσει τότε ἀφεῖναι τὴν ψυχήν· ἀλλὰ διδόναι χρὴ αὐτῷ τῆς ὀδύνης τὰ φάρμακα μετὰ σπουδῆς τὰ αὐτὰ ἃ καὶ τῷ ὑπὸ τῆς πλευρίτιδος ἐχομένῳ. Ὁκόταν δὲ ἐξαναστῇ, ἀνακομίζειν σιτίῳ καὶ ποτῷ καὶ λουτροῖσιν ὡς τάχιστα· ἡ γὰρ νοῦσος χαλεπὴ, καὶ παῦροι διαφεύγουσιν.
[40] Ἄλλος τῦφος· ἐπιλαμβάνει μὲν τὸ νούσημα πάσην ὥρην· γίνεται δὲ δι' ὑγρασίην τοῦ σώματος, ὁκόταν τὰ σιτία ὑγρὰ ἐόντα καὶ τὸ ποτὸν πουλὺ αἱ σάρκες ἀναπίωσι καὶ πλαδαραὶ γίνωνται· ἀπὸ τούτων τὸ νούσημα γίνεται μάλιστα. Ἄρχεται οὖν ὁ πυρετὸς τριταῖος ἢ τεταρταῖος κατ' ἀρχὰς γινόμενος, καὶ πόνος ἰσχυρὸς ἐν τῇ κεφαλῇ ἐνίσταται, ἐνίοτε δὲ καὶ ἐν τῷ σώματι διαλείπων· καὶ ἐμέει σίαλον, καὶ ἐρεύγεται πυκινὰ, καὶ ἀλγέει τὰς χώρας τῶν ὀφθαλμῶν, καὶ τὸ πρόσωπον ἀφύει, καὶ ἐς τοὺς πόδας οἴδημα κατέρχεται· ἐνίοτε δὲ καὶ ὅλον τὸ σῶμα ἀποιδέει, καὶ ἐς τὰ στήθεα καὶ ἐς τὸ μετάφρενον ἐνίοτε ἡ ὀδύνη τρέχει, καὶ ἡ γαστὴρ τετάρακται, καὶ τοῖσιν ὀφθαλμοῖσιν ἐσορᾷ ἰσχυρῶς, καὶ τὸ σίαλον ἀποπτύει πολλὸν καὶ ἀφρῶδες, καὶ ἐν τῇ φάρυγγι δοκέει ἐνέχεσθαι, καὶ κέρχνει αὐτόν· πολλάκις δὲ καὶ φλεγμαίνει ὁ φάρυγξ. Τοῦτον ὁκόταν οὕτως ὁ πόνος πιέζῃ, ἔστιν ὅτε καὶ ὀρθοπνοίη ἰσχυρὴ ἐμπίπτει, καὶ πολλάκις ἐξαπίνης ὑπὸ τοῦ πόνου τὴν ψυχὴν ἀφῆκεν ἐν ἑπτὰ ἡμέρῃσιν ἢ ἐν δεκατέσσαρσι· πολλοὶ δὲ διαφέρουσι καὶ ἕως τῶν εἰκοσιτεσσάρων ἡμερέων. Πολλάκις δὲ καὶ ἐξαπίνης ἡ νοῦσος ἀνῆκε, καὶ δοκέει ὑγιὴς εἶναι· ἀλλὰ φυλάσσεσθαι χρὴ, ἄχρις ἂν αἱ τέσσαρες καὶ εἴκοσιν ἡμέραι παρέλθωσιν· ἢν γὰρ ταύτας διαφύγῃ, οὐ μάλα θνήσκει. Τούτῳ, ὁκόταν ὧδε ἔχῃ, ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων χρὴ ῥόφημα διδόναι ἄλητον κάθεφθον, μέλι λεπτὸν παραχέων· πίνειν δὲ διδόναι μέλανα οἶνον κατ' ὀλίγον, ὅκως ἂν βούληται κεκρημένον· σιτία δὲ μὴ προσφέρειν, πρὶν ἂν αἱ ἡμέραι παρέλθωσι· πουλύποδας δὲ ἐν οἴνῳ ἑφθοὺς διδόναι ἐσθίειν, καὶ τὸν ζωμὸν ῥοφάνειν, καὶ ῥαφανῖδας τρώγειν πολλάς· καὶ καρδάμου καρπὸν φώσας, ἀλέσαι καὶ σῆσαι λεπτά· ἔπειτα ἐπ' οἶνον ἐπιβαλὼν μέλανα στρυφνὸν καὶ ἄλφιτα λεπτὰ ὀλίγα διδόναι πίνειν ἕωθεν· λουτροῦ δὲ ἀπεχέσθω, μέχρις ἂν αἱ ἡμέραι παρέλθωσιν· οἴνῳ δὲ καὶ ἐλαίῳ χλιήνας ἀλείφειν ἐς κοίτην καὶ ἐκμάσσειν· καὶ γλυκυσίδης καρποῦ δέκα κόκκους ἑψῶν ἐν οἴνῳ μέλανι, διδόναι πίνειν· καὶ γογγυλίδας διέφθους ποιέων ῥοφανέτω τοῦ χυλοῦ, ἀρτύσας τυρῷ ἀνάλτῳ καὶ μήκωνι καὶ ἁλὶ καὶ ἐλαίῳ καὶ σιλφίῳ καὶ ὄξει. Ἢν δὲ καὶ φάρμακον βούλῃ πῖσαι, τοῦ κνιδίου κόκκου πῖσαι, καὶ μετὰ τὴν κάθαρσιν ἀλεύρου ἑφθοῦ καὶ λιπαροῦ δοῦναι δύο τρυβλία ἐκροφέειν· οἶνον δὲ πινέτω τὸν αὐτόν. Τούτων τῶν φαρμάκων καὶ ῥοφημάτων καὶ ποτῶν ὅ τι ἂν διδῷς ὀνήσεις, ἤν τε κατὰ ἓν, ἤν τε κατὰ πλείω προσφέρῃς, καὶ οὕτω τάχιστα ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος χαλεπὴ, καὶ παῦροι διαφυγγάνουσιν.
[41] Ἄλλος τῦφος· γίνεται μὲν καὶ οὗτος διὰ τόδε, ὁκόταν ἡ χολὴ σαπεῖσα μιγῇ τῷ αἵματι ἀνὰ τὰς φλέβας καὶ τὰ ἄρθρα, καὶ ὁκόταν στῇ, οἴδημα ἀνίσταται μάλιστα μὲν ἐν τοῖσιν ἄρθροισι καὶ καταστηρίζεται, ἐνίοτε δὲ καὶ ἐς τὸ ἄλλο πᾶν σῶμα, καὶ ὀδύνας παρέχει ὀξείας· καὶ οἱ πολλοὶ ἐκ ταύτης τῆς νούσου χωλοὶ γίνονται, ὁκόταν ἀποληφθεῖσα ἐν τοῖσιν ἄρθροισιν ἡ χολὴ πωρωθῇ· ἡ δὲ ὀδύνη διαλείπουσα ἐπιλαμβάνει καὶ διὰ τριῶν ἡμερέων καὶ διὰ τεσσάρων. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, μελετῇν οὕτως· ὁκόταν μὲν ἡ ὀδύνη ἔχῃ ἐν τῷ σώματι, χλιάσματα χρὴ ποιέειν καὶ προστιθέναι, ἐλαίῳ ὑπαλείψας· ὁκόταν δὲ ἀνῇ, δοῦναι αὐτῷ ἐλλέβορον πυριήσας πρόσθεν ἅπαν τὸ σῶμα· τῇ δὲ ὑστεραίῃ ὀρρὸν αἰγὸς ἑψήσας, δοῦναι πιεῖν δύο χοέας, παρὰ τὸν ἕτερον χοέα μέλι παραχέας, παρὰ δὲ τὸν ἕτερον ἅλας παραβαλών· εἶτα κύλικα παρὰ κύλικα παραλλάσσων πινέτω ἕως ἂν ἐκπίῃ ἅπαν· ἐς ἑσπέρην δὲ μετὰ τὴν κάθαρσιν φακῆς τρυβλίον ῥοφεέτω, καὶ τεύτλων τρυβλίον λιπαρῶν ἄλφιτα παραπάσας ἐκπιέτω, καὶ νεοσσοῦ ἀλεκτορίδος κρέας ἢ πελειάδος ἢ τρυγόνος ἢ ὄϊος ἢ ὑὸς πίονος τρωγέτω. Τὸν δὲ ἐλλέβορον δι' ἕκτης ἡμέρης διδόναι, καὶ ἤν κου τῶν ἄρθρων ἀποιδίσκηται καὶ μὴ θέλῃ ἀφίστασθαι, σικύην προσβαλὼν ἀφαιρέειν τοῦ αἵματος, κατακεντῶν ἀκίδι τριγώνῳ ἐς τὰ γούνατα, ἢν ἐν τοῖσι γούνασιν ἐνῇ τὸ οἴδημα, τῶν δὲ ἄλλων ἄρθρων μηδὲν κεντριώσῃς. Τὰς δὲ μεταξὺ τῶν ἡμερέων σιτίον προσφερέσθω ἄρτον μὲν ὡς ὀπτότατον, μᾶζαν δὲ ψαιστὴν ὡς μάλιστα· ὄψον δὲ ἐχέτω μάλιστα μὲν ὄρνιθα ὀπτὴν ἄναλτον· εἰ δὲ μὴ, καὶ ἑφθὴν, ἐζωμευμένην, πλὴν ἄνευ τυροῦ καὶ σησάμου καὶ ἁλός· ἰχθύσι δὲ χρεέσθω τοῖσι σαρκωδεστάτοισιν, ὀπτοῖσι δὲ τὸν αὐτὸν τρόπον τοῖσι κρέασιν, ἢ ἑψῶν δι' ὀριγάνου παστὰ, ἐλαίῳ αὐτὰ ὑποχρίσας, οἶνον δὲ πινέτω λευκὸν, ἢν ξυμφέρῃ· εἰ δὲ μὴ, μέλανα· καὶ ἐν περιόδοισι ταλαιπωρεέτω δι' ἡμέρης καὶ μετὰ τὸ δεῖπνον καὶ ὄρθριος, ὀρρὸν δὲ καὶ γάλα τὴν ὥρην πινέτω αἰεί· ἢν δέ σοι δοκέῃ, καὶ ὄνειον γάλα διδόναι ἀφεψήσας. Καὶ ἢν ὑγιὴς γένηται, ἐν φυλακῇ αὐτὸν εἶναι τοῦ ψύχεος καὶ τοῦ πνίγεος, καὶ τῶν σιτίων μὴ λίην ἐμπιπλάσθω· κίνδυνος γὰρ αὖθις ὑποτροπιάσαι τὴν νοῦσον. Αὕτη τοιγαροῦν ἡ νοῦσος οὕτω θεραπευομένη ἐν ἓξ μησὶν ὑγιὴς γίνεται· οὗτοι γὰρ κρίνουσιν, ἤν τε θανάσιμος, ἤν τε μὴ, ἢν καὶ παραχρῆμα θεραπεύηται· πλὴν ἡ νοῦσος χαλεπὴ, καὶ τοῖσι πλείστοισι συναποθνήσκει.
[42] Ἄλλος τῦφος· γίνεται μὲν τὸ νούσημα ἐν ὀπώρης καιρῷ, ὁκόταν τις πλησθῇ παντοίης ὀπώρης. Τοῖσι δὲ πολλοῖσι καὶ ἀπὸ τῶνδε ἐγένετο τὸ νόσημα· φαγόντες πλακοῦντος καὶ σησάμης καὶ τῶν ἄλλων μελιτωθέντων ἀπλήστως. Τὸ γὰρ μέλι τὸ ἑφθὸν καυματῶδές ἐστι καὶ προσπλάσσεται τῇ κοιλίῃ· ἔπειτα ὁκόταν καθεψηθῇ ἐν τῇ κοιλίῃ, ἀναζέεται, καὶ ἐξαπίνης ἡ γαστὴρ ἀείρεται καὶ πίμπραται, καὶ δοκέει διαρρήσσεσθαι· ἔπειτα δὲ ἐξαπίνης διάρροια ἐπεγένετο, καὶ ὁκόταν ἅπαξ ἄρξηται χωρέειν, πολλὰς ἡμέρας καθαίρεται, καὶ πολλοὶ μετὰ ταύτην τὴν κάθαρσιν ὑγιέες ἐγένοντο. Ὁκόταν οὖν παύσηται αὐτόματος καθαιρόμενος, φακῶν χυμοῦ ἀναγκάσαι αὐτὸν ἐκπιεῖν τρία ἡμίχοα, ἅλας παραβάλλων· μετὰ δὲ τὴν κάθαρσιν τοῦ χυμοῦ ἐς ἑσπέρην, φακῆς τρυβλίον ῥοφεέτω ψυχρῆς ἀνάλτου, σίλφιον δὲ ἐπιξύσθω πουλὺ, καὶ τεύτλου τρυβλίον ἀνηδύντου λιπαροῦ, ἄλφιτα παραπάσσων φαγέτω· οἶνον δὲ πινέτω μέλανα αὐστηρὸν κατ' ὀλίγον. Τὸ δὲ λοιπὸν τοῦ χρόνου τὰ αὐτὰ ποιεέτω, καὶ σῖτα προσφερέσθω ἄρτον ἔξοπτον, μᾶζάν τε ψαιστὴν ὡς μάλιστα· τὰς δὲ πρώτας τῶν ἡμερέων ἄλευρον φαγέτω κάθεφθον, ἀποψύχων καὶ μέλι παραχέων· οἶνον δὲ πινέτω μέλανα στρυφνὸν, ἕως ἂν καταστῇ ἡ νοῦσος, ταῦτα προσφερέσθω. Ὁ δὲ ὑπὸ τῆς ὀπώρης ληφθεὶς τῇ νούσῳ φῦσαν παρέχει καὶ στρόφον καὶ ὀδύνην, καὶ τὰ σιτία οὐκ ἐθέλει διαχωρέειν, καὶ ἡ γαστὴρ μεγάλη καὶ σκληρὴ αὐτοῦ ἐστι, καὶ ῥῖγος καὶ πυρετὸς ἔχει. Τούτῳ ἢν μὲν αὐτομάτη ταραχθῇ ἡ κοιλίη, ἐν εἴκοσιν ἡμέρῃσι τὸ ἐλάχιστον καθαίρεται, καὶ ὁκόταν παύσηται καθαιρόμενος, ὑγιὴς παραχρῆμα ἔσται· ἢν δὲ μὴ αὐτομάτη ταραχθῇ, καθαίρειν αὐτὸν τῷ τοῦ ἱππόφεω ὀπῷ ἢ τῷ κνιδίῳ κόκκῳ· ἐς ἑσπέρην δὲ ταῦτα διδόναι ἃ καὶ τῷ αὐτομάτῳ καθαιρομένῳ· τῇ δ' ὑστεραίῃ, ἢν μὲν πυρετὸς ἔχῃ, ἡσυχίην ἐχέτω, διδόναι δὲ αὐτῷ πίνειν τοῦ αὐτοῦ οἴνου ὡς ἐν ψυχροτάτῳ ὕδατι· ἢν δὲ μὴ ἔχῃ πυρετὸς, διαιτήσθω δίαιταν μὴ ὑγρὴν, ἀλλ' ἰσχυροτέρην, καὶ περιπατεέτω πρὸς τὰ σιτία τεκμαιρόμενος. Ὑπὸ τουτέου τοῦ νοσήματος πολλοῖσιν ἤδη ὕδερος ἐξεγένετο, καὶ ἢν δοκέῃ σοι κλύζειν, τοῖσιν αὐτοῖσι κλύσον οἷσι καὶ τὸν ὑδεριῶντα. Ἢν δὲ βούλῃ, τοισίδε κλύζειν· ἐν μελικρήτου κοτύλῃ ποίην θαψίης ἐγξύσαι, εἶτα οὕτως ἐγκλύσαι. Οὗτος οὕτω θεραπευόμενος τάχιστα ὑγιὴς ἔσται.
[43] Ἄλλος τῦφος· γίνεται μὲν τὸ νούσημα, ὁκόταν τὸ ὑγρὸν τὸ ἐν τῷ σώματι συνπαγῇ καὶ ἀναξηρανθῇ μᾶλλον τοῦ καιροῦ. Γίνεται οὖν τὴν εἰδέην, ὁκόταν τῷ νουσήματι ἔχηται, δίυγρος, ὕπωχρος, διαφανὴς, κύστει πλήρει ἐοικὼς οὔρου, πλὴν οὐκ οἰδέει, ἀλλὰ λεπτὸς καὶ σκελιφρός ἐστι καὶ ἀσθενής· μάλιστα δὲ τοῦ σώματος λεπτύνεται τὰς κληῗδας, καὶ τὸ πρόσωπον ἰσχυρῶς κάτισχνος, καὶ οἱ ὀφθαλμοὶ ἔκκοιλοι σφόδρα. Ταῦτα μὲν ὑπὸ τοῦ νοσήματος πάσχει· ἢν δὲ ἡ χροιὴ τοῦ σώματος μέλαινα ᾖ, τάδε αἴτιά ἐστιν· ἐς τὰ φλέβια καὶ ἐς τὸ δέρμα, ὁκόταν χολὴ μέλαινα ὑπέλθῃ, καὶ ἐπὶ τούτοισιν, ὁκόταν θέρμη ἐπιγένηται, ἀνάγκη ὑπὸ τοῦ θερμοῦ ξυγκαίεσθαί τε καὶ ἀναξηραίνεσθαι τὰ φλέβια, ὥστε τὸ αἷμα μὴ χωρέειν κατὰ τὰ φλέβια. Τάδε οὖν πάσχει οὗτος πρὸς ἐκείνοις· λεπτὸς γίνεται καὶ κάτισχνος ἰσχυρῶς, καὶ τοῖσιν ὀφθαλμοῖσιν ἀραιὰ σκαρδαμύσσει, καὶ τὰς μυίας ἀπὸ τοῦ ἱματίου θηρεύει, καὶ βόρος τῶν σιτίων μᾶλλόν ἐστιν ἢ ὑγιαίνων, καὶ λύχνου ἀπεσβεσμένου τῇ ὀσμῇ ἥδεται, καὶ ἐξονειρώσσει θαμινά· πολλάκις δὲ καὶ βαδίζοντι αὐτῷ ἐξέρχεται ἡ γονή. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, καθαίρειν τὴν κοιλίην τῷ μέλανι ἐλλεβόρῳ, τὴν ἄνω δηλονότι· τὴν δὲ κάτω ὀπῷ σκαμμωνίης· μετὰ δὲ τὴν κάθαρσιν τὰ αὐτὰ διδόναι ἃ καὶ τοῖσιν ἄλλοισι, καὶ ὀρρὸν, καὶ γάλα βοὸς ἢ αἰγὸς διδόναι τὴν ὥρην· διδόναι δὲ καὶ ὄνειον γάλα ἐς ὑποκάθαρσιν. Οὗτος οὕτω μελετώμενος μάλιστα ἐν δυσὶν ἔτεσιν ὑγιὴς γίνεται· σιτία δὲ ἃ βούλεται προσφερέσθω· εὐωχεέσθω δὲ ὡς μάλιστα, καὶ περιπατεέτω πρὸς τὰ σιτία τεκμαιρόμενος. Αὕτη ἡ νοῦσος λαμβάνει πρεσβύτερον εἰκοσαετέος· ὁκόταν δὲ λάβῃ, ἢν μὴ κατ' ἀρχὰς τοῦ νοσήματος μελετηθῇ, οὐκ ἐκλείπει, πρὶν ἂν εἴκοσιν ἔτεα παρέλθῃ, ἀλλὰ προσέχει· ἔπειτα ἐνίοισι μελετωμένοισιν ἐξέρχεται· ἡ δὲ νοῦσος χαλεπή.
[44] Εἰλεοί· εἰλεοὶ δὲ τάδε τὰ νουσήματα καλέεται· γίνεται δὲ ἀπὸ τῶνδε μάλιστα· ἢν τοῦ χειμῶνος θερμῇ τῇ διαίτῃ καὶ ὑγρῇ χρέηται καὶ μήτε περιόδοισι ταλαιπωρέῃ πρὸς τὰ σιτία τεκμαιρόμενος, πιμπλάμενος δὲ εὕδῃ ἀεὶ, εἶτα ἐξαπίνης ἀναγκασθῇ βαδίσαι μακρὴν ὁδὸν, ψύχεος ἐόντος, εἶτα ῥιγώσῃ ὑπὸ τὰ ὀστέα, τάδε οὖν πάσχει· φῦσα ἐγγίνεται ἐν τῷ σώματι παντὶ, καὶ ἡ χροιὴ αὐτέου γίνεται μολιβδοειδὴς, καὶ ῥιγοῖ αἰεὶ, ὥστε οἱ θερμὸν καταχυθὲν οὐ δοκέει θερμὸν εἶναι. Τὸ δὲ σῶμα λουόμενον αὐτοῦ λεπίζεται ὑπὸ τοῦ θερμοῦ, μάλιστα δὲ ἡ ὄσχη· ἢν τῷ δακτύλῳ τοῦ σώματός κου ὑποπιέζῃς, ἐνθλάσεις, καὶ σημανέεταί σοι ὥσπερ ἐν σταιτί· μάλιστα δὲ ἐν τοῖσι ποσὶν ἐνθλᾶται. Τὰ δὲ σκέλεα βαρέα αὐτοῦ, καὶ ἢν περιφοιτέῃ, τρέμει, καὶ ἢν πρὸς αἶπος βαδίζῃ, πνευστιᾷ σφόδρα, καὶ αἱ ὠλέναι δοκέουσιν ἀποκρέμασθαι, καὶ τὴν κεφαλὴν ἀλγέει, καὶ αἱ ὀφρύες δοκέουσιν ἀποκρέμασθαι, καὶ δίψη ἔχει τὰς νύκτας, τὰ δὲ σιτία ὠμὰ διαχωρέει, ἅσσ' ἂν καταφάγῃ. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πυριήσας αὐτὸν τοῦ κνεώρου διδόναι πίνειν ἢ τοῦ ἱππόφεω ἢ τοῦ κνιδίου κόκκου· μετὰ δὲ τὴν κάθαρσιν ταῦτα διδόναι ἃ καὶ τοῖσι πρόσθεν· τῇ δὲ ὑστεραίῃ ὀνείου γάλακτος ἑφθοῦ χοέα διδόναι δὶς ἐκπιεῖν ἅλας παραβάλλων· ἐς ἑσπέρην δὲ δειπνεέτω ἄρτον· ὄψον δὲ ἐχέτω ὄϊος κρέα ἑφθὰ, καὶ πουλύποδας ἑφθοὺς ἐν οἴνῳ μέλανι, καὶ τὸν ζωμὸν ῥοφανέτω· καὶ φακὴν ἐχέτω ὧδε ἐσκευασμένην· κοτύλην φακοῦ ἑψήσας τρῖψαι λείην, ἔπειτα ἄλευρον παραμῖξαι, καὶ σίλφιον ἐπιξέσαι, καὶ ἅλας ἐμβαλεῖν, καὶ ὄξος ἐπιχέαι, καὶ σκόροδα συνεψεῖν· ἔπειτα ὕδωρ ἐπιχέας ζέσαι δὶς ἢ τρὶς, καὶ τορυνᾷν ἅμα· ἔπειτα ἀφελὼν ἐψύχθω· ἔστω δὲ μὴ λίην παχείη· ἐμβεβλήσθω δὲ καὶ ἡ γλήχων ἑψομένη τῆς εὐωδίης εἵνεκα. Τὰς δὲ μεταξὺ τῶν ἡμερέων ἐμέτους ποιεέσθω δι' ἕκτης ἡμέρης· πυριῆσθαι δὲ χρὴ ἄλλοτε καὶ ἄλλοτε πρὸ τοῦ ἐμέτου καὶ τῆς φαρμακοποσίης· καὶ διὰ τρίτης ἡμέρης λουέσθω, ἢν συμφέρῃ· εἰ δὲ μὴ, ἀλειφέσθω, καὶ περιπατεέτω, ἢν δυνατὸς ᾖ, πρὸς τὰ σιτία τεκμαιρόμενος καὶ ἀκτῆς φύλλα καὶ κονύζης τῆς αἰεὶ ἁπαλῆς ἑψῶν διδόναι ἐσθίειν. Οὕτω γὰρ ἂν μελετώμενος ῥήϊστα διάγοι, καὶ ἡ νοῦσος ἐκλείποι ἂν ἐνιαυσιαίη· πολλοῖσι δὲ ἤδη ὑγιέσι γινομένοισι διὰ δύο ἐτέων ἡ νοῦσος ὑπετροπίασεν· ἀλλὰ χρὴ, ἢν ὑποτροπιάσῃ, τὴν αὐτὴν ἴησιν ἰῆσθαι. Ἢν δὲ τρίτον ὑποτροπιάσῃ, οἴδημα μὲν οὐκ ἐπιγίνεται, λεπτὸς δὲ γίνεται καὶ κάτισχνος ἄρχεται δὲ λεπτύνεσθαι ἀπὸ τοῦ προσώπου, καὶ τὴν χροιὴν ἔκλευκος γίνεται μᾶλλον ἢ τὸ πρόσθεν. Τούτῳ ὕδερος ἐνίοτε ἐγένετο ἐν τῇ κοιλίῃ· ἢν οὖν ἐγγένηται, τάμνειν αὐτὸν οὐ χρή· ἀποθανέεται γάρ· θεραπεύειν δὲ τοῖσιν αὐτοῖσιν οἷσι καὶ τὸν ἀπὸ σπληνὸς ὑδεριῶντα. Τοῦτον μάλιστα μὲν κατ' ἀρχὰς βούλεσθαι λαβὼν ἰῆσθαι, καὶ οὕτω ταχέως ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος δέεται μελέτης πολλῆς· χαλεπὴ γάρ.
[45] Ἄλλος εἰλεὸς ἰκτερώδης· ἐπιλαμβάνει μάλιστα μὲν θέρεος ὥρην ἐν ἑλώδεσι χωρίοισιν οὗτος, μᾶλλον δὲ ἀπὸ ὑδροποσίης· πολλοὶ δὲ ἤδη καὶ πρὸς τὸν ἥλιον εἱληθέντες τὸ νόσημα ἔλαβον, τὴν κεφαλὴν ἀλγήσαντες. Ἀλλὰ παραπλήσια τοῖσι πρόσθεν πάσχουσι, πλὴν τῆς χροιῆς, καὶ γὰρ ὠχρὸς γίνεται οἷον σίδιον, καὶ οἱ ὀφθαλμοὶ ἔστιν ὅτε ἰκτέρου πίμπλανται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, θεραπεύειν χρὴ τοῖσιν αὐτοῖσιν οἷσι καὶ τὸν πρόσθεν· διδόναι δὲ τὸ ἀπ' ἐρεβίνθων λευκῶν ὕδωρ ἑψῶν πίνειν, καὶ ἐν τῷ οἴνῳ διακιρνᾷν καὶ διδόναι, καὶ τὴν κεφαλὴν αὐτέου καθαίρειν τῷ τετραγώνῳ. Οὗτος ἧσσον τοῦ προτέρου θανατώδης· καλέεται δὲ εἰλεὸς ἰκτερώδης.
[46] Εἰλεὸς αἱματίτης· τὰ μὲν ἄλλα πάσχει πλῆθος τὰ αὐτὰ τοῖσι πρόσθεν· ἄρχεται δὲ μετοπώρου γίνεσθαι τὸ νούσημα. Τάδε δὲ ἐν τῷ νουσήματι προσγίνεται· ἐκ τοῦ στόματος κακὸν ὄζει, καὶ ἀπὸ τῶν ὀδόντων τὰ οὖλα ἀφίσταται, καὶ ἀπὸ τῶν ῥινῶν αἷμα ῥέει. Ἐνίοτε δὲ καὶ ἐκ τῶν σκελέων ἕλκεα ἐκφλυνδάνει, καὶ τὰ μὲν ὑγιαίνεται, τὰ δὲ ἄλλα προσγίνεται, καὶ ἡ χροιὴ μέλαινα, καὶ λεπτόδερμος· περιφοιτῇν δὲ καὶ ταλαιπωρέειν οὐ πρόθυμος. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τούτοισιν ἰῆσθαι οἷσι καὶ τοὺς πρόσθεν, καὶ κλύζειν τοῖσδε· σικύου τοῦ ἀγρίου πέντε φύλλα τρῖψαι λεῖα, καὶ παραμῖξαι μέλιτος ἡμικοτύλιον, καὶ ἁλῶν δραξάμενος τῇ μιῇ χειρὶ, καὶ ἐλαίου ἡμικοτύλιον, καὶ ἀπὸ τεύτλων ἑφθῶν τοῦ χυλοῦ τέσσαρας κοτύλας· διδόναι δὲ ἐς ὑποκάθαρσιν ὀνείου γάλακτος ἑφθοῦ κοτύλας ὀκτὼ μέλι παραχέων· πινέτω δὲ καὶ βόειον τὴν ὥρην, τεσσαράκοντα ἡμέρας· πινέτω δὲ καὶ τὸ ἕωθεν τοῦ βοείου γάλακτος δύο κοτύλας, τρίτον μελικρήτου παραμίσγων τὰς μεταξὺ τῶν ἡμερέων. Αὕτη ἡ νοῦσος δέεται πολλῆς ἰήσιος· εἰ δὲ μὴ, οὐκ ἐξέρχεται, ἀλλὰ ξυναποθνήσκει τῷ ἀνθρώπῳ· καλέεται δὲ εἰλεὸς αἱματίτης.
[47] Τὰ παχέα καλούμενα νοσήματα· ἐκ δὲ τῶν παχέων καλουμένων νουσημάτων τάδε μάλιστα γίνεται· ὁκόταν φλέγμα καὶ χολὴ μιχθῇ κατὰ τὸ σῶμα, συρρέει ἐς τὴν κοιλίην, καὶ ὁκόταν ἁλισθῇ ἐν τῇ κοιλίῃ, ἀείρεται, ἄνω τε καὶ κάτω ἀνατρέχει ὥσπερ κῦμα, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει, καὶ ἐν τῇ κεφαλῇ ἡ ὀδύνη καθέστηκε, καὶ ὁκόταν πρὸς τὰ σπλάγχνα ἡ ὀδύνη καταστῇ, πνίγα παρέχει· ἐνίοτε δὲ ἐμέει λάπην ὀξείην, ἐνίοτε δὲ καὶ ἁλμυρὴν, καὶ ὁκόταν ἀπεμέσῃ, πικρὸν τὸ στόμα δοκέει αὐτῷ εἶναι. Ἐν δὲ τῇσι πλευρῇσιν ἐρυθήματα καταχεῖται· ἅτε γὰρ τοῦ φλέγματος ἐν τῇ κοιλίῃ ἐόντος, τὸ αἷμα ὑπὸ θερμασίης ἁλισθὲν προσέπεσεν ἐς τὰ πλευρὰ, καὶ ἐρυθήματα ἐκχεῖται ἐν τῇσι πλευρῇσι, καὶ θερμασίη ἔχει μάλιστα τὰς πλευράς· καὶ τὸ μετάφρενον αὐτοῦ ἔγκυρτον γίνεται· καὶ ὁκόταν πονέῃ μάλιστα, οὐκ ἀνέχεται ψαυόμενος τοῦ σώματος· ἀλγέει γὰρ ὁκοῖόν περ ἕλκος· καὶ αἱ σάρκες πάλλονται ὑπὸ τῆς ἀλγηδόνος, καὶ οἱ ὄρχιες ἕλκονται, καὶ ἐς τὴν καθέδρην καὶ ἐς τὴν κύστιν θέρμη τις καὶ ὀδύνη ἐμπίπτει, καὶ οὐρέει παχὺ ὁκοῖόν περ ὕδρωπα, καὶ ἐκ τῆς κεφαλῆς αἱ τρίχες ἐκρέουσι, καὶ τὰ σκέλεα καὶ οἱ πόδες αἰεὶ ψυχροὶ, καὶ ἡ ὀδύνη πιέζει μάλιστα τὰς πλευρὰς καὶ τὸ μετάφρενον καὶ τὸν τράχηλον· πρὸς δὲ τῷ δέρματι δοκέει οἵ τι προσέρπειν. Ἡ δὲ νοῦσος ὁτὲ μὲν πιέζει, ὁτὲ δὲ ἀνίησι· προϊούσης δὲ τῆς νούσου συνεχέστερον πιέζει, καὶ τῆς κεφαλῆς τὸ δέρμα παχὺ καὶ ἐρυθρόν ἐστιν. Οὗτος μέχρι μὲν ἓξ ἐτέων τοιαῦτα πάσχων διατελέει· ἔπειτα ἱδρώς τε πουλὺς καταχέεται καὶ κάκοδμος· πολλάκις δὲ καὶ ὀνειρώσσει, τὸ δὲ λάγνευμα ὕφαιμον προέρχεται ὑποπέλιδνον. Τοῦτο τὸ νούσημα γίνεται διὰ θερμασίην τοῦ ἡλίου καὶ ὑδροποσίην. Τοῦτον τοιγαροῦν ὁκόταν οὕτως ἔχῃ, τοῦ κνεώρου διδοὺς ὑποκαθαίρειν ἢ τοῦ κνιδίου κόκκου ἢ τοῦ ἱππόφεω· δίδου δὲ πίνειν καὶ γάλα ὄνειον, ἑψήσας ὀκτὼ κοτύλας, μέλι παραχέων· τῇ δὲ ὑστεραίῃ μετὰ τὴν κάθαρσιν τὰ αὐτὰ προσφέρειν ἃ καὶ τοῖσιν ἄλλοισι· τὰς δὲ πρώτας ἡμέρας εὐωχεέσθω τὰ αὐτὰ ἃ καὶ ὅστις ὑπὸ ὑδέρου ἑάλω· καὶ πονεέτω περιόδοισιν, ἢν δυνατὸς ᾖ· ἢν δὲ ἀδύνατος ᾖ ὑπὸ τῶν πυρετῶν καὶ ἐσθίειν μὴ δύνηται τὰ σιτία, χρεέσθω ῥοφήματι φακῇ· ποτῷ δὲ οἴνῳ μέλανι ὡς αὐστηροτάτῳ. Αὕτη ἡ νοῦσος ἐπιλαμβάνει μάλιστα μετοπώρου καὶ ὀπώρης ἐούσης. Οὗτος ἢν μὴ ἰηθῇ ἐν τοῖσιν ἓξ ἔτεσιν, προσίσχει ἡ νοῦσος καὶ ἄχρι τῶν δέκα ἐνιαυτῶν· πολλοῖσι δὲ καὶ ξυναποθνήσκει, ἢν μὴ παραχρῆμα μελετηθῇ.
[48] Ἄλλο παχύ· γίνεται μὲν ἀπὸ χολῆς, ὁκόταν χολὴ ἐπὶ τὸ ἧπαρ ἐπιρρυῇ καὶ κατὰ τὴν κεφαλὴν καταστῇ. Τάδε οὖν πάσχει· τὸ ἧπαρ οἰδέει, καὶ ἀναπτύσσεται πρὸς τὰς φρένας ὑπὸ τοῦ οἰδήματος, καὶ εὐθὺς ἐς τὴν κεφαλὴν ὀδύνη ἐμπίπτει, μάλιστα δὲ ἐς τοὺς κροτάφους· καὶ τοῖσιν ὠσὶν οὐκ ὀξὺ ἀκούει, πολλάκις δὲ καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ὁρᾷ· καὶ φρίκη καὶ πυρετὸς ἐπιλαμβάνει. Ταῦτα μὲν καταρχὰς τοῦ νουσήματος αὐτῷ γίνεται, γίνεται δὲ διαλιμπάνοντα, ὁτὲ μὲν σφόδρα, ὁτὲ δὲ ἧσσον· ὁκόσῳ δ' ἂν ὁ χρόνος τῇ νούσῳ προΐῃ, ὅ τε πόνος πλείων ἐν τῷ σώματι, καὶ αἱ κόραι σκίδνανται τῶν ὀφθαλμῶν, καὶ σκιαυγέει, καὶ ἢν προσφέρῃς τὸν δάκτυλον πρὸς τοὺς ὀφθαλμοὺς, οὐκ αἰσθήσεται διὰ τὸ μὴ ὁρῇν· τούτῳ δ' ἂν γνοίης ὅτι οὐχ ὁρῇ, ὅτι οὐ σκαρδαμύσσει προσφερομένου τοῦ δακτύλου. Καὶ τὰς κροκίδας ἀφαιρέει τοῦ ἱματίου, ἤν περ ἴδῃ, δοκέων φθεῖρας αὐτὰς εἶναι. Καὶ ὁκόταν τὸ ἧπαρ μᾶλλον ἀναπτυγῇ πρὸς τὰς φρένας, παραφρονέει· καὶ προφαίνεσθαί οἱ δοκέει πρὸ τῶν ὀφθαλμῶν ἑρπετὰ καὶ ἄλλα παντοδαπὰ θηρία καὶ ὁπλῖται μαχόμενοι, καὶ αὐτὸς ἐν αὐτοῖς δοκέει μάχεσθαι, καὶ τοιαῦτα λέγει ὡς ὁρέων μάχας καὶ πολέμους, καὶ ἐπέρχεται, καὶ ἀπειλέει, ἢν μή τις αὐτὸν ἐῇ ἐξιέναι· κἢν ἀναστῇ, οὐ δύναται ἀείρειν τὰ σκέλεα, ἀλλὰ καταπίπτει· καὶ οἱ πόδες αὐτοῦ αἰεὶ ψυχροί· καὶ ὁκόταν καθεύδῃ, ἀναΐσσει ἀπὸ τοῦ ὕπνου, καὶ φοβέεται, ὁκόταν ἐνύπνια ἴδῃ φοβερά. Τῷδε δὲ γινώσκομεν, ὅτι ἀπὸ ἐνυπνίων ἀΐσσει καὶ φοβέεται· ὁκόταν ἔννοος γένηται, ἀφηγεῖται τὰ ἐνύπνια, ὁκοῖα καὶ τῷ σώματι ἐποίεε καὶ τῇ γλώσσῃ ἔλεγε. Ταῦτα μὲν οὕτω πάσχει. Ἔστι δ' ὅτε καὶ κέεται ἄφωνος ὅλην τὴν ἡμέρην καὶ τὴν νύκτα ἀναπνέων πολλὸν τὸ πνεῦμα ἀθρόον. Ὁκόταν δὲ παύσηται παραφρονέων, εὐθὺς παραχρῆμα ἔννοος γίνεται, καὶ ἢν ἐρωτῇ τις αὐτὸν, ὀρθῶς ἀποκρίνεται, καὶ γινώσκει πάντα τὰ λεγόμενα· εἶτ' αὖθις ὕστερον ὀλίγῳ χρόνῳ ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κεῖται. Αὕτη ἡ νοῦσος προσπίπτει μάλιστα ἐν ἀλλοδημίῃ, καὶ ἤν κου ἐρήμην ὁδὸν βαδίζῃ καὶ ὁ φόβος αὐτὸν λάβῃ ἐκ φάσματος· λαμβάνει δὲ καὶ ἄλλως. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πῖσαι τοῦ μέλανος ἐλλεβόρου πέντε ὀβολοὺς στήσας, διδόναι δὲ ἐν οἴνῳ γλυκεῖ, ἢ κλύζειν αὐτὸν ἐν τούτοισι· νίτρου Αἰγυπτίου ὁκόσον ἀστράγαλον ὄϊος, τοῦτο τρῖψαι λεῖον, καὶ παραμῖξαι μέλιτος καλλίστου ἡμικοτύλιον, ἑψήσας, ἐν θυείῃ, καὶ ἡμικοτύλιον ἐλαίου καὶ ἀπὸ τεύτλων ἑφθῶν ὕδατος τέσσαρας κοτύλας ἐξαιθριάσας· ἢν δὲ βούλῃ, ἀντὶ τεύτλου ὄνειον γάλα ἑψήσας παραμῖξαι· ταῦτα μίξας κλύζειν, ἤν τε πυρετὸς ἔχῃ ἤν τε μή. Ῥοφήμασι δὲ χρεέσθω πτισάνῃ καθέφθῳ, μέλι παραχέων· πινέτω δὲ μέλι καὶ ὕδωρ καὶ ὄξος συγκεράσας ἅμα, ἕως ἂν κριθῇ ἡ νοῦσος· κρίνεται δὲ ἐν δεκατέσσαρσιν ἡμέρῃσι τὸ μακρότατον, ἤν τε θανάσιμον ἤν τε οὔ. Πολλοῖσι δὲ ἤδη ἡ τοιαύτη νοῦσος πεπαυμένη πάλιν ὑπετροπίασεν· ἢν οὖν ὑποτροπιάσῃ, κίνδυνος αὐτὸν διαφθαρῆναι· κρίνεται δὲ ἡ νοῦσος ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν θανάσιμος ἢ οὔ· ἢν δὲ ταύτας ἐκφύγῃ, οὐ μάλα θνήσκει, ἀλλὰ τοῖσι πολλοῖσι μελεδαινομένη ἐξέρχεται. Ὁκόταν δὲ παύσηται ἡ νοῦσος, διαίτῃ χρεέσθω καλῇ, ἡσύχως προσάγων ὁκόσα ἂν ἡ κοιλίη προσδέξηται καὶ μὴ ξυγκαυθῇ, μήτε διάρροια ἐπιγίνηται· ἀμφότερα γὰρ δοκέει κινδυνώδεα εἶναι· λουέσθω δὲ ἑκάστης ἡμέρης, καὶ περιπατεέτω μετὰ τὰ σιτία ὀλίγα· ἐσθῆτα δὲ ἐνείσθω κούφην καὶ μαλθακήν· καὶ γαλακτοποτεέτω τὴν ὥρην καὶ ὀρροποτεέτω πέντε καὶ τεσσαράκοντα ἡμέρας. Ταῦτα ἢν ποιέῃ, τάχιστα ὑγιὴς ἔσται· ἡ δὲ νοῦσος χαλεπὴ καὶ δέεται μελέτης πολλῆς.
[49] Ἄλλο παχύ· γίνεται μὲν ἀπὸ φλέγματος σαπέντος· τῷδε δὲ δῆλον γίνεται, ὅτι σαπρόν ἐστιν, ἐρεύγεται γὰρ ἀπ' αὐτοῦ ἔχον τὴν ὀσμὴν, ὁκοῖόν περ ῥαφανῖδας φαγόντος. Ἄρχεται δὲ γίνεσθαι τὸ τοιοῦτον νόσημα ἀπὸ τῶν σκελέων, εἶτ' ἀπὸ τουτέων ἄνεισιν ἐς τὴν κοιλίην, καὶ ὁκόταν ἐν τῇ κοιλίῃ στῇ, αὖθις ἀνατρέχει πρὸς τὰ σπλάγχνα, καὶ ὁκόταν ἐπὶ τούτοισι στῇ, μύζει καὶ ἔμετον ἄγει, ἅμα καὶ λάπην ὀξείην ὑπόσαπρον, καὶ ὁκόταν ἀπεμέσῃ, οὐκ ἔχει ἑωυτόν· ἔπειτα ἀπορίη πρὸς τοῖσι σπλάγχνοισιν, ἐνίοτε δὲ καὶ ἐς τὴν κεφαλὴν ἐξαπίνης ὀδύνη στηρίζει ὀξείη· καὶ τοῖσιν ὠσὶν ὀξέως ἀκούειν οὐ δύναται οὐδὲ τοῖσιν ὀφθαλμοῖσιν ὁρῇν ὑπὸ τοῦ βάρεος· ἱδρώς τε πολλὸς καταχέεται κάκοδμος, μάλιστα μὲν ἢν ἡ ὀδύνη ἔχῃ, καταχέεται δὲ καὶ ἢν ἡ ὀδύνη ᾖ καὶ λωφᾷ, καὶ τῆς νυκτὸς μάλιστα· ἡ δὲ χροιὴ αὐτοῦ ἰκτερώδης δείκνυται. Αὕτη ἡ νοῦσος τῆς προτέρης ἧσσον μικρῷ θανατώδης. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, καθαίρειν τὴν κοιλίην, κάτω μὲν τῷ ἱππόφεῳ, ἄνω δὲ τῷ ἐλλεβόρῳ, καὶ τὴν κεφαλὴν καθαίρειν τῷ τετραγώνῳ· καὶ ὁκόταν ὑπὸ τοῦ ἐλλεβόρου κεκαθαρμένος ᾖ, τῇ ὑστεραίῃ ὀνείῳ ἑφθῷ γάλακτι ὑποκαθαίρειν, τῇ δὲ τρίτῃ αἰγείῳ ἑφθῷ, ὡσαύτως δὴ καὶ τῇ τετάρτῃ καὶ τῇ πέμπτῃ· εἴκοσι δὲ ἄλλας ἡμέρας διδόναι ὠμὸν γάλα βόειον, εἴτε καὶ αἴγειον, τρίτον μέρος μελικρήτου παραμίσγων, πινέτω δὲ τοῦ γάλακτος χοέα· μετὰ δὲ τὴν κάθαρσιν τὴν κάτω τῶν φαρμάκων τὰ αὐτὰ προσφέρειν, ἃ καὶ τοῖσιν ὑπὸ ὑδέρου κατεχομένοισι· τὸν δὲ λοιπὸν χρόνον, ὁκόταν τὸ γάλα πίνῃ, δειπνεέτω ἄρτον ἔξοπτον, ὄψον δὲ ἐχέτω ἐν ἰχθύσι μὲν σκορπίον ἢ καλλιώνυμον ἢ κόκκυγα ἢ ῥίνης τέμαχος ἑφθὸν ἐν ἀρτύμασιν, ἐν κρέασι δὲ οἰὸς ἢ ἀλεκτρυόνος νεοσσούς· ταῦτα ἑφθά· οἶνον δὲ πινέτω λευκὸν, ἢν ξυμφέρῃ, ἢν δὲ μὴ, μέλανα αὐστηρόν· εἶτα περιπατεέτω μετὰ τὸ φαγεῖν, ὅκως ἂν μὴ ῥιγώσῃ. Τούτῳ ἢν μὲν οὖν ξυμφέρῃ, τὰ σιτία διδόναι, ἢν δὲ μὴ ξυμφέρῃ, ῥοφήματα διδόναι πτισάνης ἢ κέγχρου. Ταύτῃ τῇ νούσῳ ἢν τριήκοντα ἡμέρας παρέλθῃ ὁ νοσέων, ὑγιαίνεται· αὗται γὰρ κρίνουσιν, ἢν θανάσιμος ἢ μή· ἡ δὲ νοῦσος χαλεπή.
[50] Ἄλλο παχύ· γίνεται τὸ νούσημα ὑπὸ φλέγματος λευκοῦ· ξυνίσταται δὲ ἐν τῇ κοιλίῃ, ὁκόταν πουλυχρόνιοι κατάσχωσι τὸ σῶμα πυρετοί. Ἄρχεται δὲ τὸ νούσημα ἐκ τοῦ προσώπου γινόμενον, καὶ οἰδέει τὸ πρόσωπον, εἶτα κατέρχεται ἐς τὴν κοιλίην, καὶ ὁκόταν στῇ ἐν αὐτῇ, ἀείρει μεγάλην τὴν γαστέρα, καὶ τὸ σῶμα κοπιᾷ ὡς ὑπὸ ταλαιπωρίης, καὶ ἐν τῇ κοιλίῃ βάρος ἴσχει καὶ πόνος ἰσχυρός· καὶ οἱ πόδες οἰδέουσι. Καὶ ἢν χυθῇ ὑετὸς ἐπὶ τῆς γῆς, τῆς κόνιος ὀδμώμενος οὐκ ἀνέχεται· ἢν δὲ ἑστηκὼς τύχῃ ἐν τῷ ὑετῷ καὶ ὀδμηθῇ τῆς γῆς, ἐξαπίνης πίπτει. Αὕτη ἡ νοῦσος διαπαύουσα τῆς προτέρης πλείονα χρόνον ἐπιλαμβάνει καὶ χρονιωτέρη ἀπαλλάσσεται. Μελετῇν δὲ χρὴ ταύτην ἐν τοῖσιν αὐτοῖσιν, οἵοισι καὶ τὸν ὑδεριῶντα, ἤγουν πυρίῃσι καὶ φαρμάκοισι καὶ ἐδέσμασι καὶ ταλαιπωρίῃσιν. Αὕτη ἡ νοῦσος ἐπικρατέει μάλιστα ἓξ ἔτεα, εἶτα ἐξέρχεται μελετωμένη καλῶς ἐν χρόνῳ, ἤν γε καὶ μὴ καταρχὰς ἰηθῇ. Αὕτη ἡ νοῦσος χαλεπὴ καὶ δέεται μελέτης πολλῆς.
[51] Περὶ ἰσχιάδος· ἰσχιὰς δὲ ἀπὸ τῶνδε τῶν ἀφορμῶν γίνεται μάλιστα τοῖσι πολλοῖσιν, ἢν εἱληθῇ ἐν τῷ ἡλίῳ πουλὺν χρόνον καὶ τὰ ἰσχία διαθερμανθῇ καὶ τὸ ὑγρὸν ἀναξηρανθῇ ὑπὸ τοῦ καύματος τὸ ἐνεὸν ἐν τοῖσιν ἄρθροισιν. Ὡς δὲ ἀναξηραίνεται καὶ πήγνυται, τόδε μοι τεκμήριον· ὁ γὰρ νοσέων στρέφεσθαι ἢ κινέειν τὰ ἄρθρα οὐ δύναται ὑπὸ τῆς ἐν αὐτοῖσιν ἀλγηδόνος καὶ τοῦ ξυμπεπηγέναι τοὺς σπονδύλους· ἀλγέει δὲ μάλιστα τὴν ὀσφῦν καὶ τοὺς σπονδύλους τοὺς ἐκ πλαγίων τῶν ἰσχίων καὶ τὰ γούνατα· ἵσταται δὲ ἡ ὀδύνη ἐν τοῖσι βουβῶσι πλεῖστον χρόνον ἅμα καὶ τοῖσιν ἰσχίοισιν ὀξείη καὶ καυματώδης· κἤν τις αὐτὸν ἀνιστῇ ἢ μετακινέῃ, ὑπὸ τῆς ἀλγηδόνος οἰμώζει ὁκόσον ἂν μέγιστον δύνηται· ἐνίοτε δὲ καὶ σπασμὸς ἐπιγίνεται καὶ ῥῖγος καὶ πυρετός. Γίνεται δὲ τὸ νούσημα ἀπὸ χολῆς· γίνεται δὲ καὶ ἀπὸ φλέγματος καὶ ἀπὸ αἵματος, καὶ ὀδύναι παραπλήσιοι ἀπὸ πάντων τούτων τῶν νουσημάτων· καὶ ῥῖγος καὶ πυρετὸς ἐνίοτε ἐπιλαμβάνει βληχρός. Ἀλλὰ χρὴ ὧδε μελετῇν τὸν ἀπὸ τοῦ ἡλίου ταύτην τὴν νοῦσον λαβόντα· ὑγραίνειν αὐτοῦ τὸ σῶμα τῇ πυριήσει καὶ ἀπὸ τῶν σιτίων καὶ ἀπὸ τῶν ποτῶν καὶ τῶν ἄλλων τῶν διδομένων, διδόναι δὲ χλιαρὰ καὶ ὑγρά· ταῦτα δὲ πάντα ἑφθά· σίτῳ δὲ χρεέσθω μάζῃ μαλθακῇ ἀτρίπτῳ· οἶνον δὲ πινέτω λευκὸν ὑδαρέα· καὶ τῷ σώματι ἡσυχίην ἐχέτω· ἢν δὲ καὶ δυνατὸς ᾖ ἀνίστασθαι, ὀλίγα περιπατεέτω ἑκάστης ἡμέρης· καὶ μὴ ῥιγούτω, καὶ λουέσθω μὴ πολλῷ. Καὶ ὁκόταν σοι δοκέῃ καλῶς ἔχειν καὶ ὑγρὸς εἶναι τὸ σῶμα, πυριῆσαι σφόδρα βληχρῇ τῇ πυρίῃ· μᾶλλον γὰρ ἀνήσει καὶ ἀνυγρανεῖ τὸ συμπεπηγὸς ἐκ τῶν ἄρθρων· εἶτα τῇ ὑστεραίῃ πῖσαι τοῦ κνιδίου κόκκου. Ἢν δὲ μὴ ὠφελήσῃ, κλύσαι τούτοισι χρὴ αὐτόν· τρίβειν κυμίνου ἡμικοτύλιον, σικύην ἄτμητον τῶν μικρῶν καὶ στρογγύλων ξυγκόψας ἐν τῷ ὅλμῳ, καὶ σήσας ὡς λεπτότατον νίτρου ἐρυθροῦ Αἰγυπτίου τεταρτημόριον μνᾶς, ὀπτήσας, τρίψας τε λεῖον, ταῦτα ἐμβάλλειν ἐς χυτρίδα, καὶ ἐγχέαι ἐλαίου κοτύλην, μέλιτος ἡμικοτύλιον, οἴνου λευκοῦ γλυκέος κοτύλην, καὶ σευτλίου χυλοῦ δύο κοτύλας· ταῦτα ἑψῇν, ἕως ἄν σοι δοκέῃ καλῶς ἔχειν τοῦ πάχεος· εἶτα διηθήσας δι' ὀθονίου, παραμῖξαι αὐτοῖσι μέλιτος Ἀττικοῦ κοτύλην, ἢν μὴ βούλῃ ξυνεψεῖν τὸ μέλι· ἢν δὲ μὴ ἔχῃς Ἀττικὸν, κοτύλην τοῦ καλλίστου παραμίξας ἑψῆσαι ἐν θυείῃ· ἢν δὲ τὸ κλύσμα παχύτερον ᾖ, παραχέαι οἴνου τοῦ αὐτοῦ πρὸς τὸ πάχος τεκμαιρόμενος· ἐν τούτῳ κλύζειν. Εἶτα ἐῇν χρὴ μέχρι τριῶν ἡμερέων καθαίρεσθαι· ἢν δὲ πλείονας ἡμέρας καθαίρηται, τοῦ βοείου ἢ τοῦ αἰγείου γάλακτος τρεῖς κοτύλας δοῦναι ἐκπιεῖν· εἶτα τεῦτλα λιπαρὰ, περίπαστα, ἐν ἀρτύμασιν ἄναλτα, δοῦναι ἐσθίειν. Ἐκ ταύτης οὖν τῆς νούσου πολλοὶ ἤδη χωλοὶ ἐγένοντο. Ἢν δὲ ἀπὸ χολῆς ἡ νοῦσος γένηται, πῖσαι αὐτὸν ἐλλέβορον κάτω ἢ ὀπὸν σκαμμωνίας· μετὰ δὲ τὴν κάθαρσιν πτισάνης χυλὸν, μέλι παραχέων, δύο τρυβλία δοῦναι ἐκροφέειν· τῇ δὲ ὑστεραίῃ ἢ τῇ τρίτῃ πυριήσας γάλακτι ὀνείῳ ἑφθῷ ὑποκαθῆραι· ἐς ἑσπέρην δὲ τεύτλου λιπαροῦ δύο τρυβλία ἐκφαγέτω ἄλφιτα παραπάσας· οἶνον δὲ πινέτω λευκὸν, ὑδαρέα, γλυκὺν καὶ νῦν καὶ μετὰ τὴν τοῦ φαρμάκου κάθαρσιν. Ἢν δὲ ἀπὸ φλέγματος νοσέῃ, πῖσαι αὐτὸν τοῦ κνιδίου κόκκου ἢ τοῦ ἱππόφεω πυριήσας, μετὰ δὲ τὴν κάθαρσιν τὰ αὐτὰ χρὴ προσφέρειν καὶ ῥοφήματα καὶ ποτὰ καὶ γαλακτοποσίην· τὰς δὲ μεταξὺ τῶν ἡμερέων διαίτῃ χρεέσθω ὡς κουφοτάτῃ. Καὶ ἢν μὲν ὑπὸ τουτέων ὠφελῆται· ἢν δὲ μὴ, καῦσαι αὐτὸν, τὰ μὲν ὀστώδεα μύκησι, τὰ δὲ σαρκώδεα σιδηρίοισι πολλὰς ἐσχάρας καὶ βαθείας. Ἢν δὲ ὑφ' αἵματος νοσέῃ, πυριῆσαι, καὶ σικύην προσβάλλειν, καὶ φλεβοτομέειν τὰς ἐν τῇσιν ἰγνύῃσι φλέβας· ἢν δέ σοι δοκέῃ, καὶ τοῦ κνιδίου κόκκου πῖσαι αὐτόν· διαίτῃ δὲ χρεέσθω ὡς ξηροτάτῃ· οἶνον δὲ μᾶλλον μὲν μὴ πινέτω· ἢν δὲ ἄρα καὶ πίνειν θέλῃ, ὡς ἐλάχιστον καὶ ὑδαρέστατον δίδου, καὶ περιπατέειν ὀλίγα κέλευε· ἢν δὲ δυνατὸς ᾖ, πλεῖστα. Ξυμφέρει δὲ καὶ τῷ ἀπὸ τοῦ φλέγματος νοσέοντι τὰ τοιαῦτα ποιέειν. Ἢν δὲ μὴ δύνηται ἵστασθαι, ἐν τῇ κλίνῃ χρὴ περιφέρειν ὡς πυκνώτατα, ἀφ' οὗ ἂν νοσέῃ, καὶ ἅπαντα ὁμοίως, ὅκως ἂν ἐντὸς μὴ ξυμφυῇ ὁ χόνδρος· ἢν δὲ ξυμφυῇ καὶ τὰ ἄρθρα ξυμπαγῇ, πᾶσα ἀνάγκη χωλὸν γενέσθαι τὸν ἄνθρωπον. Καὶ ἢν βούλῃ κλύσαι τὸν ἀπὸ τοῦ αἵματος νοσέοντα, ὥστε αἷμα ἀπάγειν καὶ φλέγμα ἀπὸ τῶν ἰσχίων, τοῖσιδε δεῖ κλύζειν· ἁλὸς δραχμίδα τρίψας, παραμῖξαι ἐλαίου κοτύλην καὶ ἀπὸ κριθέων ἑφθῶν δύο κοτύλας, εἶτα οὕτω κλύζειν τοῦτον. Οὕτω μελετῶν τάχιστα ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος χαλεπὴ λίην ἐστὶ καὶ χρονίη.
[52] Τέτανοι τρεῖς· ἢν μὲν ἐπὶ τρώματι τέτανος γένηται, πάσχει τάδε· αἱ γένυες πήγνυνται, καὶ τὸ στόμα διαίρειν οὐ δύναται, καὶ οἱ ὀφθαλμοὶ δακρύουσι καὶ ἕλκονται, καὶ τὸ μετάφρενον πέπηγε, καὶ τὰ σκέλεα οὐ δύναται ξυγκάμπτειν, οὐδὲ τὰς χεῖρας, οὐδὲ τὴν ῥάχιν· ὁκόταν δὲ θανατώδης ᾖ, τὸ ποτὸν καὶ τὰ βρώματα, ἃ πρότερον βέβρωκεν, ἀνὰ τὰς ῥῖνας ἀνέρχεται ἐνίοτε. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πυριᾷν δεῖ, καὶ ἀλείψαντα λιπαρῶς πρὸς τὸ πῦρ ἕκαθεν θάλπειν, καὶ χλιάσματα προστιθέναι ὑπαλείψας τὸ σῶμα. Καὶ ἀψίνθιον ἢ φύλλα δάφνης ἢ τοῦ ὑοσκυάμου τὸν καρπὸν τρίψας καὶ λιβανωτὸν, εἶτα οἴνῳ λευκῷ διεὶς ἐγχέαι ἐς χυτρίδα καινήν· εἶτα ἐπιχέαι ἔλαιον ἴσον τῷ οἴνῳ, καὶ θερμήνας ἀλεῖψαι πολλῷ θερμῷ τὸ σῶμα καὶ τὴν κεφαλήν· ἔπειτα κατακλίνας ἐμβάπτειν τὴν σάρκα ποιῆσαι, καὶ ἀμφιέσαι ἱμάτια μαλθακὰ καθαρὰ, ὅκως ἂν ἐξιδρώσῃ σφόδρα· μελίκρητον δὲ χλιερὸν διδόναι, ἢν μὲν δύνηται, κατὰ στόμα, ἢν δὲ μὴ δύνηται, ἐγχέειν κατὰ τὰς ῥῖνας· διδόναι δὲ οἶνον λευκὸν πίνειν ὡς ἥδιστον καὶ πλεῖστον. Ταῦτα χρὴ ποιέειν ἑκάστης ἡμέρης, ἕως ἂν ὑγιὴς γένηται· ἡ δὲ νοῦσος χαλεπὴ καὶ δέεται μελέτης παραχρῆμα.
[53] Ὀπισθότονος· ὁ δὲ ὀπισθότονος τὰ μὲν ἄλλα πάσχει πλῆθος τὰ αὐτά· γίνεται δὲ, ὁκόταν τοὺς ἐν τῷ αὐχένι τένοντας τοὺς ὄπισθεν νοσήσῃ· νοσέει δὲ ἢ ὑπὸ κυνάγχης ἢ ὑπὸ σταφυλῆς ἢ ὑπὸ τῶν ἀμφιβραγχίων ἐμπύων γενομένων· ἐνίοτε δὲ καὶ ἀπὸ τῆς κεφαλῆς πυρετῶν ἐπιγενομένων, εἰ σπασμὸς ἐπιγίνεται· ἤδη δὲ καὶ ὑπὸ τρωμάτων. Οὗτος ἕλκεται ἐς τοὔπισθεν, καὶ ὑπὸ τῆς ὀδύνης τὸ μετάφρενον καὶ τὰ στήθεα ἔχεται, καὶ οἰμώζει, καὶ οὕτω σπᾶται· σφόδρα, ὥστε μόλις μιν κατέχουσιν οἱ παρεόντες, ὡς μὴ ἐκ τῆς κλίνης ἐκπίπτειν. Οὗτος πολλάκις μὲν τῆς ἡμέρης πονέει, πολλάκις δὲ κουφότερον διάγει. Τούτῳ οὕτως ἔχοντι ταὐτὰ χρὴ προσφέρειν, ἃ καὶ τῷ πρόσθεν. Ἡ δὲ νοῦσος προσίσχει τὸ μακρότατον ἄχρι τεσσαράκοντα ἡμερέων· ἢν δὲ ταύτας διαφύγῃ, ὑγιαίνεται.
[54] Ἄλλος τέτανος· ὁ δὲ τέτανος ἧσσον θανατώδης ἢ οἱ πρόσθεν, γίνεται δὲ ἀπὸ τῶν αὐτῶν· πολλοὶ δὲ καὶ πεσόντες ἐς τὰ ὄπισθεν ἔλαβον τὸ νούσημα. Πάσχει οὖν τάδε· σπᾶται ὅλον τὸ σῶμα· ἐνίοτε δὲ καὶ ὅκη ἂν τύχῃ τοῦ σώματος σπᾶται· καὶ περιφοιτῇ μὲν τοπρῶτον· ἔπειτα τοῦ χρόνου προϊόντος ἐς τὴν κλίνην πίπτει, καὶ αὖθις ἀνῆκεν ὁ πόνος καὶ ὁ σπασμός· καὶ ἀναστὰς ἂν ἴσως περιέλθοι ὀλίγας ἡμέρας, ἔπειτα αὖθις ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κεῖται. Ταῦτα πάσχει καὶ μεταβάλλει συχνὸν χρόνον· καὶ ἤν τι φάγῃ, οὐ διαχωρέει κάτω, ἢν μὴ μόλις, καὶ ταῦτα ξυγκεκαυμένα, ἀλλ' ἐν τοῖσι στήθεσιν ἔχεται τὸ σιτίον καὶ πνίγα παρέχει. Τοῦτον τοῖσιν αὐτοῖσι θεραπεύων, οἷσι καὶ τοὺς πρόσθεν, τάχιστα ὑγιέα ποιήσεις· κλύζειν δὲ ἐν πτισάνῃ ἑφθῇ λεπτῇ καὶ μέλιτι.