Μετάβαση στο περιεχόμενο

Περί των Αιγυπτίων μυστηρίων/Η

Από Βικιθήκη
Περὶ τῶν Αἰγυπτίων μυστηρίων
Συγγραφέας:
Βιβλίον ηʹ


[1]  Τούτων δὲ ἀποστάς, ὡς φῄς, βούλει σοι δηλωθῆναι τί τὸ πρῶτον αἴτιον ἡγοῦνται εἶναι Αἰγύπτιοι, πότερον νοῦν ἢ ὑπὲρ νοῦν, καὶ μόνον ἢ μετ' ἄλλου ἢ ἄλλων, καὶ πότερον ἀσώματον ἢ σωματικόν, καὶ εἰ τῷ δημιουργῷ τὰ αὐτὰ ἢ πρὸ τοῦ δημιουργοῦ, καὶ εἰ ἐξ ἑνὸς τὰ πάντα ἢ ἐκ πολλῶν, καὶ εἰ ὕλην ἴσασιν ἢ σώματα ποιὰ πρῶτα, καὶ ἀγέννητον ὕλην ἢ γεννητήν.

Ἐγὼ δέ σοι πρῶτον ἐρῶ τὴν αἰτίαν δι' ἣν ἔν τε γράμμασι τῶν ἀρχαίων ἱερογραμματέων πολλαὶ καὶ ποικίλαι δόξαι περὶ τούτων φέρονται, καὶ παρὰ τοῖς ἔτι ζῶσι τῶν σοφῶν τὰ μεγάλα οὐχ ἁπλῶς ὁ λόγος παραδίδοται. Λέγω δὴ οὖν ὡς πολλῶν οὐσιῶν ὑπαρχουσῶν καὶ τούτων διαφερουσῶν πάμπληθες, πολλαὶ παρεδόθησαν αὐτῶν καὶ ἀρχαὶ διαφόρους ἔχουσαι τάξεις, ἄλλαι παρ' ἄλλοις τῶν παλαιῶν ἱερέων· τὰς μὲν οὖν ὅλας Ἑρμῆς ἐν ταῖς δισμυρίαις βίβλοις, ὡς Σέλευκος ἀπεγράψατο, ἢ ταῖς τρισμυρίαις τε καὶ ἑξακισχιλίαις καὶ πεντακοσίαις καὶ εἴκοσι πέντε, ὡς Μανεθὼς ἱστορεῖ, τελέως ἀνέδειξεν. Τὰς δ' ἐπὶ τῶν κατὰ μέρος οὐσιῶν ἄλλοι ἄλλας διαβάλλοντες τῶν παλαιῶν πολλαχοῦ διερμηνεύουσιν. Δεῖ δὲ τἀληθὲς περὶ πασῶν ἀνευρεθῆναι, συντόμως τε αὐτό σοι κατὰ τὸ δυνατὸν διερμηνεῦσαι. Καὶ πρῶτον μὲν ὃ πρῶτον ἠρώτησας περὶ τούτου ἄκουε.

[2]  Πρὸ τῶν ὄντως ὄντων καὶ τῶν ὅλων ἀρχῶν ἐστι θεὸς εἷς, πρώτιστος καὶ τοῦ πρώτου θεοῦ καὶ βασιλέως, ἀκίνητος ἐν μονότητι τῆς ἑαυτοῦ ἑνότητος μένων. Οὔτε γὰρ νοητὸν αὐτῷ ἐπιπλέκεται οὔτε ἄλλο τι· παράδειγμα δὲ ἵδρυται τοῦ αὐτοπάτορος αὐτογόνου καὶ μονοπάτορος θεοῦ τοῦ ὄντως ἀγαθοῦ· μεῖζον γάρ τι καὶ πρῶτον καὶ πηγὴ τῶν πάντων καὶ πυθμὴν τῶν νοουμένων πρώτων ἰδεῶν ὄντων. Ἀπὸ δὲ τοῦ ἑνὸς τούτου ὁ αὐτάρκης θεὸς ἑαυτὸν ἐξέλαμψε, διὸ καὶ αὐτοπάτωρ καὶ αὐτάρχης· ἀρχὴ γὰρ οὗτος καὶ θεὸς θεῶν, μονὰς ἐκ τοῦ ἑνός, προούσιος καὶ ἀρχὴ τῆς οὐσίας. Ἀπ' αὐτοῦ γὰρ ἡ οὐσιότης καὶ ἡ οὐσία, διὸ καὶ οὐσιοπάτωρ καλεῖται· αὐτὸς γὰρ τὸ προόντως ὄν ἐστι, τῶν νοητῶν ἀρχή, διὸ καὶ νοητάρχης προσαγορεύεται. Αὗται μὲν οὖν εἰσιν ἀρχαὶ πρεσβύταται πάντων, ἃς Ἑρμῆς πρὸ τῶν αἰθερίων καὶ ἐμπυρίων θεῶν προτάττει καὶ τῶν ἐπουρανίων· ἑκατὸν μὲν περὶ τῆς ἱστορίας τῶν ἐμπυρίων καὶ ἰσάριθμα τούτοις περὶ τῶν αἰθερίων συγγράμματα παραδούς, χίλια δὲ περὶ τῶν ἐπουρανίων.

[3]  Κατ' ἄλλην δὲ τάξιν προτάττει θεὸν τὸν Ἠμὴφ τῶν ἐπουρανίων θεῶν ἡγούμενον, ὅν φησι νοῦν εἶναι αὐτὸν ἑαυτὸν νοοῦντα καὶ τὰς νοήσεις εἰς ἑαυτὸν ἐπιστρέφοντα· τούτου δὲ τὸ ἓν ἀμερὲς καὶ ὅ φησι πρῶτον μαίευμα προτάττει, ὃν καὶ Εἰκτὼν ἐπονομάζει· ἐν ᾧ δὴ τὸ πρῶτόν ἐστι νοοῦν καὶ τὸ πρῶτον νοητόν, ὃ δὴ καὶ διὰ σιγῆς μόνης θεραπεύεται. Ἐπὶ δὲ τούτοις τῶν ἐμφανῶν δημιουργίας ἄλλοι προεστήκασιν ἡγεμόνες. Ὁ γὰρ δημιουργικὸς νοῦς καὶ τῆς ἀληθείας προστάτης καὶ σοφίας, ἐρχόμενος μὲν ἐπὶ γένεσιν, καὶ τὴν ἀφανῆ τῶν κεκρυμμένων λόγων δύναμιν εἰς φῶς ἄγων, Ἀμοῦν κατὰ τὴν τῶν Αἰγυπτίων γλῶσσαν λέγεται, συντελῶν δὲ ἀψευδῶς ἕκαστα καὶ τεχνικῶς μετ' ἀληθείας Φθὰ (Ἔλληνες δὲ εἰς Ἥφαιστον μεταλαμβάνουσι τὸν Φθὰ τῷ τεχνικῷ μόνον προσβάλλοντες), ἀγαθῶν δὲ ποιητικὸς ὢν Ὄσιρις κέκληται, καὶ ἄλλας δι' ἄλλας δυνάμεις τε καὶ ἐνεργείας ἐπωνυμίας ἔχει.

Ἔστι δὴ οὖν καὶ ἄλλη τις ἡγεμονία παρ' αὐτοῖς τῶν περὶ γένεσιν ὅλων στοιχείων καὶ τῶν ἐν αὐτοῖς δυνάμεων, τεττάρων μὲν ἀρρενικῶν τεττάρων δὲ θηλυκῶν, ἥντινα ἀπονέμουσιν ἡλίῳ· καὶ ἄλλη τῆς φύσεως ὅλης τῆς περὶ γένεσιν ἀρχή, ἥντινα σελήνῃ διδόασιν. Κατὰ μέρη τε διαλαμβάνοντες τὸν οὐρανὸν εἰς δύο μοίρας ἢ τέτταρας ἢ δώδεκα ἢ ἓξ καὶ τριάκοντα ἢ διπλασίας τούτων ἢ ἄλλως ὁπωσοῦν αὐτὰς διαιροῦντες, ἡγεμονίας καὶ τούτων προτάττουσι πλείονας ἢ ἐλάττονας, πάλιν δὲ αὖ τὸν ὑπερέχοντα αὐτῶν ἕνα προτιθέασιν. Καὶ οὕτως ἄνωθεν ἄχρι τῶν τελευταίων ἡ περὶ τῶν ἀρχῶν Αἰγυπτίοις πραγματεία ἀφ' ἑνὸς ἄρχεται, καὶ πρόεισιν εἰς πλῆθος, τῶν πολλῶν αὖθις ὑφ' ἑνὸς διακυβερνωμένων καὶ πανταχοῦ τῆς ἀορίστου φύσεως ἐπικρατουμένης ὑπό τινος ὡρισμένου μέτρου καὶ τῆς ἀνωτάτω ἑνιαίας πάντων αἰτίας. Ὕλην δὲ παρήγαγεν ὁ θεὸς ἀπὸ τῆς οὐσιότητος ὑποσχισθείσης ὑλότητος, ἣν παραλαβὼν ὁ δημιουργὸς ζωτικὴν οὖσαν τὰς ἁπλᾶς καὶ ἀπαθεῖς σφαίρας ἀπ' αὐτῆς ἐδημιούργησε, τὸ δὲ ἔσχατον αὐτῆς εἰς τὰ γεννητὰ καὶ φθαρτὰ σώματα διεκόσμησεν.

[4]  Διευκρινηθέντων δὴ οὖν τούτων οὕτως, καὶ τῶν ἐν τοῖς συγγράμμασιν οἷς λέγεις περιτετυχηκέναι σαφής ἐστιν ἡ διάλυσις· τὰ μὲν γὰρ φερόμενα ὡς Ἑρμοῦ ἑρμαϊκὰς περιέχει δόξας, εἰ καὶ τῇ τῶν φιλοσόφων γλώττῃ πολλάκις χρῆται· μεταγέγραπται γὰρ ἀπὸ τῆς αἰγυπτίας γλώττης ὑπ' ἀνδρῶν φιλοσοφίας οὐκ ἀπείρως ἐχόντων. Χαιρήμων δὲ καὶ οἵτινες ἄλλοι τῶν περὶ τὸν κόσμον ἅπτονται πρώτων αἰτίων, τὰς τελευταίας ἀρχὰς ἐξηγοῦνται· ὅσοι τε τοὺς πλανήτας καὶ τὸν ζωδιακὸν τούς τε δεκανοὺς καὶ ὡροσκόπους καὶ τοὺς λεγομένους κραταιοὺς καὶ ἡγεμόνας παραδιδόασι, τὰς μεριστὰς τῶν ἀρχῶν διανομὰς ἀναφαίνουσιν. Τά τε ἐν τοῖς σαλμεσχινιακοῖς μέρος τι βραχύτατον περιέχει τῶν ἑρμαϊκῶν διατάξεων· καὶ τὰ περὶ ἀστέρων ἢ φάσεων ἢ κρύψεων ἢ σελήνης αὐξήσεων ἢ μειώσεων ἐν τοῖς ἐσχάτοις εἶχε τὴν παρ' Αἰγυπτίοις αἰτιολογίαν. Φυσικά τε οὐ λέγουσιν εἶναι πάντα Αἰγύπτιοι, ἀλλὰ καὶ τὴν τῆς ψυχῆς ζωὴν καὶ τὴν νοερὰν ἀπὸ τῆς φύσεως διακρίνουσιν οὐκ ἐπὶ τοῦ παντὸς μόνον ἀλλὰ καὶ ἐφ' ἡμῶν· νοῦν τε καὶ λόγον προστησάμενοι καθ' ἑαυτοὺς ὄντας, οὕτω δημιουργεῖσθαί φασι τὰ γιγνόμενα· προπάτορά τε τῶν ἐν γενέσει δημιουργὸν προτάττουσι, καὶ τὴν πρὸ τοῦ οὐρανοῦ καὶ τὴν ἐν τῷ οὐρανῷ ζωτικὴν δύναμιν γιγνώσκουσι· καθαρόν τε νοῦν ὑπὲρ τὸν κόσμον προτιθέασι, καὶ ἕνα ἀμέριστον ἐν ὅλῳ τῷ κόσμῳ, καὶ διῃρημένον ἐπὶ πάσας τὰς σφαίρας ἕτερον. Καὶ ταῦτα οὐδ' ὅλως ψιλῶς θεωροῦσιν, ἀλλὰ καὶ διὰ τῆς ἱερατικῆς θεουργίας ἀναβαίνειν ἐπὶ τὰ ὑψηλότερα καὶ καθολικώτερα καὶ τῆς εἱμαρμένης ὑπερκείμενα παραγγέλλουσι πρὸς τὸν θεὸν καὶ δημιουργόν, μήτε ὕλην προσποιουμένους μήτε ἄλλο τι προσπαραλαμβάνοντας ἢ μόνον καιροῦ παρατήρησιν.

[5]  Ὑφηγήσατο δὲ καὶ ταύτην τὴν ὁδὸν Ἑρμῆς· ἡρμήνευσε δὲ Βίτυς προφήτης Ἄμμωνι βασιλεῖ ἐν ἀδύτοις εὑρὼν ἀναγεγραμμένην ἐν ἱερογλυφικοῖς γράμμασι κατὰ Σάιν τὴν ἐν Αἰγύπτῳ· τό τε τοῦ θεοῦ ὄνομα παρέδωκε τὸ διῆκον δι' ὅλου τοῦ κόσμου· εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ περὶ τῶν αὐτῶν συντάξεις, ὥστε οὐκ ὀρθῶς μοι δοκεῖς πάντα ἐπὶ φυσικὰ ἀνάγειν αἴτια τὰ παρ' Αἰγυπτίοις. Εἰσί τε γὰρ ἀρχαὶ παρ' αὐτοῖς πλείονες καὶ περὶ πλειόνων οὐσιῶν, ὑπερκόσμιοί τε δυνάμεις ἃς καὶ διὰ τῆς ἱερατικῆς ἁγιστείας ἐθεράπευσαν. Ἐμοὶ μὲν οὖν κοινὰς ταῦτα δοκεῖ παρέχεσθαι ἀφορμὰς εἰς τὴν διάλυσιν καὶ τῶν μετὰ ταῦτα ἐπεζητημένων ὅλων. Ἀλλ' ἐπεὶ δεῖ μηδὲν ἀνεξέταστον αὐτῶν παραλιπεῖν, προσιστώμεθα καὶ τούτοις τοῖς προβλήμασι, περικρούσωμέν τε αὐτὰ πανταχόθεν, ἵν' εἰδῶμεν ὅπῃ σαθρόν τι διαδοξάζει.

[6]  Λέγεις τοίνυν ὡς Αἰγυπτίων οἱ πλείους καὶ τὸ ἐφ' ἡμῖν ἐκ τῆς τῶν ἀστέρων ἀνῆψαν κινήσεως. Τὸ δὲ πῶς ἔχει δεῖ διὰ πλειόνων ἀπὸ τῶν ἑρμαϊκῶν σοι νοημάτων διερμηνεῦσαι. Δύο γὰρ ἔχει ψυχάς, ὡς ταῦτά φησι τὰ γράμματα, ὁ ἄνθρωπος· καὶ ἡ μέν ἐστιν ἀπὸ τοῦ πρώτου νοητοῦ, μετέχουσα καὶ τῆς τοῦ δημιουργοῦ δυνάμεως, ἡ δὲ ἐνδιδομένη ἐκ τῆς τῶν οὐρανίων περιφορᾶς, εἰς ἣν ἐπεισέρπει ἡ θεοπτικὴ ψυχή· τούτων δὴ οὕτως ἐχόντων ἡ μὲν ἀπὸ τῶν κόσμων εἰς ἡμᾶς καθήκουσα ψυχὴ ταῖς περιόδοις συνακολουθεῖ τῶν κόσμων, ἡ δὲ ἀπὸ τοῦ νοητοῦ νοητῶς παροῦσα τῆς γενεσιουργοῦ κυκλήσεως ὑπερέχει, καὶ κατ' αὐτὴν ἥ τε λύσις γίγνεται τῆς εἱμαρμένης καὶ ἡ πρὸς τοὺς νοητοὺς θεοὺς ἄνοδος, θεουργία τε ὅση πρὸς τὸ ἀγέννητον ἀνάγεται κατὰ τὴν τοιαύτην ζωὴν ἀποτελεῖται.

[7]  Οὐκέτι δὴ οὖν, ὃ σὺ ἀπορεῖς, δεσμοῖς ἀλύτοις ἀνάγκης, ἣν εἱμαρμένην καλοῦμεν, ἐνδέδεται πάντα· ἔχει γὰρ ἀρχὴν οἰκείαν ἡ ψυχὴ τῆς εἰς τὸ νοητὸν περιαγωγῆς καὶ τῆς ἀποστάσεως μὲν ἀπὸ τῶν γιγνομένων ἐπὶ δὲ τὸ ὂν καὶ τὸ θεῖον συναφῆς. Οὐδ' αὖ τοῖς θεοῖς τὴν εἱμαρμένην ἀνήψαμεν, οὓς ὡς λυτῆρας τῆς εἱμαρμένης ἔν τε ἱεροῖς καὶ ξοάνοις θεραπεύομεν. Ἀλλ' οἱ μὲν θεοὶ λύουσι τὴν εἱμαρμένην, αἱ δ' ἀπ' αὐτῶν ἔσχαται φύσεις καθήκουσαι καὶ συμπλεκόμεναι τῇ γενέσει τοῦ κόσμου καὶ τῷ σώματι τὴν εἱμαρμένην ἐπιτελοῦσιν· εἰκότως ἄρα τοῖς θεοῖς ἁγιστείαν πᾶσαν προςάγομεν, ὅπως ἂν μόνοι διὰ πειθοῦς νοερᾶς τῆς ἀνάγκης ἄρχοντες τὰ ἀπὸ τῆς εἱμαρμένης ἀποκείμενα κακὰ ἀπολύωσιν.

Ἀλλ' οὐδὲ πάντ' ἔχεται ἐν τῇ φύσει τῆς εἱμαρμένης, ἀλλ' ἔστι καὶ ἑτέρα τῆς ψυχῆς ἀρχὴ κρείττων πάσης φύσεως καὶ γνώσεως, καθ' ἣν καὶ θεοῖς ἑνοῦσθαι δυνάμεθα καὶ τῆς κοσμικῆς τάξεως ὑπερέχειν, ἀιδίου τε ζωῆς καὶ τῶν ὑπερουρανίων θεῶν τῆς ἐνεργείας μετέχειν. Κατὰ δὴ ταύτην οἷοί τέ ἐσμεν καὶ ἑαυτοὺς λύειν. Ὅταν γὰρ δὴ τὰ βελτίονα τῶν ἐν ἡμῖν ἐνεργῇ, καὶ πρὸς τὰ κρείττονα ἀνάγηται αὐτῆς ἡ ψυχή, τότε χωρίζεται παντάπασι τῶν κατεχόντων αὐτὴν εἰς τὴν γένεσιν, καὶ ἀφίσταται τῶν χειρόνων, ζωήν τε ἑτέραν ἀνθ' ἑτέρας ἀλλάττεται, καὶ δίδωσιν ἑαυτὴν εἰς ἄλλην διακόσμησιν τὴν προτέραν ἀφεῖσα παντελῶς.

[8]  Τί οὖν; οἷόν τέ ἐστι διὰ τῶν πολευόντων θεῶν λύειν ἑαυτόν, καὶ τοὺς αὐτοὺς ἡγεῖσθαι μοιρηγέτας καὶ δεσμοῖς ἀλύτοις τοὺς βίους δεσμεύοντας; κωλύει μὲν ἴσως οὐδὲν καὶ τοῦτο, εἰ τῶν θεῶν πολλὰς περιεχόντων οὐσίας καὶ δυνάμεις ἐν ἑαυτοῖς, ἐνυπάρχουσιν ἐν αὐτοῖς ἄλλαι τε ἀμήχανοι ὅσαι διαφοραὶ καὶ ἐναντιώσεις. Οὐ μὴν ἀλλὰ καὶ τοῦτο ἔνεστι λέγειν, ὡς ἐν ἑκάστῳ τῶν θεῶν, καὶ τῶν ἐμφανῶν, εἰσί τινες οὐσίας νοηταὶ ἀρχαί, δι' ὧν γίγνεται ἡ ἀπὸ τῆς γενέσεως τῶν κόσμων ταῖς ψυχαῖς ἀπαλλαγή. Εἰ δ' ἄρα τις καὶ δύο γένη περικοσμίων καὶ ὑπερκοσμίων θεῶν ἀπολείποι, διὰ τῶν ὑπερκοσμίων ἔσται ταῖς ψυχαῖς ἡ ἀπόλυσις· ταῦτα μὲν οὖν ἐν τοῖς περὶ θεῶν ἀκριβέστερον λέγεται, τίνες τέ εἰσιν ἀναγωγοὶ καὶ κατὰ ποίας αὐτῶν δυνάμεις, πῶς τε τὴν εἱμαρμένην λύουσι καὶ διὰ τίνων ἱερατικῶν ἀνόδων, τάξις τε ὁποία τῆς κοσμικῆς ἐστι φύσεως, καὶ ὅπως ἡ νοερὰ ταύτης ἐπικρατεῖ τελειοτάτη ἐνέργεια· ὥστε οὐδ' ὅπερ ἐκ τῶν Ὁμηρικῶν σὺ παρέθηκας, τὸ στρεπτοὺς εἶναι τοὺς θεούς, ὅσιόν ἐστι φθέγγεσθαι. Νόμοις γὰρ ἀχράντοις καὶ νοεροῖς ὥρισται πάλαι τὰ ἔργα τῆς ἱερᾶς ἁγιστείας, τάξει τε μείζονι καὶ δυνάμει λύεται τὰ καταδεέστερα, εἰς βελτίονά τε μεθισταμένων ἡμῶν λῆξιν ἀπόστασις γίγνεται τῶν καταδεεστέρων· καὶ οὐ παρὰ τὸν ἐξ ἀρχῆς τι θεσμὸν ἐπιτελεῖται ἐν τῷ τοιῷδε, ἵνα μεταστραφῶσιν οἱ θεοὶ κατὰ τὴν εἰς ὕστερον γιγνομένην ἱερουργίαν, ἀλλ' ἀπὸ τῆς πρώτης καθόδου ἐπὶ τούτῳ κατέπεμψεν ὁ θεὸς τὰς ψυχάς, ἵνα πάλιν εἰς αὐτὸν ἐπανέλθωσιν. Οὔτε οὖν μεταβολή τις γίγνεται διὰ τῆς τοιαύτης ἀναγωγῆς οὔτε μάχονται αἱ κάθοδοι τῶν ψυχῶν καὶ αἱ ἄνοδοι. Ὥσπερ γὰρ καὶ ἐν τῷ παντὶ τῇ νοερᾷ οὐσίᾳ ἡ γένεσις καὶ τὸ πᾶν τόδε συνήρτηται, οὕτω καὶ ἐν τῇ τῶν ψυχῶν διακοσμήσει τῇ περὶ γένεσιν αὐτῶν ἐπιμελείᾳ συμφωνεῖ καὶ ἡ ἀπὸ γενέσεως λύσις.