Περί του θεοπέμπτους είναι τους ονείρους/λόγος πρώτος
Περί του θεοπέμπτους είναι τους ονείρους (λόγος πρώτος) Συγγραφέας: |
Philonis Alexandrini Opera quae supersunt ediderunt Leopoldus Cohn et Paulus Wendland
Vol. III, p. 204–258.
(ΛΟΓΟΣ ΠΡΩΤΟΣ)
De somniis[I p. 620 M.][III p. 204 CW] (1.) 1 Ἡ μὲν πρὸ ταύτης γραφὴ περιεῖχε τῶν θεοπέμπτων ὀνείρων τοὺς κατὰ τὸ πρῶτον εἶδος ταττομένους, ἐφ´ οὗ τὸ θεῖον ἐλέγομεν κατὰ τὴν ἰδίαν ἐπιβολὴν τὰς ἐν τοῖς ὕπνοις ἐπιπέμπειν φαντασίας. ἐν ταύτῃ δ´, ὡς ἂν οἷόν τε ᾖ, δηλώσομεν τοὺς ἐφαρμόττοντας τῷ δευτέρῳ. 2 δεύτερον δ´ εἶδος, ἐν ᾧ ὁ ἡμέτερος νοῦς τῷ τῶν ὅλων συγκινούμενος ἐξ ἑαυτοῦ κατέχεσθαί τε καὶ θεοφορεῖσθαι δοκεῖ, ὡς ἱκανὸς εἶναι προλαμβάνειν καὶ προγινώσκειν τι τῶν μελλόντων. ὄναρ δ´ ἐστὶ πρῶτον οἰκεῖον εἴδει τῷ σημαινομένῳ τὸ φανὲν ἐπὶ τῆς οὐρανοῦ κλίμακος τόδε· 3 „καὶ ἐνυπνιάσθη· καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ´ αὐτῆς· ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ´ αὐτῆς· καὶ εἶπεν· ἐγώ εἰμι ὁ [205 CW] θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ, ἐφ´ ἧς σὺ καθεύδεις, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ λίβα καὶ βορρᾶν καὶ ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ 〈ἐν〉 τῷ σπέρματί σου. καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, ᾗ ἂν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησα σοι“ (Gen. 28, 12-15). [621 M.] 4 προκατασκευὴ δ´ ἐστὶ τῆς φαντασίας ἀναγκαία, ἣν ἀκριβώσαντες εὐμαρῶς ἴσως δυνησόμεθα καὶ τὰ δηλούμενα ὑπὸ τῆς φαντασίας καταλαβεῖν. τίς οὖν ἡ προκατασκευή; „καὶ ἐξῆλθε“ φησίν „Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν, καὶ ἀπήντησε τόπῳ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ“ (ibid. 10. 11)· 5 κἄπειτ´ εὐθύς ἐστι τὸ ὄναρ. οὐκοῦν ἄξιον ἐν ἀρχῇ ταυτὶ τρία διαπορῆσαι· ἓν μὲν τί τὸ τοῦ ὅρκου φρέαρ καὶ διὰ τί οὕτως ὠνομάσθη, δεύτερον δὲ τίς ἡ Χαρρὰν καὶ διὰ τί ἀπὸ τοῦ λεχθέντος φρέατος ἐξελθὼν εἰς Χαρρὰν ἔρχεται εὐθύς, τρίτον τίς ὁ τόπος καὶ διὰ τί, ὅταν γένηται κατ´ αὐτόν, ὁ μὲν ἥλιος δύεται, αὐτὸς δὲ κοιμᾶται.
(2.) 6 Σκοπῶμεν οὖν αὐτίκα τὸ πρῶτον. ἐμοὶ τοίνυν δοκεῖ σύμβολον εἶναι τὸ φρέαρ ἐπιστήμης· οὐ γάρ ἐστιν ἐπιπόλαιος αὐτῆς ἡ φύσις, [206 CW] ἀλλὰ πάνυ βαθεῖα· οὐδ´ ἐν φανερῷ πρόκειται, ἀλλ´ ἐν ἀφανεῖ που κρύπτεσθαι φιλεῖ· οὐδὲ ῥᾳδίως, ἀλλὰ μετὰ πολλῶν πόνων καὶ μόλις ἀνευρίσκεται. καὶ ταῦτ´ οὐ μόνον ἐπὶ τῶν μεγάλα καὶ ἀμύθητα ὅσα θεωρήματα ἐχουσῶν, ἀλλὰ καὶ ἐπὶ τῶν εὐτελεστάτων θεωρεῖται. 7 ἣν γοῦν ἂν ἐθέλῃς ἑλοῦ τῶν τεχνῶν, μή μοι τὴν ἀρίστην, ἀλλὰ τὴν πασῶν ἀφανεστάτην, ἣν ἐλεύθερος μὲν ἴσως οὐδεὶς ἐν πόλει τραφεὶς ἑκὼν ἐπιτηδεύσειεν ἄν, ἐν ἀγρῷ δὲ μόλις ἄκων οἰκέτης δυσκόλῳ καὶ δυστρόπῳ παλαίων δεσπότῃ βιαζομένῳ πολλὰ δρᾶν τῶν ἀβουλήτων. 8 εὑρεθήσεται γὰρ οὐχ ἁπλοῦν, ἀλλὰ ποικίλον τὸ πρᾶγμα, οὐ θήρᾳ ληπτόν, δυσεύρετον, δυσπεριγένητον, ἐχθρὸν μὲν ὄκνῳ καὶ ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ, σπουδῆς δὲ καὶ φιλοτιμίας ἱδρώτων τε καὶ φροντίδων μεστόν. οὗ χάριν οὐδ´ ὕδωρ ἐν τῷ φρέατι τούτῳ φασὶν οἱ ὀρύττοντες εὑρεῖν (Gen. 26, 32), ἐπειδὴ τὰ τέλη τῶν ἐπιστημῶν οὐ δυσεύρετα μόνον, ἀλλὰ καὶ ἀνεύρετα παντελῶς εἶναι συμβέβηκε. 9 γραμματικώτερος δὲ διὰ τοῦτο καὶ γεωμετρικώτερος ἕτερος ἑτέρου γίνεται τῷ τὰς ἐπιτάσεις καὶ παραυξήσεις ἀμήχανον εἶναι ὅροις περιγραφῆναι· πλείω γὰρ ἀεὶ τῶν εἰς μάθησιν ἡκόντων τὰ ἀπολειπόμενα ἐκδέχεται καὶ ἐφεδρεύει, ὡς καὶ τὸν ἅπτεσθαι περάτων ἐπιστήμης ὑπολαμβανόμενον ἡμιτελῆ παρ´ ἑτέρῳ κριτῇ νομίζεσθαι, παρὰ δὲ ἀληθείᾳ δικαζούσῃ καὶ ἄρτι ἄρχεσθαι δοκεῖν. 10 „βραχὺς μὲν γὰρ ὁ βίος,“ ἔφη τις, „ἡ δὲ τέχνη μακρά,“ ἧς ἄριστα καταλαμβάνει τὸ μέγεθος [207 CW] ὁ ἀψευδῶς ἐμβαθύνων αὐτῇ καὶ ὥσπερ φρέαρ [622 M.] αὐτὴν ὀρύττων. διὸ καὶ τελευτῶντά τινα πολιὸν ἤδη καὶ ὑπέργηρων λόγος ἔχει δακρύειν, οὐ δι´ ἀνανδρίαν φόβῳ θανάτου, ἀλλὰ διὰ παιδείας ἵμερον ὡς νῦν πρῶτον εἰς αὐτὴν εἰσιόντα, ὅτε πανύστατ´ ἔξεισιν. 11 ἀνθεῖ γὰρ ἡ ψυχὴ πρὸς ἐπιστήμην, ὁπότε αἱ τοῦ σώματος ἀκμαὶ χρόνου μήκει μαραίνονται. πρὶν οὖν ἡβῆσαι καὶ ἐννεάσαι τῇ τῶν πραγμάτων ἀκριβεστέρᾳ καταλήψει, χαλεπὸν ὑποσκελισθῆναι. τὸ δὲ πάθος τοῦτο κοινὸν ἁπάντων ἐστὶ τῶν φιλομαθῶν, οἷς νέα ἐπὶ παλαιοῖς ἀνίσχει καὶ ἀναλάμπει θεωρήματα, πολλὰ μὲν καὶ τῆς ψυχῆς, ὁπότε μὴ στεῖρα καὶ ἄγονος εἴη, τικτούσης, πολλὰ δὲ καὶ τῆς φύσεως ἀτεκμάρτως ἐκ ταὐτομάτου προφαινούσης τοῖς διάνοιαν ὀξυδορκοῦσι. τὸ μὲν οὖν ἐπιστήμης φρέαρ ὅρον καὶ τελευτὴν οὐκ ἔχον τοιοῦτον ἀπεδείχθη. 12 διὰ τί δὲ ὅρκος ὠνομάσθη (Gen. 26, 33), λεκτέον· τὰ ἐνδοιαζόμενα τῶν πραγμάτων ὅρκῳ διακρίνεται καὶ τὰ ἀβέβαια βεβαιοῦται καὶ τὰ ἄπιστα λαμβάνει πίστιν· ἐξ ὧν ἐκεῖνο συνάγεται, ὅτι περὶ οὐδενὸς ἄν τις οὕτως βεβαιώσαιτο, ὡς περὶ τοῦ τὸ σοφίας γένος ἀπερίγραφον καὶ ἀτελεύτητον εἶναι. 13 καλὸν μὲν οὖν καὶ ἀνωμότῳ διεξιόντι περὶ τούτων συνεπιγράφεσθαι· ὁ δὲ μὴ λίαν εἰς συναίνεσιν εὐχερὴς ἐνωμότῳ γενομένῳ συναινείτω. μηδεὶς δὲ ὀμνύναι τὸν τοιοῦτον ὅρκον [208 CW] ἀναδυέσθω σαφῶς εἰδώς, ὅτι ἐν εὐόρκων γραφήσεται στήλαις. (3.) 14 ἅλις μὲν δὴ τούτων. ἑπόμενον δ´ ἂν εἴη σκέψασθαι, διὰ τί τεττάρων ὀρυττομένων φρεάτων ὑπὸ τῶν ἀμφὶ τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ (Gen. 21, 25. 26, 19-23) τὸ τέταρτον καὶ τελευταῖον „ὅρκος“ προσερρήθη. 15 μήποτ´ οὖν δι´ ὑπονοιῶν ἐκεῖνο βούλεται παραστῆσαι, ὅτι κἀν τῷ παντὶ τεττάρων ὄντων, ἐξ ὧν συνέστηκεν ὅδε ὁ κόσμος, καὶ ἐν ἡμῖν αὐτοῖς ἰσαρίθμων, ἐξ ὧν διαπλασθέντες εἰς ἀνθρωπόμορφον εἶδος ἐτυπώθημεν, τὰ μὲν [οὖν] τρία πέφυκεν ἀμηγέπῃ καταλαμβάνεσθαι, τὸ δὲ τέταρτον ἀκατάληπτον πᾶσι τοῖς κριταῖς ἐστιν. 16 ἐν μὲν οὖν τῷ κόσμῳ γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ οὐρανὸν τέτταρα τὰ πάντα εἶναι συμβέβηκεν· ὧν τὰ μὲν ἄλλα κἂν δυσευρέτου, ἀλλ´ οὐκ εἰσάπαν ἀνευρέτου μοίρας ἠξίωται. 17 καὶ γὰρ γῆν, ὅτι ἐστὶ σῶμα βαρὺ καὶ ἀδιάλυτον καὶ στερέμνιον καὶ τεμνόμενον εἰς ὄρη καὶ πεδιάδας χώρας καὶ ποταμοῖς καὶ θαλάττῃ διαιρούμενον, ὡς τὰ μὲν νησιάζειν, τὰ δὲ ἠπειροῦσθαι, καὶ ὅτι τὸ μὲν αὐτῆς λεπτόγεων, τὸ δὲ βαθύγειον, καὶ τὸ μὲν τραχὺ καὶ στρυφνὸν καὶ λιθῶδες καὶ εἰσάπαν ἄγονον, τὸ δὲ λεῖον καὶ μαλακὸν καὶ γονιμώτατον, [623 M.] καὶ μυρία πρὸς τούτοις ἕτερα καταλαμβάνομεν· 18 καὶ πάλιν ὕδωρ ὅτι πολλά τε τῶν εἰρημένων ἔχει κοινὰ πρὸς γῆν καὶ ἐξαίρετα ἕτερα· τὸ μὲν γὰρ αὐτοῦ γλυκύ, τὸ δ´ ἁλμυρόν, τὸ δ´ ἄλλαις διακεκριμένον ἰδέαις· καὶ τὸ μὲν πότιμον, τὸ δ´ οὐ πότιμον – καὶ ἑκάτερον οὐ πᾶσιν, ἀλλ´ οἷς θάτερον, οὐ τὸ ἕτερον, καὶ οἷς μὴ θάτερον, πάντως τὸ ἕτερον –, καὶ τὸ μὲν φύσει ψυχρόν, τὸ δὲ φύσει θερμόν – 19 εἰσὶ γὰρ μυρίαι πολλαχόθι πηγαὶ ζέον ὕδωρ ἐκδιδοῦσαι, οὐ κατὰ γῆν μόνον ἀλλὰ καὶ κατὰ θάλατταν· ἤδη γοῦν ἐφάνησαν φλέβες ἀνομβροῦσαι ζέον ὕδωρ ἐν μέσοις πελάγεσιν, ἃς ἡ [209 CW] τοσαύτη τῶν ἐν κύκλῳ πελαγῶν ἀνάχυσις ἐξ αἰῶνος ἐπικλύζουσα οὐκ ἴσχυσε σβέσαι, ἀλλ´ οὐδ´ ἐπὶ ποσὸν ἀνεῖναι –· 20 καὶ πάλιν ὅτι ὁ ἀὴρ ἔχει φύσιν εἴκουσαν ἀντιπεριιστάμενος τοῖς σώμασιν, ὄργανον ὢν ζωῆς, ἀναπνοῆς, ὁράσεως, ἀκοῆς, τῶν ἄλλων αἰσθήσεων, πυκνότητας καὶ μανότητας κινήσεις τε καὶ ἠρεμίας ἐνδεχόμενος, τροπὰς καὶ μεταβολὰς παντοίας τρεπόμενός τε καὶ μεταβάλλων, χειμῶνας καὶ θέρη γεννῶν καὶ τὰς μετοπωρινὰς καὶ ἐαρινὰς ὥρας, ἐξ ὧν ὁ ἐνιαυτοῦ κύκλος πέφυκε περατοῦσθαι. (4.) 21 τούτων μὲν δὴ πάντων αἰσθανόμεθα, ὁ δ´ οὐρανὸς ἀκατάληπτον ἔχει τὴν φύσιν, οὐδὲν ἑαυτοῦ σαφὲς γνώρισμα πρὸς ἡμᾶς ἀποστείλας. τί γὰρ ἂν εἴποιμεν; ὅτι πεπηγώς ἐστι κρύσταλλος, ὡς ἠξίωσάν τινες; ἢ ὅτι πῦρ τὸ καθαρώτατον; ἢ ὅτι πέμπτον κυκλοφορικὸν σῶμα, μηδενὸς τῶν τεττάρων στοιχείων μετέχον; τί δ´; 22 ἡ ἀπλανὴς καὶ ἐξωτάτω σφαῖρα πρὸς τὸ ἄνω βάθος ἔχει ἢ αὐτὸ μόνον ἐστὶν ἐπιφάνεια βάθους ἐρήμη, τοῖς ἐπιπέδοις σχήμασιν ἐοικυῖα; τί δ´; οἱ ἀστέρες πότερον γῆς εἰσιν ὄγκοι πυρὸς πλήρεις – ἄγκεα γὰρ καὶ νάπας καὶ μύδρους διαπύρους εἶπον αὐτοὺς εἶναί τινες, αὐτοὶ δεσμωτηρίου καὶ μύλωνος, ἐν οἷς τὰ τοιαῦτά ἐστιν ἐπὶ τιμωρίᾳ τῶν ἀσεβῶν, ὄντες ἐπάξιοι – ἢ συνεχὴς καί, ὡς εἶπέ τις, πυκνὴ ἁρμονία, πιλήματα ἀδιάλυτα αἰθέρος; ἔμψυχοι δὲ καὶ νοεροὶ ἢ νοῦ καὶ ψυχῆς ἀμέτοχοι; προαιρετικὰς δὲ ἢ κατηναγκασμένας αὐτὸ μόνον κινήσεις ἔχοντες; τί δέ; 23 σελήνη πότερον γνήσιον ἢ νόθον ἐπιφέρεται φέγγος ἡλιακαῖς ἐπιλαμπόμενον ἀκτῖσιν ἢ καθ´ αὑτὸ μὲν ἰδίᾳ τούτων οὐδέτερον, [624 M.] τὸ δ´ ἐξ ἀμφοῖν ὡς ἂν ἐξ οἰκείου καὶ ἀλλοτρίου πυρὸς κρᾶμα; πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα τοῦ ἀρίστου τε καὶ τετάρτου τῶν ἐν κόσμῳ σώματος ὄντα, οὐρανοῦ, ἄδηλα καὶ ἀκατάληπτα, στοχασμοῖς καὶ εἰκασίαις, οὐ παγίῳ λόγῳ τῆς ἀληθείας, [210 CW] ἐφορμοῦντα· 24 ὥστε κἂν ὀμόσαι τινὰ θαρρήσαντα, ὅτι θνητὸς οὐδεὶς πώποτε ἰσχύσει τούτων ἐναργῶς καταλαβεῖν οὐδέν. ὅρκος διὰ τοῦτ´ ὠνομάσθη τὸ τέταρτον καὶ ξηρὸν φρέαρ, ἡ τοῦ τετάρτου τῶν ἐν τῷ κόσμῳ ζήτησις ἀτελεύτητος καὶ πάντῃ δυσεύρετος, οὐρανοῦ. (5.) 25 ἴδωμεν δέ, ὃν τρόπον καὶ τὸ ἐν ἡμῖν αὐτοῖς τέταρτον διαφερόντως καὶ κατ´ ἐξαίρετον λόγον ἀκατάληπτον εἶναι πέφυκεν. οὐκοῦν τέτταρα τὰ ἀνωτάτω τῶν περὶ ἡμᾶς ἐστι, σῶμα, αἴσθησις, λόγος, νοῦς· τούτων μὲν δὴ τὰ τρία οὐ κατὰ πάσας ἄδηλα τὰς ἰδέας ἐστίν, ἀλλ´ ἔχει τινὰ δείγματα ἐν ἑαυτοῖς τοῦ καταλαμβάνεσθαι. 26 τί δ´ ἔσθ´ ὅ φημι; ὅτι τὸ σῶμα καὶ τριχῇ διαστατὸν καὶ ἑξαχῇ κινητόν, ἴσμεν, διαστάσεις μὲν τρεῖς ἔχον, μῆκος, βάθος, πλάτος, κινήσεις δὲ τὰς διπλασίας ἕξ, τὴν ἄνω, τὴν κάτω, τὴν ἐπὶ δεξιά, τὴν ἐπὶ εὐώνυμα, τὴν πρόσω, τὴν εἰς τὸ κατόπιν· ἀλλὰ καὶ ὅτι ψυχῆς ἐστιν ἀγγεῖον, οὐκ ἀγνοοῦμεν· ἀλλὰ καὶ ὅτι ἡβᾷ, φθίνει, γηράσκει, τελευτᾷ, διαλύεται, σαφῶς ἴσμεν. 27 καὶ πρὸς αἴσθησιν μέντοι γε οὐ παντάπασιν ἀμβλεῖς καὶ πηροὶ γεγόναμεν, ἀλλ´ ἔχομεν εἰπεῖν, ὅτι καὶ πενταχῇ σχίζεται καὶ ὄργανα ἑκάστης ἐστὶν ὑπὸ φύσεως δημιουργηθέντα οἰκεῖα, ὁράσεως μὲν ὀφθαλμοί, ἀκοῆς δὲ ὦτα, ῥῖνες δὲ ὀσφρήσεως καὶ τῶν ἄλλων τὰ οἷς ἐναρμόζεται, καὶ ὅτι ἄγγελοι διανοίας εἰσὶ διαγγέλλουσαι χρώματα, σχήματα, φωνάς, ἀτμῶν καὶ χυλῶν ἰδιότητας, συνόλως σώματα καὶ ὅσαι ποιότητες ἐν τούτοις, καὶ ὅτι δορυφόροι ψυχῆς εἰσιν, ὅσα ἂν ἴδωσιν ἢ ἀκούσωσι δηλοῦσαι κἂν εἴ τι βλαβερὸν ἔξωθεν ἐπίοι προορώμεναί τε καὶ φυλαττόμεναι, ὡς μὴ λάθρᾳ παρεισρευὲν αἴτιον ζημίας ἀνηκέστου τῇ δεσποίνῃ γένηται. 28 καὶ φωνὴ δ´ οὐκ εἰσάπαν ἀποδιδράσκει τὴν ἡμετέραν κρίσιν, ἀλλ´ ἴσμεν ὅτι ἡ μὲν ὀξεῖα, ἡ δὲ βαρεῖα, καὶ ἡ μὲν ἐμμελὴς καὶ ἐναρμόνιος, ἡ δὲ ἀπῳδὸς καὶ λίαν ἀνάρμοστος, καὶ πάλιν ἡ μὲν [211 CW] μείζων, ἡ δὲ ἐλάττων· διαφέρουσι καὶ ἄλλοις μυρίοις, γένεσι, χρώμασι, διαστήμασι, συνημμέναις τάσεσι καὶ διεζευγμέναις, ταῖς διὰ τεττάρων, ταῖς διὰ πέντε, ταῖς διὰ πασῶν συμφωνίαις. 29 καὶ μὲν δὲ καὶ τῆς ἐνάρθρου φωνῆς, ἣν μόνος ἐκ πάντων ζῴων ἔλαχεν ἄνθρωπος, ἔστιν ἃ γνωρίζομεν· οἷον ὅτι ἀπὸ διανοίας ἀναπέμπεται, ὅτι ἐν τῷ στόματι ἀρθροῦται, ὅτι ἡ γλῶσσα πλήττουσα τῇ τῆς φωνῆς τάσει τὸ ἔναρθρον ἐνσφραγίζεται καὶ λόγον, ἀλλ´ οὐ ψιλὴν [625 M.] αὐτὸ μόνον φωνὴν ἀργὴν καὶ ἀδιατύπωτον ἦχον ἀπεργάζεται, ὅτι κήρυκος ἢ ἑρμηνέως ἔχει τάξιν πρὸς τὸν ὑποβάλλοντα νοῦν. (6.) 30 ἆρ´ οὖν καὶ τὸ τέταρτον τῶν ἐν ἡμῖν αὐτοῖς, ὁ ἡγεμὼν νοῦς, καταληπτός ἐστιν; οὐ δήπου. τί γὰρ αὐτὸν οἰόμεθα κατὰ τὴν οὐσίαν εἶναι; πνεῦμα ἢ αἷμα ἢ σῶμα συνόλως – ἀλλ´ οὐ σῶμα, ἀσώματον δὲ λεκτέον – ἢ πέρας ἢ εἶδος ἢ ἀριθμὸν ἢ ἐνδελέχειαν ἢ ἁρμονίαν ἢ τί τῶν ὄντων; 31 γεννώμενον δ´ εὐθὺς ἢ ἔξωθεν εἰσκρίνεται ἢ ὑπὸ τοῦ περιέχοντος ἀέρος ἡ ἔνθερμος ἐν ἡμῖν φύσις οἷα σίδηρος ἐν χαλκέως πεπυρωμένος ὕδατι ψυχρῷ πρὸς τὸ κραταιότατον στομοῦται; διότι καὶ παρὰ τὴν ψῦξιν ὠνομάσθαι ψυχὴ δοκεῖ. τί δέ; τελευτώντων σβέννυται καὶ συμφθείρεται τοῖς σώμασιν ἢ πλεῖστον ἐπιβιοῖ χρόνον ἢ κατὰ τὸ παντελὲς ἄφθαρτόν ἐστι; 32 ποῦ δ´ ἐμπεφώλευκεν ὁ νοῦς αὐτῷ; ἆρα οἶκον κεκλήρωται; οἱ μὲν γὰρ τὴν ἀκρόπολιν ἐν ἡμῖν ἀνιέρωσαν αὐτῷ κεφαλήν, περὶ ἣν καὶ αἱ αἰσθήσεις λοχῶσιν, εἰκὸς εἶναι νομίσαντες ἐγγὺς οἷα μεγάλου βασιλέως ἐφεδρεύειν τοὺς δορυφόρους· οἱ δ´ ὑπὸ καρδίας αὐτὸν ἀγαλματοφορεῖσθαι διανοηθέντες γνωσιμαχοῦσιν. [212 CW] 33 ἀεὶ δὴ τὸ τέταρτον ἀκατάληπτον, οὐρανὸς μὲν ἐν κόσμῳ παρὰ τὴν ἀέρος καὶ γῆς καὶ ὕδατος φύσιν, νοῦς δὲ ἐν ἀνθρώπῳ παρὰ σῶμα καὶ αἴσθησιν καὶ τὸν ἑρμηνέα λόγον. μήποτε μέντοι καὶ τὸ τέταρτον ἔτος „ἅγιον καὶ αἰνετὸν“ ταύτης ἕνεκα τῆς αἰτίας ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς δηλοῦται (Lev. 19, 24)· 34 τὸ γὰρ ἐν τοῖς γεγονόσιν ἅγιον οὐρανὸς μέν ἐστιν ἐν κόσμῳ, καθ´ ὃν αἱ ἄφθαρτοι καὶ μακραίωνες φύσεις περιπολοῦσιν, ἐν ἀνθρώπῳ δὲ νοῦς, ἀπόσπασμα θεῖον ὤν, καὶ μάλιστα κατὰ Μωυσέα λέγοντα· „ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7). 35 καὶ ἑκάτερον δὲ αἰνετὸν οὐκ ἀπὸ σκοποῦ μοι δοκεῖ προσειρῆσθαι· τὰ γὰρ δυνάμενα τοὺς ἐπαίνους καὶ ὕμνους καὶ εὐδαιμονισμοὺς ἐκτραγῳδεῖν τοῦ γεννήσαντος πατρὸς ταῦτ´ ἐστίν, οὐρανός τε καὶ νοῦς. ἄνθρωπος μὲν γὰρ ἐξαιρέτου παρὰ τὰ ἄλλα ζῷα γέρως ἔλαχε, θεραπεύειν τὸ ὄν, ὁ δὲ οὐρανὸς ἀεὶ μελῳδεῖ, κατὰ τὰς κινήσεις τῶν ἐν ἑαυτῷ τὴν πάμμουσον ἁρμονίαν ἀποτελῶν· 36 ἧς εἰ συνέβαινε τὴν ἠχὴν εἰς τὰς ἡμετέρας φθάνειν ἀκοάς, ἔρωτες ἂν ἀκάθεκτοι καὶ λελυττηκότες ἵμεροι καὶ ἄπαυστοι καὶ μανιώδεις [626 M.] ἐγίνοντο οἶστροι, ὡς καὶ τῶν ἀναγκαίων ἀπέχεσθαι τρεφομένους μηκέθ´ ὡς θνητοὶ σιτίοις καὶ ποτοῖς διὰ φάρυγγος, ἀλλ´ ὡς οἱ μέλλοντες ἀπαθανατίζεσθαι δι´ ὤτων μουσικῆς τελείας ἐνθέοις ᾠδαῖς· ὧν ἀκροατὴν Μωυσῆν ἀσώματον γενόμενον λόγος ἔχει τεσσαράκοντα ἡμέρας καὶ τὰς ἴσας νύκτας μήτε ἄρτου μήτε ὕδατος ψαῦσαι τὸ παράπαν (Exod. 24, 18). (7.) 37 ὁ τοίνυν οὐρανός, τὸ μουσικῆς ἀρχέτυπον ὄργανον, ἄκρως ἡρμόσθαι δοκεῖ δι´ οὐδὲν ἕτερον ἢ ἵνα οἱ ἐπὶ τιμῇ τοῦ τῶν ὅλων πατρὸς ᾀδόμενοι [213 CW] ὕμνοι μουσικῶς ἐπιψάλλωνται. καὶ τὴν ἀρετὴν μέντοι Λείαν ἀκούομεν ἐπὶ τῆς τοῦ τετάρτου γενέσεως υἱοῦ μηκέτι τίκτειν δυναμένην, ἀλλ´ ἐπέχουσαν ἢ ἐπεχομένην τὰς γονάς· εὕρισκε γάρ, οἶμαι, πᾶσαν τὴν γένεσιν ἐξ αὐτῆς ξηράν τε καὶ στεῖραν, ἡνίκα Ἰούδαν, τὴν ἐξομολόγησιν, τὸν τέλειον καρπόν, ἤνθησε. 38 διαφέρει δ´ οὐδὲν τὸ λέγειν „ἵστασθαι τίκτουσαν“ (Gen. 29, 35) τοῦ μὴ εὑρίσκειν ἐν τῷ τετάρτῳ φρέατι τοὺς παῖδας Ἰσαὰκ ὕδωρ (Gen. 26, 32), ἐπειδήπερ ἐξ ἑκατέρου τῶν συμβόλων ἐμφαίνεται τὸ πάντα διψῆν θεοῦ, παρ´ ὃν αἱ γενέσεις καὶ τροφαὶ τοῖς γεγονόσιν ἄρδονται. 39 μικροπολῖται μὲν οὖν τινες ἴσως ὑπολήψονται περὶ φρεάτων διορυχῆς τὸν τοσοῦτον εἶναι λόγον τῷ νομοθέτῃ, οἱ δὲ δὴ μείζονι ἐγγραφέντες πατρίδι, τῷδε τῷ κόσμῳ, τελειοτέρων φρονημάτων ὄντες, εἴσονται σαφῶς, ὅτι περὶ τεττάρων ἐστίν, οὐ φρεάτων, ἀλλὰ τῶν τοῦ παντὸς μερῶν ἡ ζήτησις τοῖς ὁρατικοῖς καὶ φιλοθεάμοσι, γῆς, ὕδατος, ἀέρος, οὐρανοῦ. 40 ὧν ἕκαστον ἐπινοίαις εἰς ἄκρον πεποιημέναις διεξελθόντες ἐν μὲν τοῖς τρισὶν εὗρόν τινα καταληπτά – διὸ καὶ τρία ὀνόματα ἐπεφήμισαν τοῖς εὑρεθεῖσιν, ἀδικίαν, ἔχθραν, εὐρυχωρίαν (Gen. 26, 20. 21. 22) –, ἐν δὲ τῷ τετάρτῳ τὸ παράπαν οὐδέν, οὐρανῷ, καθάπερ ὀλίγῳ πρότερον ἐδηλώσαμεν· τὸ γὰρ τέταρτον φρέαρ ἄνυδρον καὶ ξηρὸν εὑρίσκεται καὶ ὅρκος διὰ τὴν εἰρημένην αἰτίαν προσαγορεύεται.
(8.) 41 Τὰ δὲ ἑπόμενα ζητήσωμεν ἐρευνῶντες, τίς ἡ Χαρρὰν καὶ διὰ τί ὁ ἀπὸ τοῦ φρέατος ἐξελθὼν εἰς αὐτὴν ἔρχεται (Gen. 28, 10). ἔστι τοίνυν, ὡς ἔμοιγε φαίνεται, Χαρρὰν μητρόπολίς τις αἰσθήσεων. ἑρμηνεύεται γὰρ τοτὲ μὲν ὀρυκτή, τοτὲ δὲ τρῶγλαι, δι´ ἀμφοτέρων τῶν ὀνομάτων ἑνὸς δηλουμένου πράγματος. 42 τὸ γὰρ σῶμα ἡμῶν εἰς τὰ τῶν αἰσθήσεων ὄργανα τρόπον τινὰ ἐξορώρυκται, καὶ γέγονεν ἕκαστον τῶν [214 CW] ὀργάνων ἑκάστης ὀπή τις αἰσθήσεως, ἐν ᾗ πέφυκε φωλεύειν. [627 M.] ὅταν οὖν τις ἀπὸ τοῦ φρέατος, ὃ καλεῖται ὅρκος, ὥσπερ ἀπὸ λιμένος ἐξαναχθῇ, παραγίνεται εὐθὺς εἰς Χαρρὰν ἀναγκαίως· τὸν γὰρ ἀποδημίαν στελλόμενον ἀπὸ τοῦ ἀρίστου καὶ ἀπειρομεγέθους ἐπιστήμης χωρίου κατ´ ἀναγκαῖον αἰσθήσεις ἄνευ ξεναγῶν ὑποδέχονται. 43 κινεῖται γὰρ ἡμῶν ἡ ψυχὴ πολλάκις μὲν ἐφ´ ἑαυτῆς, ὅλον τὸν σωματικὸν ὄγκον ἐκδῦσα καὶ τὸν τῶν αἰσθήσεων ὄχλον ἀποδρᾶσα, πολλάκις δὲ καὶ ταῦτα ἐπαμπισχομένη. τὴν μὲν οὖν γυμνὴν κίνησιν αὐτῆς τὰ νοήσει μόνῃ καταληπτὰ ἔλαχε, τὴν δὲ μετὰ σώματος τὰ αἰσθητά. 44 εἴ τις οὖν ὁμιλεῖν εἰσάπαν ἀδυνατεῖ διανοίᾳ μόνῃ, δευτέραν καταφυγὴν αἴσθησιν εὑρίσκεται, καὶ ὅστις ἂν σφαλῇ τῶν νοητῶν, αὐτίκα πρὸς τὰ αἰσθητὰ κατασύρεται· δεύτερος γὰρ ἀεὶ πλοῦς ὁ πρὸς αἴσθησιν τοῖς μὴ δυνηθεῖσι πρὸς τὸν ἡγεμόνα νοῦν εὐπλοῆσαι. 45 καλὸν δὲ κἀν τούτῳ γενομένους μὴ καταγηράσαι καὶ διαιωνίσαι, ἀλλ´ ὡς ἐν ξένῃ διατρίβοντας παροίκων τρόπον ἀεὶ μετανάστασιν ζητεῖν καὶ ἐπάνοδον εἰς τὴν πατρῴαν γῆν. Λάβαν μὲν γὰρ οὐκ εἶδος, οὐ γένος, οὐκ ἰδέαν, οὐκ ἐννόημα, οὐκ ἄλλο τῶν νοήσει μόνῃ καταλαμβανομένων οὐδὲν ἁπλῶς εἰδώς, ἠρτημένος δὲ τῶν ἐμφανῶν, ἅπερ εἰς ὄψεις καὶ ἀκοὰς καὶ τὰς συγγενεῖς δυνάμεις ἔρχεται, πατρίδος ἠξίωται Χαρράν, ἣν ὡς ξένην ὁ φιλάρετος Ἰακὼβ πρὸς ὀλίγον οἰκεῖ χρόνον, τῆς οἴκαδε ἐπανόδου διαμεμνημένος. 46 φησὶ γοῦν ἡ μήτηρ, ἡ ὑπομονή, Ῥεβέκκα πρὸς αὐτόν· „ἀναστὰς ἀπόδραθι πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρράν, καὶ οἴκησον μετ´ αὐτοῦ ἡμέρας τινάς“ (Gen. 27, 43. 44). ἆρα οὖν κατανοεῖς, ὅτι οὐχ ὑπομένει ὁ ἀσκητὴς ἐν τῇ χώρᾳ τῶν αἰσθήσεων καταβιῶναι, ἀλλ´ ἡμέρας ὀλίγας καὶ βραχύν τινα [215 CW] χρόνον διὰ τὰς τοῦ συνδέτου σώματος ἀνάγκας, ὁ δὲ μακρὸς αἰὼν αὐτῷ καὶ βίος ἐν τῇ νοητῇ πόλει ταμιεύεται; (9.) 47 παρό μοι δοκεῖ καὶ ὁ πάππος αὐτοῦ τῆς ἐπιστήμης, Ἀβραὰμ ὄνομα, μὴ πολὺν χρόνον ὑπομεῖναι τῇ Χαρρὰν ἐνδιατρῖψαι. λέγεται γὰρ ὅτι „Ἀβραὰμ ἦν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν“ (Gen. 12, 4), καίτοι τοῦ πατρὸς αὐτοῦ Θάρρα, ὃς ἑρμηνεύεται κατασκοπὴ ὀσμῆς, μέχρι τελευτῆς ἐν αὐτῇ βιώσαντος. 48 ῥητῶς γοῦν ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς [628 M.] δηλοῦται, ὅτι „ἀπέθανε Θάρρα ἐν Χαρράν“ (Gen. 11, 32)· κατάσκοπος γὰρ ἦν ἀρετῆς, οὐ πολίτης, καὶ ὀσμαῖς ἀλλ´ οὐ τροφῶν ἀπολαύσεσιν ἐχρῆτο, μήπω ἱκανὸς ὢν ἐμπίπλασθαι φρονήσεως, ἀλλὰ μηδὲ γεύεσθαι, τοῦτο δ´ αὐτὸ μόνον ὀσφραίνεσθαι. 49 καθάπερ γὰρ τοὺς θηρατικοὺς τῶν σκυλάκων λόγος ἔχει καὶ τὰ πορρωτάτω τῶν θηρίων πτώματα ῥινηλατοῦντας ἀνευρίσκειν ἠκονημένους ὑπὸ φύσεως διαφερόντως τὴν περὶ τὰς ὀσμὰς αἴσθησιν, τὸν αὐτὸν τρόπον τὴν ἀπὸ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ἀναδιδομένην ἡδεῖαν αὔραν ὁ παιδείας ἐραστὴς ἰχνηλατεῖ καὶ ποθεῖ μὲν ἐκείναις ἐντυχεῖν, ἐξ ὧν ἀναδίδοται τὸ θαυμασιώτατον γάνωμα τοῦτο, μὴ δυνάμενος δ´ ἐν κύκλῳ κενὴν περιάγει τὴν κεφαλήν, ὀσφραινόμενος αὐτὸ μόνον καλοκἀγαθίας καὶ σιτίων ἱερωτάτης κνίσσης· οὐ γὰρ ἀρνεῖται λίχνος ἐπιστήμης καὶ φρονήσεως εἶναι. 50 μακάριοι μὲν οὖν οἷς ἐξεγένετο τῶν σοφίας φίλτρων ἀπόνασθαι καὶ τῶν θεωρημάτων καὶ δογμάτων αὐτῆς ἑστιαθῆναι καὶ ἐνευφρανθεῖσιν ἔτι διψῆν, ἄπληστον καὶ ἀκόρεστον ἐπιφερομένοις ἵμερον ἐπιστήμης. 51 δεύτερα δ´ οἴσονται, οἷς ἀπολαῦσαι μὲν οὐκ ἐξεγένετο τῆς ἱερᾶς τραπέζης, κνισσοῦν δὲ τὰς ἑαυτῶν ψυχάς· αὔραις γὰρ ἀρετῆς οὗτοι ζωπυρηθήσονται, καθάπερ τῶν καμνόντων οἱ [216 CW] παρειμένοι διὰ τὸ μὴ δύνασθαι τροφῇ χρῆσθαι τὰς εἰς ἀνάληψιν προσφέρονται ὀσμάς, ἃς ἰατρῶν παῖδες λιποθυμίας ἄκη σωτήρια προευτρεπίζονται. (10.) 52 καταλιπὼν μέντοι τὴν Χαλδαίαν γῆν εἰς Χαρρὰν λέγεται μετανίστασθαι Θάρρα, τόν τε υἱὸν Ἀβραὰμ καὶ τοὺς ὁμογνίους τῆς οἰκίας ἐπαγόμενος, οὐχ ἵν´ ὡς παρὰ συγγραφέως ἱστορικοῦ μάθωμεν, ὅτι μετανάσται τινὲς ἐγένοντο, τὴν μὲν πατρῴαν γῆν καταλιπόντες, τὴν δὲ ξένην ὡς πατρίδα οἰκήσαντες, ἀλλ´ ὑπὲρ τοῦ μάθημα βιωφελέστατον καὶ ἁρμόττον ἀνθρώπῳ μὴ ἀμεληθῆναι. 53 τί δὲ τοῦτό ἐστι; Χαλδαῖοι μὲν ἀστρονομοῦσιν, οἱ δὲ τῆς Χαρρὰν πολῖται περὶ τὸν τῶν αἰσθήσεων τόπον πραγματεύονται. φησὶν οὖν ὁ ἱερὸς λόγος τῷ κατασκόπῳ τῶν τῆς φύσεως πραγμάτων· τί περὶ ἡλίου ζητεῖς, εἰ ποδιαῖός ἐστιν, εἰ τῆς γῆς μείζων ἁπάσης, εἰ πολλαπλάσιος αὐτῆς; τί δὲ περὶ φωτισμῶν σελήνης, εἰ νόθον ἔχει φέγγος, εἰ γνησίῳ μόνῳ χρῆται; τί δὲ περὶ τῆς τῶν ἄλλων ἀστέρων φύσεως ἢ περιφορᾶς ἢ συμπαθείας πρός τε ἀλλήλους καὶ τἀπίγεια; 54 τί δὲ βαίνων ἐπὶ γῆς ὑπὲρ νεφέλας πηδᾷς; τί δ´ ἅπτεσθαι τῶν ἐν αἰθέρι φῂς δύνασθαι προσερριζωμένος χέρσῳ; τί δὲ περὶ τῶν ἀτεκμάρτων τεκμαίρεσθαι τολμᾷς; τί δὲ πολυπραγμονεῖς ἃ μή σε δεῖ, τὰ μετέωρα; τί δὲ τὴν ἐν τοῖς μαθήμασιν εὑρεσιλογίαν ἄχρις οὐρανοῦ τείνεις; τί δ´ ἀστρονομεῖς μετεωρολεσχῶν; [629 M.] μὴ τὰ ὑπὲρ σὲ καὶ ἄνω, ὦ οὗτος, ἀλλὰ τὰ ἐγγὺς σαυτοῦ κατανόησον, μᾶλλον δὲ σαυτὸν ἀκολακεύτως ἐρεύνησον. πῶς οὖν ἐρευνήσεις; 55 ἴθι νοερῶς εἰς Χαρρὰν τὴν ὀρυκτήν, τὰς τρώγλας καὶ ὀπὰς τοῦ σώματος, καὶ ἐπίσκεψαι ὀφθαλμούς, ὦτα, ῥῖνας, τὰ ἄλλα [217 CW] ὅσα καὶ αἰσθήσεως ὄργανα, καὶ φιλοσόφησον ἀναγκαιοτάτην καὶ πρεπωδεστάτην φιλοσοφίαν ἀνθρώπῳ, ζητῶν, τί ὅρασις, τί ἀκοή, τί γεῦσις, τί ὄσφρησις, τί ἁφή, τί καὶ συνόλως αἴσθησις· κἄπειτα τί τὸ ὁρᾶν καὶ πῶς ὁρᾷς, τί τὸ ἀκούειν καὶ πῶς ἀκούεις, τί τὸ ὀσφραίνεσθαι ἢ γεύεσθαι ἢ ἅπτεσθαι καὶ πῶς ἕκαστον αὐτῶν εἴωθε γίγνεσθαι. 56 πρὶν δὲ τὸν ἴδιον οἶκον καλῶς ἐπεσκέφθαι, τὸν τοῦ παντὸς ἐξετάζειν οὐχ ὑπερβολὴ μανίας; καὶ οὔπω σοι μεῖζον ἐπίταγμα ἐπιτάττω, τὴν σαυτοῦ ψυχὴν ἰδεῖν καὶ τὸν νοῦν, ἐφ´ ᾧ μέγα φρονεῖς· καταλαβεῖν γὰρ αὐτὸν οὔποτε δυνήσῃ. 57 ἀνάβαινε νῦν εἰς οὐρανὸν καὶ καταλαζονεύου περὶ τῶν ἐκεῖ, μήπω δεδυνημένος γνῶναι κατὰ τὸ ποιητικὸν γράμμα
καταγαγὼν δ´ ἀπ´ οὐρανοῦ τὸν κατάσκοπον καὶ ἀντισπάσας ἀπὸ τῆς ἐκεῖ ζητήσεως γνῶθι σαυτόν, εἶτα καὶ τοῦτ´ ἐπιμελῶς ἐκπόνησον, ἵνα τῆς ἀνθρωπίνης εὐδαιμονίας ἐπιλάχῃς. 58 τὸν τρόπον τοῦτον Θάρρα μὲν Ἑβραῖοι, Σωκράτην δὲ Ἕλληνες ὀνομάζουσι· καὶ γὰρ ἐκεῖνον ἐγγηράσαι φασὶν τῇ περὶ τοῦ γνῶθι σαυτὸν ἀκριβεστάτῃ σκέψει, μηδὲν ἔξω τῶν καθ´ ἑαυτὸν φιλοσοφοῦντα. ἀλλ´ ὁ μὲν ἄνθρωπος ἦν, Θάρρα δ´ αὐτὸς ὁ λόγος ὁ περὶ τοῦ γνῶναί τινα ἑαυτὸν προκείμενος οἷα δένδρον εὐερνέστατον, ἵν´ ἔχοιεν εὐμαρῶς οἱ φιλάρετοι τὸν περὶ ἠθοποιίαν δρεπόμενοι καρπὸν σωτηρίου καὶ ἡδίστης ἐμπίπλασθαι τροφῆς. 59 τοιοῦτοι μὲν ἡμῖν οἱ φρονήσεως κατάσκοποι, τῶν δὲ ἀθλητῶν καὶ ἀγωνιστῶν αὐτῆς αἱ φύσεις τελειότεραι· δικαιοῦσι γὰρ οὗτοι τὸν περὶ τῶν αἰσθήσεων σύμπαντα λόγον ἀκριβῶς καταμαθόντες ἐπί τι μεῖζον ἕτερον χωρεῖν θεώρημα,[218 CW] καταλιπόντες τὰς αἰσθήσεως ὀπάς, αἳ Χαρρὰν ὀνομάζονται. 60 τούτων ἐστὶν ὁ ἐπιδόσεις καὶ βελτιώσεις πρὸς ἐπιστήμης ἄκρας ἀνάληψιν ἐσχηκὼς Ἀβραάμ· ὅτε γὰρ μάλιστα ἔγνω, τότε μάλιστα ἀπέγνω ἑαυτόν, ἵνα τοῦ πρὸς ἀλήθειαν ὄντος εἰς ἀκριβῆ γνῶσιν ἔλθῃ. καὶ πέφυκεν οὕτως ἔχειν· ὁ λίαν καταλαβὼν ἑαυτὸν λίαν ἀπέγνωκε τὴν ἐν πᾶσι τοῦ [630 M.] γενητοῦ σαφῶς προλαβὼν οὐδένειαν, ὁ δ´ ἀπογνοὺς ἑαυτὸν γινώσκει τὸν ὄντα.
(11.) 61 Τίς μὲν οὖν ἐστιν ἡ Χαρρὰν καὶ διὰ τί ὁ ἀπολείπων τὸ τοῦ ὅρκου φρέαρ εἰς αὐτὴν ἔρχεται, δεδήλωται. σκεπτέον δὲ τὸ τρίτον καὶ ἀκόλουθον, τίς ὁ τόπος, ᾧ ὑπαντᾷ· λέγεται γάρ, ὅτι „ἀπήντησε τόπῳ“ (Gen. 28, 11). 62 τριχῶς δὲ ἐπινοεῖται τόπος, ἅπαξ μὲν χώρα ὑπὸ σώματος πεπληρωμένη, κατὰ δεύτερον δὲ τρόπον ὁ θεῖος λόγος, ὃν ἐκπεπλήρωκεν ὅλον δι´ ὅλων ἀσωμάτοις δυνάμεσιν αὐτὸς ὁ θεός. „εἶδον“ γάρ φησι „τὸν τόπον οὗ εἱστήκει ὁ θεὸς τοῦ Ἰσραήλ“ (Exod. 24, 10), ἐν ᾧ μόνῳ καὶ ἱερουργεῖν ἐφῆκεν ἀλλαχόθι κωλύσας· διείρηται γὰρ ἀναβαίνειν εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός, κἀκεῖ θύειν τὰ ὁλοκαυτώματα καὶ τὰ σωτήρια καὶ τὰς ἄλλας ἀμώμους θυσίας ἀνάγειν (Deut. 12, 5 ss.). 63 κατὰ δὲ τρίτον σημαινόμενον αὐτὸς ὁ θεὸς καλεῖται τόπος τῷ περιέχειν μὲν τὰ ὅλα, περιέχεσθαι δὲ πρὸς μηδενὸς ἁπλῶς, καὶ τῷ καταφυγὴν τῶν συμπάντων αὐτὸν εἶναι, καὶ ἐπειδήπερ αὐτός ἐστι χώρα ἑαυτοῦ, κεχωρηκὼς ἑαυτὸν καὶ ἐμφερόμενος μόνῳ ἑαυτῷ. 64 ἐγὼ μὲν οὖν οὔκ εἰμι τόπος, ἀλλ´ ἐν τόπῳ, καὶ ἕκαστον τῶν ὄντων ὁμοίως· τὸ γὰρ περιεχόμενον διαφέρει τοῦ περιέχοντος, τὸ δὲ θεῖον ὑπ´ οὐδενὸς περιεχόμενον ἀναγκαίως ἐστὶν αὐτὸ τόπος ἑαυτοῦ. μαρτυρεῖ δέ μοι [219 CW] λόγιον τὸ χρησθὲν ἐπὶ Ἀβραὰμ τόδε· „ἦλθεν εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεός· καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδε τὸν τόπον μακρόθεν“ (Gen. 22, 3. 4). 65 ὁ ἐλθὼν εἰς τὸν τόπον, εἰπέ μοι, μακρόθεν αὐτὸν εἶδεν; ἀλλὰ μήποτε δυεῖν πραγμάτων ἐστὶν ὁμωνυμία διαφερόντων, ὧν τὸ μὲν ἕτερον θεῖός ἐστι λόγος, τὸ δὲ ἕτερον ὁ πρὸ τοῦ λόγου θεός. 66 ὁ δὴ ξεναγηθεὶς ὑπὸ σοφίας εἰς τὸν πρότερον ἀφικνεῖται τόπον, εὑράμενος τῆς ἀρεσκείας κεφαλὴν καὶ τέλος τὸν θεῖον λόγον, ἐν ᾧ γενόμενος οὐ φθάνει πρὸς τὸν κατὰ τὸ εἶναι θεὸν ἐλθεῖν, ἀλλ´ αὐτὸν ὁρᾷ μακρόθεν· μᾶλλον δὲ οὐδὲ πόρρωθεν αὐτὸν ἐκεῖνον θεωρεῖν ἱκανός ἐστιν, ἀλλὰ τὸ μακρὰν τὸν θεὸν εἶναι πάσης γενέσεως αὐτὸ μόνον ὁρᾷ καὶ τὸ πορρωτάτω τὴν κατάληψιν αὐτοῦ πάσης ἀνθρωπίνης διανοίας διῳκίσθαι. 67 μήποτε μέντοι γε οὐδὲ τόπον νῦν ἀλληγορῶν ἐπὶ τοῦ αἰτίου παρείληφεν, ἀλλ´ ἔστι τὸ δηλούμενον τοιοῦτον· „ἦλθεν εἰς τὸν τόπον, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν“ αὐτὸν τὸν τόπον, εἰς ὃν ἦλθε, μακρὰν ὄντα τοῦ ἀκατονομάστου καὶ ἀρρήτου καὶ κατὰ πάσας ἰδέας ἀκαταλήπτου θεοῦ. [631 M.] (12.) 68 τούτων προδιωρισμένων, ὅταν εἰς Χαρράν, τὴν αἴσθησιν, ἔλθῃ ὁ ἀσκητής, „ὑπαντᾷ τόπῳ“ (Gen. 28, 11), οὔτε τῷ ἐκπεπληρωμένῳ ὑπὸ σώματος θνητοῦ – μετέχουσι γὰρ αὐτοῦ πάντες οἱ γηγενεῖς ἐκπεπληρωκότες χώραν καὶ τόπον τινὰ κατὰ τἀναγκαῖον ἐπέχοντες – οὔτε τῷ τρίτῳ καὶ ἀρίστῳ, οὗ μόλις ἔννοιαν λαβεῖν ἦν ἂν ἐπὶ τοῦ φρέατος ποιούμενον τὰς διατριβάς, ὃ προσηγορεύετο ὅρκος, ᾧ τὸ αὐτομαθὲς γένος, Ἰσαάκ, ἐνδιαιτᾶται μηδέποτε τῆς πρὸς θεὸν πίστεως καὶ ἀφανοῦς ὑπολήψεως ἀφιστάμενον, ἀλλὰ τῷ μέσῳ λόγῳ θείῳ, τὰ ἄριστα ὑφηγουμένῳ καὶ ὅσα πρόσφορα τοῖς καιροῖς ἀναδιδάσκοντι. 69 οὐ γὰρ ἀξιῶν ὁ θεὸς εἰς αἴσθησιν ἔρχεσθαι τοὺς ἑαυτοῦ λόγους ἐπικουρίας ἕνεκα τῶν φιλαρέτων ἀποστέλλει· οἱ δ´ ἰατρεύουσι καὶ ἐκνοσηλεύουσι τὰ ψυχῆς ἀρρωστήματα, παραινέσεις ἱερὰς ὥσπερ νόμους ἀκινήτους τιθέντες [220 CW] καὶ ἐπὶ τὰ τούτων γυμνάσια καλοῦντες καὶ τρόπον ἀλειπτῶν ἰσχὺν καὶ δύναμιν καὶ ῥώμην ἀνανταγώνιστον ἐμφύοντες. 70 δεόντως οὖν εἰς αἴσθησιν ἐλθὼν οὐκέτι θεῷ, λόγῳ δ´ ὑπαντᾷ θεοῦ, καθὰ καὶ ὁ πάππος αὐτοῦ τῆς σοφίας Ἀβραάμ. λέγεται γάρ· „ἀπῆλθε κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, καὶ Ἀβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ“ (Gen. 18, 33)· δι´ οὗ συνάγεται τὸ λόγοις τοιούτοις ἐντυγχάνειν ἱεροῖς, ὧν ὁ πρὸ τῶν ὅλων θεὸς ἀπήλλακται, μηκέτι τὰς ἀφ´ αὑτοῦ τείνων φαντασίας, ἀλλὰ τὰς ἀπὸ τῶν μεθ´ αὑτὸν δυνάμεων. 71 ὑπερφυέστατα δ´ ἔχει τὸ μὴ φάναι ἐλθεῖν εἰς τὸν τόπον, ἀλλ´ ἀπαντῆσαι τόπῳ· ἑκούσιον μὲν γὰρ τὸ ἔρχεσθαι, τὸ δ´ ἀπαντᾶν πολλάκις ἀκούσιον, ἵν´ ἐξαπιναίως ὁ θεῖος λόγος ἐπιφαινόμενος ἀπροσδόκητον χαρὰν ἐλπίδος μείζονα ἐρήμῃ ψυχῇ συνοδοιπορεῖν μέλλων προτείνῃ. καὶ γὰρ Μωυσῆς „ἐξάγει τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ θεοῦ“ (Exod. 19, 17), σαφῶς εἰδὼς ἐρχόμενον αὐτὸν ἀοράτως πρὸς τὰς ποθούσας ψυχὰς ἐντυχεῖν αὐτῷ.
(13.) 72 Τὴν δ´ αἰτίαν ἐπιφέρει, δι´ ἣν τόπῳ ὑπήντησεν· „ἔδυ“ γάρ φησιν „ὁ ἥλιος“ (Gen. 28, 11), οὐχ ὁ φαινόμενος οὗτος, ἀλλὰ τὸ τοῦ ἀοράτου καὶ μεγίστου θεοῦ περιφεγγέστατον καὶ περιαυγέστατον φῶς. τοῦθ´ ὅταν μὲν ἐπιλάμψῃ διανοίᾳ, τὰ δεύτερα λόγων δύεται φέγγη, πολὺ δὲ μᾶλλον οἱ αἰσθητοὶ τόποι πάντες ἐπισκιάζονται· ὅταν δ´ ἑτέρωσε χωρήσῃ, πάντ´ εὐθὺς ἀνίσχει καὶ ἀνατέλλει. 73 μὴ θαυμάσῃς δέ, εἰ ὁ ἥλιος κατὰ τοὺς τῆς ἀλληγορίας κανόνας ἐξομοιοῦται τῷ πατρὶ καὶ ἡγεμόνι τῶν συμπάντων· θεῷ γὰρ ὅμοιον πρὸς ἀλήθειαν μὲν οὐδέν, ἃ δὲ δόξῃ νενόμισται, δύο μόνα ἐστίν, ἀόρατόν τε καὶ ὁρατόν, ψυχὴ μὲν ἀόρατον, ὁρατὸν δὲ ἥλιος. 74 τὴν [632 M.] μὲν οὖν ψυχῆς ἐμφέρειαν δεδήλωκεν ἐν ἑτέροις εἰπών· „ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ´ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν“ (Gen. 1, 27), καὶ ἐν τῷ κατὰ ἀνδροφόνων τεθέντι νόμῳ πάλιν· „ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, [221 CW] ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον“ (Gen. 9, 6), τὴν δὲ ἡλίου διὰ συμβόλων μεμήνυκε. 75 ῥᾴδιον δὲ καὶ ἄλλως ἐξ ἐπιλογισμοῦ τοῦτο κατιδεῖν, ἐπειδὴ πρῶτον μὲν ὁ θεὸς φῶς ἐστι – „κύριος γὰρ φωτισμός μου καὶ σωτήρ μου“ ἐν ὕμνοις ᾄδεται (Psalm. 26, 1) – καὶ οὐ μόνον φῶς, ἀλλὰ καὶ παντὸς ἑτέρου φωτὸς ἀρχέτυπον, μᾶλλον δὲ παντὸς ἀρχετύπου πρεσβύτερον καὶ ἀνώτερον, λόγον ἔχον παραδείγματος. τὸ μὲν γὰρ παράδειγμα ὁ πληρέστατος ἦν αὐτοῦ λόγος, φῶς – „εἶπε“ γάρ φησιν „ὁ θεός· γενέσθω φῶς“ (Gen. 1, 3) –, αὐτὸς δὲ οὐδενὶ τῶν γεγονότων ὅμοιος. 76 ἔπειθ´ ὡς ἥλιος ἡμέραν καὶ νύκτα διακρίνει, οὕτως φησὶ Μωυσῆς τὸν θεὸν φῶς καὶ σκότος διατειχίσαι· „διεχώρισε γὰρ ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους“ (Gen. 1, 4)· ἄλλως τε ὡς ἥλιος ἀνατείλας τὰ κεκρυμμένα τῶν σωμάτων ἐπιδείκνυται, οὕτως καὶ ὁ θεὸς τὰ πάντα γεννήσας οὐ μόνον εἰς τοὐμφανὲς ἤγαγεν, ἀλλὰ καὶ ἃ πρότερον οὐκ ἦν, ἐποίησεν, οὐ δημιουργὸς μόνον ἀλλὰ καὶ κτίστης αὐτὸς ὤν. (14.) 77 λέγεται δὲ πολλαχῶς κατὰ τὸν ἱερὸν λόγον ἐν ὑπονοίαις ἥλιος, ἅπαξ μὲν ὁ ἀνθρώπινος νοῦς, ὃν οἰκοδομοῦσιν ὡς πόλιν καὶ κατασκευάζουσιν οἱ γένεσιν πρὸ τοῦ ἀγενήτου θεραπεύειν ἀναγκαζόμενοι, ἐφ´ ὧν εἴρηται ὅτι „ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραώ, τήν τε Πειθώ“, τὸν λόγον ᾧ τὸ πείθειν ἀνάκειται, „καὶ Ῥαμεσσή“, τὴν αἴσθησιν, ὑφ´ ἧς ὥσπερ ὑπὸ σέων ἡ ψυχὴ διεσθίεται – ἑρμηνεύεται γὰρ σεισμὸς σητός –, „καὶ τὴν Ὤν“, τὸν νοῦν, ἣν Ἡλίου πόλιν ὠνόμασεν (Exod. 1, 11), ἐπειδὴ καθάπερ ἥλιος τοῦ παντὸς ἡμῶν ὄγκου τὴν ἡγεμονίαν ἀνῆπται καὶ τὰς αὑτοῦ δυνάμεις ὥσπερ ἀκτῖνας εἰς ὅλον τείνει. 78 τὸν δὲ ἱερέα καὶ θεραπευτὴν τοῦ νοῦ πενθερὸν ἐπιγράφεται πᾶς ὁ τὴν τοῦ σώματος πολιτείαν ἀναψάμενος, ὄνομα Ἰωσήφ. „ἔδωκε“ γάρ φησιν „αὐτῷ τὴν Ἀσενὲθ θυγατέρα Πετεφρῆ ἱερέως Ἡλίου πόλεως“ [222 CW] (Gen. 41, 45). [633 M.] 79 δεύτερον δὲ ἥλιον καλεῖ συμβολικῶς τὴν αἴσθησιν, ἐπειδὴ τὰ αἰσθητὰ πάντα δείκνυται διανοίᾳ. περὶ ἧς λελάληκεν ὧδε· „ἀνέτειλεν ὁ ἥλιος αὐτῷ, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ θεοῦ“ (Gen. 32, 31)· τῷ γὰρ ὄντι ταῖς ἱερωτάταις ἰδέαις καὶ ὡς ἂν εἰκόσιν ἀσωμάτοις ὅταν μηκέτι δυνώμεθα συνδιατρίβειν, ἀλλ´ ἑτέρωσε τρεπόμενοι μεταχωρήσωμεν, ἄλλῳ φωτὶ τῷ κατὰ αἴσθησιν χρώμεθα σκότους πρὸς τὸν ὑγιῆ λόγον οὐδὲν ἁπλῶς διαφέροντι· 80 ὅπερ ἀνατεῖλαν ὅρασιν μὲν καὶ ἀκοήν, ἔτι δὲ γεῦσιν καὶ ὄσφρησιν καὶ ἁφὴν ὥσπερ κοιμωμένας ἀνήγειρε, φρόνησιν δὲ καὶ δικαιοσύνην ἐπιστήμην τε καὶ σοφίαν ἐγρηγορυίας εἰς ὕπνον ἔτρεψεν. 81 οὗ χάριν ἁγνεύειν οὐδένα πρὸ ἑσπέρας φησὶν ὁ ἱερὸς λόγος (Lev. 11, 24 al.) δύνασθαι, τῆς διανοίας ὑπὸ τῶν κατ´ αἴσθησιν κινήσεων ἔτι παρευημερουμένης. ἄφυκτον δὲ καὶ τοῖς ἱερεῦσι νόμον ἐν ταὐτῷ καὶ γνώμην ἀποφαινόμενος τίθησιν, ἐπειδὰν λέγῃ· „Οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα ὕδατι καὶ δύῃ ὁ ἥλιος καὶ γένηται καθαρός“ (Lev. 22, 6. 7). 82 δηλοῖ γὰρ σαφέστατα διὰ τούτων, ὅτι εὐαγὴς εἰσάπαν οὐδείς ἐστιν, ὡς ταῖς ἁγίαις καὶ ἱεροπρεπέσι χρῆσθαι τελεταῖς, ᾧ τὰς αἰσθητὰς τοῦ θνητοῦ βίου λαμπρότητας ἔτι τετιμῆσθαι συμβέβηκεν. εἰ δέ τις αὐτὰς οὐκ ἀποδέχεται, κατὰ τὸ ἀκόλουθον τῷ φρονήσεως ἐπιλάμπεται φέγγει, δι´ οὗ δυνήσεται τὰς τῶν κενῶν δοξῶν ἐκνίπτεσθαι καὶ ἀπολούεσθαι κηλῖδας. 83 ἢ τὸν ἥλιον αὐτὸν οὐχ ὁρᾷς, ὅτι τἀναντία καὶ ἀνατέλλων καὶ δυόμενος ἐργάζεται; ἐπειδὰν γὰρ ἀνίσχῃ, τὰ μὲν κατὰ γῆν ἅπαντα περιλάμπεται, τὰ δὲ κατ´ οὐρανὸν ἀποκρύπτεται· δύντος δ´ ἔμπαλιν οἱ μὲν ἀστέρες προφαίνονται, τὰ δὲ περίγεια συσκιάζεται. 84 τὸν αὐτὸν τρόπον καὶ ἐν ἡμῖν, ὅταν μὲν τὸ τῶν αἰσθήσεων φέγγος ὡς ἥλιος ἀνατείλῃ, τὰς ὀλυμπίους καὶ οὐρανίους ὡς ἀληθῶς ἐπιστήμας κρύπτεσθαι συμβέβηκεν· ὅταν δὲ πρὸς δυσμὰς γένηται, τὰς [223 CW] ἀστεροειδεστάτας καὶ θειοτάτας ἀναφαίνεσθαι ἀρετῶν αὐγάς, ὅτε καὶ καθαρὸς ὁ νοῦς ὑπὸ μηδενὸς κρυπτόμενος αἰσθητοῦ γίνεται. (15.) 85 κατὰ δὲ τὸ τρίτον σημαινόμενον ἥλιον καλεῖ τὸν θεῖον λόγον, τὸ τοῦ κατ´ οὐρανὸν περιπολοῦντος, ὡς πρότερον ἐλέχθη, παράδειγμα, ἐφ´ οὗ λέγεται· „ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ, καὶ κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ“ (Gen. 19, 23. 24). 86 ὁ γὰρ τοῦ θεοῦ λόγος, ὅταν ἐπὶ τὸ γεῶδες ἡμῶν σύστημα ἀφίκηται, τοῖς μὲν ἀρετῆς συγγενέσι καὶ πρὸς αὐτὴν ἀποκλίνουσιν ἀρήγει καὶ βοηθεῖ, ὡς καταφυγὴν καὶ σωτηρίαν αὐτοῖς πορίζειν παντελῆ, τοῖς δὲ ἀντιπάλοις ὄλεθρον καὶ φθορὰν ἀνίατον ἐπιπέμπει. 87 λέγεται δὲ κατὰ τέταρτον σημαινόμενον ἥλιος μὲν αὐτὸς ὁ τῶν ὅλων ἡγεμών, ὡς εἶπον ἤδη, δι´ οὗ τὰ ἀνίατα τῶν ἁμαρτημάτων ἀνακαλύπτεται συσκιάζεσθαι δοκοῦντα· [634 M.] 88 πάντα γὰρ ὡς δυνατά, οὕτως καὶ γνώριμα θεῷ. παρὸ καὶ τοὺς καταλυθέντας τῶν τόνων τῶν ψυχικῶν, ἀκολάστως καὶ λαγνίστερον ὁμιλοῦντας ταῖς νοῦ θυγατράσιν, αἰσθήσεσιν, ὡς χαμαιτύπαις καὶ πόρναις, ἐνδειχθησομένους πρὸς ἥλιον ἄγει. 89 φησὶ γάρ· „καὶ κατέλυσεν ὁ λαὸς ἐν Σαττὶν“ – ἄκανθαι δ´ ἑρμηνεύεται, παθῶν κεντούντων καὶ τιτρωσκόντων ψυχὴν σύμβολον –, „καὶ ἐβεβηλώθη“ φησίν „ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ“ – αἱ δέ εἰσιν αἱ αἰσθήσεις, κεκλημέναι νοῦ θυγατέρες· Μωὰβ γὰρ ἐκ πατρὸς ἑρμηνεύεται –, καὶ προστίθησι· „λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον τῷ κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ κυρίου ἀπὸ Ἰσραήλ“ (Num. 25, 1. 4). 90 οὐ γὰρ μόνον τὰ κεκρυμμένα τῶν ἀδικημάτων ἐμφανῆ γενέσθαι βουλόμενος ταῖς ἡλιακαῖς περιέλαμψεν ἀκτῖσιν, ἀλλὰ καὶ διὰ συμβόλων ἥλιον τὸν πατέρα τῶν ὅλων ἐκάλεσεν, ᾧ πάντα προὖπτα καὶ ὅσα ἐν μυχοῖς τῆς διανοίας ἀοράτως ἐπιτελεῖται· γενομένων δ´ ἐμφανῶν ἵλεώ [224 CW] φησιν ἔσεσθαι τὸν μόνον ἵλεω. 91 διὰ τί; ὅτι, ἐὰν ὑπολαβοῦσα διάνοια λήσεσθαι τὸ θεῖον ἀδικοῦσα, ὡς μὴ πάντα καθορᾶν δυνάμενον, κρύφα καὶ ἐν μυχοῖς διαμαρτάνῃ καὶ μετὰ ταῦτα εἴτ´ ἐξ αὑτῆς εἴτε καὶ ὑφηγησαμένου τινὸς ἐννοήσῃ, ὅτι ἀμήχανον ἄδηλον εἶναί τι τῷ θεῷ, καὶ ἑαυτὴν καὶ τὰς ἑαυτῆς πράξεις ἁπάσας ἀναπτύξῃ καὶ εἰς μέσον προενεγκοῦσα καθάπερ εἰς ἡλιακὸν φῶς ἐπιδείξηται τῷ τῶν ὅλων ἐπισκόπῳ φήσασα μετανοεῖν ἐφ´ οἷς πρότερον ἀγνώμονι γνώμῃ χρωμένη κακῶς ἐδόξαζε – μηδὲν γὰρ ἄδηλον, γνώριμα δὲ καὶ δῆλα πάντα, οὐ τὰ πραχθέντα μόνον, ἀλλὰ καὶ τὰ ἐλπιζόμενα κατὰ πολλὴν περιουσίαν ὑπάρχειν αὐτῷ –, κεκάθαρται καὶ ὠφέληται καὶ τὸν ἐφεστῶτα κολαστὴν ἔλεγχον ἡμέρωκεν ὀργῇ δικαίᾳ χρώμενον, εἰ τὸ μετανοεῖν ἀδελφὸν νεώτερον ὂν τοῦ μηδ´ ὅλως ἁμαρτεῖν ἀποδέχεται. (16.) 92 φαίνεται μέντοι καὶ ἑτέρωθι κατὰ σύμβολον ἐπὶ τοῦ αἰτίου τὸν ἥλιον παραλαμβάνων, ὡς ἐν τῷ γραφέντι νόμῳ περὶ τῶν ἐπ´ ἐνεχύροις δανειζόντων· λέγε τὸν νόμον· „ἐὰν ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον, πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ· ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτῷ μόνον, τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ. ἐν τίνι κοιμηθήσεται; ἐὰν οὖν καταβοήσῃ πρὸς μέ, εἰσακούσομαι αὐτοῦ· ἐλεήμων γάρ εἰμι“ (Exod. 22, 26. 27). 93 ἆρ´ οὐκ ἄξιον τοὺς οἰομένους τὴν τοσαύτην σπουδὴν εἶναι τῷ νομοθέτῃ περὶ ἀμπεχόνης, εἰ καὶ μὴ ὀνειδίζειν, ἀλλά τοί γε ὑπομιμνῄσκειν φάσκοντας· τί λέγετε, ὦ γενναῖοι; ὁ τῶν ὅλων κτίστης καὶ ἡγεμὼν ἐλεήμονα ἑαυτὸν ἐφ´ οὕτως εὐτελοῦς πράγματος, ἱματίου μὴ ἀποδοθέντος χρεώστῃ [635 M.] πρὸς δανειστοῦ, καλεῖ; 94 τὸ μέγεθος καθάπαξ τῆς ἀρετῆς τοῦ πάντα [225 CW] μεγάλου θεοῦ μὴ συνεωρακότων τοιαῦτ´ ἐστὶν ὑπολαμβάνειν καὶ τὴν ἀνθρωπίνην μικρολογίαν τῇ ἀγενήτῳ καὶ ἀφθάρτῳ καὶ πλήρει μακαριότητος καὶ εὐδαιμονίας φύσει παρὰ θέμιν καὶ δίκην προσνεμόντων. 95 τί γὰρ ἄτοπον ποιοῦσιν οἱ τὰ ῥύσια κατέχοντες δανεισταὶ παρ´ αὑτοῖς, ἄχρις ἂν τὰ ἴδια ἀναπράξωνται; πένητες οἱ χρεῶσται, φήσει τις ἴσως, καὶ ἄξιον ἐλεεῖν αὐτούς. εἶτ´ οὐκ ἄμεινον ἦν γράψαι νόμον, δι´ οὗ τούτους ἐρανιοῦσι μᾶλλον ἢ χρεώστας ἀποφανοῦσιν ἢ ἐπ´ ἐνεχύροις τοῦ δανείζειν κωλύσουσιν; ὁ δὲ ἐφεὶς οὐκ ἂν εἰκότως ἐπὶ τοῖς ἃ ἔλαβον πρὸ καιροῦ μὴ προιεμένοις δυσχεραίνοι ὡς ἀσεβοῦσι. 96 πενίας δ´ εἰς αὐτά τις ἐλθών, ὡς ἔπος εἰπεῖν, τὰ πέρατα καὶ ῥάκιον ἓν ἀμπεχόμενος δανειστὰς καινοὺς ἐπάγεται τὸν ἀπὸ τῶν ὁρώντων παρεὶς ἔλεον, ὃς τοῖς κεχρημένοις ταῖς τοιαύταις κακοπραγίαις κατ´ οἰκίαν καὶ παρ´ ἱεροῖς καὶ ἐν ἀγορᾷ καὶ πανταχοῦ προκέχυται; 97 νυνὶ δὲ καὶ ὃ μόνον εἶχε προκάλυμμα αἰδοῦς, ᾧ τὰ τῆς φύσεως ἀπόρρητα συνεσκίαζε, τοῦτο φέρων προὔτεινε· ῥύσιον ὑπὲρ τίνος, εἰπέ μοι; ἢ ὑπὲρ ἑτέρας ἀμείνονος ἐσθῆτος; τροφῆς μὲν γὰρ ἀναγκαίας ἄπορος οὐδείς, ἄχρις ἂν πηγαὶ μὲν ἀναβλύζωσι, ποταμοὶ δὲ χείμαρροι πλημμυρῶσι, γῆ δὲ τοὺς ἐτησίους ἀναδιδῷ καρπούς. 98 οὕτω δὲ ἢ βαθύπλουτός τις ἢ λίαν ὠμὸς ὁ δανειστής, ὡς ἢ τετράδραχμον, τάχα δὲ καὶ ἔλαττον ἐθέλειν τῳ συμβαλεῖν ἢ οὕτω πενιχρῷ δανείζειν ἀλλὰ μὴ χαρίζεσθαι ἢ ὃ μόνον ἦν ἱμάτιον ἐκείνῳ λαμβάνειν ἐνέχυρον, ὅπερ ἑτέρῳ ὀνόματι λωποδυτεῖν εἰκότως ἂν λέγοιτο; [226 CW] καὶ γὰρ λωποδύταις ἔθος ἀπαμπίσχουσι τὰς μὲν ἐσθῆτας ἀφαιρεῖσθαι, γυμνοὺς δὲ τοὺς ἔχοντας ἀποφαίνειν. 99 διὰ τί δὲ νυκτὸς μὲν καὶ τοῦ μὴ ἀνείμονά τινα κοιμηθῆναι προὐνόησεν, ἡμέρας δὲ καὶ τοῦ μὴ ἐγρηγορότα γυμνὸν ἀσχημονεῖν οὐκέθ´ ὁμοίως ἐφρόντισεν; ἢ οὐ νυκτὶ μὲν καὶ σκότῳ κρύπτεται πάντα, ὡς ἧττον ἢ μηδ´ ὅλως αἰδεῖσθαι, ἡμέρᾳ δὲ καὶ φωτὶ ἀνακαλύπτεται, ὡς τότε μᾶλλον ἐρυθριᾶν ἀναγκάζεσθαι; 100 διὰ τί δ´ οὐ διδόναι τὸ ἱμάτιον, ἀλλ´ ἀποδιδόναι προσέταξεν; ἀπόδοσις γὰρ ἐπ´ ἀλλοτρίοις γίνεται, τὰ δ´ ἐνέχυρα τῶν δεδανεικότων μᾶλλον ἢ τῶν δεδανεισμένων ἐστίν. ἐκεῖνο δὲ οὐκ ἐννοεῖς, ὅτι λαβόντι τῷ χρεώστῃ πρόσκοιτον τὸ ἱμάτιον οὐ προσέταξε μεθ´ ἡμέραν περιελεῖν ἀναστάντι καὶ κομίσαι τῷ δανειστῇ; 101 καὶ μὴν τῷ γε τῆς ἑρμηνείας ἰδιοτρόπῳ καὶ ὁ βραδύτατος ἕτερόν τι τοῦ ῥητοῦ κατανοεῖν ἂν [636 M.] προαχθείη· μᾶλλον γὰρ ἀφορισμῷ ἢ παραινέσει ἔοικε τὸ διάταγμα. παραινῶν μὲν γὰρ εἶπεν ἄν τις· τὸ ἐνεχυρασθὲν ἱμάτιον, ἐὰν τοῦτ´ ᾖ μόνον τῷ χρεώστῃ, πρὸ ἑσπέρας ἀπόδος, ἵν´ ἔχῃ νύκτωρ ἀμπέχεσθαι, ἀφοριζόμενος δὲ οὕτως, ὡς νῦν ἔχει· „ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτῷ μόνον, τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηθήσεται“ (Exod. 22, 27); (17.) 102 ταῦτα μὲν δὴ καὶ τὰ τοιαῦτα πρὸς τοὺς τῆς ῥητῆς πραγματείας σοφιστὰς καὶ λίαν τὰς ὀφρῦς ἀνεσπακότας εἰρήσθω, λέγωμεν δὲ ἡμεῖς ἑπόμενοι τοῖς ἀλληγορίας νόμοις τὰ πρέποντα περὶ τούτων. φαμὲν τοίνυν λόγου σύμβολον ἱμάτιον εἶναι. τάς τε γὰρ ἀπὸ κρυμοῦ καὶ θάλπους εἰωθυίας τῷ σώματι κατασκήπτειν βλάβας ἐσθὴς ἀπωθεῖται καὶ ἐπισκιάζει τὰ τῆς φύσεως ἀπόρρητα καὶ ἔστιν ἁρμόττων σώματι κόσμος ἡ ἀμπεχόνη. 103 κατὰ τὸ παραπλήσιον μέντοι καὶ ἀνθρώπῳ λόγος [227 CW] δώρημα κάλλιστον ἐδόθη παρὰ θεοῦ, πρῶτον μὲν κατὰ τῶν νεωτεριζόντων εἰς αὐτὸν ὅπλον ἀμυντήριον – ὡς γὰρ τῶν ἄλλων ἕκαστον ζῴων ἡ φύσις οἰκείοις ἕρκεσιν ὠχύρωσε, δι´ ὧν τοὺς ἐπιχειροῦντας ἀδικεῖν ἀποκρούσεται, καὶ ἀνθρώπῳ μέγιστον ἔρυμα καὶ φρουρὰν ἀκαθαίρετον λόγον δέδωκεν, οὗ κραταιῶς οἷα πανοπλίας ἐνειλημμένος οἰκεῖον καὶ προσφυέστατον ἕξει δορυφόρον· τούτῳ δὲ προαγωνιστῇ χρώμενος δυνήσεται τὰς ἀπὸ τῶν ἐχθρῶν ἐπιφερομένας ἀπωθεῖσθαι ζημίας –, 104 δεύτερον δὲ καὶ αἰσχύνης καὶ ὀνειδῶν ἀναγκαιότατον περίβλημα – δεινὸς γὰρ συγκρύψαι καὶ συσκιάσαι τὰς ἁμαρτίας τῶν ἀνθρώπων λόγος –, τρίτον δὲ πρὸς ὅλου τοῦ βίου κόσμον· ὁ γὰρ βελτιῶν ἕκαστον καὶ πάντα ἄγων ἐπὶ τὸ κρεῖττον οὗτός ἐστιν. 105 ἀλλὰ γάρ εἰσι λῶβαί τινες καὶ κῆρες ἀνθρώπων, οἳ καὶ τὸν λόγον ἐνεχυράζουσιν ἀφαιρούμενοι τοὺς ἔχοντας καί, συναυξῆσαι δέον, ὅλον ὑποτέμνονται, καθάπερ οἱ τὰ τῶν πολεμίων δῃοῦντες χωρία καὶ τόν τε σῖτον καὶ τὸν ἄλλον καρπὸν φθείρειν ἐπιχειροῦντες, ὃς ἀφεθεὶς μεγάλη τοῖς χρησαμένοις ἂν ὄνησις ἦν. 106 πόλεμος οὖν ἐστιν ἐνίοις ἄσπονδος καὶ ἀκήρυκτος πρὸς τὴν λογικὴν φύσιν, οἵτινες τὰς βλάστας αὐτῆς ἀποκείρουσιν ἐν χρῷ καὶ τὰς πρώτας ἐπιφύσεις ἐκθλίβουσιν, ἄγονον καὶ στεῖραν, ὡς ἔπος εἰπεῖν, καλῶν ἐπιτηδευμάτων ἀπεργαζόμενοι. 107 ὁρμῶσαν γὰρ ἔστιν ὅτε πρὸς παιδείαν ἀκατασχέτῳ ῥύμῃ καὶ πληχθεῖσαν ἔρωτι τῶν φιλοσοφίας θεωρημάτων ὑπὸ βασκανίας καὶ φθόνου δείσαντες, μὴ μεγάλα πνεύσασα καὶ ἐπὶ μήκιστον ἀρθεῖσα τὰς γλισχρολογίας αὐτῶν καὶ πιθανὰς κατὰ τῆς ἀληθείας εὑρέσεις ἐπικλύσῃ χειμάρρου τρόπον, ἑτέρωσε ταῖς ἑαυτῶν κακοτεχνίαις τὴν φορὰν ἔτρεψαν, εἰς βαναύσους καὶ [637 M.] ἀνελευθέρους τέχνας μετοχετευσάμενοι· πολλάκις δὲ καὶ [228 CW] ἀμβλώσαντες καὶ ἐπιφράξαντες ἀργὸν τὸ μεγαλοφυὲς κατέλιπον, ὥσπερ βαθύγειον καὶ εὐδαίμονα γῆν ὀρφανῶν παίδων ἐπίτροποι κακοὶ χέρσον, καὶ οὐκ ᾐδέσθησαν οἱ πάντων ἀνηλεέστατοι τὸ μόνον ἱμάτιον ἀνθρώπου περισυλῶντες, λόγον· „ἔστι“ γάρ φησι „τοῦτο περιβόλαιον αὐτῷ μόνον“ (Exod. 22, 27). 108 τί πλὴν ὁ λόγος; ὥσπερ γὰρ ἵππου τὸ χρεμετίζειν ἴδιον καὶ τὸ ὑλακτεῖν κυνὸς καὶ βοὸς τὸ μυκᾶσθαι καὶ τὸ ὠρύεσθαι λέοντος, οὕτω καὶ ἀνθρώπου τὸ λέγειν καὶ αὐτὸς ὁ λόγος. τοῦτον γὰρ ἔρυμα, περίβλημα, πανοπλίαν, τεῖχος τὸ ζῷον τὸ θεοφιλέστατον, ὁ ἄνθρωπος, ἐκ πάντων ἴδιον κεκάρπωται. (18.) 109 διὸ καὶ ἐπιφέρει· „τοῦτο τὸ ἱμάτιον αὐτὸ μόνον ἀσχημοσύνης αὐτοῦ“ (Exod. 22, 27). τίς ἄλλος γὰρ οὕτως τὰ ὀνείδη καὶ τὰ αἴσχη τοῦ βίου συσκιάζει καὶ συγκρύπτει, ὡς λόγος; ἀμαθία μὲν γὰρ ἀλόγου φύσεως συγγενὲς αἶσχος, παιδεία δὲ ἀδελφὸν λόγου, κόσμος οἰκεῖος. 110 „ἐν τίνι οὖν κοιμηθήσεται“, τουτέστιν ἠρεμήσει καὶ διαναπαύσεται ἄνθρωπος, πλὴν ἐν λόγῳ; λόγος γὰρ τὸ βαρυποτμότατον ἡμῶν γένος ἐπικουφίζει. ὥσπερ οὖν τοὺς λύπαις ἢ φόβοις ἤ τισιν ἄλλοις κακοῖς πιεσθέντας εὐμένεια καὶ συνήθεια καὶ δεξιότης φίλων πολλάκις ἐθεράπευσεν, οὕτως οὐ πολλάκις ἀλλ´ ἀεὶ τὸ βαρύτατον ἄχθος, ὅπερ ἐπιτιθέασιν ἡμῖν αἵ τε τοῦ συνδέτου σώματος ἀνάγκαι καὶ αἱ τῶν ἔξωθεν κατασκηπτόντων ἀπροόρατοι συντυχίαι, μόνος ὁ ἀλεξίκακος λόγος ἀπωθεῖται. 111 φίλος γὰρ καὶ γνώριμος καὶ συνήθης καὶ ἑταῖρος ἡμῖν ἐστιν, ἐνδεδεμένος, μᾶλλον δὲ ἡρμοσμένος καὶ ἡνωμένος κόλλῃ τινὶ φύσεως ἀλύτῳ καὶ ἀοράτῳ. διὰ τοῦτο καὶ προλέγει τὰ συνοίσοντα καὶ συμβάντος τινὸς ἀβουλήτου πάρεστιν αὐτοκέλευστος βοηθήσων, οὐ τὴν ἑτέραν φέρων μόνον ὠφέλειαν, ἣν ὁ μὴ δρῶν σύμβουλος ἢ ὁ συναγωνιστὴς ἥσυχος, ἀλλ´ ἀμφοτέρας. 112 οὐ γὰρ ἡμίεργον ἐπιτετήδευκε δύναμιν, ἀλλὰ πᾶσι τοῖς μέρεσιν ὁλόκληρον· ὅς [229 CW] γε, κἂν σφαλῇ πείρας ἐν οἷς διανοεῖται ἢ ἔργῳ ἐπεξέρχεται, [ἢ] ἐπὶ τὸ τρίτον ἀφικνεῖται βοήθημα, παρηγορίαν. φάρμακον γὰρ ὡς τραυμάτων, καὶ ψυχῆς παθῶν ὁ λόγος ἐστὶ σωτήριον, ὃν „πρὸ δυσμῶν ἡλίου“ φησὶ δεῖν ὁ νομοθέτης ἀποδοῦναι (Exod. 22, 26), τουτέστι πρὶν τὰς τοῦ μεγίστου καὶ ἐπιφανεστάτου θεοῦ καταδῦναι περιλαμπεστάτας αὐγάς, ἃς δι´ ἔλεον τοῦ γένους ἡμῶν εἰς νοῦν τὸν ἀνθρώπινον οὐρανόθεν ἀποστέλλει. 113 παραμένοντος γὰρ ἐν ψυχῇ τοῦ θεοειδεστάτου καὶ ἀσωμάτου φωτὸς ἀποδώσομεν τὸν ἐνεχυρασθέντα λόγον, ὡς ἱμάτιον, ἵν´ ἐγγένηται τῷ λαβόντι τὸ ἴδιον ἀνθρώπου κτῆμα τήν τε αἰσχύνην τοῦ βίου περιστεῖλαι καὶ τῆς θείας ἀπόνασθαι δωρεᾶς καὶ μετ´ ἠρεμίας ἀναπαύσασθαι παρουσίᾳ τοιούτου συμβούλου [638 M.] καὶ προασπιστοῦ τάξιν ἣν ἐτάχθη μηδέποτε λείψοντος. 114 ἕως οὖν ἔτι σοι τὸ ἱερὸν φέγγος ὁ θεὸς ἀκτινοβολεῖ, σπούδασον ἐν ἡμέρᾳ τὸ ῥύσιον ἀποδοῦναι τῷ κυρίῳ· δύντος γάρ, ὡς πᾶσα Αἴγυπτος (Exod. 10, 21), ψηλαφητὸν ἕξεις σκότος τὸν αἰῶνα καὶ πληχθεὶς ἀορασίᾳ καὶ ἀγνοίᾳ, ὧν ἐδόκεις ἐπικρατεῖν πάντων ἀφαιρεθήσῃ, πρὸς τοῦ βλέποντος Ἰσραήλ, ὃν ἐρρυσίαζες ἀδούλωτον ὄντα φύσει, δουλούμενος ἀνάγκῃ. (19.) 115 τοῦτον δὴ τὸν δόλιχον ἀπεμηκύναμεν οὐκ ἄλλου του χάριν ἢ τοῦ διδάξαι, ὅτι ἡ ἀσκητικὴ διάνοια κινήσεσιν ἀνωμάλοις πρός τε εὐφορίαν καὶ τοὐναντίον χρωμένη καὶ τρόπον τινὰ ἀνιοῦσα καὶ κατιοῦσα συνεχῶς, ὅταν μὲν εὐφορῇ καὶ πρὸς τὸ ὕψος αἴρηται, ταῖς ἀρχετύποις καὶ ἀσωμάτοις ἀκτῖσι τῆς λογικῆς πηγῆς τοῦ τελεσφόρου θεοῦ περιλάμπεται, ὅταν δὲ καταβαίνῃ καὶ ἀφορῇ, ταῖς ἐκείνων εἰκόσιν, ἀθανάτοις λόγοις, οὓς καλεῖν ἔθος ἀγγέλους. 116 διὸ καὶ νῦν φησιν· „ἀπήντησε τόπῳ· ἔδυ γὰρ ὁ ἥλιος“ (Gen. 28, 11). ὅταν γὰρ τὴν ψυχὴν ἀπολίπωσιν αἱ τοῦ θεοῦ αὐγαί, δι´ ὧν σαφέσταται αἱ τῶν πραγμάτων γίνονται καταλήψεις, ἀνατέλλει [230 CW] τὸ δεύτερον καὶ ἀσθενέστερον λόγων, οὐκέτι πραγμάτων, φέγγος, καθάπερ καὶ ἐν τῷδε τῷ κόσμῳ· σελήνη γὰρ τὰ δευτερεῖα ἡλίου φερομένη καταδύντος ἐκείνου φῶς ἀμυδρότερον ἐπὶ τὴν γῆν ἀποστέλλει. 117 καὶ τὸ ὑπαντᾶν μέντοι τόπῳ ἢ λόγῳ τοῖς μὴ δυναμένοις τὸν πρὸ τόπου καὶ λόγου θεὸν ἰδεῖν αὐταρκεστάτη δωρεά, διότι τὴν ψυχὴν ἀφώτιστον εἰσάπαν οὐκ ἔσχον, ἀλλ´ ἐπειδὴ τὸ ἄκρατον ἐκεῖνο φέγγος ἀπ´ αὐτῶν ἔδυ, τὸ κεκραμένον ἐκαρπώσαντο. „τοῖς γὰρ υἱοῖς Ἰσραὴλ φῶς ἦν ἐν πᾶσιν οἷς κατεγίνοντο“, φησὶν ἐν Ἐξαγωγῇ ( 10, 23), ὡς νύκτα καὶ σκότος ἀεὶ πεφυγαδεῦσθαι, μεθ´ ὧν οἱ τὰ ψυχῆς ὄμματα πρὸ τῶν σώματος πεπηρωμένοι ζῶσιν, ἀρετῆς αὐγὰς οὐκ εἰδότες. 118 ἔνιοι δὲ ἥλιον μὲν ὑποτοπήσαντες εἰρῆσθαι νυνὶ συμβολικῶς αἴσθησίν τε καὶ νοῦν, τὰ νενομισμένα καθ´ ἡμᾶς αὐτοὺς εἶναι κριτήρια, τόπον δὲ τὸν θεῖον λόγον, οὕτως ἐξεδέξαντο· ἀπήντησεν ὁ ἀσκητὴς λόγῳ θείῳ δύντος τοῦ θνητοῦ καὶ ἀνθρωπίνου φέγγους. 119 ἄχρι μὲν γὰρ ὁ νοῦς τὰ νοητὰ καὶ τὰ αἰσθητὰ αἴσθησις οἴεται παγίως καταλαμβάνειν καὶ ἄνω περιπολεῖν, μακρὰν ὁ θεῖος λόγος ἀφέστηκεν· ἐπειδὰν δ´ ἑκάτερον ἀσθένειαν ὁμολογήσῃ τὴν ἑαυτοῦ καὶ τρόπον τινὰ καταδύσει χρησάμενον ἀποκρυφθῇ, προϋπαντᾷ δεξιούμενος εὐθὺς ὁ ἔφεδρος ἀσκητικῆς ψυχῆς ὀρθὸς λόγος ἑαυτὴν [639 M.] μὲν ἀπογινωσκούσης, τὸν δὲ ἐπιφοιτῶντα ἔξωθεν ἀφανῶς ἀναμενούσης.
(20.) 120 Φησὶ τοίνυν ἑξῆς ὅτι „ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ“ (Gen. 28, 11). θαυμάσαι ἄν τις οὐ μόνον τὴν ἐν ὑπονοίαις πραγματείαν καὶ φυσιολογίαν αὐτοῦ, ἀλλὰ καὶ τὴν ῥητὴν πρὸς πόνου καὶ καρτερίας μελέτην ὑφήγησιν. 121 οὐ γὰρ ἀξιοῖ τὸν ἀρετῆς ἐπιμελούμενον ἁβροδιαίτῳ βίῳ χρῆσθαι καὶ τρυφᾶν ζηλοῦντα τὰς τῶν λεγομένων μὲν εὐδαιμόνων πρὸς ἀλήθειαν δὲ κακοδαιμονίας γεμόντων σπουδάς τε καὶ [231 CW] φιλοτιμίας, οἷς πᾶς ὁ βίος ὕπνος καὶ ἐνύπνιόν ἐστι κατὰ τὸν ἱερώτατον νομοθέτην. 122 οὗτοι μεθ´ ἡμέραν, ὅταν τὰ ἐν δικαστηρίοις καὶ βουλευτηρίοις καὶ θεάτροις καὶ πανταχοῦ πρὸς τοὺς ἄλλους ἀδικήματα διεξέλθωσιν, οἴκαδε ἀφικνοῦνται τὸν ἑαυτῶν οἶκον, οἱ δυστυχεῖς, καταστρέψοντες, οὐ τὸν τῶν οἰκοδομημάτων, ἀλλὰ τὸν συμφυᾶ τῆς ψυχῆς οἶκον, τὸ σῶμα, τροφὰς ἀμέτρους καὶ ἐπαλλήλους εἰσφέροντες καὶ πολὺν ἄκρατον ἄρδοντες, ἕως 〈ἂν〉 βύθιος μὲν ὁ λογισμὸς οἴχηται, τὰ δ´ ὑπὸ γαστέρα πλησμονῆς ἔκγονα πάθη διαναστάντα, λύττῃ χρώμενα ἀκαθέκτῳ, προσπεσόντα καὶ ἐμπλακέντα τοῖς ἐπιτυχοῦσι, τὸν πολὺν οἶστρον ἀπερυγόντα λωφήσῃ. 123 νύκτωρ δέ, ὁπότε καιρὸς εἴη πρὸς κοῖτον τραπέσθαι, πολυτελεῖς κλίνας καὶ εὐανθεστάτας στρωμνὰς εὐτρεπισάμενοι μαλακῶς σφόδρα κατακλίνονται, τὴν γυναικῶν ἐκμιμούμενοι τρυφήν, αἷς ἡ φύσις ἐπέτρεψεν ἀνειμένῃ χρῆσθαι διαίτῃ, παρὸ καὶ τὸ σῶμα τοῦ μαλθακωτέρου κόμματος ὁ τεχνίτης καὶ ποιητὴς αὐταῖς εἰργάζετο. 124 τοιοῦτος οὐδεὶς γνώριμος τοῦ ἱεροῦ λόγου, ἀλλ´ οἱ πρὸς ἀλήθειαν ἄνδρες, σωφροσύνης καὶ κοσμιότητος καὶ αἰδοῦς ἐρασταί, ἐγκράτειαν, ὀλιγοδεΐαν, καρτερίαν ὥσπερ κρηπῖδάς τινας ὅλου τοῦ βίου καταβεβλημένοι, ψυχῆς ἀσφαλεῖς ὑποδρόμους, οἷς ἀκινδύνως καὶ βεβαίως ἐνορμιεῖται, χρημάτων καὶ ἡδονῆς καὶ δόξης κρείττους, σιτίων καὶ ποτῶν καὶ αὐτὸ μόνον τῶν ἀναγκαίων, ἐφ´ ὅσον μὴ νεωτερίζειν ἄρχεται λιμός, ὑπερόπται, πεῖναν δέχεσθαι καὶ δίψαν θάλπος τε καὶ κρύος καὶ ὅσα ἄλλα δυσκαρτέρητα ὑπὲρ ἀρετῆς κτήσεως ἑτοιμότατοι, ζηλωταὶ τῶν εὐποριστοτάτων, ὡς μηδ´ ἐπ´ εὐτελεῖ χλαίνῃ ποτὲ δυσωπηθῆναι, τοὐναντίον δὲ τὰς πολυτελεῖς ὄνειδος καὶ μεγάλην τοῦ βίου ζημίαν νομίσαι. 125 τούτοις πολυτελὴς [232 CW] μέν ἐστι κλίνη μαλακὸν ἔδαφος, στρωμνὴ δὲ θάμνοι, πόαι, βοτάναι, φύλλων πολλὴ χύσις, τὰ δὲ πρὸς κεφαλῆς λίθοι τινὲς ἢ βραχεῖς γεώλοφοι τοῦ ἰσοπέδου [640 M.] μικρὸν ἀνέχοντες. τὸν βίον τοῦτον οἱ μὲν τρυφῶντες σκληροδίαιτον καλοῦσιν, οἱ δὲ πρὸς καλοκἀγαθίαν ζῶντες ἥδιστον ὀνομάζουσιν· ἀνδράσι γὰρ οὐ λεγομένοις ἀλλ´ οὖσιν ὄντως ἐφαρμόζει. 126 οὐχ ὁρᾷς, ὅτι καὶ νῦν βασιλικαῖς ὕλαις καὶ παρασκευαῖς περιουσιάζοντα τὸν ἀθλητὴν τῶν καλῶν ἐπιτηδευμάτων εἰσάγει χαμευνοῦντα καὶ λίθῳ προσκεφαλαίῳ χρώμενον καὶ μικρὸν ὕστερον ἐν ταῖς εὐχαῖς ἄρτον καὶ ἱμάτιον, τὸν φύσεως πλοῦτον, αἰτούμενον (Gen. 28, 20), ἐπειδὴ τὸν ἐν ταῖς κεναῖς δόξαις ἐχλεύαζεν ἀεὶ καὶ τοὺς θαυμαστικῶς ἔχοντας αὐτοῦ κατεκερτόμει; οὗτός ἐστι παράδειγμα ἀρχέτυπον ἀσκητικῆς ψυχῆς, ἐκτεθηλυσμένῳ καὶ ἀνδρογύνῳ παντὶ πολέμιος. (21.) 127 ὁ μὲν οὖν 〈τοῦ〉 φιλοπόνου καὶ φιλαρέτου πρόχειρος ἔπαινος εἴρηται, τὸ δὲ κατὰ σύμβολον μηνυόμενον ἐρευνητέον. εἰδέναι δὲ νῦν προσήκει, ὅτι ὁ θεῖος τόπος καὶ ἡ ἱερὰ χώρα πλήρης ἀσωμάτων ἐστὶ λόγων· ψυχαὶ δ´ εἰσὶν ἀθάνατοι οἱ λόγοι οὗτοι. 128 τούτων δὴ τῶν λόγων ἕνα λαβών, ἀριστίνδην ἐπιλεγόμενος τὸν ἀνωτάτω καὶ ὡσανεὶ σώματος ἡνωμένου κεφαλὴν πλησίον ἱδρύεται διανοίας τῆς ἑαυτοῦ (Gen. 28, 11)· καὶ γὰρ αὕτη τρόπον τινὰ τῆς ψυχῆς ἐστι κεφαλή. ποιεῖ δὲ τοῦτο πρόφασιν μὲν ὡς κοιμησόμενος, τὸ δ´ ἀληθὲς ὡς ἀναπαυσόμενος ἐπὶ λόγῳ θείῳ καὶ σύμπαντα ἑαυτοῦ τὸν βίον κουφότατον ἄχθος ἐπαναθήσων ἐκείνῳ. 129 ὁ δὲ ἄσμενος ἐπακούει καὶ δέχεται τὸν ἀθλητὴν ὡς φοιτητὴν ἐσόμενον τὸ πρῶτον, εἶθ´ ὅταν αὐτοῦ τὴν ἐπιτηδειότητα τῆς φύσεως ἀποδέξηται, χειροδοτεῖ τρόπον ἀλείπτου καὶ πρὸς τὰ γυμνάσια καλεῖ, καὶ διερειδόμενος παλαίειν ἀναγκάζει, μέχρις ἂν ἀνανταγώνιστον [232 CW] αὐτῷ ῥώμην ἐγκατασκευάσῃ, τὰ ὦτα θείαις ἐπιπνοίαις μεταβαλὼν εἰς ὄμματα καὶ καλέσας αὐτὸν μεταχαραχθέντα καινὸν τύπον Ἰσραήλ, ὁρῶντα. τότε καὶ τὸν νικητήριον ἐπιτίθησιν αὐτῷ στέφανον. 130 ὁ δὲ στέφανος ἔκτοπον ἔχει καὶ ξένον καὶ ἴσως οὐκ εὔφημον ὄνομα· καλεῖται γὰρ ὑπὸ τοῦ ἀγωνοθέτου νάρκα. λέγεται γὰρ ὅτι „ἐνάρκησε τὸ πλάτος“ (Gen. 32, 25), βραβείων καὶ κηρυγμάτων καὶ τῶν ἐν τιμαῖς ἁπάντων θαυμασιώτατον ἀριστεῖον· 131 εἰ γὰρ ἡ δυνάμεως ἀκαθαιρέτου ψυχὴ μεταλαβοῦσα καὶ τελειωθεῖσα ἐν ἄθλοις ἀρετῶν καὶ ἐπὶ τὸν ὅρον αὐτὸν ἀφικομένη τοῦ καλοῦ μὴ πρὸς ὕψος ὑπὸ μεγαλαυχίας ἀρθείη μηδ´ ἀκροβατοῦσα ἐπικομπάζοι, ὡς ἀρτίοις ποσὶ μακρὰ βαίνειν δυναμένη, ναρκήσειε δὲ καὶ [641 M.] σταλείη τὸ εὐρυνθὲν οἰήσει πλάτος, εἶθ´ ἑκουσίως ὑποσκελίσασα ἑαυτὴν χωλεύοι, τῶν ἀσωμάτων ὅπως ὑστερίζοι φύσεων, ἡττᾶσθαι δοκοῦσα νικηφορήσει. 132 τὸ γὰρ πρεσβείων ἐξίστασθαι γνώμῃ μᾶλλον 〈ἢ〉 ἀνάγκῃ τοῖς ἀμείνοσιν λυσιτελέστατον νενόμισται, ἐπεὶ καὶ τὰ δευτερεῖα τῶν ἐν τῷδε τῷ ἀγῶνι τιθεμένων ἄθλων τὰ πρῶτα τῶν ἐν ἑτέροις ἀξιώματος μεγέθει πλεῖστον ὅσον ὑπερβάλλει.
(22.) 133 Τὸ μὲν δὴ προοίμιον τῆς θεοπέμπτου φαντασίας ὧδ´ ἔχει, τρέπεσθαι δ´ ἐπ´ αὐτὴν καιρὸς ἤδη καὶ τῶν ἐμφερομένων ἀκριβοῦν [234 CW] ἕκαστον. „ἐνυπνιάσθη“ φησί „καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ´ αὐτῆς· ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ´ αὐτῆς“ (Gen. 28, 12. 13). 134 κλῖμαξ τοίνυν ἐν μὲν τῷ κόσμῳ συμβολικῶς λέγεται ὁ ἀήρ, οὗ βάσις μέν ἐστι γῆ, κορυφὴ δ´ οὐρανός· ἀπὸ γὰρ τῆς σεληνιακῆς σφαίρας, ἣν ἐσχάτην μὲν τῶν κατ´ οὐρανὸν κύκλων, πρώτην δὲ τῶν πρὸς ἡμᾶς ἀναγράφουσιν οἱ φροντισταὶ τῶν μετεώρων, ἄχρι γῆς ἐσχάτης ὁ ἀὴρ πάντῃ ταθεὶς ἔφθακεν. 135 οὗτος δ´ ἐστὶ ψυχῶν ἀσωμάτων οἶκος, ἐπειδὴ πάντα τῷ ποιητῇ τὰ τοῦ κόσμου μέρη καλὸν ἔδοξεν εἶναι ζῴων ἀναπληρῶσαι. διὰ τοῦτο γῇ μὲν τὰ χερσαῖα ἐγκατεσκεύαζε, θαλάτταις δὲ καὶ ποταμοῖς τὰ ἔνυδρα, οὐρανῷ δὲ τοὺς ἀστέρας – καὶ γὰρ ἕκαστος τούτων οὐ μόνον ζῷον, ἀλλὰ καὶ νοῦς ὅλος δι´ ὅλων ὁ καθαρώτατος εἶναι λέγεται – · ὥστε καὶ ἐν τῷ λοιπῷ τμήματι τοῦ παντός, ἀέρι, ζῷα γέγονεν. εἰ δὲ μὴ αἰσθήσει καταληπτά, τί τοῦτο; καὶ ψυχὴ γὰρ ἀόρατον. 136 καὶ μὴν εἰκός γε ἀέρα γῆς μᾶλλον καὶ ὕδατος ζῳοτροφεῖν, διότι καὶ τὰ ἐν ἐκείνοις οὗτος ἐψύχωσεν· ἐποίει γὰρ αὐτὸν ὁ τεχνίτης ἀκινήτων μὲν σωμάτων ἕξιν, κινουμένων δὲ ἀφαντάστως φύσιν, ἤδη δὲ ὁρμῇ καὶ φαντασίᾳ χρῆσθαι δυναμένων ψυχήν. 137 οὐκ ἄτοπον οὖν, δι´ οὗ τὰ ἄλλα ἐψυχώθη, ψυχῶν ἀμοιρεῖν; διὸ μηδεὶς τὴν ἀρίστην φύσιν ζῴων τοῦ ἀρίστου τῶν περιγείων, ἀέρος, ἀφαιρείσθω· οὐ γὰρ μόνος ἐκ πάντων ἔρημος οὗτος, ἀλλ´ οἷα πόλις εὐανδρεῖ πολίτας ἀφθάρτους καὶ ἀθανάτους ψυχὰς ἔχων ἰσαρίθμους ἄστροις. 138 τούτων τῶν ψυχῶν αἱ μὲν κατίασιν ἐνδεθησόμεναι [235 CW] σώμασι θνητοῖς, ὅσαι προσγειότατοι καὶ φιλοσώματοι, αἱ δ´ ἀνέρχονται, διακριθεῖσαι πάλιν κατὰ τοὺς ὑπὸ φύσεως ὁρισθέντας ἀριθμοὺς καὶ χρόνους. 139 τούτων αἱ μὲν τὰ σύντροφα καὶ συνήθη τοῦ [642 M.] θνητοῦ βίου ποθοῦσαι παλινδρομοῦσιν αὖθις, αἱ δὲ πολλὴν φλυαρίαν αὐτοῦ καταγνοῦσαι δεσμωτήριον μὲν καὶ τύμβον ἐκάλεσαν τὸ σῶμα, φυγοῦσαι δ´ ὥσπερ ἐξ εἱρκτῆς ἢ μνήματος ἄνω κούφοις πτεροῖς πρὸς αἰθέρα ἐξαρθεῖσαι μετεωροπολοῦσι τὸν αἰῶνα. 140 ἄλλαι δ´ εἰσὶ καθαρώταται καὶ ἄρισται, μειζόνων φρονημάτων καὶ θειοτέρων ἐπιλαχοῦσαι, μηδενὸς μὲν τῶν περιγείων ποτὲ ὀρεχθεῖσαι τὸ παράπαν, ὕπαρχοι δὲ τοῦ πανηγεμόνος, ὥσπερ μεγάλου βασιλέως ἀκοαὶ καὶ ὄψεις, ἐφορῶσαι πάντα καὶ ἀκούουσαι. 141 ταύτας δαίμονας μὲν οἱ ἄλλοι φιλόσοφοι, ὁ δὲ ἱερὸς λόγος ἀγγέλους εἴωθε καλεῖν προσφυεστέρῳ χρώμενος ὀνόματι· καὶ γὰρ τὰς τοῦ πατρὸς ἐπικελεύσεις τοῖς ἐγγόνοις καὶ τὰς τῶν ἐγγόνων χρείας τῷ πατρὶ διαγγέλλουσι. 142 παρὸ καὶ ἀνερχομένους αὐτοὺς καὶ κατιόντας εἰσήγαγεν, οὐκ ἐπειδὴ τῶν μηνυσόντων ὁ πάντῃ ἐφθακὼς θεὸς δεῖται, ἀλλ´ ὅτι τοῖς ἐπικήροις ἡμῖν συνέφερε μεσίταις καὶ διαιτηταῖς λόγοις χρῆσθαι διὰ τὸ τεθηπέναι καὶ πεφρικέναι τὸν παμπρύτανιν καὶ τὸ μέγιστον ἀρχῆς αὐτοῦ κράτος. 143 οὗ λαβόντες ἔννοιαν ἐδεήθημέν ποτέ τινος τῶν μεσιτῶν λέγοντες· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μή ποτε ἀποθάνωμεν“ (Exod. 20, 19). οὐ γὰρ ὅτι κολάσεις, ἀλλ´ οὐδ´ ὑπερβαλλούσας καὶ ἀκράτους εὐεργεσίας χωρῆσαι δυνάμεθα, ἃς ἂν αὐτὸς προτείνῃ δι´ ἑαυτοῦ μὴ χρώμενος ὑπηρέταις ἄλλοις. 144 παγκάλως δὲ ἐστηριγμένον ἐν τῇ γῇ διὰ συμβόλου κλίμακος φαντασιοῦται τὸν ἀέρα· τὰς γὰρ ἀναδιδομένας ἐκ γῆς ἀναθυμιάσεις λεπτυνομένας [236 CW] ἐξαεροῦσθαι συμβέβηκεν, ὥστε βάσιν μὲν καὶ ῥίζαν ἀέρος εἶναι γῆν, κεφαλὴν δὲ οὐρανόν. 145 λέγεται γοῦν, ὅτι σελήνη πίλημα μὲν ἄκρατον αἰθέρος οὔκ ἐστιν, ὡς ἕκαστος τῶν ἄλλων ἀστέρων, κρᾶμα δὲ ἔκ τε αἰθερώδους οὐσίας καὶ ἀερώδους· καὶ τό γε ἐμφαινόμενον αὐτῇ μέλαν, ὃ καλοῦσί τινες πρόσωπον, οὐδὲν ἄλλο εἶναι ἢ τὸν ἀναμεμιγμένον ἀέρα, ὃς κατὰ φύσιν μέλας ὢν ἄχρις οὐρανοῦ τείνεται. (23.) 146 ἡ μὲν οὖν ἐν κόσμῳ λεγομένη συμβολικῶς κλῖμαξ τοιαύτη ἐστί, τὴν δ´ ἐν ἀνθρώποις σκοποῦντες εὑρήσομεν τὴν ψυχήν, ἧς βάσις μὲν τὸ ὡσανεὶ γεῶδές ἐστιν, αἴσθησις, κεφαλὴ δ´ ὡς ἂν τὸ οὐράνιον, ὁ καθαρώτατος νοῦς. 147 ἄνω δὲ καὶ κάτω διὰ πάσης [643 M.] αὐτῆς οἱ τοῦ θεοῦ λόγοι χωροῦσιν ἀδιαστάτως, ὁπότε μὲν ἀνέρχοιντο, συνανασπῶντες αὐτὴν καὶ τοῦ θνητοῦ διαζευγνύντες καὶ τὴν θέαν ὧν ἄξιον ὁρᾶν μόνων ἐπιδεικνύμενοι, ὁπότε δὲ κατέρχοιντο, οὐ καταβάλλοντες – οὔτε γὰρ θεὸς οὔτε λόγος θεῖος ζημίας αἴτιος –, ἀλλὰ συγκαταβαίνοντες διὰ φιλανθρωπίαν καὶ ἔλεον τοῦ γένους ἡμῶν, ἐπικουρίας ἕνεκα καὶ συμμαχίας, ἵνα καὶ τὴν ἔτι ὥσπερ ἐν ποταμῷ, τῷ σώματι, φορουμένην ψυχὴν σωτήριον πνέοντες ἀναζωῶσι. 148 ταῖς μὲν δὴ τῶν ἄκρως κεκαθαρμένων διανοίαις ἀψοφητὶ μόνος ἀοράτως ὁ τῶν ὅλων ἡγεμὼν ἐμπεριπατεῖ – καὶ γάρ ἐστι χρησθὲν τῷ σοφῷ θεοπρόπιον, ἐν ᾧ λέγεται· „περιπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν θεός“ (Lev. 26, 12) –, ταῖς δὲ τῶν ἔτι ἀπολουομένων, μήπω δὲ κατὰ τὸ παντελὲς ἐκνιψαμένων τὴν ῥυπῶσαν καὶ κεκηλιδωμένην 〈ἐν〉 σώμασι βαρέσι ζωὴν ἄγγελοι, λόγοι θεῖοι, φαιδρύνοντες αὐτὰς τοῖς καλοκἀγαθίας δόγμασιν. 149 ὅσα δὲ ἐξοικίζεται [237 CW] κακῶν οἰκητόρων στίφη, ἵνα εἷς ὁ ἀγαθὸς εἰσοικίσηται, δῆλόν ἐστι. σπούδαζε οὖν, ὦ ψυχή, θεοῦ οἶκος γενέσθαι, ἱερὸν ἅγιον, ἐνδιαίτημα κάλλιστον· ἴσως γάρ, ἴσως ὃν ὁ κόσμος ἅπας, καὶ σὺ οἰκοδεσπότην σχήσεις ἐπιμελούμενον τῆς ἰδίας οἰκίας, ὡς εὐερκεστάτη καὶ ἀπήμων εἰσαεὶ διαφυλάττοιτο. 150 ἴσως δὲ καὶ τὸν ἑαυτοῦ βίον ὁ ἀσκητὴς φαντασιοῦται κλίμακι ἐοικότα· φύσει γὰρ ἀνώμαλον πρᾶγμα ἄσκησις, τοτὲ μὲν προϊοῦσα εἰς ὕψος, τοτὲ δ´ ὑποστρέφουσα πρὸς τοὐναντίον, καὶ τοτὲ μὲν καθάπερ ναῦς εὐπλοίᾳ τῇ τοῦ βίου, τοτὲ δὲ δυσπλοίᾳ χρωμένη. ἑτερήμερος γάρ, ὡς ἔφη τις, τῶν ἀσκητῶν ὁ βίος, ἄλλοτε μὲν ζῶν καὶ ἐγρηγορώς, ἄλλοτε δὲ τεθνεὼς ἢ κοιμώμενος. 151 καὶ τάχα οὐκ ἀπὸ σκοποῦ τοῦτο λέγεται· σοφοὶ μὲν γὰρ τὸν ὀλύμπιον καὶ οὐράνιον χῶρον ἔλαχον οἰκεῖν, ἄνω φοιτᾶν ἀεὶ μεμαθηκότες, κακοὶ δὲ τοὺς ἐν Ἅιδου μυχούς, ἐξ ἀρχῆς ἄχρι τέλους ἀποθνῄσκειν ἐπιτετηδευκότες καὶ εἰς γῆρας ἐκ σπαργάνων φθορᾶς ἐθάδες ὄντες. 152 οἱ δ´ ἀσκηταὶ – μεθόριοι γὰρ τῶν ἄκρων εἰσὶν – ἄνω καὶ κάτω πολλάκις ὡς ἐπὶ κλίμακος βαδίζουσιν, ἢ ὑπὸ τῆς κρείττονος μοίρας ἀνελκόμενοι ἢ ὑπὸ τῆς χείρονος ἀντισπώμενοι, μέχρις ἂν ὁ τῆς ἁμίλλης καὶ διαμάχης ταύτης βραβευτὴς θεὸς ἀναδῷ τὰ βραβεῖα τάξει τῇ βελτίονι, τὴν ἐναντίαν εἰσάπαν καθελών. (24.) 153 ἐμφαίνεται δ´ ἔτι καὶ τοιοῦτον εἴδωλον, ὅπερ οὐκ ἄξιον ἡσυχασθῆναι. τὰ ἀνθρώπων πράγματα κλίμακι πέφυκεν ἐξομοιοῦσθαι διὰ τὴν ἀνώμαλον [644 M.] αὐτῶν φοράν. 154 ἡ μία γάρ, ὡς [238 CW] ἔφη τις, ἡμέρα τὸν μὲν καθεῖλεν ὑψόθεν, τὸν δὲ ἦρεν ἄνω, μηδενὸς ἐν ὁμοίῳ πεφυκότος μένειν τῶν παρ´ ἡμῖν, ἀλλὰ παντοίας μεταβαλλόντων τροπάς. 155 ἢ οὐκ ἄρχοντες μὲν ἐξ ἰδιωτῶν, ἰδιῶται δ´ ἐξ ἀρχόντων, πένητες δ´ ἐκ πλουσίων καὶ ἐκ πενήτων πολυχρήματοι καὶ ἔνδοξοι μὲν ἐξ ἠμελημένων, ἐπιφανέστατοι δὲ ἐξ ἀδόξων ἀεὶ γίνονται καὶ ἰσχυροὶ μὲν ἐξ ἀσθενῶν, ἐκ δὲ ἀδυνάτων δυνατοὶ καὶ συνετοὶ μὲν ἐξ ἀφραινόντων, εὐλογιστότατοι δὲ ἐκ παραπαιόντων· 156 καὶ ὁδός τις ἥδ´ ἐστὶν ἄνω καὶ κάτω τῶν ἀνθρωπείων πραγμάτων, ἀστάτοις καὶ ἀνιδρύτοις χρωμένη συντυχίαις, ὧν τὸ ἀνώμαλον οὐκ ἀδήλοις ἀλλὰ σαφέσι τεκμηρίοις ὁ ἀψευδέστατος ἐλέγχει χρόνος.
(25.) 157 Ἐμήνυε δὲ τὸ ὄναρ ἐστηριγμένον ἐπὶ τῆς κλίμακος τὸν ἀρχάγγελον, κύριον· ὑπεράνω γὰρ ὡς ἅρματος ἡνίοχον ἢ ὡς νεὼς κυβερνήτην ὑποληπτέον ἵστασθαι τὸ ὂν ἐπὶ σωμάτων, ἐπὶ ψυχῶν, ἐπὶ πραγμάτων, ἐπὶ λόγων, ἐπὶ ἀγγέλων, ἐπὶ γῆς, ἐπ´ ἀέρος, ἐπ´ οὐρανοῦ, ἐπ´ αἰσθητῶν δυνάμεων, ἐπ´ ἀοράτων φύσεων, ὅσαπερ θεατὰ καὶ ἀθέατα· τὸν γὰρ κόσμον ἅπαντα ἐξάψας ἑαυτοῦ καὶ ἀναρτήσας τὴν τοσαύτην ἡνιοχεῖ φύσιν. 158 μηδεὶς δ´ ἀκούων, ὅτι ἐπεστήρικτο, νομισάτω τι συνεργεῖν θεῷ πρὸς τὸ παγίως στῆναι, ἀλλ´ ἐκεῖνο λογισάσθω, ὅτι τὸ δηλούμενον ἴσον ἐστὶ τῷ στήριγμα καὶ ἔρεισμα καὶ ὀχυρότης καὶ βεβαιότης ἁπάντων ἐστὶν ὁ ἀσφαλὴς θεός, ἐνσφραγιζόμενος οἷς ἂν ἐθέλῃ τὸ ἀσάλευτον· ἐπερείδοντος γὰρ καὶ συστηρίζοντος αὐτοῦ μένει τὰ συσταθέντα ἀνώλεθρα κραταιῶς. 159 ὁ τοίνυν ἐπιβεβηκὼς τῇ οὐρανοῦ κλίμακι λέγει τῷ φαντασιουμένῳ τὸ ὄναρ· „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ [239 CW] τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ“ (Gen. 28, 13). ὁ χρησμὸς οὗτος τὸ τέρμα τῆς ἀσκητικῆς ψυχῆς καὶ βεβαιότατον ἔρεισμα ἦν, ὃς αὐτὴν ἀνεδίδασκεν, ὅτι ὁ τῶν ὅλων κύριος καὶ θεὸς ἀμφότερα ταῦτα τοῦ γένους ἐστὶν αὐτῷ, πατέρων καὶ πάππων ἐπιγραφεὶς καὶ ἐπικληθεὶς ἑκάτερον, ἵνα τὸν αὐτὸν ὅ τε κόσμος ἅπας καὶ ὁ φιλάρετος ἔχῃ κλῆρον· ἐπεὶ καὶ λέλεκται· „κύριος αὐτὸς κλῆρος αὐτῷ“ (Deut. 10, 9).
(26.) 160 Μὴ νομίσῃς δὲ παρέργως τοῦ μὲν Ἀβραὰμ νυνὶ λέγεσθαι κύριον καὶ θεόν, τοῦ δὲ Ἰσαὰκ θεὸν αὐτὸ μόνον. ὁ μὲν γὰρ [645 M.] αὐτηκόου καὶ αὐτοδιδάκτου καὶ αὐτομαθοῦς φύσει περιγινομένης σύμβολον ἐπιστήμης ἐστίν, ὁ δὲ Ἀβραὰμ διδασκομένης· καὶ τῷ μὲν αὐτόχθονι καὶ αὐθιγενεῖ συμβέβηκεν εἶναι, τῷ δὲ μετανάστῃ καὶ ἐπηλύτῳ. 161 τὴν γὰρ χαλδαΐζουσαν ἀλλογενῆ καὶ ἀλλόφυλον γλῶτταν τῶν περὶ ἀστρονομίαν μετεωρολεσχῶν ἀπολιπὼν ἐπὶ τὴν ἁρμόττουσαν λογικῷ ζῴῳ παρεγένετο, τὴν τοῦ πάντων αἰτίου θεραπείαν. 162 οὗτος μὲν δὴ ὁ τρόπος δυεῖν δυνάμεων τῶν ἐπιμελησομένων ἐστὶ χρεῖος, ἡγεμονίας καὶ εὐεργεσίας, ἵνα τῷ μὲν κράτει τοῦ ἡγεμόνος ὑπακούῃ τῶν νομοθετουμένων, τῷ δὲ χαριστικῷ μεγάλα ὠφελῆται, ὁ δ´ ἕτερος τῆς κατὰ τὸ χαρίζεσθαι μόνης· οὐ γὰρ ὑπὸ νουθετούσης ἀρχῆς ἐβελτιώθη, φύσει περιπεποιημένος τὸ καλόν, ἀλλὰ διὰ τὰς ὀμβρηθείσας ἄνωθεν δωρεὰς ἀγαθὸς καὶ τέλειος ἐξ ἀρχῆς ἐγένετο. 163 χαριστικῆς μὲν οὖν δυνάμεως θεός, βασιλικῆς δὲ κύριος ὄνομα. τί οὖν ἄν τις εἴποι πρεσβύτερον ἀγαθὸν ἢ τὸ τυχεῖν ἀκράτου καὶ ἀμιγοῦς εὐεργεσίας, τί δὲ νεώτερον ἢ τὸ κεκραμένης ἔκ τε ἡγεμονίας καὶ δωρεᾶς; ὅ μοι δοκεῖ συνιδὼν ὁ ἀσκητὴς εὔξασθαι θαυμασιωτάτην εὐχήν, ἵνα αὐτῷ γένηται κύριος εἰς θεόν (Gen. 28, 21)· ἐβούλετο γὰρ μηκέτι ὡς ἄρχοντα εὐλαβεῖσθαι, ἀλλ´ ὡς εὐεργέτην ἀγαπητικῶς τιμᾶν. 164 ἆρ´ οὐχὶ τούτοις καὶ τοῖς παραπλησίοις [240 CW] εἰκὸς ἦν καὶ τοὺς τυφλοὺς διάνοιαν ὀξυδορκήσειν, πρὸς τῶν ἱερωτάτων ἐνομματουμένους λογίων, ὡς φυσιογνωμονεῖν καὶ μὴ μόνον τοῖς ῥητοῖς ἐφορμεῖν; ἀλλὰ κἂν ἡμεῖς καμμύσαντες τὸ τῆς ψυχῆς ὄμμα μὴ σπουδάζωμεν ἢ μὴ δυνώμεθα ἀναβλέπειν, αὐτός, ὦ ἱεροφάντα, ὑπήχει καὶ ἐπιστάτει καὶ ἐγχρίων μή ποτε ἀπείπῃς, ἕως ἐπὶ τὸ κεκρυμμένον ἱερῶν λόγων φέγγος ἡμᾶς μυσταγωγῶν ἐπιδείξῃς τὰ κατάκλειστα καὶ ἀτελέστοις ἀόρατα κάλλη. 165 σοὶ μὲν δὴ ταῦτα ποιεῖν ἐμπρεπές· ψυχαὶ δ´ ὅσαι θείων ἐρώτων ἐγεύσασθε, καθάπερ ἐκ βαθέος ὕπνου διαναστᾶσαι καὶ τὴν ἀχλὺν ἀποσκεδάσασαι πρὸς τὴν περίβλεπτον θέαν ἐπείχθητε μεθέμεναι τὸν βραδὺν καὶ μελλητὴν ὄκνον, ἵν´ ὅσα θεάματα καὶ ἀκούσματα τῆς ὑμετέρας ἕνεκα ὠφελείας ὁ ἀγωνοθέτης εὐτρέπισε κατανοήσητε.
(27.) 166 Μυρία μὲν οὖν ἐστιν ἀοίδιμα τῶν πρὸς ἐπίδειξιν, ἓν δ´ οὖν καὶ τὸ λεχθὲν πρὸ μικροῦ· τὸν μὲν γὰρ γένει πάππον τοῦ ἀσκητοῦ πατέρα εἶπε τὸ λόγιον, τῷ δ´ ὡς [646 M.] ἀληθῶς πατρὶ τὸ τοῦ γεννήσαντος οὐκ ἐπεφήμισεν ὄνομα. λέγει γάρ· „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου“ – καίτοι πάππος οὗτος ἦν – καὶ πάλιν „ὁ θεὸς Ἰσαάκ“ (Gen. 28, 13), εἶτ´ οὐ προστίθησι „τοῦ πατρός σου“. 167 οὔκουν ἄξιον τὴν τούτων αἰτίαν ἐρευνῆσαι; πάνυ γε. τίς οὖν ἐστι, μὴ παρέργως σκοπήσωμεν. τὴν ἀρετὴν ἢ φύσει ἢ ἀσκήσει ἢ μαθήσει περιγίνεσθαί φησι, διὸ καὶ τρεῖς τοὺς γενάρχας τοῦ ἔθνους σοφοὺς [241 CW] πάντας ἀνέγραφεν, ἀπὸ μὲν τῆς αὐτῆς οὐχ ὁρμηθέντας ἰδέας, πρὸς δὲ τὸ αὐτὸ τέλος ἐπειχθέντας. 168 ὁ μὲν γὰρ πρεσβύτατος αὐτῶν Ἀβραὰμ ἡγεμόνι ὁδοῦ τῆς πρὸς τὸ καλὸν ἀγούσης ἐχρήσατο διδασκαλίᾳ, ὡς ἐν ἑτέροις, ὡς ἂν οἷόν τε ᾖ, δείξομεν, ὁ δὲ μέσος Ἰσαὰκ αὐτηκόῳ καὶ αὐτομαθεῖ τῇ φύσει, ὁ δὲ τρίτος Ἰακὼβ ἀσκητικαῖς μελέταις, καθ´ ἃς οἱ ἔναθλοι καὶ ἐναγώνιοι πόνοι. 169 τριῶν οὖν τρόπων ὑπαρχόντων, ἐξ ὧν σοφία περιγίνεται, τοὺς ἄκρους μάλιστα συμβέβηκεν ἡνῶσθαι· τὸ γὰρ ἀσκήσει ἔγγονον τοῦ μαθήσει, τὸ δὲ φύσει συγγενὲς μὲν – ὑποβέβληται γὰρ ὡς ῥίζα πᾶσιν –, ἀνανταγωνίστου δὲ καὶ ἑτοίμου γέρως ἔλαχεν. 170 ὥστε εἰκότως Ἀβραὰμ ὁ βελτιωθεὶς διδασκαλίᾳ πατὴρ Ἰακὼβ λέγεται, τοῦ μελέτῃ συγκροτηθέντος, οὐκ ἄνθρωπος ἀνθρώπου μᾶλλον ἢ δύναμις ἀκουστικὴ πρὸς μάθησιν ἑτοιμοτάτη δυνάμεως ἀσκητικῆς καὶ ἐπιτηδείου πρὸς ἄθλησιν. 171 ἐὰν μέντοι ὁ ἀσκητὴς οὗτος εὐτόνως δράμῃ πρὸς τὸ τέλος καὶ τηλαυγῶς ἴδῃ ἃ πρότερον ἀμυδρῶς ὠνειροπόλει, μετατυπωθεὶς τῷ κρείττονι χαρακτῆρι καὶ προσαγορευθεὶς Ἰσραήλ, ὁ θεὸν ὁρῶν, ἀντὶ τοῦ πτερνίζοντος Ἰακὼβ πατέρα οὐκέτι τὸν μαθόντα Ἀβραάμ, ἀλλὰ τὸν φύσει γεννηθέντα ἀστεῖον Ἰσαὰκ ἐπιγράφεται. 172 ταῦτα δὲ οὐκ ἐμός ἐστι μῦθος, ἀλλὰ χρησμὸς ἐν ταῖς ἱεραῖς ἀναγεγραμμένος στήλαις. „ἀπάρας“ γάρ φησιν „Ἰσραὴλ αὐτὸς καὶ πάντα τὰ αὐτοῦ ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ἔθυσε θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ“ (Gen. 46, 1). ἆρ´ ἤδη κατανοεῖς, ὅτι οὐ περὶ φθαρτῶν ἀνθρώπων, ἀλλ´, ὡς ἐλέχθη, περὶ φύσεως πραγμάτων ἐστὶν ὁ παρὼν λόγος; ἰδοὺ γὰρ τὸ αὐτὸ ὑποκείμενον τοτὲ μὲν Ἰακὼβ ὀνομάζεται πατρὸς Ἀβραάμ, τοτὲ δὲ Ἰσραὴλ πατρὸς Ἰσαὰκ καλεῖται διὰ τὴν ἠκριβωμένην αἰτίαν.
(28.) 173 Εἰπὼν τοίνυν „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαὰκ“ ἐπιφέρει· „μὴ φοβοῦ“ (Gen. 28, 13), κατὰ τὸ ἀκόλουθον· πῶς γὰρ ἔτι φοβηθησόμεθα, τὸ φόβου καὶ παντὸς πάθους [242 CW] λυτήριον σὲ τὸν ὑπερασπιστὴν ὅπλον ἔχοντες; ὃς καὶ [647 M.] τοὺς ἀρχετύπους τῆς παιδείας ἡμῶν τύπους ἀδηλουμένους ἐμόρφωσας, ἵν´ ἐμφανεῖς ὦσιν, Ἀβραὰμ μὲν διδάξας, Ἰσαὰκ δὲ γεννήσας· τοῦ μὲν γὰρ ὑφηγητής, τοῦ δὲ πατὴρ ὑπέμεινας ὀνομασθῆναι, τῷ μὲν τὴν γνωρίμου τάξιν, τῷ δὲ τὴν υἱοῦ παρασχών. 174 διὰ τοῦτο καὶ τὴν γῆν, λέγω δὲ τὴν παμφορωτάτην καὶ εὐκαρποτάτην ἀρετήν, ἐφ´ ἧς καθεύδει ὁ ἀσκητὴς ἀναπαυόμενος τῷ τὸν μὲν αἰσθήσεως κοιμᾶσθαι βίον, τὸν δὲ ψυχῆς ἐγρηγορέναι, δώσειν ὁμολογεῖς (Gen. 28, 13), ἀποδεξάμενος αὐτοῦ τὴν εἰρηνικὴν ἀνάπαυσιν, ἣν οὐκ ἄνευ πολέμου καὶ τῶν ἐν πολέμῳ ταλαιπωριῶν εἵλετο, οὐχ ὅπλα βαστάζων καὶ ἀνθρώπους ἀναιρῶν, ἄπαγε, ἀλλὰ τὸ ἀντίπαλον ἀρετῆς παθῶν καὶ κακιῶν στῖφος καθαιρῶν. 175 τὸ δὲ σοφίας γένος ἄμμῳ γῆς (ibid. 14) ἐξομοιοῦται διά τε πληθὺν ἀπερίγραφον, καὶ διότι τὰς μὲν τῆς θαλάττης ἐπιδρομὰς ἡ ὑποταίνιος ἄμμος ἀνακρούεται, τὰς δὲ τῶν ἁμαρτημάτων καὶ ἀδικημάτων ὁ παιδείας λόγος. οὗτος δὲ κατὰ τὰς θείας ὑποσχέσεις ἄχρι τῶν περάτων τοῦ παντὸς εὐρύνεται καὶ τὸν ἔχοντα ἀποφαίνει τῶν τοῦ κόσμου κληρονόμον μερῶν, φθάνοντα πάντῃ, πρὸς τὰ ἑῷα, πρὸς τὰ ἑσπέρια, τὰ κατὰ μεσημβρίαν, τὰ προσάρκτια· λέγεται γάρ, ὅτι „πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ λίβα καὶ βορρᾶν καὶ ἀνατολάς“ (ibid. 14). 176 ἔστι δ´ ὁ ἀστεῖος οὐκ ἴδιον μόνον ἀλλὰ καὶ κοινὸν ἀγαθὸν ἅπασιν, ἐξ ἑτοίμου τὴν ἀφ´ ἑαυτοῦ προτείνων ὠφέλειαν. ὡς γὰρ ἥλιος ἁπάντων ἐστὶ φῶς τῶν ὄψεις ἐχόντων, οὕτω καὶ ὁ σοφὸς τῶν ὅσοι λογικῆς κεκοινωνήκασι φύσεως· (29.) „ἐνευλογηθήσονται γὰρ ἐν σοὶ“ φησί „πᾶσαι αἱ φυλαί“ (ibid. 14). 177 ὁ δὲ χρησμὸς οὗτος ἐφαρμόττει καὶ αὐτῷ τινι πρὸς ἑαυτὸν καὶ [243 CW] ἑτέρῳ πρὸς ἕτερον. ἐάν τε γὰρ ὁ ἐν ἐμοὶ νοῦς ἀρετῇ τελείᾳ καθαρθῇ, καὶ αἱ τοῦ περὶ ἐμὲ γεώδους φυλαὶ συγκαθαίρονται, ἃς ἔλαχον αἱ αἰσθήσεις καὶ ἡ μεγίστη δεξαμενή, τὸ σῶμα· ἐάν τέ τις κατ´ οἰκίαν ἢ πόλιν ἢ χώραν ἢ ἔθνος γένηται φρονήσεως ἐραστής, ἀνάγκη τὴν οἰκίαν ἐκείνην καὶ τὴν πόλιν καὶ τὴν χώραν καὶ τὸ ἔθνος ἀμείνονι βίῳ χρῆσθαι. 178 καθάπερ γὰρ τὰ ἐκθυμιώμενα τῶν ἀρωμάτων εὐωδίας τοὺς πλησιάζοντας ἀναπίμπλησι, τὸν αὐτὸν τρόπον ὅσοι γείτονες καὶ ὅμοροι σοφοῦ, τῆς ἀπ´ αὐτοῦ σπῶντες αὔρας ἐπὶ μήκιστον χεομένης βελτιοῦνται τὰ ἤθη.
(30.) 179 Μεγίστη δέ ἐστιν εὐεργεσία ψυχῇ πονούσῃ καὶ διαθλούσῃ συνοδοιπόρον ἔχειν τὸν ἐφθακότα πάντῃ θεόν· „ἰδοὺ“ γάρ φησιν „ἐγὼ μετὰ σοῦ“ (ibid. 15). τίνος οὖν ἂν ἔτι χρεῖοι γενοίμεθα πλούτου, σὲ τὸν ἀληθείᾳ πλοῦτον ἔχοντες μόνον „διαφυλάσσοντα ἐν ὁδῷ“ (ibid.) τῇ πρὸς ἀρετὴν ἀγούσῃ κατὰ πάσας αὐτῆς τὰς τομάς; οὐ γὰρ ἓν μέρος ἐστὶ τοῦ λογικοῦ [648 M.] βίου τὸ πρὸς δικαιοσύνην καὶ τὴν ἄλλην τεῖνον ἀρετήν, ἀλλὰ μυρία ὅσα, ἐξ ὧν ἔστιν ὁρμωμένους φρονήσεως ἐφικνεῖσθαι. (31.) 180 παγκάλως δὲ εἴρηται καὶ τὸ „ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην“ (ibid.). καλὸν μὲν γὰρ ἦν, τὸν λογισμὸν ἐφ´ ἑαυτοῦ μείναντα μὴ ἀποδημῆσαι πρὸς αἴσθησιν· δεύτερος δὲ πλοῦς, ἐφ´ ἑαυτὸν ὑποστρέψαι πάλιν. 181 ἴσως δὲ καὶ τὸ περὶ ἀφθαρσίας ψυχῆς ὑπαινίττεται δόγμα διὰ τούτου· ἀπολιποῦσα μὲν γὰρ τὸν οὐράνιον τόπον, ὡς καὶ μικρῷ πρότερον ἐλέχθη, καθάπερ εἰς ξένην χώραν ἦλθε τὸ σῶμα. φησὶ δ´ οὐ μέχρι τοῦ παντὸς καθειργμένην αὐτὴν ὁ γεννήσας περιόψεσθαι πατήρ, ἀλλ´ οἶκτον λαβὼν λύσειν τὰ δεσμὰ καὶ ἐλευθέραν [244 CW] ἄχρι τῆς μητροπόλεως ἀσφαλῶς παραπέμψειν καὶ μὴ πρότερον ἀνήσειν ἢ τὰς διὰ λόγων ὑποσχέσεις ἀληθείας ἔργοις βεβαιωθῆναι· θεοῦ γὰρ ἴδιον λέγειν πάντως τὰ γενησόμενα. 182 καίτοι τί τοῦτό φαμεν; ἔργων γὰρ ἀδιαφοροῦσιν αὐτοῦ οἱ λόγοι. διακινηθεῖσα οὖν καὶ διαναστᾶσα πρὸς τὰς περὶ τοῦ ὄντος ζητήσεις ἡ ἀσκητικὴ ψυχὴ τὸ μὲν πρῶτον ὑπετόπησεν εἶναι τὸ ὂν ἐν τόπῳ, μικρὸν δὲ ἐπισχοῦσα τῷ δυστοπάστῳ τῆς σκέψεως περιδεὴς γίνεται καὶ μετανοεῖν ἄρχεται. 183 „ἐξηγέρθη“ γάρ φησιν „Ἰακὼβ καὶ εἶπεν, ὅτι ἔστι κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν“ (ibid. 16). καὶ ἄμεινον ἦν, εἴποιμ´ ἂν, ἀγνοεῖν ἢ ἔν τινι θεὸν ὑπολαμβάνειν εἶναι, τὸν περιέχοντα αὐτὸν ἐν κύκλῳ τὰ πάντα.
(32.) 184 Δικαίως οὖν ἐφοβήθη καὶ εἶπε θαυμαστικῶς· „ὡς φοβερὸς ὁ τόπος οὗτος“ (ibid. 17). ὄντως γὰρ τῶν ἐν φυσιολογίᾳ τόπος ἀργαλεώτατος, ἐν ᾧ ζητεῖται, ποῦ καὶ εἰ συνόλως ἔν τινι τὸ ὄν, τῶν μὲν λεγόντων, ὅτι πᾶν τὸ ὑφεστὼς χώραν τινὰ κατείληφε, καὶ ἄλλων ἄλλην ἀπονεμόντων, ἢ ἐντὸς τοῦ κόσμου ἢ ἐκτὸς αὐτοῦ μετακόσμιόν τινα, τῶν δὲ φασκόντων, ὅτι οὐδενὶ τῶν ἐν γενέσει τὸ ἀγένητον ὅμοιον, ἀλλὰ τοῖς ὅλοις ὑπερβάλλον, ὡς καὶ τὴν ὠκυδρομωτάτην διάνοιαν ὑστερίζουσαν μακρῷ τῆς καταλήψεως ὁμολογεῖν ἡττᾶσθαι. 185 διόπερ εὐθὺς ἀνέκραγεν· „οὐκ ἔστι τοῦτο“ (ibid.), ὃ ἐδόξασα, „ὅτι ἔστι κύριος ἔν τῳ τόπῳ“ (ibid. 16)· περιέχει γάρ, ἀλλ´ οὐ περιέχεται κατὰ τὸν ἀληθῆ λόγον. τοῦτο δὲ τὸ δεικνύμενον καὶ ὁρατόν, ὁ αἰσθητὸς οὑτοσὶ κόσμος, οὐδὲν ἄρα ἄλλο ἐστὶν ἢ οἶκος θεοῦ (ibid.), μιᾶς τῶν τοῦ ὄντος δυνάμεων, καθ´ ἣν ἀγαθὸς ἦν. 186 τὸν δὲ κόσμον οἶκον ὠνόμασε καὶ πύλην τοῦ πρὸς ἀλήθειαν οὐρανοῦ (ibid. 17) προσεῖπε. τί δὲ τοῦτ´ ἐστί; τὸν ἐκ [245 CW] τῶν ἰδεῶν συσταθέντα, ἐν τῷ χειροτονηθέντι κατὰ τὰς θείας χορηγίας, κόσμον νοητὸν [649 M.] οὐκ ἔνεστιν ἄλλως καταλαβεῖν ὅτι μὴ κατὰ τὴν τοῦ αἰσθητοῦ καὶ ὁρωμένου τούτου μετάβασιν. 187 οὐδὲ γὰρ ἄλλο τῶν ὄντων οὐδὲν ἀσώματον ἐννοῆσαι δυνατὸν ὅτι μὴ τὴν ἀρχὴν λαβόντας ἀπὸ σωμάτων· ἠρεμούντων μὲν γὰρ ἐνοήθη τόπος, χρόνος δὲ κινουμένων, σημεῖα δὲ καὶ γραμμαὶ καὶ ἐπιφάνειαι καὶ συνόλως πέρατα ἀπὸ τῆς ἐξωτάτω περικειμένης οἷον ἀμπεχόνης. 188 κατὰ τὸ ἀνάλογον οὖν καὶ ὁ νοητὸς ἀπὸ τοῦ αἰσθητοῦ κόσμος ἐνοήθη, πύλη τις ὢν ἐκείνου. ὡς γὰρ οἱ βουλόμενοι τὰς πόλεις θεάσασθαι διὰ πυλῶν εἰσίασιν, οὕτως ὅσοι τὸν ἀειδῆ κόσμον καταλαβεῖν ἐθέλουσιν, ὑπὸ τῆς τοῦ ὁρατοῦ φαντασίας ξεναγοῦνται. [ὁ δὲ νοητῆς ὑποστάσεως κόσμος ἄνευ ἡστινοσοῦν σχημάτων ὄψεως, μόνης δὲ διὰ τῆς ἀρχετύπου ἰδέας τῆς ἐν τῷ διαχαραχθέντι πρὸς τὸ θεαθὲν αὐτῷ εἶδος ἄνευ σκιᾶς μετακληθήσεται, πάντων αὐτῷ τειχῶν καὶ πάσης πύλης ἀπαρθέντων εἰς τὸ μὴ ἀπό τινος ἀθρῆσαι, ἀλλ´ αὐτὸ καθ´ αὑτὸ ἀλέκτῳ τινὶ καὶ δυσερμηνεύτῳ θέᾳ διιδεῖν κάλλος ἀναλλοίωτον.]
(33.) 189 Περὶ μὲν δὴ τούτων ἅλις. ἐφαρμόζει δὲ τῷ αὐτῷ εἴδει καὶ ἕτερος ὄνειρος, ὁ περὶ τῆς ποικίλης ἀγέλης, ὃν περιαναστὰς ὁ φαντασιωθεὶς διηγεῖται φάσκων· „εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ´ ὕπνον· Ἰακώβ. ἐγὼ δὲ εἶπα· τί ἐστι; καὶ εἶπεν· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς. ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ, οὗ ἤλειψάς μοι στήλην καὶ ηὔξω μοι εὐχήν. νῦν οὖν [246 CW] ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ“ (Gen. 31, 11-13). 190 ὁρᾷς ὅτι θεοπέμπτους ὀνείρους ἀναγράφει ὁ θεῖος λόγος οὐ μόνον τοὺς κατὰ τὸ πρεσβύτατον τῶν αἰτίων προφαινομένους, ἀλλὰ καὶ τοὺς διὰ τῶν ὑποφητῶν αὐτοῦ καὶ ὀπαδῶν ἀγγέλων, οἳ θείας καὶ εὐδαίμονος μοίρας πρὸς τοῦ γεννήσαντος ἠξίωνται πατρός. 191 σκόπει μέντοι καὶ τὸ ἀκόλουθον. ὁ ἱερὸς λόγος τοῖς μὲν ὡς βασιλεὺς ἃ χρὴ πράττειν ἐξ ἐπιτάγματος παραγγέλλει, τοῖς δὲ ὡς γνωρίμοις διδάσκαλος τὰ πρὸς ὠφέλειαν ὑφηγεῖται, τοῖς δὲ ὡς σύμβουλος γνώμας εἰσηγούμενος τὰς ἀρίστας τὸ συμφέρον ἐξ ἑαυτῶν οὐκ εἰδότας μεγάλα ὠφελεῖ, τοῖς δὲ ὡς φίλος ἐπιεικῶς καὶ μετὰ πειθοῦς πολλὰ καὶ τῶν ἀρρήτων ἀναφέρει, ὧν οὐδένα τῶν ἀτελέστων ἐπακοῦσαι θέμις. 192 ἔστι [650 M.] δ´ ὅτε καὶ πυνθάνεταί τινων, ὥσπερ τοῦ Ἀδάμ· „ποῦ εἶ“ (Gen. 3, 9), πρὸς ὃ ἀποκρίναιτ´ ἄν τις οἰκείως „οὐδαμοῦ“, τῷ τἀνθρώπεια πάντα ἐν ὁμοίῳ μὴ μένειν, ἀλλὰ κινεῖσθαι καὶ ψυχῇ καὶ σώματι καὶ τοῖς ἐκτός. ἀνίδρυτοι μὲν γὰρ οἱ λογισμοί, φαντασίας ἀπὸ τῶν αὐτῶν πραγμάτων οὐχὶ τὰς αὐτὰς ἀλλ´ ἐναντίας ἔχοντες, ἀνίδρυτον δὲ καὶ τὸ σῶμα, ὡς μηνύουσιν αἱ ἐκ βρέφους ἄχρι γήρως τῶν ἡλικιῶν ἁπασῶν τροπαί, ἀνίδρυτα δὲ καὶ τὰ ἐκτὸς ἐπῃωρημένα φορᾷ τύχης ἀεὶ σαλευούσης. (34.) 193 ἐπειδὰν μέντοι πρὸς τὸ τῶν φίλων ἔλθῃ συνέδριον, οὐ πρότερον ἄρχεται λέγειν ἢ ἕκαστον αὐτῶν ἀνακαλέσαι καὶ ὀνομαστὶ προσειπεῖν, ἵνα τὰ ὦτα ἀνορθιάσαντες, ἡσυχίᾳ καὶ προσοχῇ χρώμενοι, τῶν θεσμῳδουμένων εἰς ἄληστον μνήμην ἀκούωσιν· ἐπεὶ καὶ ἑτέρωθι λέγεται· „σιώπα καὶ ἄκουε“ (Deut. 27, 9). 194 τοῦτον τὸν τρόπον ἐπὶ μὲν τοῦ βάτου Μωϋσῆς ἀνακαλεῖται – „ὡς γὰρ εἶδε“ φησίν „ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων· Μωυσῆ, Μωυσῆ. ὁ δὲ εἶπε· τί [247 CW] ἐστιν;“ (Exod. 3, 4) –, Ἀβραὰμ δὲ ἐπὶ τῆς τοῦ ἀγαπητοῦ καὶ μόνου παιδὸς ὁλοκαυτώσεως, ἡνίκα τε ἱερουργεῖν ἤρχετο καὶ ὁπότε δοὺς ἀπόπειραν εὐσεβείας ἐξ ἀνθρώπων ἀφανίσαι τὸ αὐτομαθὲς γένος, ἐπίκλησιν Ἰσαάκ, ἐκωλύθη· ἀρχομένου μὲν γάρ φησιν, ὅτι 195 „ὁ θεὸς ἐπείραζε τὸν Ἀβραὰμ καὶ εἶπε πρὸς αὐτόν· Ἀβραάμ, Ἀβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπε· λάβε τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ ἀνένεγκε“, ἤδη δὲ τὸ ἱερεῖον ἐπὶ τὸν βωμὸν ἀνενηνοχότος, τότε „ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ λέγων· Ἀβραάμ, Ἀβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν“ (Gen. 22, 1. 2. 9-12). 196 εἷς δὲ δὴ τοῦ φιλικοῦ θιάσου καὶ ὁ ἀσκητὴς ὢν εἰκότως προνομίας τῆς αὐτῆς ἀξιωθεὶς ἀνακαλεῖται· „εἶπε γάρ μοι“ φησίν „ὁ ἄγγελος τοῦ θεοῦ καθ´ ὕπνον· Ἰακώβ. ἐγὼ δὲ εἶπα· τί ἐστιν“ (Gen. 31, 11); 197 ἀνακληθεὶς δὲ προσοχῇ χρῆται, τὰ φανέντα σημεῖα πειρώμενος ἀκριβοῦν, ἔστι δὲ τὰ σημεῖα τῶν λόγων οἷα θρεμμάτων ὀχεῖαί τε καὶ γενέσεις· „ἀναβλέψας“ γάρ φησι „τοῖς ὀφθαλμοῖς εἶδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας“ (Gen. 31, 12). 198 αἰπολίου μὲν δὴ τράγος, ποίμνης δὲ κριὸς ἡγεμών ἐστι· τὰ δὲ ζῷα ταῦτα δυεῖν λόγων σύμβολα τελείων, ὧν ὁ μὲν ἕτερος καθαίρει καὶ κενοῖ ψυχὴν ἁμαρτημάτων, ὁ δὲ ἕτερος τρέφει καὶ πλήρη κατορθωμάτων ἐργάζεται. τοιοῦτοι μὲν οἱ ἡγεμόνες ἐν ἡμῖν ἀγελάρχαι λόγοι· αἱ δὲ ἀγέλαι προβάτοις καὶ αἰξὶ φερωνύμως διατεθεῖσαι ᾄττουσι καὶ προβαίνουσι μετὰ σπουδῆς πρὸς δικαιοσύνην. 199 ἀναβλέψας [651 M.] οὖν τὸ τέως μεμυκὸς ὄμμα τῆς διανοίας εἶδε τοὺς ἀναλογοῦντας τράγοις καὶ κριοῖς τελείους λόγους ἠκονημένους πρός τε [248 CW] μείωσιν ἀδικημάτων καὶ ὧν χρὴ πράττειν συναύξησιν, πῶς ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, τὰς ἔτι νέας καὶ ἁπαλὰς ψυχὰς ἄρτι ἡβώσας καὶ ἄνθει τῷ τῆς ἀκμῆς ὡραϊζομένας, ἀναβαίνουσιν οὐκ ἄλογον ἡδονὴν διώκοντες, ἀλλ´ ἀοράτῳ σπορᾷ φρονήσεως χρώμενοι δογμάτων. 200 εὔπαις γὰρ ὁ γάμος οὗτος οὐ σώματα συμπλέκων, ἀλλ´ εὐφυέσι ψυχαῖς τελείας ἀρετὰς ἁρμοζόμενος. ἐπιβαίνετε οὖν οἱ σοφίας ὀρθοὶ λόγοι πάντες, ὀχεύετε, σπείρετε, καὶ ἣν ἂν ἴδητε ψυχὴν βαθεῖαν, εὔγειον, παρθένον, μὴ παρέλθητε, καλέσαντες δ´ εἰς τὴν ὁμιλίαν καὶ συνουσίαν ἑαυτῶν τελειώσατε καὶ ἐγκύμονα ἀπεργάσασθε· τέξεται γὰρ πάντα ἀστεῖα, γενεὰν ἄρρενα „διαλεύκων, ποικίλων, σποδοειδῶν ῥαντῶν“ (Gen. 31, 10).
(35.) 201 Ἣν δ´ ἔχει τῶν γεννημάτων τούτων ἕκαστον δύναμιν, ἐρευνητέον. διάλευκοι μὲν τοίνυν εἰσὶν οἱ τηλαυγέστατοι καὶ ἀριδηλότατοι, τοῦ „διὰ“ πολλάκις ἐπὶ τοῦ μεγάλου τιθεμένου, ἀφ´ οὗ διάδηλον καὶ διάσημον τὸ μεγάλως δῆλον καὶ μεγάλως ἐπίσημον ἔθος ὀνομάζειν ἐστί. 202 βούλεται οὖν τῆς τὸν ἱερὸν σπόρον παραδεξαμένης ψυχῆς τὰ πρωτότοκα γεννήματα διάλευκα εἶναι, φωτὶ ἐοικότα οὐκ ἀμυδρῷ, φέγγει δὲ τηλαυγεστάτῳ, οἵα γένοιτ´ ἂν ἀφ´ ἡλιακῶν ἀκτίνων ἄσκιος ἐν αἰθρίᾳ κατὰ μεσημβρίαν αὐγή· βούλεται δὲ καὶ ποικίλα οὐ πολυμόρφου καὶ πολυτρόπου λέπρας ἀκαθάρτου τρόπον, διὰ γνώμης ἀβεβαιότητα χρησόμενα ἀστάτῳ καὶ φορουμένῳ βίῳ, ἀλλὰ γράμμασιν ἐγκεκολαμμένα καὶ σφραγῖσι διαφόροις, δοκίμοις δὲ πάσαις τετυπωμένα, ὧν [249 CW] αἱ ἰδιότητες ἀναμιχθεῖσαι καὶ ἀνακραθεῖσαι μουσικὴν συμφωνίαν ἐργάσονται. 203 τὴν γὰρ ποικιλτικὴν τέχνην ἐνόμισαν μέν τινες οὕτως ἠμελημένον καὶ ἀφανὲς εἶναι πρᾶγμα, ὥστε ὑφάνταις αὐτὴν ἀνέθεσαν. ἐγὼ δ´ οὐ μόνον αὐτήν, ἀλλὰ καὶ τοὔνομα τέθηπα, καὶ μάλισθ´ ὅταν εἰς τὰ γῆς τμήματα καὶ τὰς ἐν οὐρανῷ σφαίρας καὶ ζῴων καὶ φυτῶν διαφορὰς καὶ τὸ παμποίκιλον ὕφασμα, τουτονὶ τὸν κόσμον, ἀπίδω. 204 τὸν γὰρ τοῦ πλέγματος παντὸς τούτου δημιουργὸν εὑρετὴν τῆς ποικιλτικῆς ἐπινοεῖν εὐθὺς ἐπιστήμης ἀναγκάζομαι, καὶ σέβομαι μὲν τὸν εὑρόντα, τιμῶ δὲ τὴν εὑρεθεῖσαν, τὸ δ´ ἔργον καταπέπληγμαι, καίτοι μηδὲ πολλοστὸν μέρος αὐτοῦ δυνηθεὶς ἰδεῖν, ἀπὸ δὲ τοῦ φανέντος μοι μέρους, εἰ δὴ καὶ πέφηνεν, ἀκριβῶς τὸ ὅλον εἰκάζων ἀναλογίας ἐλπίδι. 205 θαυμάζω μέντοι καὶ [652 M.] τὸν σοφίας ἐραστήν, ὅτι τὴν αὐτὴν τέχνην ἐπιτετήδευκε, πολλὰ καὶ διαφέροντα ἐκ διαφερόντων εἰς ταὐτὸ συνάγειν καὶ συνυφαίνειν ἀξιῶν. λαβὼν γὰρ ἀπὸ μὲν τῆς παιδικῆς γραμματικῆς δύο τὰ πρῶτα, τό τε γράφειν καὶ τὸ ἀναγινώσκειν, ἀπὸ δὲ τῆς τελειοτέρας τήν τε παρὰ ποιηταῖς ἐμπειρίαν καὶ τὴν ἀρχαίας ἱστορίας ἀνάληψιν, παρὰ δὲ ἀριθμητικῆς καὶ γεωμετρίας τὸ ἀνεξαπάτητον ἐν οἷς ἀναλογίας καὶ λογισμῶν ἐστι χρεία, παρὰ δὲ μουσικῆς ῥυθμοὺς καὶ μέτρα τά τε ἐναρμόνια καὶ χρωματικὰ καὶ διατονικά, συνημμένα τε αὖ καὶ διεζευγμένα μέλη, παρὰ δὲ ῥητορικῆς εὕρεσιν, φράσιν, τάξιν, οἰκονομίαν, μνήμην, ὑπόκρισιν, παρὰ δὲ φιλοσοφίας ὅσα τε ἐν ταύταις παραλέλειπται καὶ ἄλλα ἐξ ὧν ἅπας ὁ ἀνθρώπων βίος συνέστηκεν, ἓν ἔργον εὐανθέστατον ἡρμόσατο, εὐμάθειαν πολυμαθείᾳ μίξας. 206 καὶ τὸν τούτου τοῦ πλέγματος δημιουργὸν ὁ ἱερὸς λόγος Βεσελεὴλ ἐκάλεσεν (Exod. 31, 2 ss.), [250 CW] ὃς ἑρμηνευθείς ἐστιν ἐν σκιᾷ θεοῦ. τὰ γὰρ μιμήματα οὗτος, τὰ δὲ παραδείγματα ἀρχιτεκτονεῖ Μωυσῆς· διὰ τοῦθ´ ὁ μὲν οἷα σκιὰς ὑπεγράφετο, ὁ δ´ οὐ σκιάς, αὐτὰς δὲ τὰς ἀρχετύπους ἐδημιούργει φύσεις. 207 εἰ δὴ καὶ τὰ ἅγια ποικιλτικῇ τέχνῃ κατεσκεύασται καὶ ὁ σοφὸς ποικιλτὴς μόνος ἐν τοῖς ἱεροφαντηθεῖσι χρησμοῖς ἀνείρηται (36.) καὶ τὸ τοῦ θεοῦ καλὸν ποίκιλμα, ὅδε ὁ κόσμος, ἐπιστήμῃ πανσόφῳ τετελεσιούργηται, πῶς οὐκ ἄξιον ὡς ἐργαλεῖον τῆς ἐπιστήμης ἀποδέχεσθαι ποικιλτικήν; 208 ἧς ἀφίδρυμα ἱερώτατον πᾶς ὁ σοφίας οἶκος ἀγαλματοφορήσει καὶ κατ´ οὐρανὸν καὶ ἐπὶ γῆς, ἀφ´ ἧς ποικίλων λόγων ἰδέας ὁ ἀσκητὴς ἐκπονεῖ· μετὰ γὰρ τοὺς διαλεύκους εὐθὺς τοὺς ποικίλους εἶδε, παιδείας κόμματι χαραχθέντας. 209 τρίτοι δ´ εἰσὶν οἱ σποδοειδεῖς ῥαντοί. καίτοι τίς οὐκ ἂν εὖ φρονῶν εἴποι τῷ γένει καὶ τούτους εἶναι ποικίλους; ἀλλὰ γὰρ οὐκ ἔστιν αὐτῷ περὶ θρεμμάτων διαφορᾶς ἡ τοσαύτη σπουδή, περὶ μέντοι τῆς πρὸς καλοκἀγαθίαν ἀγούσης ὁδοῦ. 210 βούλεται γὰρ τὸν ἐπὶ ταύτην ἰόντα σποδῷ καὶ ὕδατι περιρραίνεσθαι, διότι γῆν καὶ ὕδωρ λόγος ἔχει φυραθέντα καὶ μορφωθέντα πρὸς τοῦ ἀνθρωποπλάστου εἰς τὸ ἡμέτερον ἀποκριθῆναι σῶμα, οὐ χειρόκμητον, ἀλλὰ φύσεως ἔργον ἀοράτου. 211 σοφίας οὖν ἐστιν ἀρχὴ μὴ ἐπιλανθάνεσθαι ἑαυτοῦ, τὰ δ´ ἐξ ὧν συνεκρίθη πρὸ ὀφθαλμῶν ἀεὶ λαμβάνειν· οὕτως γὰρ μεγαλαυχίαν, τὸ κακῶν [653 M.] θεομισέστατον, ἐκνίψαιτ´ ἄν. τίς γὰρ εἰς νοῦν βαλλόμενος, ὅτι τέφρα καὶ ὕδωρ εἰσὶν αὐτῷ τῆς γενέσεως αἱ ἀρχαί, φυσηθεὶς ὑπ´ οἰήσεως μετέωρος ἀρθήσεται; 212 διὰ τοῦτο καὶ τοὺς μέλλοντας ἱερουργεῖν περιρραίνεσθαι τοῖς λεχθεῖσιν ἐδικαίωσεν, οὐδένα θυσιῶν ἄξιον νομίσας, [251 CW] ὃς μὴ πρότερον ἑαυτὸν ἔγνωκε καὶ τὴν ἀνθρωπίνην οὐδένειαν κατείληφεν, ἐξ ὧν συνεκρίθη στοιχείων τὸ μηδενὸς ἄξιος εἶναι τεκμηράμενος. (37.) 213 τὰ τρία ταῦτα σημεῖα, τὸ διάλευκον, τὸ ποικίλον, τὸ σποδοειδὲς ῥαντόν, περὶ μὲν τὸν ἀσκητὴν ἅτε μήπω τέλειον ἀτελῆ, περὶ δὲ τὸν τέλειον φαίνεται καὶ αὐτὰ τέλεια. 214 ὃν δὲ τρόπον, θεασώμεθα· τὸν μέγαν ἀρχιερέα, ὁπότε μέλλοι τὰς νόμῳ προστεταγμένας ἐπιτελεῖν λειτουργίας, ὁ ἱερὸς ἐδικαίωσε λόγος ὕδατι καὶ τέφρᾳ περιρραίνεσθαι τὸ πρῶτον (Exod. 29, 4) εἰς ὑπόμνησιν ἑαυτοῦ – καὶ γὰρ ὁ σοφὸς Ἀβραάμ, ὅτε ἐντευξόμενος ᾔει τῷ θεῷ, γῆν καὶ σποδὸν εἶπεν ἑαυτόν (Gen. 18, 27) –, ἔπειτ´ ἐνδύεσθαι τὸν ποδήρη χιτῶνα καὶ τὸ ποικίλον ὃ κέκληκεν ἐπ´ αὐτῷ περιστήθιον (Exod. 29, 5), τῶν κατ´ οὐρανὸν φωσφόρων ἄστρων ἀπεικόνισμα καὶ μίμημα. 215 δύο γάρ, ὡς ἔοικεν, ἱερὰ θεοῦ, ἓν μὲν ὅδε ὁ κόσμος, ἐν ᾧ καὶ ἀρχιερεὺς ὁ πρωτόγονος αὐτοῦ θεῖος λόγος, ἕτερον δὲ λογικὴ ψυχή, ἧς ἱερεὺς ὁ πρὸς ἀλήθειαν ἄνθρωπος, οὗ μίμημα αἰσθητὸν ὁ τὰς πατρίους εὐχὰς καὶ θυσίας ἐπιτελῶν ἐστιν, ᾧ τὸν εἰρημένον ἐπιτέτραπται χιτῶνα ἐνδύεσθαι, τοῦ παντὸς ἀντίμιμον ὄντα οὐρανοῦ, ἵνα συνιερουργῇ καὶ ὁ κόσμος ἀνθρώπῳ καὶ τῷ παντὶ ἄνθρωπος. 216 δύο μὲν οὖν ἤδη, τόν τε ῥαντὸν καὶ τὸν ποικίλον τύπον, ἔχων ἐπιδέδεικται· τὸν δὲ τρίτον καὶ τελειότατον, ὃς ὀνομάζεται διάλευκος, αὐτίκα σημανοῦμεν. ὅταν εἰς τὰ ἐσωτάτω τῶν ἁγίων ὁ αὐτὸς οὗτος ἀρχιερεὺς εἰσίῃ, τὴν μὲν ποικίλην ἐσθῆτα ἀπαμπίσχεται, λινῆν δὲ ἑτέραν, βύσσου τῆς καθαρωτάτης πεποιημένην, ἀναλαμβάνει (Lev. 16, 4). 217 ἡ δ´ ἐστὶ σύμβολον εὐτονίας, ἀφθαρσίας, αὐγοειδεστάτου φέγγους· ἀρραγής τε γὰρ ἡ ὀθόνη καὶ ἐξ οὐδενὸς τῶν [252 CW] ἀποθνῃσκόντων γίνεται καὶ ἔτι λαμπρότατον καὶ φωτοειδέστατον ἔχει μὴ ἀμελῶς καθαρθεῖσα χρῶμα. 218 διὰ δὲ τούτων ἐκεῖνο αἰνίττεται, ὅτι τῶν ἀδόλως καὶ καθαρῶς θεραπευόντων τὸ ὂν οὐδείς ἐστιν ὃς μὴ πρῶτον μὲν ἰσχυρογνωμοσύνῃ κέχρηται καταφρονήσας τῶν ἀνθρωπείων πραγμάτων, ἃ δελεάζοντα κηραίνει καὶ ἀσθένειαν ἐργάζεται, [654 M.] ἔπειτα ἀφθαρσίας ἐφίεται γελάσας ὅσα οἱ θνητοὶ τυφοπλαστοῦσι, τελευταῖον δὲ ἀληθείας ἀσκίῳ φέγγει καὶ περιαυγεῖ καταλάμπεται, μηδὲν ἔτι τῶν τῆς ψευδοῦς δόξης, ἃ σκότῳ φίλα εἶναι συμβέβηκε, προσιέμενος. (38.) 219 ὁ μὲν δὴ μέγας ἀρχιερεὺς τρισὶ ταῖς εἰρημέναις τυπωθεὶς σφραγῖσι, τῇ διαλεύκῳ, τῇ ποικίλῃ, τῇ σποδοειδεῖ ῥαντῇ, τοιοῦτος ἡμῖν ἀναγεγράφθω· τὸν δὲ τῆς ἀνθρωπίνης πολιτείας ἐφιέμενον, Ἰωσὴφ ὄνομα, τῶν μὲν ἄκρων ἰδεῖν ἔστι μὴ μεταποιούμενον χαρακτήρων, μόνου δὲ τοῦ μέσου καὶ ποικίλου. 220 λέγεται γὰρ ὅτι χιτῶνα ποικίλον ἔσχεν (Gen. 37, 3), οὔτε καθαρσίοις περιρρανάμενος ἱεροῖς, ἀφ´ ὧν ἑαυτὸν ἂν ἔγνω τέφρας καὶ ὕδατος συμφόρημα, οὔτε τῆς πανλεύκου καὶ φωτοειδεστάτης ἐσθῆτος, ἀρετῆς, ψαῦσαι δυνηθείς, ἀλλὰ τὸ τῆς πολιτείας ἐπαμπισχόμενος ὕφασμα παμποίκιλον, ᾧ βραχύτατον μέρος ἀληθείας ἐγκαταμέμικται, πολλαὶ δὲ καὶ μεγάλαι μοῖραι ψευδῶν εὐλόγων πιθανῶν εἰκότων, ἐξ ὧν οἱ Αἰγύπτου πάντες ἀνέβλαστον σοφισταί, οἰωνομάντεις, ἐγγαστρίμυθοι, τερατοσκόποι, δεινοὶ παλεῦσαι καὶ κατεπᾷσαι καὶ γοητεῦσαι, ὧν τὰς ἐπιβούλους τέχνας μέγα ἔργον διεκδῦναι. 221 διὸ καὶ τὸν χιτῶνα τοῦτον εἰσάγει Μωυσῆς φυσικῶς αἵματι πεφυρμένον (Gen. 38, 31), ἐπειδὴ πᾶς ὁ τοῦ πολιτευομένου βίος πέφυρται, πολεμῶν τε καὶ πολεμούμενος καὶ ὑπὸ τῶν προσπιπτουσῶν ἀβουλήτων συντυχιῶν βαλλόμενος καὶ τοξευόμενος. 222 ἐρεύνησον οὖν τὸν λίαν δημοτικόν, ᾧ τὰ πόλεως πράγματα ἐφορμεῖ, μὴ καταπλαγεὶς τοὺς θαυμαστικῶς ἔχοντας αὐτοῦ, καὶ πολλὰς μὲν ἐμφωλευούσας νόσους εὑρήσεις, πολλὰς δ´ ἐξημμένον κῆρας καὶ βιαίως ἑκάστην τὴν ψυχὴν αὐχενίζουσαν καὶ ἀφανῶς [253 CW] αὐτῇ προσπαλαίουσαν καὶ ζητοῦσαν ἀνατρέψαι καὶ καταβαλεῖν, ἢ τοῦ πλήθους τῇ προστασίᾳ δυσχεράναντος ἢ κατὰ ἀντεπίθεσιν δυνατωτέρου ἀνδρός. 223 ἔστι δὲ καὶ ὁ φθόνος βαρὺς καὶ δυσαπότριπτος ἐχθρός, ἐπιφυόμενος ἀεὶ ταῖς λεγομέναις εὐπραγίαις, ὃν οὐ ῥᾴδιον ἐκφυγεῖν. (39.) 224 τί οὖν ὡς ἐσθῆτα πολυτελῆ τὴν ἐπηνθισμένην πολιτείαν ἀναψάμενοι γαυριῶμεν, τῷ εὐπρεπεῖ τῆς φανερᾶς ὄψεως ἀπατώμενοι, τὸ δ´ ἀφανὲς καὶ κεκρυμμένον ἐπίβουλον καὶ σφαλερὸν αἶσχος αὐτῆς οὐ κατανοοῦντες; 225 ἀποδυσάμενοι δὴ τὸν ἀνθηρὸν τοῦτον χιτῶνα τὸν ἱερὸν ἐνδυώμεθα ἀρετῶν ποικίλμασιν ἐνυφασμένον· οὕτως γὰρ καὶ τὰς ἐνέδρας ἀποδρασόμεθα, ἃς ἀτεχνία καὶ ἀνεπιστημοσύνη καὶ ἀπαιδευσία καθ´ ἡμῶν τιθέασιν, ὧν ὁ Λάβαν ἐστὶ θιασώτης. 226 ἐπειδὴ γὰρ ἐκάθηρεν ἡμᾶς ὁ ἱερὸς λόγος τοῖς εἰς ἁγιστείαν [655 M.] εὐτρεπισθεῖσι περιρραντηρίοις καὶ τοῖς ἀπορρήτοις φιλοσοφίας ἀληθοῦς κατεποίκιλε λόγοις ἀγαγὼν εἰς τὸ δοκίμιον καὶ διασήμους καὶ ἐπιφανεῖς καὶ λαμπροὺς ἐποίησεν, αἰτιᾶται τὸ ἐπίβουλον ἦθος, πρὸς τὴν τῶν λεχθέντων ἀνηρεθισμένον λώβην. 227 φησὶ γάρ· „ἑώρακα ὅσα σοι Λάβαν ποιεῖ“ (Gen. 31, 12), τἀναντία δήπουθεν οἷς ἐδωρησάμην ἐγώ, τὸ δυσκάθαρτον καὶ τὸ ἀδόκιμον, τὸ πάντῃ σκοταῖον. ἀλλὰ γὰρ οὐ χρὴ κατεπτηχέναι τὸν ἐλπίδι θείας συμμαχίας ἐφορμοῦντα, ᾧ καὶ λέγεται· „ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ“ (Gen. 31, 13). 228 πάγκαλόν γε αὔχημα ψυχῇ, τὸ ἀξιοῦν θεὸν ἐπιφαίνεσθαι καὶ ἐνομιλεῖν αὐτῇ. μὴ παρέλθῃς δὲ τὸ εἰρημένον, ἀλλὰ ἀκριβῶς ἐξέτασον, εἰ τῷ ὄντι δύο εἰσὶ θεοί· λέγεται γὰρ ὅτι „ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι“, οὐκ ἐν τόπῳ ἐμῷ, ἀλλ´ „ἐν τόπῳ θεοῦ,“ ὡς ἂν ἑτέρου. 229 τί οὖν χρὴ λέγειν; ὁ μὲν ἀληθείᾳ θεὸς εἷς ἐστιν, οἱ δ´ ἐν καταχρήσει λεγόμενοι πλείους. διὸ καὶ ὁ ἱερὸς λόγος ἐν τῷ παρόντι τὸν μὲν ἀληθείᾳ διὰ τοῦ ἄρθρου μεμήνυκεν [254 CW] εἰπών· „ἐγώ εἰμι ὁ θεός“, τὸν δ´ ἐν καταχρήσει χωρὶς ἄρθρου φάσκων· „ὁ ὀφθείς σοι ἐν τόπῳ“, οὐ τοῦ θεοῦ, ἀλλ´ αὐτὸ μόνον „θεοῦ“. 230 καλεῖ δὲ θεὸν τὸν πρεσβύτατον αὐτοῦ νυνὶ λόγον, οὐ δεισιδαιμονῶν περὶ τὴν θέσιν τῶν ὀνομάτων, ἀλλ´ ἓν τέλος προτεθειμένος, πραγματολογῆσαι. καὶ γὰρ ἐν ἑτέροις σκεψάμενος, εἰ ἔστι τι τοῦ ὄντος ὄνομα, σαφῶς ἔγνω ὅτι κύριον μὲν οὐδέν (Exod. 6, 3), ὃ δ´ ἂν εἴπῃ τις, καταχρώμενος ἐρεῖ· λέγεσθαι γὰρ οὐ πέφυκεν, ἀλλὰ μόνον εἶναι τὸ ὄν. (40.) 231 μαρτυρεῖ δὲ καὶ τὸ θεσπισθὲν λόγιον τῷ πυνθανομένῳ, εἰ ἔστιν ὄνομα αὐτῷ, ὅτι „ἐγώ εἰμι ὁ ὤν“ (Exod. 3, 14), ἵν´ ὧν δυνατὸν ἀνθρώπῳ καταλαβεῖν μὴ ὄντων περὶ θεόν, ἐπιγνῷ τὴν ὕπαρξιν. 232 ταῖς μὲν οὖν ἀσωμάτοις καὶ θεραπευτρίσιν αὐτοῦ ψυχαῖς εἰκὸς αὐτὸν οἷός ἐστιν ἐπιφαίνεσθαι διαλεγόμενον ὡς φίλον φίλαις, ταῖς δὲ ἔτι ἐν σώματι ἀγγέλοις εἰκαζόμενον, οὐ μεταβάλλοντα τὴν ἑαυτοῦ φύσιν – ἄτρεπτος γάρ –, ἀλλὰ δόξαν ἐντιθέντα ταῖς φαντασιουμέναις ἑτερόμορφον, ὡς τὴν εἰκόνα οὐ μίμημα, ἀλλ´ αὐτὸ τὸ ἀρχέτυπον ἐκεῖνο εἶδος ὑπολαμβάνειν εἶναι. 233 παλαιὸς μὲν οὖν ᾄδεται λόγος, ὅτι τὸ θεῖον ἀνθρώποις εἰκαζόμενον ἄλλοτε ἄλλοις περινοστεῖ τὰς πόλεις ἐν κύκλῳ, τάς τε ἀδικίας καὶ παρανομίας ἐξετάζον· καὶ τάχα μὲν οὐκ ἀληθῶς, πάντως δὲ λυσιτελῶς καὶ συμφερόντως ᾄδεται. 234 ὁ δὲ λόγος σεμνότερον καὶ ἁγιώτερον ταῖς περὶ τοῦ ὄντος ἐννοίαις ἀεὶ χρώμενος, ἅμα δὲ καὶ τὸν τῶν ἀφρόνων βίον [656 M.] παιδεῦσαι γλιχόμενος ἀνθρώπῳ μὲν εἴκασεν, οὐ μέντοι τῶν ἐπὶ μέρους οὐδενί· 235 πρόσωπον διὰ τοῦτο καὶ χεῖρας καὶ βάσεις καὶ στόμα καὶ φωνὴν ὀργάς τε καὶ θυμούς, ἔτι δὲ ἀμυντήρια [255 CW] ὅπλα καὶ εἰσόδους μέντοι καὶ ἐξόδους καὶ τὰς ἄνω καὶ κάτω καὶ πανταχῇ κινήσεις περιέθηκεν, οὐ πρὸς ἀλήθειαν τὸ κεφάλαιον τοῦτο τῶν λόγων ἀναφέρων, ἀλλὰ πρὸς τὸ λυσιτελὲς τῶν μανθανόντων. 236 εἰσὶ γάρ τινες ἀμβλεῖς πάνυ τὰς φύσεις, ὡς μὴ δύνασθαι θεὸν ἄνευ σώματος ἐπινοῆσαι τὸ παράπαν· οὓς ἀμήχανον ἑτέρως ἢ τρόπον τοῦτον νουθετεῖν λέγοντας, ὅτι ὡς ἄνθρωπος ὁ θεὸς ἀφικνεῖται καὶ ἐξαναχωρεῖ καὶ κάτεισι καὶ ἀνέρχεται καὶ φωνῇ χρῆται καὶ τοῖς ἁμαρτανομένοις δυσχεραίνει καὶ ἀπαραιτήτως πρὸς τὰς ὀργὰς ἔχει καὶ βέλη μέντοι καὶ ξίφη καὶ τὰ ἄλλα ὅσα πρὸς τιμωρίας ὄργανα ἐπιτήδεια κατὰ τῶν ἀδίκων προευτρέπισται. 237 ἀγαπητὸν γάρ, ἐὰν τῷ διὰ τούτων ἐπικρεμασθέντι φόβῳ σωφρονισθῆναι δυνηθῶσι. καὶ σχεδὸν δύο εἰσὶν αὗται μόναι αἱ τῆς νομοθεσίας πάσης ὁδοί, μία μὲν ἡ πρὸς τὸ ἀληθὲς ἀπονεύουσα, δι´ ἧς κατασκευάζεται „οὐχ ὡς ἄνθρωπος ὁ θεός“ (Num. 23, 19), ἑτέρα δὲ ἡ πρὸς τὰς τῶν νωθεστέρων δόξας, ἐφ´ ὧν λέγεται· „παιδεύσει σε κύριος ὁ θεὸς, ὡς εἴ τις παιδεύσειεν ἄνθρωπος τὸν υἱὸν αὐτοῦ“ (Deut. 8, 5). (41.) 238 τί οὖν ἔτι θαυμάζομεν, εἰ ἀγγέλοις, ὁπότε καὶ ἀνθρώποις ἕνεκα τῆς τῶν δεομένων ἐπικουρίας ἀπεικάζεται; ὥσθ´ ὅταν φῇ· „ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ“ (Gen. 31, 13), τότε νόησον, ὅτι τὸν ἀγγέλου τόπον ἐπέσχεν ὅσα τῷ δοκεῖν, οὐ μεταβάλλων, πρὸς τὴν τοῦ μήπω δυναμένου τὸν ἀληθῆ θεὸν ἰδεῖν ὠφέλειαν. 239 καθάπερ γὰρ τὴν ἀνθήλιον αὐγὴν ὡς ἥλιον οἱ μὴ δυνάμενοι τὸν ἥλιον αὐτὸν ἰδεῖν ὁρῶσι καὶ τὰς περὶ σελήνην ἅλως ὡς αὐτὴν ἐκείνην, οὕτως καὶ τὴν [256 CW] τοῦ θεοῦ εἰκόνα, τὸν ἄγγελον αὐτοῦ λόγον, ὡς αὐτὸν κατανοοῦσιν. 240 οὐχ ὁρᾷς τὴν ἐγκύκλιον παιδείαν Ἄγαρ, ὅτι τῷ ἀγγέλῳ φησί· „σὺ ὁ θεὸς ὁ ἐπιδών με“ (Gen. 16, 13); οὐ γὰρ ἦν ἱκανὴ τὸ πρεσβύτατον ἰδεῖν αἴτιον, γένος οὖσα τῶν ἀπ´ Αἰγύπτου. νυνὶ δὲ ὁ νοῦς ἄρχεται βελτιούμενος τὸν ἡγεμόνα πασῶν τῶν τοιούτων δυνάμεων φαντασιοῦσθαι. 241 διὸ καὶ αὐτός φησιν· „ἐγώ εἰμι ὁ θεός“, οὗ τὴν εἰκόνα ὡς ἐμὲ πρότερον ἐθεάσω καὶ στήλην ἐπίγραμμα ἐγκολάψας ἱερώτατον ἀνέθηκας (Gen. 31, 13)· τὸ δὲ ἐπίγραμμα ἐμήνυεν, ὅτι μόνος ἕστηκα ἐγὼ (Exod. 17, 6) καὶ τὴν τῶν πάντων φύσιν ἱδρυσάμην, τὴν ἀταξίαν καὶ ἀκοσμίαν εἰς κόσμον καὶ τάξιν ἀγαγὼν καὶ τὸ πᾶν ἐπερείσας, ἵνα στηριχθῇ βεβαίως τῷ κραταιῷ καὶ ὑπάρχῳ μου [657 M.] λόγῳ. (42.) 242 στήλη γὰρ τριῶν πραγμάτων σύμβολον, στάσεως ἀναθέσεως ἐπιγράμματος. ἡ μὲν οὖν στάσις καὶ τὸ ἐπίγραμμα δεδήλωται, ἡ δὲ ἀνάθεσις ἀναγκαία μηνυθῆναι· 243 πᾶς ὁ οὐρανὸς καὶ ὁ κόσμος ἀνάθημα θεοῦ τοῦ πεποιηκότος τὸ ἀνάθημα· καὶ ὅσαι μέντοι κοσμοπολίτιδες ψυχαὶ καὶ θεοφιλεῖς, ἑαυτὰς ἀνιεροῦσιν ὑπὸ μηδενὸς ἀντισπώμεναι θνητοῦ, καθαγιάζουσαι δὲ καὶ καλλιεροῦσαι τὸν ἑαυτῶν ἄφθαρτον βίον οὐδέποτε κάμνουσι. 244 μάταιος δ´ ὅστις μὴ θεῷ στήλην ἀνατίθησιν, ἀλλ´ ἑαυτῷ, τὰ γενέσεως ἱστὰς τῆς πάντῃ σαλευομένης καὶ ἐπιγραμμάτων καὶ ἐπαίνων ἀξιῶν, ἃ ψόγου καὶ κατηγορίας μεστὰ ὄντα καλὸν ἦν ἢ μὴ γραφῆναι τὸ παράπαν ἢ γραφέντα εὐθὺς ἀπαλειφθῆναι. 245 διὸ καί φησιν ἄντικρυς ὁ ἱερὸς λόγος· „οὐ στήσεις σεαυτῷ στήλην“ (Deut. 16, 22)· ἕστηκε γὰρ τῶν ἀνθρωπίνων πρὸς ἀλήθειαν οὐδέν, κἂν διαρραγῶσί τινες ψευδόμενοι. 246 ἀλλὰ γὰρ οὐκ οἴονται μόνον παγίως ἐρηρεῖσθαι, ἀλλὰ καὶ τιμῶν ἄξιοι καὶ ἐπιγραμμάτων εἶναι, τοῦ μόνου τιμῆς ἀξίου καὶ ἑστῶτος ὄντως ἐπιλελησμένοι. [257 CW] ἀποκλίναντας γὰρ αὐτοὺς καὶ ἐκτραπομένους τὴν ἐπ´ ἀρετὴν ἄγουσαν ὁδὸν ἔτι μᾶλλον ἐξέτρεψεν αἴσθησις, ἡ σύμφυτος αὐτῶν γυνή, καὶ ἠνάγκασεν ἐξοκεῖλαι. 247 τοιγάρτοι περικαταχθεῖσα ὡς ναῦς ἡ ὅλη ψυχὴ τρόπον στήλης ἀνετέθη. τὴν γὰρ Λὼτ γυναῖκα ἐπιστραφεῖσαν εἰς τοὐπίσω φασὶν οἱ χρησμοὶ γενέσθαι στήλην ἁλός (Gen. 19, 26), εἰκότως γε καὶ προσηκόντως· 248 εἰ γάρ τις μὴ τὰ πρόσω, τὰ θέας καὶ ἀκοῆς ἄξια, διορᾷ – ταῦτα δ´ εἰσὶν ἀρεταὶ καὶ τὰ κατὰ ἀρετὰς ἔργα –, περιβλέπεται δὲ τὰ ὀπίσω καὶ τὰ νώτια, κωφὴν δόξαν καὶ τυφλὸν πλοῦτον καὶ ἀναίσθητον εὐσαρκίαν καὶ νοῦ κενὴν εὐμορφίαν καὶ ὅσα συγγενῆ τούτοις μεταδιώκων, ἄψυχος ἀνακείσεται στήλη περὶ ἑαυτὴν καταρρυεῖσα· οἱ γὰρ ἅλες οὐ βέβαιον.
(43.) 249 Παγκάλως οὖν ὁ ἀσκητὴς μελέτῃ συνεχεῖ μαθών, ὅτι γένεσις κινητὸν ἐξ ἑαυτῆς, τὸ δὲ ἀγένητον ἄτρεπτόν τε καὶ ἀκίνητον, ἀνίστησι τῷ θεῷ στήλην καὶ ἀναστήσας ἀλείφει· λέγεται γάρ· „ἤλειψάς μοι στήλην“ (Gen. 31, 13). 250 ἀλλὰ μὴ νομίσῃς ἐλαίῳ λίθον ἀλείφεσθαι, ἀλλὰ τὸ περὶ τοῦ μόνον ἑστάναι τὸν θεὸν ἐν ψυχῇ δόγμα γυμνάζεσθαι καὶ συνασκεῖσθαι πρὸς ἀλειπτικῆς ἐπιστήμης, οὐχ ᾗ τὰ σώματα πιαίνεται, ἀλλ´ ὑφ´ ἧς διάνοια ἰσχὺν κτᾶται καὶ ῥώμην ἀνανταγώνιστον. 251 φίλαθλος γὰρ καὶ φιλογυμναστὴς ὁ πρὸς τὴν τῶν καλῶν ἐπιτηδευμάτων ὡρμημένος [658 M.] θήραν· ὥστ´ εἰκότως τὴν ἀδελφὴν ἰατρικῆς [258 CW] τέχνης ἀλειπτικὴν ἐκπονήσας, πάντας τοὺς περὶ ἀρετῆς καὶ εὐσεβείας ἀλείψας καὶ συγκροτήσας λόγους, ἀνάθημα κάλλιστον καὶ ἐχυρώτατον ἀναθήσει θεῷ. 252 διὸ καὶ μετὰ τὴν τῆς στήλης ἀνάθεσίν φησιν, ὅτι „ηὔξω μοι εὐχήν“ (ibid.). εὐχὴ δέ ἐστι κυρίως εἰπεῖν ἀνάθεσις, ὁπότε μὴ μόνον τὰ ἑαυτοῦ κτήματα, ἀλλὰ καὶ τὸν κεκτημένον ἑαυτὸν ἀποδιδοὺς διδόναι λέγεται θεῷ δῶρον. 253 „ἅγιος“ γάρ φησιν „ἐστὶν ὁ τρέφων κόμην τρίχα κεφαλῆς“ (Num. 6, 5) εὐξάμενος· εἰ δὲ ἅγιος, ἀνάθημα πάντως, μηδενὸς ἔτ´ ἀνιέρου καὶ βεβήλου προσαπτόμενος. 254 ἐγγυᾶται δέ μου τὸν λόγον ἡ προφῆτις καὶ προφητοτόκος Ἄννα, ἧς μεταληφθὲν τοὔνομα καλεῖται χάρις. τὸν γὰρ υἱὸν διδόναι φησὶ τῷ ἁγίῳ δῶρον Σαμουήλ (I Reg. 1, 28), οὐκ ἄνθρωπον μᾶλλον, ἀλλὰ τρόπον ἐνθουσιῶντα καὶ κατεχόμενον ἐκ μανίας θεοφορήτου. Σαμουὴλ δὲ ἑρμηνεύεται τεταγμένος θεῷ. 255 τί οὖν ἔτι, ψυχή, ματαιάζεις καὶ κενὰ πονεῖς, ἀλλ´ οὐ φοιτᾷς πρὸς τὸν ἀσκητήν, τὰ κατὰ τοῦ πάθους καὶ τῆς κενῆς δόξης ἀναλαβεῖν ὅπλα καὶ παλαίσματα μαθησομένη; τάχα γὰρ μαθοῦσα ἀγελαρχήσεις, οὐκ ἀσήμου καὶ ἀλόγου καὶ ἀναγώγου, δοκίμου δὲ καὶ λογικῆς καὶ ποικίλης ἀγέλης· 256 ἧς εἰ γένοιο ἡγεμών, τὸ μὲν οἰκτρὸν ἀνθρώπων γένος ὀλοφυρῇ, τὸ δὲ θεῖον οὐ παύσῃ προστρεπομένη, τὸν δὲ θεὸν οὐκ ἐπιλείψεις εὐδαιμονίζουσα, ἀλλὰ καὶ ὕμνους ἱεροπρεπεῖς στήλαις ἐγχαράξεις, ἵνα μὴ μόνον λέγῃς εὐτρόχως, ἀλλὰ καὶ ᾄδῃς μουσικῶς τὰς τοῦ ὄντος ἀρετάς. οὕτως γὰρ δυνήσῃ καὶ εἰς τὸν πατρῷον οἶκον ἐπανελθεῖν, τὴν ἐπὶ τῆς ξένης μακρὰν καὶ ἀνήνυτον ζάλην ἐκφυγοῦσα.