Μετάβαση στο περιεχόμενο

Περί του βίου Μωυσέως/λόγος δευτέρος

Από Βικιθήκη
Περί του βίου Μωυσέως (λόγος δευτέρος)
Συγγραφέας:


Philonis Alexandrini Opera quae supersunt ediderunt Leopoldus Cohn et Paulus Wendland

Vol. IV, p. 200-268

ΠΕΡΙ ΤΟΥ ΒΙΟΥ ΜΩΥΣΕΩΣ

(ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ)

De vita Mosis

[134 M.] [200 CW] (1.) 1 Ἡ μὲν προτέρα σύνταξίς ἐστι περὶ γενέσεως τῆς Μωυσέως καὶ τροφῆς, ἔτι δὲ παιδείας καὶ ἀρχῆς, ἣν οὐ μόνον ἀνεπιλήπτως ἀλλὰ καὶ σφόδρα ἐπαινετῶς ἦρξε, καὶ τῶν ἔν τε Αἰγύπτῳ καὶ ταῖς ὁδοιπορίαις ἐπί τε τῆς ἐρυθρᾶς θαλάσσης καὶ κατὰ τὴν ἐρήμην πεπραγμένων, ἃ δύναμιν πᾶσαν λόγων ὑπερβάλλει, καὶ προσέτι πόνων οὓς κατώρθωσε καὶ κληρουχιῶν ἃς ἐκ μέρους ἀπένειμε τοῖς στρατευσαμένοις· ἣν δὲ νυνὶ συντάττομεν, περὶ τῶν ἑπομένων καὶ ἀκολούθων. 2 φασὶ γάρ τινες οὐκ ἀπὸ σκοποῦ, μόνως ἂν οὕτω τὰς πόλεις ἐπιδοῦναι πρὸς τὸ βέλτιον, ἐὰν 〈ἢ〉 οἱ βασιλεῖς φιλοσοφήσωσιν ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν. Ὁ δ´ ἐκ περιττοῦ φανεῖται μὴ μόνον ταύτας ἐπιδεδειγμένος τὰς δυνάμεις ἐν ταὐτῷ, τήν τε βασιλικὴν καὶ φιλόσοφον, ἀλλὰ καὶ τρεῖς ἑτέρας, ὧν ἡ μὲν πραγματεύεται περὶ νομοθεσίαν, ἡ [135 M.] δὲ περὶ ἀρχιερωσύνην, ἡ δὲ τελευταία περὶ προφητείαν. 3 περὶ ὧν νυνὶ λέγειν εἱλόμην ἀναγκαίως [201 CW] ὑπολαβὼν τῷ αὐτῷ πάντ´ ἐφαρμόττειν· ἐγένετο γὰρ προνοίᾳ θεοῦ βασιλεύς τε καὶ νομοθέτης καὶ ἀρχιερεὺς καὶ προφήτης καὶ ἐν ἑκάστῳ τὰ πρωτεῖα ἠνέγκατο· διὰ τί δὲ τῷ αὐτῷ πάντ´ ἐφαρμόττει, δηλωτέον. 4 βασιλεῖ προσήκει προστάττειν ἃ χρὴ καὶ ἀπαγορεύειν ἃ μὴ χρή· πρόσταξις δὲ τῶν πρακτέων καὶ ἀπαγόρευσις τῶν οὐ πρακτέων ἴδιον νόμου, ὡς εὐθὺς εἶναι τὸν μὲν βασιλέα νόμον ἔμψυχον, τὸν δὲ νόμον βασιλέα δίκαιον. 5 βασιλεὺς δὲ καὶ νομοθέτης ὀφείλει μὴ τἀνθρώπεια μόνον ἀλλὰ καὶ τὰ θεῖα συνεπισκοπεῖν· οὐ γὰρ ἄνευ θείας ἐπιφροσύνης κατορθοῦται τὰ βασιλέων καὶ ὑπηκόων πράγματα· δι´ ἣν αἰτίαν ἐδέησε τῷ τοιούτῳ τῆς πρώτης ἱερωσύνης, ἵν´ ἐπὶ τελείοις ἱεροῖς καὶ ἐπιστήμῃ τελείᾳ τῆς τοῦ θεοῦ θεραπείας ἀποτροπὴν μὲν κακῶν μετουσίαν δ´ ἀγαθῶν αὑτῷ τε καὶ τοῖς ἀρχομένοις αἰτῆται παρὰ τοῦ ἵλεω καὶ ταῖς εὐχαῖς συνεπινεύοντος· πῶς γὰρ οὐ τελεσφορήσει τὰς εὐχὰς ὁ καὶ ἐκ φύσεως εὐμενὴς καὶ τοὺς γνησίως θεραπεύοντας αὐτὸν προνομίας ἀξιῶν; 6 ἀλλ´ ἐπειδὴ μυρία καὶ βασιλεῖ καὶ νομοθέτῃ καὶ ἀρχιερεῖ τῶν ἀνθρωπείων καὶ θείων ἄδηλα – γενητὸς γὰρ οὐδὲν ἧττον καὶ θνητός ἐστιν, εἰ καὶ τοσοῦτον καὶ οὕτως ἄφθονον περιβέβληται κλῆρον εὐπραγιῶν –, ἀναγκαίως καὶ προφητείας ἔτυχεν, ἵν´ ὅσα μὴ λογισμῷ δύναται καταλαμβάνειν, ταῦτα προνοίᾳ θεοῦ εὕροι· ὧν γὰρ ὁ νοῦς ἀπολείπεται, πρὸς ταῦθ´ ἡ προφητεία φθάνει. 7 καλή γε ἡ συζυγία καὶ παναρμόνιος τῶν τεττάρων δυνάμεων· ἐμπλεκόμεναι γὰρ καὶ ἀλλήλων ἐχόμεναι [202 CW] συγχορεύουσι τὰς ὠφελείας ἀντιλαμβάνουσαί τε καὶ ἀντεκτίνουσαι, μιμούμεναι τὰς παρθένους Χάριτας, αἷς μὴ διαζεύγνυσθαι νόμος φύσεως ἀκίνητος· ἐφ´ ὧν δεόντως εἴποι τις ἄν, ὃ καὶ ἐπὶ τῶν ἀρετῶν εἴωθε λέγεσθαι, ὅτι ὁ μίαν ἔχων καὶ πάσας ἔχει.
(2.) 8 Ῥητέον δὲ πρῶτον περὶ τῶν κατὰ τὴν νομοθετικὴν ἕξιν. Οὐκ ἀγνοῶ μὲν οὖν, ὅτι τῷ μέλλοντι ἀρίστῳ γενήσεσθαι νομοθέτῃ προσήκει παντελέσι καὶ ὁλοκλήροις κεχρῆσθαι ταῖς ἀρεταῖς πάσαις· ἐπεὶ δὲ κἀν ταῖς οἰκίαις οἱ μὲν ἐγγυτάτω γένους εἰσίν, οἱ δὲ πόρρω, συγγενεῖς δὲ πάντες ἀλλήλων, καὶ τῶν ἀρετῶν τὰς μὲν προσπεφυκέναι νομιστέον μᾶλλον ἐνίοις πράγμασι, τὰς δ´ ἧττον ᾠκειῶσθαι. [136 M.] 9 νομοθετικῇ δ´ ἀδελφὰ καὶ συγγενῆ τέτταρα ταυτὶ διαφερόντως ἐστί· τὸ φιλάνθρωπον, τὸ φιλοδίκαιον, τὸ φιλάγαθον, τὸ μισοπόνηρον· ὑπὸ γὰρ τούτων ἑκάστου παρακαλεῖται πᾶς, ὅτῳ ζῆλος εἰσέρχεται τοῦ νομοθετεῖν, φιλανθρωπίας μὲν εἰς μέσον προτιθέναι τὰς κοινωφελεῖς γνώμας ἀναδιδασκούσης, δικαιοσύνης δὲ ὡς ἰσότητα τιμητέον καὶ ὡς τὸ κατ´ ἀξίαν ἀπονεμητέον ἑκάστοις, φιλαγαθίας δ´ ἀποδέχεσθαι τὰ φύσει καλὰ καὶ παρέχειν ἅπασι τοῖς ἀξίοις ἀταμίευτα πρὸς ἀφθονωτάτην χρῆσιν, μισοπονηρίας δὲ προβεβλῆσθαι τοὺς ἀτιμάζοντας ἀρετὴν καὶ ὡς κοινοὺς δυσμενεῖς τοῦ τῶν ἀνθρώπων γένους ὑποβλέπεσθαι. 10 μέγα μὲν οὖν, εἴ τῳ καὶ ἕν τι τῶν λεχθέντων λαβεῖν ἐγένετο, θαυμαστὸν δ´ ὡς ἔοικε τούτων ἀθρόων περιδράξασθαι δυνηθῆναι, οὗ μόνος Μωυσῆς ἐφικέσθαι δοκεῖ τρανώσας εὖ μάλα τὰς εἰρημένας ἀρετὰς ἐν οἷς διετάξατο. [203 CW] 11 συνίσασι δ´ οἱ ταῖς ἱεραῖς βίβλοις ἐντυγχάνοντες, ἃς οὐκ ἄν, εἰ μὴ τοιοῦτος ἐπεφύκει, συνέγραψεν ὑφηγησαμένου θεοῦ καὶ παρέδωκε τοῖς ἀξίοις χρῆσθαι, κτημάτων τὸ κάλλιστον, τῶν ἀγαλματοφορουμένων ἐν τῇ ψυχῇ παραδειγμάτων ἀπεικονίσματα καὶ μιμήματα, ἃ καὶ οἱ δηλωθέντες νόμοι γεγόνασι σαφέστατα τὰς λεχθείσας ἐμφαίνοντες ἀρετάς.
(3.) 12 Ὅτι δ´ αὐτός τε νομοθετῶν ἄριστος τῶν πανταχοῦ πάντων, ὅσοι παρ´ Ἕλλησιν ἢ βαρβάροις ἐγένοντο, καὶ οἱ νόμοι κάλλιστοι καὶ ὡς ἀληθῶς θεῖοι μηδὲν ὧν χρὴ παραλιπόντες, ἐναργεστάτη πίστις ἥδε· 13 τὰ μὲν τῶν ἄλλων νόμιμα εἴ τις ἐπίοι τῷ λογισμῷ, διὰ μυρίας προφάσεις εὑρήσει κεκινημένα, πολέμοις ἢ τυραννίσιν ἤ τισιν ἄλλοις ἀβουλήτοις, ἃ νεωτερισμῷ τύχης κατασκήπτει· πολλάκις δὲ καὶ τρυφὴ πλεονάσασα χορηγίαις καὶ περιουσίαις ἀφθόνοις καθεῖλε νόμους, „τὰ λίαν ἀγαθὰ“ τῶν πολλῶν φέρειν οὐ δυναμένων, ἀλλὰ διὰ κόρον ἐξυβριζόντων· ὕβρις δ´ ἀντίπαλον νόμῳ. 14 τὰ δὲ τούτου μόνου βέβαια, ἀσάλευτα, ἀκράδαντα, καθάπερ σφραγῖσι φύσεως αὐτῆς σεσημασμένα, μένει παγίως ἀφ´ ἧς ἡμέρας ἐγράφη μέχρι νῦν καὶ πρὸς τὸν ἔπειτα πάντα διαμενεῖν ἐλπὶς αὐτὰ αἰῶνα ὥσπερ ἀθάνατα, ἕως ἂν ἥλιος καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος ᾖ. 15 τοσαύταις γοῦν χρησαμένου τοῦ ἔθνους μεταβολαῖς [204 CW] κατά τε εὐπραγίας καὶ τοὐναντίον, οὐδὲν ἀλλ´ οὐδὲ τὸ μικρότατον τῶν [137 M.] διατεταγμένων ἐκινήθη, πάντων ὡς ἔοικε τὸ σεμνὸν καὶ θεοπρεπὲς αὐτῶν ἐκτετιμηκότων. 16 ἃ δὲ μὴ λιμὸς ἢ λοιμὸς ἢ πόλεμος ἢ βασιλεὺς ἢ τύραννος ἢ ψυχῆς ἢ σώματος ἢ παθῶν ἢ κακιῶν ἐπανάστασις ἤ τι ἄλλο θεήλατον ἢ ἀνθρώπειον κακὸν ἔλυσε, πῶς οὐ περιμάχητα καὶ παντὸς λόγου κρείττονα καθέστηκεν; (4.) 17 ἀλλ´ οὔπω τοῦτο θαυμαστόν, καίτοι μέγα καθ´ αὑτὸ δεόντως ἂν νομισθέν, τὸ ἐξ ἅπαντος τοῦ χρόνου πεφυλάχθαι τοὺς νόμους ἐν βεβαίῳ· ἀλλ´ ἐκεῖνο θαυμασιώτερον, ὡς ἔοικε, τὸ μὴ μόνον Ἰουδαίους ἀλλὰ καὶ τοὺς ἄλλους σχεδὸν ἅπαντας καὶ μάλιστα οἷς ἀρετῆς πλείων λόγος πρὸς τὴν ἀποδοχὴν αὐτῶν καὶ τιμὴν ὡσιῶσθαι· γέρας γὰρ τοῦτ´ ἔλαχον ἐξαίρετον, ὃ μηδενὶ πρόσεστιν ἑτέρῳ. 18 σημεῖον δέ· τῶν κατὰ τὴν Ἑλλάδα καὶ βάρβαρον, ὡς ἔπος εἰπεῖν, οὐδεμία πόλις ἐστίν, ἣ τὰ ἑτέρας νόμιμα τιμᾷ, μόλις δὲ καὶ τῶν αὑτῆς εἰς ἀεὶ περιέχεται, πρὸς τὰς τῶν καιρῶν καὶ τῶν πραγμάτων μεθαρμοζομένη τροπάς. 19 Ἀθηναῖοι τὰ Λακεδαιμονίων ἔθη καὶ νόμιμα προβέβληνται καὶ Λακεδαιμόνιοι τὰ Ἀθηναίων· ἀλλ´ οὐδὲ κατὰ τὴν βάρβαρον Αἰγύπτιοι τοὺς Σκυθῶν νόμους φυλάττουσιν ἢ Σκύθαι τοὺς Αἰγυπτίων ἢ συνελόντι φράσαι τοὺς τῶν κατ´ Εὐρώπην οἱ τὴν Ἀσίαν οἰκοῦντες ἢ τοὺς τῶν Ἀσιανῶν ἐθνῶν οἱ ἐν Εὐρώπῃ· ἀλλὰ σχεδὸν οἱ ἀφ´ ἡλίου ἀνιόντος ἄχρι δυομένου, πᾶσα χώρα καὶ ἔθνος καὶ πόλις, τῶν ξενικῶν νομίμων ἀλλοτριοῦνται καὶ οἴονται τὴν τῶν οἰκείων ἀποδοχήν, εἰ τὰ παρὰ τοῖς ἄλλοις ἀτιμάζοιεν, συναυξήσειν. 20 ἀλλ´ οὐχ ὧδ´ ἔχει τὰ ἡμέτερα· πάντας γὰρ ἐπάγεται καὶ συνεπιστρέφει, βαρβάρους, [205 CW] Ἕλληνας, ἠπειρώτας, νησιώτας, ἔθνη τὰ ἑῷα, τὰ ἑσπέρια, Εὐρώπην, Ἀσίαν, ἅπασαν τὴν οἰκουμένην ἀπὸ περάτων ἐπὶ πέρατα. 21 τίς γὰρ τὴν ἱερὰν ἐκείνην ἑβδόμην οὐκ ἐκτετίμηκεν, ἄνεσιν πόνων καὶ ῥᾳστώνην αὑτῷ τε καὶ τοῖς πλησιάζουσιν, οὐκ ἐλευθέροις μόνον ἀλλὰ καὶ δούλοις, μᾶλλον δὲ καὶ ὑποζυγίοις διδούς; 22 φθάνει γὰρ ἡ ἐκεχειρία καὶ πρὸς πᾶσαν ἀγέλην καὶ ὅσα πρὸς ὑπηρεσίαν γέγονεν ἀνθρώπου καθάπερ δοῦλα θεραπεύοντα τὸν φύσει δεσπότην, φθάνει καὶ πρὸς δένδρων καὶ φυτῶν ἅπασαν ἰδέαν· οὐ γὰρ ἔρνος, οὐ κλάδον, ἀλλ´ οὐδὲ πέταλον ἐφεῖται τεμεῖν ἢ καρπὸν ὁντινοῦν δρέψασθαι, πάντων διαφειμένων κατ´ ἐκείνην [138 M.] τὴν ἡμέραν καὶ ὥσπερ ἐλευθερίαν ἀγόντων, κοινῷ κηρύγματι μηδενὸς ἐπιψαύοντος. 23 τίς δὲ τὴν λεγομένην νηστείαν οὐ τέθηπε καὶ προσκυνεῖ δι´ ἔτους ἀγομένην τῆς ἱερομηνίας αὐστηρότερον καὶ σεμνότερον τρόπον; ἐν ᾗ μὲν γὰρ πολὺς ἄκρατος καὶ τράπεζαι πολυτελεῖς καὶ ὅσα περὶ ἐδωδὴν καὶ πόσιν ἄφθονα πάντα, δι´ ὧν αἱ ἀκόρεστοι γαστρὸς ἡδοναὶ συναύξονται προσαναρρηγνῦσαι καὶ τὰς ὑπογαστρίους ἐπιθυμίας· 24 ἐν ᾗ δ´ οὐ σιτίον, οὐ ποτὸν ἔξεστι προσενέγκασθαι, καθαραῖς ὅπως διανοίαις, μηδενὸς ἐνοχλοῦντος μηδ´ ἐμποδίζοντος σωματικοῦ πάθους, ὁποῖα φιλεῖ συμβαίνειν ἐκ πλησμονῆς, ἑορτάζωσιν ἱλασκόμενοι τὸν πατέρα τοῦ παντὸς αἰσίοις εὐχαῖς, δι´ ὧν ἀμνηστίαν μὲν παλαιῶν ἁμαρτημάτων, κτῆσιν δὲ καὶ ἀπόλαυσιν νέων ἀγαθῶν εἰώθασιν αἰτεῖσθαι.
[206 CW] (5.) 25 Τὸ δὲ τῆς νομοθεσίας ἱεροπρεπὲς ὡς οὐ παρ´ Ἰουδαίοις μόνον ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς ἄλλοις τεθαύμασται, δῆλον ἔκ τε τῶν εἰρημένων ἤδη κἀκ τῶν μελλόντων λέγεσθαι. 26 τὸ παλαιὸν ἐγράφησαν οἱ νόμοι γλώσσῃ Χαλδαϊκῇ καὶ μέχρι πολλοῦ διέμειναν ἐν ὁμοίῳ τὴν διάλεκτον οὐ μεταβάλλοντες, ἕως μήπω τὸ κάλλος εἰς τοὺς ἄλλους ἀνθρώπους ἀνέφηναν αὑτῶν. 27 ἐπεὶ δὲ ἐκ τῆς καθ´ ἑκάστην ἡμέραν συνεχοῦς μελέτης καὶ ἀσκήσεως τῶν χρωμένων αἴσθησις ἐγένετο καὶ ἑτέροις καὶ τὸ κλέος ἐφοίτα πανταχόσε – τὰ γὰρ καλὰ κἂν φθόνῳ πρὸς ὀλίγον ἐπισκιασθῇ χρόνον, ἐπὶ καιρῶν αὖθις ἀναλάμπει φύσεως εὐμενείᾳ –, δεινὸν ἡγησάμενοί τινες, εἰ οἱ νόμοι παρὰ τῷ ἡμίσει τμήματι τοῦ γένους ἀνθρώπων ἐξετασθήσονται μόνῳ τῷ βαρβαρικῷ, τὸ δ´ Ἑλληνικὸν εἰς ἅπαν ἀμοιρήσει, πρὸς ἑρμηνείαν τὴν τούτων ἐτράποντο. 28 τὸ δ´ ἔργον ἐπεὶ καὶ μέγα ἦν καὶ κοινωφελές, οὐκ ἰδιώταις οὐδ´ ἄρχουσιν, ὧν πολὺς ἀριθμός, ἀλλὰ βασιλεῦσι καὶ βασιλέων ἀνετέθη τῷ δοκιμωτάτῳ. 29 Πτολεμαῖος ὁ Φιλάδελφος ἐπικληθεὶς τρίτος μὲν ἦν ἀπ´ Ἀλεξάνδρου τοῦ τὴν Αἴγυπτον παραλαβόντος, ἀρεταῖς δὲ ταῖς ἐν ἡγεμονίᾳ πάντων, οὐχὶ τῶν καθ´ αὑτὸν μόνον, [139 M.] ἀλλὰ καὶ τῶν πάλαι πώποτε γεγενημένων ἄριστος, οὗ καὶ μέχρι νῦν τοσαύταις ὕστερον γενεαῖς ᾄδεται τὸ κλέος πολλὰ δείγματα καὶ μνημεῖα τῆς μεγαλοφροσύνης κατὰ πόλεις καὶ χώρας ἀπολιπόντος, ὡς ἤδη καὶ ἐν παροιμίας εἴδει τὰς ὑπερόγκους φιλοτιμίας [207 CW] καὶ μεγάλας κατασκευὰς Φιλαδελφείους ἀπ´ ἐκείνου καλεῖσθαι. 30 συνόλως μὲν οὖν ἡ τῶν Πτολεμαίων οἰκία διαφερόντως παρὰ τὰς ἄλλας βασιλείας ἤκμασεν, ἐν δὲ τοῖς Πτολεμαίοις ὁ Φιλάδελφος· ὅσα γὰρ εἷς ἔδρασεν οὗτος ἐπαινετά, μόλις ἐκεῖνοι πάντες ἀθρόοι διεπράξαντο, γενόμενος καθάπερ ἐν ζῴῳ τὸ ἡγεμονεῦον κεφαλὴ τρόπον τινὰ τῶν βασιλέων. (6.) 31 ὁ δὴ τοιοῦτος ζῆλον καὶ πόθον λαβὼν τῆς νομοθεσίας ἡμῶν εἰς Ἑλλάδα γλῶτταν τὴν Χαλδαϊκὴν μεθαρμόζεσθαι διενοεῖτο καὶ πρέσβεις εὐθὺς ἐξέπεμπε πρὸς τὸν τῆς Ἰουδαίας ἀρχιερέα καὶ βασιλέα – ὁ γὰρ αὐτὸς ἦν – τό τε βούλημα δηλῶν καὶ προτρέπων ἀριστίνδην ἑλέσθαι τοὺς τὸν νόμον διερμηνεύσοντας. 32 ὁ δ´ οἷα εἰκὸς ἡσθεὶς καὶ νομίσας οὐκ ἄνευ θείας ἐπιφροσύνης περὶ τὸ τοιοῦτον ἔργον ἐσπουδακέναι τὸν βασιλέα, σκεψάμενος τοὺς παρ´ αὑτῷ δοκιμωτάτους Ἑβραίων, οἳ πρὸς τῇ πατρίῳ καὶ τὴν Ἑλληνικὴν ἐπεπαίδευντο παιδείαν, ἄσμενος ἀποστέλλει. 33 ὡς δ´ ἧκον, ἐπὶ ξενίαν κληθέντες λόγοις ἀστείοις καὶ σπουδαίοις τὸν ἑστιάτορα εὐώχουν ἀντεφεστιῶντες· ὁ μὲν γὰρ ἀπεπειρᾶτο τῆς ἑκάστου σοφίας καινὰς ἀλλ´ οὐ τὰς ἐν ἔθει ζητήσεις προτείνων, οἱ δ´ εὐστόχως καὶ εὐθυβόλως, οὐκ ἐπιτρέποντος μακρηγορεῖν τοῦ καιροῦ, καθάπερ ἀποφθεγγόμενοι τὰ προταθέντα διελύοντο. 34 δοκιμασθέντες δ´ εὐθὺς ἤρξαντο τὰ τῆς καλῆς πρεσβείας ἀποτελεῖν καὶ λογισάμενοι παρ´ αὑτοῖς, ὅσον εἴη τὸ πρᾶγμα θεσπισθέντας νόμους χρησμοῖς διερμηνεύειν, μήτ´ [208 CW] ἀφελεῖν τι μήτε προσθεῖναι ἢ μεταθεῖναι δυναμένους, ἀλλὰ τὴν ἐξ ἀρχῆς ἰδέαν καὶ τὸν τύπον αὐτῶν διαφυλάττοντας, ἐσκόπουν τὸ καθαρώτατον τῶν περὶ τὸν τόπον χωρίων ἔξω πόλεως· τὰ γὰρ ἐντὸς τείχους ἅτε παντοδαπῶν πεπληθότα ζῴων διὰ νόσους καὶ τελευτὰς καὶ τὰς ὑγιαινόντων οὐκ εὐαγεῖς πράξεις ἦν ὕποπτα. 35 νῆσος ἡ Φάρος πρόκειται τῆς Ἀλεξανδρείας, ἧς αὐχὴν ὑποταίνιος τέταται πρὸς τὴν πόλιν περικλειόμενος [140 M.] οὐκ ἀγχιβαθεῖ τὰ δὲ πολλὰ τεναγώδει θαλάττῃ, ὡς καὶ τῆς τῶν κυμάτων φορᾶς τὸν πολὺν ἦχον καὶ πάταγον ἐκ πάνυ μακροῦ διαστήματος προεκλύεσθαι. 36 τοῦτον ἐξ ἁπάντων τῶν ἐν κύκλῳ κρίναντες ἐπιτηδειότατον εἶναι τὸν τόπον ἐνησυχάσαι καὶ ἐνηρεμῆσαι καὶ μόνῃ τῇ ψυχῇ πρὸς μόνους ὁμιλῆσαι τοὺς νόμους, ἐνταυθοῖ κατέμειναν καὶ τὰς ἱερὰς βίβλους λαβόντες ἀνατείνουσιν ἅμ´ αὐταῖς καὶ τὰς χεῖρας εἰς οὐρανόν, αἰτούμενοι τὸν θεὸν μὴ διαμαρτεῖν τῆς προθέσεως· ὁ δ´ ἐπινεύει ταῖς εὐχαῖς, ἵνα τὸ πλεῖστον ἢ καὶ τὸ σύμπαν γένος ἀνθρώπων ὠφεληθῇ χρησόμενον εἰς ἐπανόρθωσιν βίου φιλοσόφοις καὶ παγκάλοις Διατάγμασι. (7.) 37 καθίσαντες δ´ ἐν ἀποκρύφῳ καὶ μηδενὸς παρόντος ὅτι μὴ τῶν τῆς φύσεως μερῶν, γῆς ὕδατος ἀέρος οὐρανοῦ, περὶ ὧν πρῶτον τῆς γενέσεως ἔμελλον ἱεροφαντήσειν – κοσμοποιία γὰρ ἡ τῶν νόμων ἐστὶν ἀρχή –, καθάπερ ἐνθουσιῶντες προεφήτευον οὐκ ἄλλα ἄλλοι, τὰ δ´ αὐτὰ πάντες ὀνόματα καὶ ῥήματα, ὥσπερ ὑποβολέως ἑκάστοις ἀοράτως ἐνηχοῦντος. 38 καίτοι τίς οὐκ οἶδεν, ὅτι πᾶσα μὲν [209 CW] διάλεκτος, ἡ δ´ Ἑλληνικὴ διαφερόντως, ὀνομάτων πλουτεῖ, καὶ ταὐτὸν ἐνθύμημα οἷόν τε μεταφράζοντα καὶ παραφράζοντα σχηματίσαι πολλαχῶς, ἄλλοτε ἄλλας ἐφαρμόζοντα λέξεις; ὅπερ ἐπὶ ταύτης τῆς νομοθεσίας οὔ φασι συμβῆναι, συνενεχθῆναι δ´ εἰς ταὐτὸν κύρια κυρίοις ὀνόμασι, τὰ Ἑλληνικὰ τοῖς Χαλδαϊκοῖς, ἐναρμοσθέντα εὖ μάλα τοῖς δηλουμένοις πράγμασιν. 39 ὃν γὰρ τρόπον, οἶμαι, ἐν γεωμετρίᾳ καὶ διαλεκτικῇ τὰ σημαινόμενα ποικιλίαν ἑρμηνείας οὐκ ἀνέχεται, μένει δ´ ἀμετάβλητος ἡ ἐξ ἀρχῆς τεθεῖσα, τὸν αὐτὸν ὡς ἔοικε τρόπον καὶ οὗτοι συντρέχοντα τοῖς πράγμασιν ὀνόματα ἐξεῦρον, ἅπερ δὴ μόνα ἢ μάλιστα τρανώσειν ἔμελλεν ἐμφαντικῶς τὰ δηλούμενα. 40 σαφεστάτη δὲ τοῦδε πίστις· ἐάν τε Χαλδαῖοι τὴν Ἑλληνικὴν γλῶτταν ἐάν τε Ἕλληνες τὴν Χαλδαίων ἀναδιδαχθῶσι καὶ ἀμφοτέραις ταῖς γραφαῖς ἐντύχωσι, τῇ τε Χαλδαϊκῇ καὶ τῇ ἑρμηνευθείσῃ, καθάπερ ἀδελφὰς μᾶλλον δ´ ὡς μίαν καὶ τὴν αὐτὴν ἔν τε τοῖς πράγμασι καὶ τοῖς ὀνόμασι τεθήπασι καὶ προσκυνοῦσιν, οὐχ ἑρμηνέας ἐκείνους ἀλλ´ ἱεροφάντας καὶ προφήτας προσαγορεύοντες, οἷς ἐξεγένετο συνδραμεῖν λογισμοῖς εἱλικρινέσι τῷ Μωυσέως καθαρωτάτῳ πνεύματι. 41 διὸ καὶ μέχρι νῦν ἀνὰ πᾶν ἔτος ἑορτὴ καὶ πανήγυρις ἄγεται κατὰ τὴν Φάρον νῆσον, εἰς ἣν οὐκ Ἰουδαῖοι μόνον ἀλλὰ καὶ παμπληθεῖς ἕτεροι διαπλέουσι τό τε [141 M.] χωρίον σεμνυνοῦντες, ἐν ᾧ πρῶτον τὰ τῆς ἑρμηνείας ἐξέλαμψε, καὶ παλαιᾶς ἕνεκεν εὐεργεσίας ἀεὶ νεαζούσης εὐχαριστήσοντες τῷ θεῷ. 42 μετὰ δὲ τὰς εὐχὰς καὶ τὰς εὐχαριστίας οἱ μὲν πηξάμενοι σκηνὰς ἐπὶ τῶν αἰγιαλῶν οἱ δ´ ἐπὶ τῆς αἰγιαλίτιδος ψάμμου κατακλινέντες ἐν [210 CW] ὑπαίθρῳ μετ´ οἰκείων καὶ φίλων ἑστιῶνται, πολυτελεστέραν τῆς ἐν βασιλείοις κατασκευῆς τότε τὴν ἀκτὴν νομίζοντες. 43 οὕτω μὲν οἱ νόμοι ζηλωτοὶ καὶ περιμάχητοι πᾶσιν ἰδιώταις τε καὶ ἡγεμόσιν ἐπιδείκνυνται, καὶ ταῦτ´ ἐκ πολλῶν χρόνων τοῦ ἔθνους οὐκ εὐτυχοῦντος – τὰ δὲ τῶν μὴ ἐν ἀκμαῖς πέφυκέ πως ἐπισκιάζεσθαι –· 44 εἰ δὲ γένοιτό τις ἀφορμὴ πρὸς τὸ λαμπρότερον, πόσην εἰκὸς ἐπίδοσιν γενήσεσθαι; καταλιπόντας ἂν οἶμαι τὰ ἴδια καὶ πολλὰ χαίρειν φράσαντας τοῖς πατρίοις ἑκάστους μεταβαλεῖν ἐπὶ τὴν τούτων μόνων τιμήν· εὐτυχίᾳ γὰρ τοῦ ἔθνους οἱ νόμοι συναναλάμψαντες ἀμαυρώσουσι τοὺς ἄλλους καθάπερ ἀνατείλας ἥλιος τοὺς ἀστέρας.
(8.) 45 Ἀπόχρη μὲν οὖν καὶ τὰ λεχθέντα πολὺς ἔπαινος εἶναι τοῦ νομοθέτου. Πλείων δ´ ἐστὶν ἕτερος, ὃν αὐταὶ περιέχουσιν αἱ ἱερώταται βίβλοι, πρὸς ἃς ἤδη τρεπτέον, εἰς ἔνδειξιν τῆς τοῦ συγγράψαντος ἀρετῆς. 46 τούτων τοίνυν τὸ μέν ἐστιν ἱστορικὸν μέρος, τὸ δὲ περὶ τὰς προστάξεις καὶ ἀπαγορεύσεις, ὑπὲρ οὗ δεύτερον λέξομεν τὸ πρότερον τῇ τάξει πρότερον ἀκριβώσαντες. 47 ἔστιν οὖν τοῦ ἱστορικοῦ τὸ μὲν περὶ τῆς τοῦ κόσμου γενέσεως, τὸ δὲ γενεαλογικόν, τοῦ δὲ γενεαλογικοῦ τὸ μὲν περὶ κολάσεως ἀσεβῶν, τὸ δ´ αὖ περὶ τιμῆς δικαίων. Οὗ δὲ χάριν ἐνθένδε τῆς νομοθεσίας ἤρξατο τὰ περὶ [211 CW] τὰς προστάξεις καὶ ἀπαγορεύσεις ἐν δευτέρῳ θείς, λεκτέον. 48 οὐ γὰρ οἷά τις συγγραφεὺς ἐπετήδευσε παλαιῶν πράξεων καταλιπεῖν ὑπομνήματα τοῖς ἔπειτα τοῦ ψυχαγωγῆσαι χάριν ἀνωφελῶς, ἀλλ´ ἠρχαιολόγησεν ἄνωθεν ἀρξάμενος ἀπὸ τῆς τοῦ παντὸς γενέσεως, ἵν´ ἐπιδείξῃ δύο τὰ ἀναγκαιότατα· ἓν μὲν τὸν αὐτὸν πατέρα καὶ ποιητὴν τοῦ κόσμου καὶ ἀληθείᾳ νομοθέτην, ἕτερον δὲ τὸν χρησόμενον τοῖς νόμοις ἀκολουθίαν φύσεως ἀσπασόμενον καὶ βιωσόμενον κατὰ τὴν τοῦ ὅλου διάταξιν ἁρμονίᾳ καὶ συμφωνίᾳ πρὸς ἔργα λόγων καὶ πρὸς λόγους ἔργων. (9.) 49 τῶν μὲν οὖν ἄλλων νομοθετῶν οἱ μὲν εὐθὺς ἅ τε χρὴ πράττειν καὶ ἃ μὴ διαταξάμενοι τιμωρίας κατὰ τῶν παραβαινόντων ὥρισαν, οἱ δ´ [142 M.] ἀμείνους δόξαντες εἶναι τὴν ἀρχὴν οὐκ ἐνθένδε ἐποιήσαντο, πόλιν δὲ τῷ λόγῳ κτίσαντες καὶ ἱδρυσάμενοι πρότερον ἣν ἐνόμιζον οἰκειοτάτην καὶ πρεπωδεστάτην εἶναι τῇ κτισθείσῃ πολιτείαν διὰ τῆς τῶν νόμων θέσεως ἐφήρμοζον. 50 ὁ δὲ τὸ μὲν πρότερον ὑπολαβὼν (ὅπερ ἦν) τυραννικόν τε καὶ δεσποτικόν, ἄνευ παραμυθίας προστάττειν ὡς οὐκ ἐλευθέροις ἀλλὰ δούλοις, τὸ δ´ ὕστερον ἐμμελὲς μέν, οὐ μὴν τελείως ἐπαινετὸν ἅπασι τοῖς κριταῖς, ὡς ἔοικεν, ἐν ἑκατέρῳ τῶν λεχθέντων διήνεγκεν. 51 ἔν τε γὰρ ταῖς προστάξεσι καὶ ἀπαγορεύσεσιν ὑποτίθεται καὶ παρηγορεῖ τὸ πλέον ἢ κελεύει, μετὰ προοιμίων καὶ ἐπιλόγων τὰ πλεῖστα καὶ ἀναγκαιότατα πειρώμενος ὑφηγεῖσθαι, τοῦ προτρέψασθαι χάριν μᾶλλον ἢ [212 CW] βιάσασθαι· πόλεώς τε χειροποιήτου κτίσιν ἀρχὴν ποιήσασθαι τῆς γραφῆς ταπεινότερον ἢ κατὰ τὴν ἀξίαν τῶν νόμων ὑπολαβὼν εἶναι, πρὸς τὸ μέγεθος καὶ κάλλος τῆς ὅλης νομοθεσίας ἀκριβεστάτῃ ὄψει τῇ κατὰ διάνοιαν ἀπιδὼν καὶ νομίσας αὐτὴν κρείττονα καὶ θειοτέραν ἢ ὥστε κύκλῳ τινὶ τῶν ἐπὶ γῆς ὁρισθῆναι, τῆς μεγαλοπόλεως τὴν γένεσιν εἰσηγήσατο, τοὺς νόμους ἐμφερεστάτην εἰκόνα τῆς τοῦ κόσμου πολιτείας ἡγησάμενος εἶναι. (10.) 52 τῶν γοῦν ἐν μέρει διατεταγμένων τὰς δυνάμεις εἴ τις ἀκριβῶς ἐξετάζειν ἐθελήσειεν, εὑρήσει τῆς τοῦ παντὸς ἁρμονίας ἐφιεμένας καὶ τῷ λόγῳ τῆς ἀιδίου φύσεως συνᾳδούσας. 53 διὸ καὶ τοὺς ἀφθόνων μὲν ἀγαθῶν ἀξιωθέντας ὅσα κατ´ εὐεξίαν σωμάτων καὶ τὰς περὶ πλοῦτον καὶ δόξαν καὶ τὰ ἄλλα ἐκτὸς εὐτυχίας, ἀρετῆς δ´ ἀφηνιάσαντας καὶ οὐκ ἀνάγκῃ γνώμῃ δ´ ἑκουσίῳ πανουργίαν καὶ ἀδικίαν καὶ τὰς ἄλλας κακίας, ὡς μέγα ὄφελος τὴν μεγίστην ζημίαν, ἐπιτηδεύσαντας καθάπερ οὐκ ἀνθρώπων ἐχθροὺς ἀλλὰ τοῦ σύμπαντος οὐρανοῦ τε καὶ κόσμου τὰς ἐν ἔθει τιμωρίας οὔ φησιν ὑπομεῖναι, ἀλλὰ καινοτάτας καὶ παρηλλαγμένας, ἃς ἐμεγαλούργησεν ἡ πάρεδρος τῷ θεῷ μισοπόνηρος δίκη, τῶν τοῦ παντὸς δραστικωτάτων στοιχείων ἐπιθεμένων ὕδατος καὶ πυρός, ὡς καιρῶν περιόδοις τοὺς μὲν κατακλυσμοῖς φθαρῆναι, τοὺς δὲ καταφλεχθέντας [213 CW] ἀπολέσθαι. 54 πελάγη μὲν ἀρθέντα καὶ ποταμοὶ μετεωρισθέντες αὐθιγενεῖς τε καὶ χείμαρροι τὰς ἐν τῇ πεδιάδι πόλεις ἁπάσας ἐπέκλυσαν καὶ κατέσυραν, τὰς δὲ κατὰ τὴν ὀρεινὴν αἱ μεθ´ ἡμέραν καὶ νύκτωρ συνεχεῖς καὶ ἀδιάστατοι ὄμβρων φοραί. 55 χρόνῳ δ´ ὕστερον ἐκ τῶν ὑπολειφθέντων πάλιν τοῦ γένους συναυξηθέντος καὶ εἰς πολυανθρωπίαν ἐπιδόντος, ἐπειδὴ τὸ περὶ τοὺς προγόνους πάθος οἱ [143 M.] ἀπόγονοι μάθημα σωφροσύνης οὐκ ἐποιήσαντο, πρὸς δ´ ἀκολασίας ἐτράποντο ζηλωταὶ χαλεπωτέρων ἐπιτηδευμάτων γενόμενοι, πυρὶ τούτους ἀναλῶσαι διενοήθη. 56 τότ´ οὖν, ὡς μηνύει τὰ λόγια, κεραυνοὶ ῥυέντες ἐξ οὐρανοῦ τούς τε ἀσεβεῖς κατέπρησαν καὶ τὰς πόλεις αὐτῶν· καὶ μέχρι τοῦ νῦν μνημεῖα τοῦ συμβεβηκότος ἀλέκτου πάθους δείκνυται κατὰ Συρίαν, ἐρείπια καὶ τέφρα καὶ θεῖον καὶ καπνὸς καὶ ἡ ἔτι ἀναδιδομένη φλὸξ ἀμαυρὰ καθάπερ διασμυχομένου πυρός. 57 ἐν δὲ τούτῳ συνέβαινε τούς τε ἀσεβεῖς ταῖς εἰρημέναις τιμωρίαις κολάζεσθαι καὶ τοὺς καλοκἀγαθίᾳ διενηνοχότας εὖ πάσχειν ἀρετῆς ἐπαξίων ἄθλων τυγχάνοντας. 58 ἐν μέν γε τῇ φορᾷ τοῦ κεραυνίου πυρὸς οἰκήτορσιν αὐτοῖς ὅλης χώρας ἐμπιπραμένης, εἷς μόνος ἀνὴρ μέτοικος ἐπιφροσύνῃ θείᾳ σῴζεται, διότι τῶν ἐγχωρίων παρανομημάτων οὐδὲν ἠσπάσατο, τῶν μετοίκων εἰωθότων ἀσφαλείας ἕνεκα τὰ ξενικὰ τιμᾶν, ἐπεὶ τοῖς ἀτιμάζουσι κίνδυνος ἐκ τῶν αὐτοχθόνων ἕπεται· καίτοι γ´ οὐκ ἐπ´ ἄκρον ἦλθε σοφίας, ὡς διὰ τελειότητα τῆς ἐν αὐτῷ φύσεως τοσούτου γέρως ἀξιωθῆναι, ἀλλ´ ὅτι μόνος τοῖς πολλοῖς οὐ συνηνέχθη πρὸς τὸ ἁβροδίαιτον ἀποκλίνασι καὶ πάσας μὲν ἡδονὰς πάσας δ´ ἐπιθυμίας χορηγίαις ἀφθόνοις ἀνάψασιν ὥσπερ φλόγα λασίῳ ὕλῃ κεχυμένῃ. (11.) 59 κατὰ δὲ τὸν μέγαν κατακλυσμὸν ὀλίγου [214 CW] δέω φάναι τοῦ σύμπαντος ἀνθρώπων γένους φθειρομένου, ἕνα οἶκον ἀπαθῆ γενέσθαι παντὸς κακοῦ λόγος ἔχει, τὸν πρεσβύτατον καὶ ἡγεμόνα τῆς οἰκίας ἐπειδὴ συνέβαινε μηδενὸς ἀδικήματος ἑκουσίου προσάψασθαι. Τὸν δὲ τρόπον τῆς σωτηρίας, ὡς αἱ ἱεραὶ βίβλοι περιέχουσιν, ἄξιον ἱστορηθῆναι διά τε μεγαλουργίαν καὶ ἅμα βελτίωσιν ἠθῶν. 60 νομισθεὶς γὰρ ἐπιτήδειος εἶναι μὴ μόνον ἀμοιρῆσαι τῆς κοινῆς συμφορᾶς, ἀλλὰ καὶ δευτέρας γενέσεως ἀνθρώπων αὐτὸς ἀρχὴ γενέσθαι, θείαις προστάξεσιν, ἃς ὑφηγοῦντο οἱ χρησμοί, ξύλινον δημιουργήσας ἔργον μέγιστον εἰς πήχεις τριακοσίους μῆκος καὶ πεντήκοντα εὖρος καὶ τριάκοντα ὕψος καὶ συνεχῆ κατασκευασάμενος ἔνδον οἰκήματα ἐπίπεδα καὶ ὑπερῷα, τριώροφα καὶ τετρώροφα, καὶ τροφὰς ἑτοιμασάμενος, ἀφ´ ἑκάστου γένους ζῴων ὅσα χερσαῖα καὶ πτηνὰ εἰσήγαγεν ἄρρεν τε καὶ θῆλυ σπέρματα ὑπολειπόμενος πρὸς καταλλαγὴν καιρῶν τῶν αὖθίς ποτε γενησομένων· 61 ᾔδει γὰρ τὴν τοῦ θεοῦ φύσιν ἵλεω, κἂν εἰ τὰ εἴδη φθείροιτο, ἀλλά τοι τὴν ἐν τοῖς γένεσιν ἀφθαρσίαν ἕνεκα τῆς πρὸς αὐτὸν ὁμοιότητος [144 M.] καὶ τοῦ μηδὲν τῶν κατὰ πρόθεσιν φύντων ποτὲ λυθῆναι διαμένουσαν· (12.) οὗ χάριν πάντα ἐπειθάρχει καὶ τὰ τέως ἐξηγριωμένα ἡμεροῦτο καὶ οἷα νομεῖ καὶ ἀγελάρχῃ τιθασευθέντα ἐπηκολούθει. 62 μετὰ δὲ τὴν εἴσοδον ἁπάντων εἴ τις ἐθεάσατο τὸ πλήρωμα, οὐκ ἂν διήμαρτεν εἰπών, ἀντίμιμον εἶναι γῆς ἁπάσης ἐν ἑαυτῷ φέρον τὰ ζῴων γένη, ὧν καὶ ἡ σύμπασα γῆ τὰ ἀμύθητα εἴδη καὶ πρότερον ἤνεγκε καὶ ἴσως αὖθις οἴσει. 63 τὰ δ´ εἰκασθέντα χρόνοις ὕστερον οὐ μακροῖς ἀπέβαινε· τὸ μὲν [215 CW] γὰρ πάθος ἐλώφα καὶ ἡ τοῦ κατακλυσμοῦ φορὰ καθ´ ἑκάστην ἡμέραν ἐμειοῦτο, τῶν τε ὄμβρων ἐπισχεθέντων καὶ τοῦ κατὰ πᾶσαν γῆν ἀναχυθέντος ὕδατος τῇ μὲν ἀναλισκομένου τῷ ἀφ´ ἡλίου φλογμῷ τῇ δὲ ὑπονοστοῦντος εἰς χαράδρας καὶ φάραγγας καὶ τὰς ἄλλας τῆς γῆς κοιλότητας· ὥσπερ γὰρ θεοῦ προστάξαντος, ἑκάστη φύσις ὅπερ ἔχρησεν οἷα δάνειον ἀναγκαῖον ἀπελάμβανε, θάλαττα καὶ πηγαὶ καὶ ποταμοί· πρὸς γὰρ τοὺς οἰκείους τόπους ἕκαστον ῥεῖθρον ὑπενόστει. 64 μετὰ δὲ τὴν κάθαρσιν τῶν ὑπὸ σελήνην, ἀπολουσαμένης τῆς γῆς καὶ νέας ἀναφανείσης καὶ τοιαύτης, οἵαν εἰκὸς εἶναι ὅτε τὴν ἀρχὴν μετὰ τοῦ κόσμου παντὸς ἐκτίζετο, πρόεισιν ἐκ τοῦ ξυλίνου κατασκευάσματος αὐτὸς καὶ γυνὴ καὶ υἱοὶ καὶ τούτων γυναῖκες καὶ μετὰ τῆς οἰκίας ἀγεληδὸν τὰ συνεληλυθότα τῶν ζῴων γένη πρὸς τὴν τῶν ὁμοίων σποράν τε καὶ γένεσιν. 65 ταῦτα τῶν ἀγαθῶν ἀνδρῶν ἐστιν ἀριστεῖα καὶ ἆθλα, δι´ ὧν οὐ μόνον αὐτοὶ καὶ γένη σωτηρίας ἔτυχον τοὺς μεγίστους κινδύνους ἐκφυγόντες, οἳ κατὰ τὸν τῶν στοιχείων νεωτερισμὸν τοῖς πανταχοῦ πᾶσιν ἐπετειχίσθησαν, ἀλλὰ καὶ παλιγγενεσίας ἐγένοντο ἡγεμόνες καὶ δευτέρας ἀρχηγέται περιόδου, καθάπερ ἐμπυρεύματα τοῦ ζῴων ἀρίστου γένους ἀνθρώπων ὑπολειφθέντες, ὃ τὴν ἡγεμονίαν τῶν περιγείων ἅπαξ ἁπάντων ἔλαχεν ἀντίμιμον γεγονὸς θεοῦ δυνάμεως, εἰκὼν τῆς ἀοράτου φύσεως ἐμφανής, ἀιδίου γενητή.
***
[145 M.] [216 CW.] (1.) 66 Δύο μὲν ἤδη μέρη τοῦ βίου Μωυσέως διεξεληλύθαμεν, τό τε περὶ βασιλείας καὶ νομοθετικῆς· τρίτον δὲ προσαποδοτέον τὸ περὶ ἱερωσύνης. Ὃ τοίνυν μέγιστον καὶ ἀναγκαιότατον ἀρχιερεῖ προσεῖναι δεῖ, τὴν εὐσέβειαν, ἐν τοῖς μάλιστα οὗτος ἤσκησεν ἅμα καὶ φύσεως εὐμοιρίᾳ χρησάμενος, ἣν ὥσπερ ἀγαθὴν ἄρουραν φιλοσοφία παραλαβοῦσα δογμάτων θεωρίᾳ παγκάλων ἐβελτίωσε καὶ οὐ πρότερον ἀνῆκεν ἢ τελειογονηθῆναι τοὺς ἀρετῆς καρποὺς διά τε λόγων καὶ πράξεων. 67 τοιγαροῦν μετ´ ὀλίγων ἄλλων φιλόθεός τε καὶ θεοφιλὴς ἐγένετο, καταπνευσθεὶς ὑπ´ ἔρωτος οὐρανίου καὶ διαφερόντως τιμήσας τὸν ἡγεμόνα τοῦ παντὸς καὶ ἀντιτιμηθεὶς ὑπ´ αὐτοῦ· τιμὴ δ´ ἁρμόττουσα σοφῷ θεραπεύειν τὸ πρὸς ἀλήθειαν ὄν· ἱερωσύνη δὲ θεραπείαν ἐπιτετήδευκε θεοῦ. Τούτου τοῦ γέρως, οὗ μεῖζον ἀγαθὸν ἐν τοῖς οὖσιν οὐκ ἔστιν, ἠξιοῦτο χρησμοῖς ἕκαστα τῶν εἰς τὰς λειτουργίας καὶ ἱερὰς ὑπηρεσίας ἀναδιδασκόμενος. (2.) 68 ἔδει δὲ πρότερον ὥσπερ τὴν ψυχὴν καὶ τὸ σῶμα καθαρεῦσαι, μηδενὸς πάθους προσαψάμενον, ἀλλ´ ἁγνεύσαντα ἀπὸ πάντων ὅσα τῆς θνητῆς ἐστι φύσεως, σιτίων καὶ ποτῶν καὶ τῆς πρὸς γυναῖκας ὁμιλίας. 69 ἀλλὰ ταύτης μὲν ἐκ πολλῶν χρόνων κατεφρόνησε καὶ σχεδὸν ἀφ´ οὗ τὸ πρῶτον ἤρξατο [146 M.] προφητεύειν καὶ θεοφορεῖσθαι, προσῆκον ἡγούμενος ἕτοιμον ἐμπαρέχειν ἀεὶ τοῖς χρησμοῖς ἑαυτόν· σιτίων δὲ καὶ ποτῶν ἐπὶ ἡμέρας τεσσαράκοντα ἑξῆς ἠλόγησε, δηλονότι τροφὰς ἔχων ἀμείνους τὰς διὰ θεωρίας, αἷς ἄνωθεν ἀπ´ οὐρανοῦ καταπνεόμενος τὴν μὲν διάνοιαν τὸ πρῶτον, ἔπειτα δὲ καὶ τὸ σῶμα διὰ τῆς ψυχῆς ἐβελτιοῦτο, καθ´ ἑκάτερον [217 CW] πρός τε ἰσχὺν καὶ εὐεξίαν ἐπιδιδούς, ὡς τοὺς ἰδόντας ὕστερον ἀπιστεῖν. 70 εἰς γὰρ ὄρος ὑψηλότατον καὶ ἱερώτατον τῶν περὶ τὸν τόπον ἀνελθὼν προστάξεσι θείαις, ὅπερ ἀπρόσιτον καὶ ἄβατον ἦν, εἰς ἐκεῖνον λέγεται διαμεῖναι τὸν χρόνον οὐδὲν ἐπιφερόμενος τῶν εἰς ἀναγκαίας ἀπόλαυσιν τροφῆς 〈καὶ〉 ἡμέραις ὕστερον, ὡς ἐλέχθη, τεσσαράκοντα κατέβαινε πολὺ καλλίων τὴν ὄψιν ἢ ὅτε ἀνῄει, ὡς τοὺς ὁρῶντας τεθηπέναι καὶ καταπεπλῆχθαι καὶ μηδ´ ἐπὶ πλέον ἀντέχειν τοῖς ὀφθαλμοῖς δύνασθαι κατὰ τὴν προσβολὴν ἡλιοειδοῦς φέγγους ἀπαστράπτοντος.
(3.) 71 Ἔτι δ´ ἄνω διατρίβων ἐμυσταγωγεῖτο παιδευόμενος τὰ κατὰ τὴν ἱερωσύνην πάντα καὶ πρῶτα, ἃ δὴ καὶ πρῶτα τῇ τάξει, τὰ περὶ τὴν τοῦ ἱεροῦ καὶ τῶν ἐν αὐτῷ κατασκευήν. 72 εἰ μὲν οὖν τὴν χώραν, εἰς ἣν μετανίσταντο, ἤδη παρειλήφεσαν, ἀναγκαῖον ἦν ἱδρύσασθαι περισημότατον νεὼν ἐν τῷ καθαρωτάτῳ λίθων πολυτελῶν ὕλης καὶ περὶ αὐτὸν τείχη μεγάλα δείμασθαι καὶ νεωκόροις παμπληθεῖς οἰκίας, ὀνομάσαντας ἱερόπολιν τὸν τόπον. 73 ἐπεὶ δ´ ἔτι κατὰ τὴν ἐρήμην ἐπλάζοντο, τοῖς μήπω παγίως ἱδρυθεῖσιν ἥρμοττε φορητὸν ἔχειν ἱερόν, ἵν´ ἐν ταῖς ὁδοιπορίαις καὶ στρατοπεδείαις ἀνάγωσι θυσίας καὶ τὰ ἄλλα ὅσα κατὰ τὰς ἱερουργίας δρῶσι μηδενὸς ἀμοιροῦντες ὧν χρὴ τοὺς ἐν πόλεσιν οἰκοῦντας. 74 σκηνὴν οὖν, ἔργον ἱερώτατον, δημιουργεῖν ἔδοξεν, ἧς τὴν κατασκευὴν θεσφάτοις λογίοις ἐπὶ τοῦ ὄρους Μωυσῆς ἀνεδιδάσκετο, τῶν [218 CW] μελλόντων ἀποτελεῖσθαι σωμάτων ἀσωμάτους ἰδέας τῇ ψυχῇ θεωρῶν, πρὸς ἃς ἔδει καθάπερ ἀπ´ ἀρχετύπου γραφῆς καὶ νοητῶν παραδειγμάτων αἰσθητὰ μιμήματα ἀπεικονισθῆναι. 75 προσῆκον γὰρ ἦν τῷ ὡς ἀληθῶς ἀρχιερεῖ καὶ τὴν τοῦ ἱεροῦ κατασκευὴν ἐπιτραπῆναι, ἵν´ ἐκ πολλοῦ τοῦ περιόντος ἡρμοσμένας καὶ συμφώνους τοῖς δημιουργηθεῖσι ποιῆται τὰς ἐν τῷ ἱερᾶσθαι λειτουργίας. (4.) 76 ὁ μὲν οὖν τύπος τοῦ παραδείγματος ἐνεσφραγίζετο τῇ διανοίᾳ τοῦ προφήτου διαζωγραφούμενος καὶ προδιαπλαττόμενος ἀφανῶς ἄνευ ὕλης ἀοράτοις εἴδεσι· τὸ δ´ ἀποτέλεσμα πρὸς τὸν τύπον ἐδημιουργεῖτο, ἐναποματτομένου τὰς σφραγῖδας τοῦ τεχνίτου ταῖς προσφόροις ἑκάστων ὑλικαῖς οὐσίαις. 77 ἦν δ´ ἡ κατασκευὴ τοιάδε· ὀκτὼ καὶ τεσσαράκοντα κίονες κέδρου [147 M.] τῆς ἀσηπτοτάτης ἀπὸ στελεχῶν κοπέντες εὐερνεστάτων περιεβάλλοντο χρυσῷ βαθεῖ· κἄπειθ´ ἑκάστῳ δύο ἀργυραῖ βάσεις ὑπηρείδοντο καὶ κατὰ τὸ ἀκροκιόνιον ἐφηρμόζετο χρυσῆ κεφαλίς. 78 εἰς μὲν οὖν τὸ μῆκος τεσσαράκοντα κίονας διέταττεν ὁ τεχνίτης, ἑκατέρωθεν τοὺς ἡμίσεις εἴκοσι, μηδὲν ἐν μέσῳ διάστημα ποιούμενος, ἀλλ´ ἑξῆς ἐφαρμόζων καὶ συνάπτων, ἵν´ οἷα τείχους ὄψις μία προφαίνηται· εἰς δὲ τὸ πλάτος ἐσώτατον τοὺς λοιποὺς ὀκτώ, ἓξ μὲν κατὰ τὴν μέσην χώραν, δύο δ´ ἐν ταῖς παρ´ ἑκάτερα τῆς μέσης γωνίαις, τὸν μὲν ἐπὶ δεξιά, τὸν δ´ ἐπ´ εὐώνυμα· κατὰ δὲ τὴν εἴσοδον ἄλλους τέσσαρας, τὰ μὲν ἄλλα ὁμοίους, μίαν δ´ ἀντὶ δυοῖν ἔχοντας βάσιν τῶν ἐξ ἀντικρύ, μεθ´ οὓς ἐξωτάτω πέντε μόναις ταῖς βάσεσι διαφέροντας, χαλκαῖ γὰρ ἦσαν· 79 ὥστε τῆς σκηνῆς τοὺς σύμπαντας εἶναι, δίχα τῶν ἐν ταῖς γωνίαις δυοῖν ἀφανῶν, πέντε καὶ πεντήκοντα ἐμφανεῖς, τὸν ἀπὸ μονάδος ἄχρι δεκάδος τῆς παντελείας συμπληρούμενον ἀριθμόν. [219 CW] 80 εἰ δὲ βουληθείη τις τοὺς ἐν τῷ προπυλαίῳ πέντε τῷ ὑπαίθρῳ συνάπτοντας, ὃ κέκληκεν αὐλήν, τιθέναι χωρίς, ἀπολειφθήσεται ὁ ἁγιώτατος πεντηκοντάδος ἀριθμός, δύναμις ὢν τοῦ ὀρθογωνίου τριγώνου, ὅπερ ἐστὶ τῆς τῶν ὅλων γενέσεως ἀρχή, συμπληρωθεὶς ἐκ τῶν ἐντὸς κιόνων, τεσσαράκοντα μὲν τῶν καθ´ ἑκατέραν πλευρὰν εἴκοσιν, ἓξ δὲ τῶν ἐν μέσῳ δίχα τῶν παρὰ ταῖς γωνίαις ἀποκεκρυμμένων, τεσσάρων δὲ τῶν ἀντικρύ, ἐφ´ ὧν τὸ καταπέτασμα. 81 τὴν δ´ αἰτίαν, ἧς ἕνεκα τοὺς πέντε τοῖς πεντήκοντα συγκατατάττω καὶ χωρὶς αὐτῶν τίθημι, δηλώσω. Ἡ πεντὰς αἰσθήσεων ἀριθμός ἐστιν, αἴσθησις δ´ ἐν ἀνθρώπῳ τῇ μὲν νεύει πρὸς τὰ ἐκτός, τῇ δὲ ἀνακάμπτει πρὸς νοῦν ὑπηρέτις οὖσα φύσεως νόμοις αὐτοῦ. 82 διὸ καὶ τὴν μεθόριον χώραν ἀπένειμε τοῖς πέντε· τὰ μὲν γὰρ ἐντὸς αὐτῶν ἐκνένευκε πρὸς τὰ ἄδυτα τῆς σκηνῆς, ἅπερ ἐστὶ συμβολικῶς νοητά, τὰ δ´ ἐκτὸς πρὸς τὸ ὕπαιθρον καὶ τὴν αὐλήν, ἅπερ ἐστὶν αἰσθητά· παρὸ καὶ ταῖς βάσεσι διήνεγκαν, χαλκαῖ γάρ εἰσιν· ἐπεὶ δὲ τῆς ἐν ἡμῖν αἰσθήσεως κεφαλὴ μὲν καὶ ἡγεμονικὸν ὁ νοῦς, ἐσχατιὰ δὲ καὶ ὡσανεὶ βάσις τὸ αἰσθητόν, εἴκασε δὴ τὸν μὲν νοῦν χρυσῷ, χαλκῷ δὲ τὸ αἰσθητόν. 83 μέτρα δὲ τῶν κιόνων ταῦτα· δέκα μὲν πήχεις τὸ μῆκος, εἷς δὲ καὶ ἥμισυς τὸ εὖρος, ἵν´ ἡ σκηνὴ πᾶσι τοῖς μέρεσιν ἴση προφαίνηται.
[148 M.] (5.) 84 Παγκάλοις δὲ καὶ ποικίλοις ὑφάσμασιν αὐτὴν περιέβαλεν, ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κοκκίνῳ καὶ βύσσῳ καταχρώμενος εἰς τὴν [220 CW] ὑφήν. Δέκα γὰρ ἃς διὰ τῆς ἱερᾶς γραφῆς ὠνόμασεν αὐλαίας ἐκ τῶν ἀρτίως λεχθέντων γενῶν ἐδημιούργει, μήκει μὲν ὀκτὼ καὶ εἴκοσι πηχῶν ἑκάστην, εἰς δὲ τέσσαρας πήχεις πρὸς εὖρος ἀποτείνων, ἵνα καὶ δεκάδα ἔχωσι τὴν παντέλειαν καὶ τετράδα τὴν δεκάδος οὐσίαν καὶ τὸν ὀκτὼ καὶ εἴκοσιν ἀριθμὸν τέλειον ἴσον τοῖς ἑαυτοῦ μέρεσι καὶ τεσσαρακοντάδα τὴν ζῳογονικωτάτην, ἐν ᾗ διαπλάττεσθαί φασιν ἄνθρωπον ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ. 85 οἱ μὲν οὖν ὀκτὼ καὶ εἴκοσι πήχεις τῶν αὐλαιῶν τοιαύτην ἔχουσι τὴν διανομήν· δέκα μὲν κατὰ τὸν ὄροφον – τοσοῦτον γάρ ἐστι τῆς σκηνῆς τὸ εὖρος –, οἱ δὲ λοιποὶ κατὰ τὰς πλευράς, ἑκατέρωθεν ἐννέα, πρὸς σκέπην ἀποτείνονται τῶν κιόνων, ὑπολειπομένου πήχεως ἀπὸ τοῦ ἐδάφους, ἵνα μὴ ἐπισύρηται 〈τὸ〉 πάγκαλον καὶ ἱεροπρεπὲς ὕφασμα. 86 τῶν δὲ τεσσαράκοντα, οἳ συναριθμοῦνται ἐκ τοῦ τῶν δέκα αὐλαιῶν πλάτους, τριάκοντα μὲν ἀπολαμβάνει τὸ μῆκος – τοσοῦτον γάρ ἐστι καὶ 〈τὸ〉 τῆς σκηνῆς –, ἐννέα δὲ ὁ ὀπισθόδομος, τὸν δὲ λοιπὸν τὸ κατὰ τὸ προπύλαιον, ἵνα δεσμὸς ᾖ τοῦ ὅλου περιβλήματος· ἐπὶ δὲ τοῦ προπυλαίου τὸ καταπέτασμα. 87 σχεδὸν δὲ καὶ αἱ αὐλαῖαι καταπετάσματ´ εἰσίν, οὐ μόνον τῷ τὸν ὄροφον καὶ τοὺς τοίχους καλύπτειν, ἀλλὰ καὶ τῷ συνυφάνθαι γένεσι τοῖς αὐτοῖς, ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κοκκίνῳ καὶ βύσσῳ. Ἐκ δὲ τῶν αὐτῶν τό τε καταπέτασμα καὶ τὸ λεγόμενον κάλυμμα κατεσκευάζετο, τὸ μὲν εἴσω κατὰ τοὺς τέσσαρας κίονας, ἵν´ ἐπικρύπτηται τὸ ἄδυτον, τὸ δ´ ἔξω κατὰ τοὺς πέντε, ὡς μηδεὶς ἐξ ἀπόπτου δύναιτο τῶν μὴ ἱερωμένων καταθεάσασθαι τὰ ἅγια. (6.) 88 τὰς δὲ τῶν ὑφασμάτων [221 CW] ὕλας ἀριστίνδην ἐπέκρινεν ἐκ μυρίων ὅσων ἑλόμενος τοῖς στοιχείοις ἰσαρίθμους, ἐξ ὧν ἀπετελέσθη ὁ κόσμος, καὶ πρὸς αὐτὰ λόγον ἐχούσας, γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ· ἡ μὲν γὰρ βύσσος ἐκ γῆς, ἐξ ὕδατος δ´ ἡ πορφύρα, ἡ δ´ ὑάκινθος ἀέρι ὁμοιοῦται – φύσει γὰρ μέλας οὗτος –, τὸ δὲ κόκκινον πυρί, διότι φοινικοῦν ἑκάτερον· ἦν γὰρ ἀναγκαῖον ἱερὸν χειροποίητον κατασκευάζοντας τῷ πατρὶ καὶ ἡγεμόνι τοῦ παντὸς τὰς ὁμοίας [149 M.] λαβεῖν οὐσίας, αἷς τὸ ὅλον ἐδημιούργει.
89 Ἡ μὲν οὖν σκηνή, καθάπερ νεὼς ἅγιος, τὸν εἰρημένον τρόπον κατεσκευάσθη. Τέμενος δ´ αὐτῆς ἐν κύκλῳ περιεβάλετο πηχῶν μῆκος ἑκατὸν καὶ πλάτος πεντήκοντα, κίονας ἔχον ἀφεστῶτας ἴσον ἀλλήλων διάστημα πέντε πήχεις, ὡς τοὺς μὲν σύμπαντας ἑξήκοντα εἶναι, διανέμεσθαι δ´ εἰς μὲν τὸ μῆκος τεσσαράκοντα, πρὸς δὲ τὸ εὖρος εἴκοσι, [222 CW] καθ´ ἑκάτερα μέρη τοὺς ἡμίσεις. 90 ὕλη δὲ τῶν στύλων τὰ μὲν ἐντὸς κέδρος, τὰ δ´ ἐκ τῆς ἐπιφανείας ἄργυρος, ἁπάντων δ´ αἱ βάσεις χαλκαῖ, καὶ τὸ ὕψος ἴσον πέντε πηχῶν· ἔδοξε γὰρ ἁρμόττον εἶναι τῷ τεχνίτῃ συνελεῖν ὅλῳ ἡμίσει τὸ ὕψος τῆς λεγομένης αὐλῆς, ἵν´ ἡ σκηνὴ πρὸς τὸ διπλάσιον μετέωρος ἀρθεῖσα προφαίνηται. Λεπταὶ δ´ ὀθόναι κατὰ τοῦ μήκους καὶ πλάτους ἦσαν ἐφαρμοζόμεναι τοῖς κίοσιν ἱστίοις ἐμφερεῖς, ὑπὲρ τοῦ μηδένα τῶν μὴ καθαρῶν Εἰσιέναι. (7.) 91 ἡ δὲ θέσις τοιάδε ἦν· μέση μὲν ἵδρυτο ἡ σκηνὴ μῆκος ἔχουσα τριάκοντα πήχεις καὶ εὖρος δέκα σὺν τῷ βάθει τῶν κιόνων, ἀφειστήκει δὲ τῆς αὐλῆς ἐκ τριῶν μερῶν ἴσῳ διαστήματι, δυοῖν μὲν κατὰ τὰς πλευράς, ἑνὸς δὲ κατὰ τὸν ὀπισθόδομον, τὸ δὲ διάστημα ἐξ εἴκοσι πηχῶν ἀνεμετρεῖτο· κατὰ δὲ τὸ προπύλαιον, ὡς εἰκός, ἕνεκα τοῦ πλήθους τῶν εἰσιόντων μεῖζον ἐγίνετο διάστημα πεντήκοντα πηχῶν· οὕτως γὰρ οἱ ἑκατὸν τῆς αὐλῆς ἔμελλον ἐκπληροῦσθαι, τῶν κατὰ τὸν ὀπισθόδομον εἴκοσι καὶ οὓς ἀπελάμβανεν ἡ σκηνὴ τριάκοντα συντεθέντων τοῖς κατὰ τὰς εἰσόδους πεντήκοντα. 92 τὰ γὰρ προπύλαια τῆς σκηνῆς ὡσανεὶ μέσος ὅρος ἵδρυτο διττῆς πεντηκοντάδος, τῆς μὲν κατ´ ἀνατολάς, ἔνθα αἱ εἴσοδοι, τῆς δὲ πρὸς δυσμάς, ἔνθα τό τε μῆκος τῆς σκηνῆς καὶ ὁ κατόπιν περίβολος. 93 κάλλιστον δὲ καὶ μέγιστον ἄλλο προπύλαιον ἐν ἀρχῇ τῆς εἰς τὴν αὐλὴν εἰσόδου κατεσκευάζετο διὰ τεττάρων κιόνων, καθ´ ὧν ἐτείνετο ποικίλον ὕφασμα τὸν αὐτὸν τρόπον τοῖς εἴσω κατὰ τὴν σκηνὴν κἀκ τῆς ὁμοίας ὕλης ἀπειργασμένον.
94 Ἅμα δὲ τούτοις ἐδημιουργεῖτο καὶ σκεύη ἱερά, κιβωτός, λυχνία, [223 CW] τράπεζα, θυμιατήριον, βωμός. Ὁ μὲν οὖν βωμὸς ἱδρύετο ἐν ὑπαίθρῳ, τῶν εἰσόδων τῆς σκηνῆς ἀντικρύ, ἀφεστὼς τοσοῦτον ὅσον ἱκανὸν λειτουργοῖς εἶναι διάστημα πρὸς τὰς καθ´ ἑκάστην ἡμέραν ἐπιτελουμένας θυσίας. (8.) 95 ἡ δὲ κιβωτὸς ἐν ἀδύτῳ καὶ ἀβάτῳ τῶν καταπετασμάτων εἴσω, κεχρυσωμένη πολυτελῶς ἔνδοθέν [150 M.] τε καὶ ἔξωθεν, ἧς ἐπίθεμα ὡσανεὶ πῶμα τὸ λεγόμενον ἐν ἱεραῖς βίβλοις ἱλαστήριον. 96 τούτου μῆκος μὲν καὶ πλάτος μεμήνυται, βάθος δ´ οὐδέν, ἐπιφανείᾳ γεωμετρικῇ μάλισθ´ ὡμοιωμένου, ὅπερ ἔοικεν εἶναι σύμβολον φυσικώτερον μὲν τῆς ἵλεω τοῦ θεοῦ δυνάμεως, ἠθικώτερον δὲ διανοίας πάλιν, ἵλεω δ´ ἑαυτῇ, τὴν πρὸς ὕψος ἄλογον αἴρουσαν καὶ φυσῶσαν οἴησιν ἀτυφίας ἔρωτι σὺν ἐπιστήμῃ στέλλειν καὶ καθαιρεῖν ἀξιούσης. 97 ἀλλ´ ἡ μὲν κιβωτὸς ἀγγεῖον νόμων ἐστίν· εἰς γὰρ ταύτην κατατίθεται τὰ χρησθέντα λόγια· τὸ δ´ ἐπίθεμα τὸ προσαγορευόμενον ἱλαστήριον βάσις ἐστὶ πτηνῶν δυοῖν, ἃ πατρίῳ μὲν γλώττῃ προσαγορεύεται Χερουβίμ, ὡς δ´ ἂν Ἕλληνες εἴποιεν, ἐπίγνωσις καὶ ἐπιστήμη πολλή. 98 ταῦτα δέ τινες μέν φασιν εἶναι σύμβολα τῶν ἡμισφαιρίων ἀμφοῖν κατὰ τὴν ἀντιπρόσωπον θέσιν, τοῦ τε ὑπὸ γῆν καὶ ὑπὲρ γῆν· πτηνὸν γὰρ ὁ σύμπας οὐρανός. 99 ἐγὼ δ´ ἂν εἴποιμι δηλοῦσθαι δι´ ὑπονοιῶν τὰς πρεσβυτάτας καὶ ἀνωτάτω δύο τοῦ ὄντος δυνάμεις, [224 CW] τήν τε ποιητικὴν καὶ βασιλικήν· ὀνομάζεται δ´ ἡ μὲν ποιητικὴ δύναμις αὐτοῦ θεός, καθ´ ἣν ἔθηκε καὶ ἐποίησε καὶ διεκόσμησε τόδε τὸ πᾶν, ἡ δὲ βασιλικὴ κύριος, ᾗ τῶν γενομένων ἄρχει καὶ σὺν δίκῃ βεβαίως ἐπικρατεῖ. 100 μόνος γὰρ πρὸς ἀλήθειαν ὢν καὶ ποιητής ἐστιν ἀψευδῶς, ἐπειδὴ τὰ μὴ ὄντα ἤγαγεν εἰς τὸ εἶναι, καὶ βασιλεὺς φύσει, διότι τῶν γεγονότων οὐδεὶς ἂν ἄρχοι δικαιότερον τοῦ πεποιηκότος. (9.) 101 ἐν δὲ τῷ μεθορίῳ τῶν τεσσάρων καὶ πέντε κιόνων, ὅπερ ἐστὶ κυρίως εἰπεῖν πρόναον εἰργόμενον δυσὶν ὑφάσμασι, τῷ μὲν ἔνδον ὃ καλεῖται καταπέτασμα, τῷ δ´ ἐκτὸς ὃ προσαγορεύεται κάλυμμα, τὰ λοιπὰ τρία σκεύη τῶν προειρημένων ἱδρύετο· μέσον μὲν τὸ θυμιατήριον, γῆς καὶ ὕδατος σύμβολον εὐχαριστίας, ἣν ἕνεκα τῶν γινομένων ἀφ´ ἑκατέρου προσῆκε ποιεῖσθαι· τὸν γὰρ μέσον ταῦτα τοῦ κόσμου τόπον κεκλήρωται· 102 τὴν δὲ λυχνίαν ἐν τοῖς νοτίοις, δι´ ἧς αἰνίττεται τὰς τῶν φωσφόρων κινήσεις ἀστέρων· ἥλιος [225 CW] γὰρ καὶ σελήνη καὶ οἱ ἄλλοι πολὺ τῶν βορείων ἀφεστῶτες νοτίους ποιοῦνται τὰς περιπολήσεις· ὅθεν ἓξ μὲν κλάδοι, τρεῖς δ´ ἑκατέρωθεν, τῆς μέσης λυχνίας ἐκπεφύκασιν εἰς ἀριθμὸν ἕβδομον· 103 ἐπὶ δὲ πάντων λαμπάδιά τε καὶ λύχνοι ἑπτά, σύμβολα τῶν λεγομένων παρὰ τοῖς φυσικοῖς ἀνδράσι πλανήτων· ὁ γὰρ ἥλιος, [151 M.] ὥσπερ ἡ λυχνία, μέσος τῶν ἓξ τεταγμένος ἐν τετάρτῃ χώρᾳ φωσφορεῖ τοῖς ὑπεράνω τρισὶ καὶ τοῖς ὑπ´ αὐτὸν ἴσοις, ἁρμοζόμενος τὸ μουσικὸν καὶ θεῖον ὡς ἀληθῶς ὄργανον. (10.) 104 ἡ δὲ τράπεζα τίθεται πρὸς τοῖς βορείοις, ἐφ´ ἧς ἄρτοι καὶ ἅλες, ἐπειδὴ τῶν πνευμάτων τὰ βόρεια τροφιμώτατα καὶ διότι ἐξ οὐρανοῦ καὶ γῆς αἱ τροφαί, τοῦ μὲν ὕοντος, τῆς δὲ τὰ σπέρματα ταῖς τῶν ὑδάτων ἐπιρροίαις τελειογονούσης. 105 οὐρανοῦ δὲ καὶ γῆς παρίδρυται τὰ σύμβολα, καθάπερ ἔδειξεν ὁ λόγος, τοῦ μὲν οὐρανοῦ ἡ λυχνία, τῶν δὲ περιγείων, ἐξ ὧν αἱ ἀναθυμιάσεις, τὸ ἐτύμως προσαγορευόμενον θυμιατήριον. 106 τὸν δ´ ἐν ὑπαίθρῳ βωμὸν εἴωθε καλεῖν θυσιαστήριον, ὡσανεὶ τηρητικὸν καὶ φυλακτικὸν ὄντα θυσιῶν τὸν ἀναλωτικὸν τούτων, αἰνιττόμενος οὐ τὰ μέλη καὶ τὰ μέρη τῶν ἱερουργουμένων, ἅπερ δαπανᾶσθαι πυρὶ πέφυκεν, ἀλλὰ τὴν προαίρεσιν τοῦ προσφέροντος· 107 εἰ μὲν γὰρ ἀγνώμων καὶ ἄδικος, ἄθυτοι θυσίαι καὶ ἀνίεροι ἱερουργίαι καὶ εὐχαὶ παλίμφημοι παντελῆ φθορὰν ἐνδεχόμεναι· καὶ γὰρ ὁπότε γίνεσθαι δοκοῦσιν, οὐ λύσιν ἁμαρτημάτων, ἀλλ´ ὑπόμνησιν ἐργάζονται· 108 εἰ δ´ ὅσιος καὶ δίκαιος, μένει βέβαιος ἡ θυσία, κἂν τὰ κρέα δαπανηθῇ, μᾶλλον δὲ καὶ εἰ τὸ [226 CW] παράπαν μηδὲν προσάγοιτο ἱερεῖον· ἡ γὰρ ἀληθὴς ἱερουργία τίς ἂν εἴη πλὴν ψυχῆς θεοφιλοῦς εὐσέβεια; ἧς τὸ εὐχάριστον ἀθανατίζεται καὶ ἀνάγραπτον στηλιτεύεται παρὰ θεῷ συνδιαιωνίζον ἡλίῳ καὶ σελήνῃ καὶ τῷ παντὶ κόσμῳ.
(11.) 109 Τούτοις ἑξῆς ἱερὰν ἐσθῆτα κατεσκεύαζεν ὁ τεχνίτης τῷ μέλλοντι ἀρχιερεῖ καθίστασθαι παγκάλην καὶ θαυμασιωτάτην ἔχουσαν ἐν τοῖς ὑφάσμασι πλοκήν. Τὰ δ´ ὕφη διττὰ ἦν, τὸ μὲν ὑποδύτης, τὸ δὲ προσαγορευόμενον ἐπωμίς. 110 ὁ μὲν οὖν ὑποδύτης ἀμιγεστέρας ἰδέας· ὅλος γὰρ ὑακίνθινος, ἔξω τῶν κατωτάτω καὶ πρὸς ἐσχατιὰς μερῶν, ταῦτα γὰρ ἐποικίλλετο χρυσοῖς ῥοΐσκοις καὶ κώδωσι καὶ ἀνθίνοις πλέγμασιν. 111 ἡ δ´ ἐπωμίς, ἐκπρεπέστατον ἔργον καὶ τεχνικώτατον, ἐπιστήμῃ τελειοτάτῃ κατεσκευάζετο τοῖς προειρημένοις γένεσιν, ὑακίνθῳ καὶ πορφύρᾳ καὶ βύσσῳ καὶ κοκκίνῳ, συγκαταπλεκομένου χρυσοῦ· πέταλα γὰρ εἰς λεπτὰς τρίχας κατατμηθέντα πᾶσι τοῖς νήμασι συνυφαίνετο. 112 λίθοι δ´ ἐπὶ τῶν ἀκρωμίων ἐνηρμόζοντο σμαράγδου πολυτελοῦς δύο τιμαλφέστατοι, [152 M.] οἷς τὰ ὀνόματα τῶν φυλάρχων ἓξ καθ´ ἑκάτερον ἐνεχαράττετο, δώδεκα τὰ σύμπαντα· καὶ κατὰ τὸ στῆθος ἄλλοι λίθοι πολυτελεῖς δώδεκα διαφέροντες ταῖς χρόαις, σφραγῖσιν ἐοικότες, ἐκ τριῶν τετραστοιχεί· οὗτοι δ´ ἐνηρμόζοντο τῷ προσαγορευομένῳ λογείῳ. 113 τὸ δὲ λογεῖον τετράγωνον διπλοῦν κατεσκευάζετο ὡσανεὶ βάσις, ἵνα δύο ἀρετὰς ἀγαλματοφορῇ, δήλωσίν τε καὶ ἀλήθειαν· ὅλον δ´ ἁλυσειδίοις χρυσοῖς ἀνήρτητο πρὸς τὴν ἐπωμίδα, σφιγγόμενον ἐξ [227 CW] αὐτῆς, ὑπὲρ τοῦ μὴ χαλᾶσθαι. 114 χρυσοῦν δὲ πέταλον ὡσανεὶ στέφανος ἐδημιουργεῖτο τέτταρας ἔχον γλυφὰς ὀνόματος, ὃ μόνοις τοῖς ὦτα καὶ γλῶτταν σοφίᾳ κεκαθαρμένοις θέμις ἀκούειν καὶ λέγειν ἐν ἁγίοις, ἄλλῳ δ´ οὐδενὶ τὸ παράπαν οὐδαμοῦ. 115 τετραγράμματον δὲ τοὔνομά φησιν ὁ θεολόγος εἶναι, τάχα που σύμβολα τιθεὶς αὐτὰ τῶν πρώτων ἀριθμῶν, μονάδος καὶ δυάδος καὶ τριάδος καὶ τετράδος, ἐπειδὴ πάντα ἐν τετράδι, σημεῖον καὶ γραμμὴ καὶ ἐπιφάνεια καὶ στερεόν, τὰ μέτρα τῶν συμπάντων, καὶ αἱ κατὰ μουσικὴν ἄρισται συμφωνίαι, ἥ τε διὰ τεσσάρων ἐν ἐπιτρίτῳ λόγῳ καὶ ἡ διὰ πέντε ἐν ἡμιολίῳ καὶ ἡ διὰ πασῶν ἐν διπλασίῳ καὶ ἡ δὶς διὰ πασῶν ἐν τετραπλασίῳ· ἔχει δὲ καὶ τὰς ἄλλας ἀμυθήτους ἀρετὰς ἡ τετράς, ὧν τὰς πλείστας ἠκριβώσαμεν ἐν τῇ περὶ ἀριθμῶν πραγματείᾳ. 116 μίτρα δ´ ἦν ὑπ´ αὐτῷ, τοῦ μὴ ψαύειν τῆς κεφαλῆς τὸ πέταλον. Πρὸς δὲ καὶ κίδαρις κατεσκευάζετο· κιδάρει γὰρ οἱ τῶν ἑῴων βασιλεῖς ἀντὶ διαδήματος εἰώθασι χρῆσθαι.
(12.) 117 Τοιαύτη μὲν ἡ τοῦ ἀρχιερέως ἦν ἐσθής. Ὃν δ´ ἔχει λόγον οὐ παρασιωπητέον αὐτή τε καὶ τὰ μέρη. Ὅλη μὲν δὴ γέγονεν ἀπεικόνισμα καὶ μίμημα τοῦ κόσμου, τὰ δὲ μέρη τῶν καθ´ ἕκαστον μερῶν. 118 ἀρκτέον δ´ ἀπὸ τοῦ ποδήρους. Οὗτος ὁ [153 M.] χιτὼν σύμπας ἐστὶν ὑακίνθινος, ἀέρος ἐκμαγεῖον· φύσει γὰρ ὁ ἀὴρ μέλας καὶ τρόπον τινὰ ποδήρης, ἄνωθεν ἀπὸ τῶν μετὰ σελήνην ἄχρι τῶν γῆς ταθεὶς περάτων, πάντῃ κεχυμένος· ὅθεν καὶ ὁ χιτὼν ἀπὸ στέρνων ἄχρι ποδῶν περὶ ὅλον τὸ σῶμα κέχυται. 119 ἐξ αὐτοῦ δὲ κατὰ τὰ σφυρὰ ῥοΐσκοι καὶ ἄνθινα καὶ κώδωνές εἰσι· τὰ μὲν ἄνθινα σύμβολον γῆς, ἀνθεῖ γὰρ καὶ βλαστάνει [228 CW] πάντα ἐκ ταύτης· οἱ δὲ ῥοΐσκοι ὕδατος, παρὰ τὴν ῥύσιν λεχθέντες εὐθυβόλως· οἱ δὲ κώδωνες τῆς ἁρμονίας καὶ συμφωνίας τούτων, οὔτε γὰρ γῆ χωρὶς ὕδατος οὔθ´ ὕδωρ ἄνευ τῆς γεώδους οὐσίας αὔταρκες εἰς γένεσιν, ἀλλ´ ἡ σύνοδος καὶ κρᾶσις ἀμφοῖν. 120 μάρτυς δὲ τοῦ δηλουμένου καὶ ὁ τόπος ἐναργέστατος· ὡς γὰρ ἐν ἐσχάτοις τοῦ ποδήρους οἱ ῥοΐσκοι καὶ τὰ ἄνθινα καὶ οἱ κώδωνές εἰσιν, οὕτως καὶ τὰ ὧν ἐστι σύμβολα τὴν κατωτάτω χώραν ἔλαχεν ἐν κόσμῳ, γῆ καὶ ὕδωρ, καὶ τῇ τοῦ παντὸς ἁρμονίᾳ συνηχοῦντα τὰς οἰκείας ἐπιδείκνυται δυνάμεις ἐν ὡρισμέναις χρόνων περιόδοις καὶ τοῖς προσήκουσι καιροῖς. 121 τριῶν μὲν δὴ στοιχείων, ἐξ ὧν τε καὶ ἐν οἷς τὰ θνητὰ καὶ φθαρτὰ γένη πάντα, ἀέρος, ὕδατος, γῆς, ὁ ποδήρης σὺν τοῖς ἀπῃωρημένοις κατὰ τὰ σφυρὰ σύμβολον ἐδείχθη προσηκόντως· ὡς γὰρ ὁ χιτὼν εἷς, καὶ τὰ λεχθέντα τρία στοιχεῖα μιᾶς ἰδέας ἐστίν, ἐπειδὴ τὰ κατωτέρω σελήνης ἅπαντα τροπὰς ἔχει καὶ μεταβολάς· καὶ καθάπερ ἐκ τοῦ χιτῶνος ἤρτηνται οἵ τε ῥοΐσκοι καὶ τὰ ἄνθινα, καὶ ἀπ´ ἀέρος τρόπον τινὰ γῆ καὶ ὕδωρ ἐκκρέμανται, τὸ γὰρ ὄχημα τούτων ἐστὶν ἀήρ. 122 τὴν δ´ ἐπωμίδα οὐρανοῦ σύμβολον ὁ λόγος εἰκόσι στοχασμοῖς χρώμενος παραστήσει· πρῶτον μὲν γὰρ οἱ ἐπὶ τῶν ἀκρωμίων σμαράγδου δύο λίθοι περιφερεῖς μηνύουσιν, ὡς μὲν οἴονταί τινες, ἀστέρων τοὺς ἡμέρας καὶ νυκτὸς ἡγεμόνας, ἥλιον καὶ σελήνην, ὡς δ´ ἂν ἐγγυτέρω τις τῆς ἀληθείας προσερχόμενος εἴποι, τῶν ἡμισφαιρίων ἑκάτερον· ἴσα τε γὰρ ὡς οἱ [229 CW] λίθοι τό τε ὑπὲρ γῆν καὶ ὑπὸ γῆν καὶ οὐδέτερον πέφυκε μειοῦσθαι καὶ συναύξεσθαι καθάπερ σελήνη. 123 συνεπιμαρτυρεῖ δὲ καὶ ἡ χρόα· σμαράγδῳ γὰρ ἔοικεν ἡ τοῦ παντὸς οὐρανοῦ φαντασία κατὰ τὴν τῆς ὄψεως προσβολήν. Ἀναγκαίως δὲ καὶ καθ´ ἑκάτερον τῶν λίθων ἓξ ὀνόματα ἐγγλύφεται, διότι καὶ τῶν ἡμισφαιρίων ἑκάτερον δίχα τέμνον τὸν ζῳοφόρον ἓξ ἐναπολαμβάνει ζῴδια. 124 ἔπειθ´ οἱ κατὰ τὰ στέρνα δώδεκα λίθοι ταῖς χρόαις οὐχ ὅμοιοι διανεμηθέντες εἰς τέσσαρας στοίχους ἐκ τριῶν τίνος ἑτέρου δείγματ´ εἰσὶν ἢ τοῦ ζῳδιακοῦ κύκλου; καὶ γὰρ [154 M.] οὗτος τετραχῇ διανεμηθεὶς ἐκ τριῶν ζῳδίων τὰς ἐτησίους ὥρας ἀποτελεῖ, ἔαρ, θέρος, μετόπωρον, χειμῶνα, τροπὰς τέσσαρας, ὧν ἑκάστης ὅρος τρία ζῴδια, γνωριζόμενος ταῖς τοῦ ἡλίου περιφοραῖς κατὰ τὸν ἐν ἀριθμοῖς ἀσάλευτον καὶ βεβαιότατον καὶ θεῖον ὄντως λόγον. 125 ὅθεν ἐνηρμόζοντο καὶ τῷ προσαγορευθέντι δεόντως λογείῳ· λόγῳ γὰρ αἱ τροπαὶ καὶ ἐτήσιοι ὧραι τεταγμένῳ καὶ παγίῳ συνίστανται, τὸ παραδοξότατον, διὰ τῆς καιρίου μεταβολῆς ἐπιδεικνύμεναι τὴν διαιωνίζουσαν αὑτῶν μονήν. 126 εὖ δ´ ἔχει καὶ πάνυ καλῶς τὸ τοῖς χρώμασι τοὺς δώδεκα λίθους διαλλάττειν καὶ μηδένα ὅμοιον εἶναι μηδενί· καὶ γὰρ τῶν ἐν τῷ ζῳοφόρῳ ἕκαστον ἀποτελεῖ τι χρῶμα οἰκεῖον κατά τε ἀέρα καὶ γῆν καὶ ὕδωρ καὶ τὰ τούτων παθήματα καὶ ἔτι κατὰ τὰ τῶν ζῴων καὶ φυτῶν γένη πάντα. (13.) 127 διπλοῦν δὲ τὸ λογεῖον οὐκ ἀπὸ σκοποῦ· διττὸς γὰρ ὁ λόγος ἔν τε τῷ παντὶ καὶ ἐν ἀνθρώπου [230 CW] φύσει· κατὰ μὲν τὸ πᾶν ὅ τε περὶ τῶν ἀσωμάτων καὶ παραδειγματικῶν ἰδεῶν, ἐξ ὧν ὁ νοητὸς ἐπάγη κόσμος, καὶ ὁ περὶ τῶν ὁρατῶν, ἃ δὴ μιμήματα καὶ ἀπεικονίσματα τῶν ἰδεῶν ἐκείνων ἐστίν, ἐξ ὧν ὁ αἰσθητὸς οὗτος ἀπετελεῖτο· ἐν ἀνθρώπῳ δ´ ὁ μέν ἐστιν ἐνδιάθετος, ὁ δὲ προφορικός, 〈καὶ ὁ μὲν〉 οἷά τις πηγή, ὁ δὲ γεγωνὸς ἀπ´ ἐκείνου ῥέων· καὶ τοῦ μέν ἐστι χώρα τὸ ἡγεμονικόν, τοῦ δὲ κατὰ προφορὰν γλῶττα καὶ στόμα καὶ ἡ ἄλλη πᾶσα φωνῆς ὀργανοποιία. 128 σχῆμα δ´ ἀπένειμεν ὁ τεχνίτης τετράγωνον τῷ λογείῳ πάνυ καλῶς αἰνιττόμενος, ὡς χρὴ καὶ τὸν τῆς φύσεως λόγον καὶ τὸν τοῦ ἀνθρώπου βεβηκέναι πάντῃ καὶ κατὰ μηδ´ ὁτιοῦν κραδαίνεσθαι. Παρὸ καὶ τὰς εἰρημένας δύο ἀρετὰς προσεκλήρωσεν αὐτῷ, δήλωσίν τε καὶ ἀλήθειαν· ὅ τε γὰρ τῆς φύσεως λόγος ἀληθὴς καὶ δηλωτικὸς πάντων ὅ τε τοῦ σοφοῦ μιμούμενος ἐκεῖνον ὀφείλει προσηκόντως ἀψευδέστατός τε εἶναι τιμῶν ἀλήθειαν καὶ μηδὲν φθόνῳ συσκιάζειν, ὧν ἡ μήνυσις ὠφελήσει τοὺς ἀναδιδαχθέντας. 129 οὐ μὴν ἀλλὰ καὶ δυσὶ λόγοις τοῖς καθ´ ἕκαστον ἡμῶν, τῷ τε προφορικῷ καὶ ἐνδιαθέτῳ, δύο ἀρετὰς ἀπένειμεν οἰκείας, τῷ μὲν προφορικῷ δήλωσιν, τῷ δὲ κατὰ διάνοιαν ἀλήθειαν· ἁρμόζει γὰρ διανοίᾳ μὲν μηδὲν παραδέχεσθαι ψεῦδος, ἑρμηνείᾳ δὲ μηδὲν ἐμποδίζειν τῶν εἰς τὴν ἀκριβεστάτην δήλωσιν. 130 λόγου δὲ οὐδὲν ὄφελος τὰ καλὰ καὶ σπουδαῖα σεμνηγοροῦντος, ᾧ μὴ πρόσεστιν οἰκείων ἀκολουθία πράξεων· ὅθεν τὸ λογεῖον ἤρτησεν ἐκ τῆς ἐπωμίδος, ἵνα μὴ χαλᾶται, τὸν λόγον οὐ δικαιώσας [155 M.] ἔργων ἀπεζεῦχθαι· τὸν γὰρ ὦμον ἐνεργείας καὶ πράξεως ποιεῖται Σύμβολον. (14.) 131 ἃ μὲν οὖν αἰνίττεται διὰ τῆς ἱερᾶς ἐσθῆτος, ἐστὶ τοιαῦτα. Κίδαριν δὲ ἀντὶ διαδήματος ἐπιτίθησι τῇ κεφαλῇ δικαιῶν τὸν [231 CW] ἱερωμένον τῷ θεῷ, καθ´ ὃν χρόνον ἱερᾶται, προφέρειν ἁπάντων καὶ μὴ μόνον ἰδιωτῶν ἀλλὰ καὶ βασιλέων. 132 ὑπεράνω δὲ τὸ χρυσοῦν ἐστι πέταλον, ᾧ τῶν τεττάρων αἱ γλυφαὶ γραμμάτων ἐνεσφραγίσθησαν, ἐξ ὧν ὄνομα τοῦ ὄντος φασὶ μηνύεσθαι, ὡς οὐχ οἷόν τε ὂν ἄνευ κατακλήσεως θεοῦ συστῆναί τι τῶν ὄντων· ἁρμονία γὰρ πάντων ἐστὶν ἡ ἀγαθότης καὶ ἵλεως δύναμις αὐτοῦ. 133 τοῦτον τὸν τρόπον ὁ ἀρχιερεὺς διακοσμηθεὶς στέλλεται πρὸς τὰς ἱερουργίας, ἵν´, ὅταν εἰσίῃ τὰς πατρίους εὐχάς τε καὶ θυσίας ποιησόμενος, συνεισέρχηται πᾶς ὁ κόσμος αὐτῷ δι´ ὧν ἐπιφέρεται μιμήματα, ἀέρος τὸν ποδήρη, ὕδατος τὸν ῥοΐσκον, γῆς τὸ ἄνθινον, πυρὸς τὸ κόκκινον, οὐρανοῦ τὴν ἐπωμίδα, καὶ κατ´ εἶδος τοῖν δυοῖν ἡμισφαιρίοιν τοὺς ἐπὶ τῶν ἀκρωμίων σμαράγδους περιφερεῖς, ἐφ´ ὧν καθ´ ἑκάτερον γλυφαὶ ἕξ, τοῦ ζῳοφόρου τοὺς ἐπὶ τῶν στέρνων δώδεκα λίθους ἐκ τριῶν κατὰ τέτταρας στοίχους, τοῦ συνέχοντος καὶ διοικοῦντος τὰ σύμπαντα τὸ λογεῖον. 134 ἀναγκαῖον γὰρ ἦν τὸν ἱερωμένον τῷ τοῦ κόσμου πατρὶ παρακλήτῳ χρῆσθαι τελειοτάτῳ τὴν ἀρετὴν υἱῷ πρός τε ἀμνηστίαν ἁμαρτημάτων καὶ χορηγίαν ἀφθονωτάτων ἀγαθῶν. 135 ἴσως μέντοι καὶ προδιδάσκει τὸν τοῦ θεοῦ θεραπευτήν, εἰ καὶ μὴ τοῦ κοσμοποιοῦ δυνατόν, ἀλλὰ τοῦ γε κόσμου διηνεκῶς ἄξιον εἶναι πειρᾶσθαι, οὗ τὸ μίμημα ἐνδυόμενος ὀφείλει τῇ διανοίᾳ τὸ παράδειγμα εὐθὺς ἀγαλματοφορῶν αὐτὸς τρόπον τινὰ πρὸς τὴν τοῦ κόσμου φύσιν ἐξ ἀνθρώπου μεθηρμόσθαι καί, εἰ θέμις εἰπεῖν – θέμις δὲ ἀψευδεῖν περὶ ἀληθείας λέγοντα –, βραχὺς κόσμος εἶναι.
[232 CW] (15.) 136 Τῶν δὲ προπυλαίων ἔξω παρὰ ταῖς εἰσόδοις λουτήρ ἐστι χαλκοῦς, οὐκ ἀργὸν ὕλην λαβόντος τοῦ τεχνίτου πρὸς τὴν κατασκευήν, ὅπερ φιλεῖ γίνεσθαι, σκεύη δ´ ἐπιμελῶς δημιουργηθέντα πρὸς ἑτέραν χρείαν, ἃ μετὰ σπουδῆς καὶ φιλοτιμίας πάσης αἱ γυναῖκες εἰσήνεγκαν ἁμιλλώμεναι τοῖς ἀνδράσι πρὸς εὐσέβειαν, ἀγώνισμα καλὸν ἄρασθαι διανοηθεῖσαι καὶ καθ´ ὅσον δυνάμεως εἶχον σπουδάσασαι μὴ ἀπολειφθῆναι τῆς ἐκείνων ὁσιότητος· 137 κάτοπτρα γάρ, οἷς εὐμορφίαν [156 M.] εἰώθασι διακοσμεῖσθαι, μηδενὸς προστάξαντος, αὐτοκελεύστῳ προθυμίᾳ σωφροσύνης καὶ τῆς περὶ γάμον ἁγνείας καὶ τί γὰρ ἀλλ´ ἢ ψυχικοῦ κάλλους ἀπαρχὴν πρεπωδεστάτην ἀπήρξαντο. 138 ταῦτ´ ἔδοξε τῷ τεχνίτῃ λαβόντι χωνεῦσαι καὶ μηδὲν ἀπ´ αὐτῶν ἕτερον ἢ τὸν λουτῆρα κατασκευάσασθαι, περιρραντηρίοις ὅπως οἱ μέλλοντες εἰς τὸν νεὼν εἰσιέναι ἱερεῖς ἐπὶ τῷ τὰς διατεταγμένας ὑπουργεῖν λειτουργίας χρῶνται πόδας μάλιστα καὶ χεῖρας ἀπονιπτόμενοι – σύμβολον ἀνυπαιτίου ζωῆς καὶ βίου καθαρεύοντος ἐν πράξεσιν ἐπαινεταῖς, οὐ τὴν τραχεῖαν κακίας ὁδὸν ἢ κυριώτερον εἰπεῖν ἀνοδίαν ἀλλὰ τὴν δι´ ἀρετῆς λεωφόρον ἀπευθύνοντος –. 139 „ὑπομιμνῃσκέσθω μέντοι“ φησί „καὶ ὁ μέλλων περιρραίνεσθαι, ὅτι τοῦδε τοῦ σκεύους ἡ ὕλη κάτοπτρα ἦν, ἵνα καὶ αὐτὸς οἷα πρὸς κάτοπτρον αὐγάζῃ τὸν ἴδιον νοῦν καί, εἴ τι ὑποφαίνοιτο αἶσχος ἐξ ἀλόγου πάθους ἢ παρὰ φύσιν ἐπαιρούσης καὶ μετεωριζούσης ἡδονῆς ἢ στελλούσης ἔμπαλιν λύπης καὶ καθαιρούσης ἢ ἀποστρέφοντος καὶ ἀποκλίνοντος τὴν ἐπ´ εὐθείας ὁρμὴν φόβου ἢ τῆς ἐπιθυμίας πρὸς τὰ μὴ παρόντα ἑλκούσης καὶ ἀποτεινούσης βίᾳ, τοῦτο θεραπεύῃ τε καὶ ἰᾶται τοῦ γνησίου καὶ ἀνόθου [233 CW] μεταποιούμενος κάλλους· 140 τὸ μὲν γὰρ τοῦ σώματος ἐν συμμετρίᾳ μερῶν εὐχροίᾳ τε καὶ εὐσαρκίᾳ κεῖται, βραχὺν τῆς ἀκμῆς ἔχον καιρόν, τὸ δὲ τῆς διανοίας ἐν ἁρμονίᾳ δογμάτων καὶ ἀρετῶν συμφωνίᾳ, μὴ χρόνου μήκει μαραινόμενον, ἀλλ´ ἐφ´ ὅσον ἐγχρονίζει καινούμενον καὶ νεάζον, χρώματι διαπρεπεῖ κεκοσμημένον ἀληθείας καὶ ὁμολογίας ἔργων πρὸς λόγους καὶ πρὸς ἔργα λόγων καὶ ἔτι βουλευμάτων πρὸς ἑκάτερα.“
(16.) 141 Διδαχθέντι δ´ αὐτῷ τὰ παραδείγματα τῆς ἱερᾶς σκηνῆς καὶ ἀναδιδάξαντι τοὺς διανοίᾳ ὀξεῖς καὶ εὐφυῶς ἔχοντας πρὸς ἀνάληψιν καὶ τελείωσιν ἔργων, ἅπερ ἀναγκαίως εἶχε δημιουργηθῆναι, κατὰ τὸ εἰκὸς ἱεροῦ κατασκευασθέντος ἔδει καὶ ἱερεῖς τοὺς ἐπιτηδειοτάτους αἱρεθῆναί τε καὶ προμαθεῖν, ὃν τρόπον τὰς θυσίας ἀνάγειν τε καὶ ἱερουργεῖν προσῆκε. 142 τὸν μὲν οὖν ἀδελφὸν ἐξ ἁπάντων ἐπικρίνας ἀριστίνδην ἀρχιερέα, τοὺς δ´ ἐκείνου παῖδας ἱερεῖς ἐχειροτόνει, προνομίαν οὐ τῷ οἰκείῳ γένει διδούς, ἀλλ´ εὐσεβείᾳ καὶ ὁσιότητι, ἃς ἐνεώρα τοῖς ἀνδράσιν ὑπούσας. Σαφὴς δὲ πίστις· οὐδέτερον υἱὸν – δύο γὰρ ἦσαν αὐτῷ – τούτου τοῦ γέρως ἠξίωσεν, ἀναγκαίως ἂν ἀμφοτέρους ἑλόμενος, εἴ τινα τιμὴν ἔνεμε τῷ φιλοικείῳ. 143 καθίστη δὲ μετὰ τῆς ἅπαντος τοῦ ἔθνους γνώμης, ὡς τὰ λόγια ὑφηγεῖτο, καινότατον τρόπον καὶ [157 M.] ἄξιον ἱστορηθῆναι· λούει τὸ πρῶτον αὐτοὺς ὕδατι πηγῆς τῷ καθαρωτάτῳ καὶ ζωτικωτάτῳ κἄπειτα τὰς ἱερὰς ἀναδίδωσιν ἐσθῆτας, τῷ μὲν ἀδελφῷ τὸν ποδήρη καὶ τὴν ἐπωμίδα οἱονεὶ θώρακα, τὸ παμποίκιλον ὕφασμα καὶ μίμημα τοῦ παντός, τοῖς δ´ ἀδελφιδοῖς χιτῶνας λινοῦς, ζώνας τε [234 CW] καὶ περισκελῆ πᾶσι· 144 τὰς μέν, ὅπως ἀνεμπόδιστοι καὶ ἑτοιμότεροι πρὸς τὰς ἱερὰς ὑπουργίας ὦσι, σφιγγομένων τοὺς ἀνειμένους κόλπους τῶν χιτώνων, τὰ δ´, ὅπως μηδὲν ὧν κρύπτεσθαι θέμις προφαίνηται, καὶ μάλιστ´ ἀνερχομένων ἐπὶ τὸν βωμὸν ἢ κατιόντων ἄνωθεν καὶ πάντα δρώντων μετὰ σπουδῆς καὶ τάχους· 145 εἰ γὰρ μὴ οὕτως ἀκριβὴς γεγένητο ἡ στόλισις διὰ τὴν τοῦ μέλλοντος ἀδήλου προφυλακήν, κἂν ἕνεκα τῆς συντόνου περὶ τὰς λειτουργίας ὀξύτητος ἀπεγυμνοῦντο τὸν προσήκοντα ἱεροῖς καὶ ἱερωμένοις κόσμον φυλάττειν ἀδυνατοῦντες. (17.) 146 ὡς δὲ ταῖς ἐσθήσεσιν ἤσκησεν αὐτούς, χρίσματος εὐωδεστάτου λαβών, ὃ μυρεψικῇ τέχνῃ κατειργάσθη, τὰ ἐν ὑπαίθρῳ πρῶτα, τόν τε βωμὸν καὶ τὸν λουτῆρα, κατέχριεν ἐπιρραίνων ἑπτάκις, ἔπειτα τὴν σκηνὴν καὶ τῶν ἱερῶν σκευῶν ἕκαστον, τὴν κιβωτόν, τὴν λυχνίαν, τὸ θυμιατήριον, τὴν τράπεζαν, τὰ σπονδεῖα, τὰς φιάλας, τὰ ἄλλα ὅσα πρὸς θυσίας ἀναγκαῖα καὶ χρήσιμα, καὶ τελευταῖον προσαγαγὼν τὸν ἀρχιερέα πολλῷ λίπει τὴν κεφαλὴν ἀλείφει. 147 ταῦτ´ ἐπιτελέσας εὐαγῶς ἀχθῆναι κελεύει μόσχον καὶ κριοὺς δύο· τὸν μέν, ἵνα θύσῃ περὶ ἀφέσεως ἁμαρτημάτων, αἰνιττόμενος ὅτι παντὶ γενητῷ, κἂν σπουδαῖον ᾖ, παρόσον ἦλθεν εἰς γένεσιν, συμφυὲς τὸ ἁμαρτάνειν ἐστίν, ὑπὲρ οὗ τὸ θεῖον εὐχαῖς καὶ θυσίαις ἀναγκαῖον ἐξευμενίζεσθαι, μὴ διακινηθὲν ἐπιθεῖτο· 148 τῶν δὲ κριῶν τὸν μὲν ἕτερον εἰς ὁλοκαύτωμα εὐχαριστήριον τῆς τῶν ὅλων διοικήσεως, ἧς κατὰ τὸ ἐπιβάλλον ἑκάστῳ μέρος μέτεστι καρπουμένῳ τὴν ἀπὸ τῶν στοιχείων ὠφέλειαν, γῆς πρὸς οἴκησιν καὶ τὰς ἐξ αὐτῆς τροφάς, ὕδατος πρὸς ποτὸν καὶ λουτρὰ καὶ πλοῦν, ἀέρος πρὸς ἀναπνοὴν καὶ [235 CW] τὰς διὰ τῶν αἰσθήσεων ἀντιλήψεις – ἐπειδὴ πασῶν ἀὴρ ὄργανον – καὶ ἔτι τὰς ἐτησίους ὥρας, πυρὸς τοῦ μὲν χρειώδους πρὸς τὰ ἑψόμενα καὶ θερμαινόμενα, τοῦ δὲ οὐρανίου πρὸς αὐγὴν καὶ τὰ ὁρατὰ πάντα· 149 τὸν δ´ ἕτερον εἰς τὴν τῶν ἱερωμένων διὰ καθάρσεως ἁγνευτικῆς παντέλειαν, ὃν ἐτύμως „τελειώσεως“ ἐκάλεσεν (Exod. 29, 26. Lev. 8, 22), ἐπειδὴ τὰς ἁρμοττούσας θεραπευταῖς καὶ λειτουργοῖς θεοῦ τελετὰς ἔμελλον ἱεροφαντεῖσθαι. 150 τοῦ δ´ αἵματος αὐτοῦ τὸ μὲν ἐν κύκλῳ τοῦ βωμοῦ σπένδει λαβών, τὸ δὲ φιάλην ὑποσχὼν δέχεται καὶ ἀπὸ τούτου τρία μέρη τοῦ σώματος χρίει τῶν τελουμένων ἱερέων, οὖς ἄκρον, ἄκραν χεῖρα, ποδὸς ἄκρον, [158 M.] δεξιὰ τὰ σύμπαντα, αἰνιττόμενος ὅτι δεῖ τὸν τέλειον καὶ λόγῳ καὶ ἔργῳ καὶ βίῳ παντὶ καθαρεύειν· λόγον μὲν γὰρ ἀκοὴ δικάζει, χεὶρ δ´ ἔργου σύμβολον, διεξόδου δὲ τῆς περὶ τὸν βίον πούς. 151 ἐπεὶ δ´ ἕκαστον αὐτῶν ἄκρον τε καὶ δεξιόν, ὑπονοητέον δηλοῦσθαι τὴν ἐν ἑκάστοις ἐπίδοσιν μετὰ δεξιότητος, ἐφιεμένην τῆς ἄκρας εὐδαιμονίας καὶ τοῦ τέλους, ἐφ´ ὃ σπεύδειν ἀναγκαῖον καὶ τὰς πράξεις ἁπάσας ἀναφέρειν στοχαζομένους ὥσπερ ἐν ταῖς τοξείαις σκοποῦ τοῦ περὶ τὸν βίον. (18.) 152 πάλαι μὲν οὖν ἱερείου ἑνός, ὃ προσηγορεύετο „τελειώσεως“, ἀκράτῳ αἵματι τὰ λεχθέντα τρία μέρη κατέχριε τῶν ἱερέων. Αὖθις δ´ ἐκ τοῦ παρὰ τῷ βωμῷ λαβών, ὅπερ ἐξ ἁπάντων ἦν τῶν τεθυμένων, καὶ τοῦ λεχθέντος χρίσματος, ὃ μυρεψοὶ κατεσκεύασαν, ἀναμίξας τὸ ἔλαιον τῷ αἵματι τοῦ κράματος τοῖς ἱερεῦσι καὶ ταῖς ἐσθήσεσιν αὐτῶν ἐπέρραινε, βουλόμενος αὐτοὺς μὴ μόνον τῆς ἔξω καὶ ἐν ὑπαίθρῳ μεταλαχεῖν ἁγνείας, ἀλλὰ καὶ τῆς ἐν ἀδύτοις, ἐπειδὴ καὶ ἔνδον λειτουργεῖν [236 CW] ἔμελλον· τὰ δ´ εἴσω πάντα ἐλαίῳ κατεκέχριστο. 153 θυσίας δ´ ἐπὶ ταῖς προτέραις ἄλλας ἀναγαγόντων, τοῦτο μὲν τῶν ἱερέων ὑπὲρ αὑτῶν, τοῦτο δὲ τῆς γερουσίας ὑπὲρ ἅπαντος τοῦ ἔθνους, Μωυσῆς μὲν εἰς τὴν σκηνὴν εἰσέρχεται τὸν ἀδελφὸν ἐπαγόμενος – ὀγδόη δ´ ἦν τῆς τελετῆς ἡμέρα καὶ τελευταία, ταῖς γὰρ πρότερον ἑπτὰ ἱεροφαντῶν αὐτόν τε καὶ τοὺς ἀδελφιδοῦς ὠργίαζεν –, εἰσελθὼν δ´ ἀνεδίδασκεν οἷα ὑφηγητὴς ἀγαθὸς εὐμαθῆ γνώριμον, ὃν χρὴ τρόπον τὸν ἀρχιερέα τὰς εἴσω ποιεῖσθαι λειτουργίας. 154 εἶτ´ ἐξελθόντες ἀμφότεροι καὶ τὰς χεῖρας ἀνατείναντες πρὸ τῆς κεφαλῆς εὐχὰς τίθενται τῷ ἔθνει τὰς προσηκούσας ἀπὸ καθαρᾶς καὶ ὁσιωτάτης γνώμης. Ἔτι δ´ εὐχομένων, τερατωδέστατόν τι συμβαίνει· ἐκ γὰρ τῶν ἀδύτων, εἴτε αἰθέρος ἀπόσπασμα τοῦ καθαρωτάτου, εἴτε ἀέρος κατὰ τὴν τῶν στοιχείων φύσει μεταβολὴν ἀναλυθέντος εἰς πῦρ, αἰφνίδιον ἀθρόα φλὸξ διεκπαίει καὶ συντόνῳ ῥύμῃ φέρεται μὲν ἐπὶ τὸν βωμόν, τὰ δ´ ἐπ´ αὐτοῦ πάντα ἐξαναλίσκει, πρὸς οἶμαι σαφεστάτην δήλωσιν, ὅτι οὐδὲν ἄνευ θείας ἐπιφροσύνης ἐπετελεῖτο. 155 δωρεὰν γὰρ ἐξαίρετον εἰκὸς ἦν τοῖς ἁγίοις προσνεμηθῆναι, μὴ μόνον ἐν οἷς ἄνθρωποι δημιουργοί, ἀλλὰ καὶ τῷ καθαρωτάτῳ τῆς οὐσίας πυρί, τὸ χρειῶδες καὶ παρ´ ἡμῖν ὅπως μὴ προσάψαιτο τοῦ βωμοῦ, διὰ τὸ μυρίας ἴσως ἀναμεμῖχθαι κῆρας· 156 ἅπτεται γὰρ οὐ μόνον ζῴων ἀλόγων ὀπτωμένων ἢ ἑψομένων εἰς πλησμονὴν [159 M.] ἄδικον γαστρὸς τῆς ταλαίνης, ἀλλὰ καὶ ἀνθρώπων ἐξ ἐπιβουλῆς ἀναιρουμένων, οὐ τριῶν ἢ τεττάρων, [237 CW] ἀλλὰ καὶ πολυανθρώπων ὁμίλων· 157 ἤδη γοῦν καὶ στόλους μεγάλους ἐπιβατικοῦ πλήρεις ὀϊστοὶ πυρφόροι κατέφλεξαν βληθέντες καὶ ὅλας πόλεις ἐξανάλωσαν, αἳ σμυχόμεναι μέχρι θεμελίων εἰς τέφραν ἐδαπανήθησαν, ὡς μηδ´ ἴχνος ὑπολελεῖφθαι τοῦ πάλαι συνοικισμοῦ. 158 ταύτης ἕνεκά μοι δοκῶ τῆς αἰτίας ὡς μεμιασμένον ἤλασε τοῦ ἱερωτάτου καὶ καθαρωτάτου βωμοῦ πῦρ τὸ χρειῶδες, ἀνθ´ οὗ φλόγα αἰθέριον ὤμβρησεν ἀπὸ τοῦ οὐρανοῦ πρὸς διαστολὴν ἁγίων τε καὶ βεβήλων, ἀνθρωπείων τε καὶ θείων· ἥρμοττε γὰρ ταῖς θυσίαις ἀφθαρτοτέραν οὐσίαν ἀπονενεμῆσθαι πυρὸς τῆς πρὸς τὰς βιωτικὰς χρείας ὑπηρετούσης.
(19.) 159 Πολλῶν δὲ κατὰ τὸ ἀναγκαῖον ἀναγομένων θυσιῶν καθ´ ἑκάστην ἡμέραν καὶ διαφερόντως ἐν πανηγύρεσι καὶ ἑορταῖς ὑπέρ τε ἰδίᾳ ἑκάστου καὶ κοινῇ ὑπὲρ ἁπάντων, διὰ μυρίας καὶ οὐχὶ τὰς αὐτὰς αἰτίας, ἅτε πολυανθρωποτάτου ἔθνους εὐσεβοῦντος, ἐδέησε καὶ νεωκόρων πλήθους εἰς τὰς ἱερὰς ὑπηρεσίας. 160 ἡ δ´ αἵρεσις ἐγίνετο πάλιν καινότατον ἀλλ´ οὐ τὸν εἰωθότα τρόπον· μίαν τῶν δώδεκα φυλῶν ἐπικρίνας ἀριστίνδην ἐχειροτόνει θεοφιλοῦς ἔργου προθεὶς ἆθλα καὶ ἀριστεῖα. 161 τὸ δ´ ἔργον τοιόνδε ἦν· Μωυσέως ἀναβάντος εἰς τὸ πλησίον ὄρος καὶ πλείους ἡμέρας ἰδιάζοντος τῷ θεῷ, τὴν ἀπουσίαν αὐτοῦ καιρὸν ἐπιτήδειον εἶναι νομίσαντες οἱ μὴ βέβαιοι τὰς φύσεις, ὥσπερ ἀναρχίας γενομένης, ἄφετοι πρὸς ἀσέβειαν ὥρμησαν καὶ ἐκλαθόμενοι τῆς πρὸς τὸ ὂν ὁσιότητος ζηλωταὶ τῶν Αἰγυπτιακῶν γίνονται πλασμάτων. 162 εἶτα χρυσοῦν ταῦρον κατασκευασάμενοι, μίμημα τοῦ κατὰ τὴν χώραν ἱερωτάτου ζῴου [238 CW] δοκοῦντος εἶναι, θυσίας ἀθύτους ἀνῆγον καὶ χοροὺς ἀχορεύτους ἵστασαν ὕμνους τε ᾖδον θρήνων οὐδὲν διαφέροντας καὶ ἐμφορηθέντες ἀκράτου διπλῇ μέθῃ κατίσχοντο, τῇ μὲν ἐξ οἴνου, τῇ δὲ καὶ ἀφροσύνης, κωμάζοντές τε καὶ παννυχίζοντες ἀπροόρατοι τοῦ μέλλοντος ἡδέσι κακοῖς συνεβίουν, ἐφεδρευούσης δίκης, ἣ μὴ βλέποντας ἔβλεπε καὶ ὧν ἄξιοι τιμωριῶν εἰσιν. 163 ἐπεὶ δὲ αἱ ἐν τῷ στρατοπέδῳ συνεχεῖς ἐκβοήσεις κατὰ πολυανθρώπους ὁμίλους ἀθροιζομένων ἄχρι πολλοῦ διαστήματος ἐχώρουν, ὡς καὶ μέχρι τῆς ἀκρωρείας τὴν περιήχησιν ἐλθεῖν, πληχθεὶς τὰ ὦτα Μωυσῆς ἐν ἀμηχάνοις ἦν ἅτε θεοφιλὴς ὁμοῦ καὶ φιλάνθρωπος, μήτ´ ἐκλιπεῖν ὑπομένων τὰς πρὸς θεὸν ὁμιλίας, ἃς ἰδιάζων μόνος μόνῳ διελέγετο, μήθ´ ὑπεριδεῖν τοῦ πλήθους ἐμπιπλαμένου τῶν ἐξ ἀναρχίας κακοπραγιῶν· 164 ἔγνω γὰρ τὸν θροῦν δεινὸς [160 M.] ὢν ἐκ φωνῆς ἀνάρθρου καὶ ἀσήμου στοχάσασθαι ψυχῆς ἀδήλων καὶ ἀφανῶν τοῖς ἄλλοις παθῶν ἰδιότητας, ὅτι παροινίας ἐστὶν ἡ κατέχουσα ταραχή, γεννώσης ἀκρασίας μὲν κόρον, κόρου δὲ ὕβριν. 165 ἀνθελκόμενος δὲ καὶ ἀντισπώμενος πρὸς ἑκατέρου μέρους ὧδε κἀκεῖσε τί χρὴ δρᾶν ἠπόρει. Σκοπουμένῳ δ´ αὐτῷ θεσπίζεται τάδε· „βάδιζε ταχέως ἐνθένδε, κατάβηθι· πρὸς ἀνομίαν ἔσπευσεν ὁ λεώς· χειροποίητον κατασκευάσαντες ταυρόμορφον θεὸν οὐ θεὸν προσκυνοῦσι καὶ θύουσιν, ὧν εἶδον καὶ ὧν ἤκουσαν ἁπάντων ὅσα συντείνει πρὸς εὐσέβειαν ἐκλαθόμενοι.“ 166 καταπλαγεὶς δὲ καὶ ἀναγκασθεὶς πιστεύειν ἀπίστοις πράξεσιν οἷα μεσίτης καὶ διαλλακτὴς οὐκ εὐθὺς ἀπεπήδησεν, ἀλλὰ πρότερον τὰς ὑπὲρ τοῦ ἔθνους ἱκεσίας καὶ λιτὰς ἐποιεῖτο συγγνῶναι τῶν ἡμαρτημένων δεόμενος· εἶτ´ ἐξευμενισάμενος ὁ κηδεμὼν καὶ παραιτητὴς τὸν ἡγεμόνα ἐπανῄει χαίρων ἅμα [239 CW] καὶ κατηφῶν· ἐγεγήθει μὲν γὰρ τὴν ἱκεσίαν τοῦ θεοῦ προσιεμένου, συννοίας δὲ καὶ κατηφείας μεστὸς ἦν οἰδῶν ἐπὶ τῇ τοῦ πλήθους παρανομίᾳ. (20.) 167 γενόμενος δ´ ἐν μέσῳ τοῦ στρατοπέδου καὶ τὴν ἐξαπίναιον ἐκδιαίτησιν τοῦ πλήθους θαυμάσας καὶ ὅσον ψεῦδος ἀνθ´ ὅσης ἀληθείας ὑπηλλάξαντο, κατιδὼν οὐκ εἰς ἅπαντας τὴν νόσον ἀφιγμένην, ἀλλά τινας ὑγιαίνοντας ἔτι καὶ μισοπονήρῳ πάθει χρωμένους, βουλόμενος διαγνῶναι τούς τε ἀνιάτως ἔχοντας καὶ τοὺς ἐπὶ τοῖς πεπραγμένοις δυσχεραίνοντας καὶ εἰ δή τινες ἁμαρτόντες μετανοοῦσι, κήρυγμα κηρύττει – τὸ δ´ ἦν ἄρα βάσανος ἀκριβὴς τῆς ἑκάστου διανοίας, ὡς ἔχοι πρός τε ὁσιότητα καὶ τοὐναντίον –. „εἴ τις“ γάρ φησι „πρὸς κύριον, ἴτω πρὸς μέ.“ 168 βραχὺ μὲν τὸ λεχθέν, μεγάλη δ´ ἡ ἔμφασις, ἔστι γὰρ τοιόνδε τὸ δηλούμενον· εἴ τις μηδὲν τῶν χειροποιήτων μηδ´ ὅσα γενητὰ νομίζει θεούς, ἀλλ´ ἕνα τὸν ἡγεμόνα τῶν ὅλων, ἐμοὶ προσίτω. 169 τῶν μὲν οὖν ἄλλων οἱ μὲν ἕνεκα τοῦ τὸν Αἰγυπτιακὸν ἐζηλωκέναι τῦφον ἀφηνιάζοντες οὐ προσεῖχον τοῖς λεγομένοις, οἱ δὲ φόβῳ κολάσεως ἴσως ἐγγυτέρω προσελθεῖν οὐκ ἐθάρρουν ἢ τὴν ἐκ Μωυσέως τίσιν δεδιότες ἢ τὴν ἐκ τοῦ πλήθους ἐπανάστασιν· ἀεὶ γὰρ οἱ πολλοὶ τοῖς μὴ συναπονοουμένοις ἐπιτίθενται. 170 μία δ´ ἐξ ἁπάντων ἡ λεγομένη Λευϊτικὴ φυλὴ τοῦ κηρύγματος ἐπακούσασα καθάπερ ἀφ´ ἑνὸς συνθήματος ἔθει μετὰ σπουδῆς, τῇ ποδωκείᾳ τὴν προθυμίαν ἐπιδεικνυμένη καὶ τὴν ὀξύτητα τῆς εἰς εὐσέβειαν ψυχικῆς [161 M.] ὁρμῆς. 171 οὓς ἰδὼν Μωυσῆς ὥσπερ ἀπὸ βαλβῖδος ἁμιλλωμένους „εἰ μὴ μόνον τοῖς σώμασιν“ εἶπεν „ἐπισπεύδετε τὴν πρὸς ἡμᾶς ἄφιξιν ἀλλὰ καὶ ταῖς διανοίαις, αὐτίκα μαρτυρηθήσεται· ξίφος ἀναλαβὼν ἕκαστος [240 CW] τοὺς μυρίων ἄξια θανάτων εἰργασμένους, οἳ τὸν ἀληθῆ θεὸν καταλιπόντες τοὺς ψευδωνύμους ἐδημιούργησαν φθαρταῖς καὶ γενηταῖς οὐσίαις τὴν τοῦ ἀφθάρτου καὶ ἀγενήτου πρόσρησιν ἐπιφημίσαντες, συγγενεῖς καὶ φίλους ἀποκτεινάτω φιλίαν καὶ συγγένειαν ὑπολαβὼν εἶναι μόνην ἀνδρῶν ἀγαθῶν ὁσιότητα.“ 172 οἱ δὲ τὴν παραίνεσιν ἑτοιμότητι φθάσαντες, ἐπεὶ καὶ τὰς γνώμας ἔτυχον ἠλλοτριωμένοι σχεδὸν ἀφ´ οὗ τὸ παρανόμημα γενόμενον εἶδον, ἀναιροῦσιν ἡβηδὸν εἰς τρισχιλίους τῶν πρὸ μικροῦ φιλτάτων. Κειμένων δ´ ἐν ἀγορᾷ μέσῃ τῶν σωμάτων, ἡ πληθὺς θεασαμένη τοὺς μὲν ᾠκτίσατο, τὸ δὲ τῶν κτεινόντων ἔνθερμον ἔτι καὶ μεστὸν ὀργῆς παράστημα καταδείσασα φόβῳ νουθετεῖται. 173 Μωυσῆς δὲ τὴν ἀριστείαν ἀποδεξάμενος γέρας ἐπενόησε καὶ ἐβεβαίωσε τῇ πράξει τὸ οἰκεῖον· ἔδει γὰρ τοὺς ὑπὲρ θεοῦ τιμῆς ἑκούσιον πόλεμον ἀραμένους καὶ βραχεῖ καιρῷ κατωρθωκότας ἀξιωθῆναι τῆς θεραπείας αὐτοῦ λαχόντας ἱερωσύνην.
(21.) 174 Ἐπεὶ δ´ οὐ μία τάξις τῶν ἱερωμένων, ἀλλ´ οἷς μὲν ἐπιτέτραπται τὰ περὶ τὰς εὐχὰς καὶ θυσίας καὶ τὰς ἄλλας ἱερουργίας ἄχρι τῶν ἀδύτων ἰοῦσιν, οἷς δὲ τούτων μὲν οὐδέν, ἐπιμέλειαι δὲ καὶ φυλακαὶ μεθ´ ἡμέραν καὶ νύκτωρ τοῦ τε ἱεροῦ καὶ τῶν ἐν αὐτῷ, οὓς νεωκόρους ἔνιοι καλοῦσιν, ἡ πολλοῖς πολλαχοῦ μυρίων αἰτία κακῶν γενομένη περὶ πρωτείων στάσις ἐπεπόλασε κἀνταῦθα, τῶν νεωκόρων ἐπιθεμένων τοῖς ἱερεῦσι καὶ τὴν ἐκείνων τιμὴν παρασπάσασθαι διανοηθέντων· καὶ τοῦτ´ εὐμαρῶς ἔσεσθαι πολλαπλασίους τὸν ἀριθμὸν [241 CW] ὄντες. 175 ὑπὲρ δὲ τοῦ μὴ δοκεῖν ἰδίᾳ γνώμῃ νεωτερίζειν καὶ τὴν πρεσβυτάτην τῶν δώδεκα φυλῶν συμφρονεῖν ἀναπείθουσιν, ᾗ πολλοὶ τῶν εἰκαιοτέρων ἐπηκολούθησαν ὡς ἔχειν δυναμένῃ πρεσβεῖον ἡγεμονίας. 176 μέγαν τοῦτον ἐπιτειχισμὸν ἔγνω Μωυσῆς φυόμενον καθ´ αὑτοῦ· τὸν γὰρ ἀδελφὸν ἀρχιερέα κατὰ τὰ χρησθέντα λόγια ᾕρητο, διαβολαὶ δ´ ἦσαν ὡς τοὺς μὲν χρησμοὺς ἐπιψευσαμένου, ποιησαμένου δὲ τὴν αἵρεσιν διὰ τὴν οἰκειότητα καὶ τὴν πρὸς τὸν ἀδελφὸν εὔνοιαν. 177 ἐφ´ οἷς εἰκότως ἀνιαθείς, εἰ μὴ μόνον ἀπιστεῖται διὰ τοσούτων ἐλέγχων τὴν ἑαυτοῦ πίστιν ἐπιδειξάμενος, ἀλλὰ καὶ ἐπ´ [162 M.] ἔργοις ἅπερ ἀναφέρεται πρὸς θεοῦ τιμήν, δι´ ἃ μόνα καὶ τὸν ἐν τοῖς ἄλλοις τὸ ἦθος κατεψευσμένον ἀναγκαῖον ἦν ἀληθεύειν – ἀλήθεια γὰρ ὀπαδὸς θεοῦ –, λόγοις μὲν ἀναδιδάσκειν περὶ τῆς ἑαυτοῦ προαιρέσεως οὐκ ἐδοκίμαζε, τὸ μεταπείθειν ἐπιχειρεῖν τοὺς προκαταληφθέντας ἐναντίαις δόξαις ἀργαλέον εἰδώς, ἱκετεύει δὲ τὸν θεὸν ἐμφανεῖς ἀποδείξεις αὐτοῖς παρασχεῖν περὶ τοῦ μηδὲν ἐψεῦσθαι κατὰ τὴν τῆς ἱερωσύνης αἵρεσιν. 178 ὁ δὲ κελεύει δώδεκα ῥάβδους λαβεῖν ταῖς φυλαῖς ἰσαρίθμους καὶ τὰ μὲν τῶν ἄλλων ὀνόματα φυλάρχων ἐπιγράψαι ταῖς ἕνδεκα, τῇ δὲ λοιπῇ τὸ τοῦ ἀδελφοῦ καὶ ἀρχιερέως, εἶτ´ εἰς τὸν νεὼν ἄχρι τῶν ἀδύτων εἰσενεγκεῖν· ὁ δὲ τὰ προσταχθέντα ποιήσας ἐκαραδόκει τὸ ἀποβησόμενον. 179 τῇ δ´ ὑστεραίᾳ λογίῳ πληχθείς, ἅπαντος τοῦ ἔθνους παρεστῶτος, εἰσέρχεται καὶ τὰς ῥάβδους ἐκκομίζει, τὰς μὲν ἄλλας οὐδὲν διάφορον ἐχούσας, μίαν δ´ ἐφ´ ᾗ τοὔνομα ἐπεγέγραπτο [242 CW] τοῦ ἀδελφοῦ τεθαυματουργημένην· οἷα γὰρ φυτὸν εὐγενὲς ἅπασα νέους βλαστοὺς ἐξέφυσε καὶ ὑπ´ εὐφορίας καρπῶν ἔβριθεν. (22.) 180 οἱ δὲ καρποὶ κάρυα ἦσαν, ἃ φύσιν ἐναντίαν ἔχει τοῖς ἄλλοις· ἐπὶ γὰρ τῶν πλείστων, σταφυλῆς, ἐλαίας, μήλων, διαφέρει τὸ σπέρμα καὶ τὸ ἐδώδιμον, ἃ διαφέροντα τόποις χωρίζεται· τὸ μὲν γὰρ ἐδώδιμον ἔξω, τὸ δὲ σπέρμα εἴσω κατακέκλεισται· τοῦ δὲ καρύου ταὐτόν ἐστι τό τε σπέρμα καὶ τὸ ἐδώδιμον, ἀμφοτέρων εἰς μίαν ἰδέαν ἀποκριθέντων, καὶ τόπος εἷς ὁ ἐντὸς ὠχυρωμένος καὶ περιπεφρουρημένος ἕρκει διπλῷ, τῷ μὲν ἐκ φλοιοῦ πάνυ βαθέος, τῷ δ´ οὐδὲν ἀποδέοντι ξυλίνου κατασκευάσματος· ἀφ´ οὗ τελείαν ἀρετὴν αἰνίττεται. 181 ὥσπερ γὰρ ἐν καρύῳ ταὐτόν ἐστιν ἀρχὴ καὶ τέλος, ἀρχὴ μὲν ᾗ σπέρμα, τέλος δὲ ᾗ καρπός, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν· ἑκάστῃ γὰρ συμβέβηκεν εἶναι καὶ ἀρχὴν καὶ τέλος, ἀρχὴν μέν, ὅτι οὐκ ἐξ ἑτέρας δυνάμεως ἀλλ´ ἐξ ἑαυτῆς φύεται, τέλος δέ, ὅτι πρὸς αὐτὴν ὁ κατὰ φύσιν βίος σπεύδει. 182 μία μὲν αἰτία ἥδε, λέγεται δὲ καὶ ἑτέρα τῆς προτέρας ἐμφαντικωτέρα· καρύου τὸ μὲν φλοιῶδές ἐστι πικρόν, τὸ δ´ εἴσω περικείμενον ὡσανεὶ ξύλινον ἕρκος στιφρὸν εὖ μάλα καὶ κραταιόν, οἷς ἀμφοτέροις ὁ καρπὸς ἐγκατακεκλεισμένος οὐκ ἔστιν εὔληπτος. 183 τοῦτο ποιεῖται σύμβολον ἀσκητικῆς ψυχῆς, ἀφ´ οὗ προτρέπειν αὐτὴν οἴεται δεῖν ἐπ´ ἀρετὴν ἀναδιδάσκων, ὅτι πόνῳ προεντυχεῖν ἀναγκαῖον· πικρὸν δὲ καὶ ἀντιτυπὲς καὶ σκληρὸν ὁ πόνος, ἐξ οὗ φύεται τἀγαθόν, [243 CW] οὗ χάριν οὐ μαλακιστέον. 184 ὁ [163 M.] μὲν γὰρ τὸν πόνον φεύγων φεύγει καὶ τὰ ἀγαθά, ὁ δὲ τλητικῶς καὶ ἀνδρείως ὑπομένων τὰ δυσκαρτέρητα σπεύδει πρὸς μακαριότητα· οὐ γὰρ ἁβροδιαίτοις καὶ τὴν ψυχὴν ἐκτεθηλυμμένοις καὶ τὸ σῶμα διαρρέουσιν ὑπὸ τῆς καθ´ ἑκάστην ἡμέραν ἀδιαστάτου θρύψεως ἀρετὴ πέφυκεν ἐνδιαιτᾶσθαι, κακουμένη δὲ μετανίσταται πρότερον ἀπόλειψιν χρηματίσασα πρὸς τὸν ἄρχοντα τὸν ὀρθὸν λόγον. 185 ἀλλ´ εἰ δεῖ τἀληθὲς εἰπεῖν, ὁ φρονήσεως καὶ σωφροσύνης ἀνδρείας τε καὶ δικαιοσύνης ἱερώτατος θίασος ἀσκητὰς μετατρέχει καὶ ὅσοι τὸν αὐστηρὸν καὶ σκληροδίαιτον βίον, ἐγκράτειαν καὶ καρτερίαν, ζηλοῦσι σὺν εὐτελείᾳ καὶ ὀλιγοδεΐᾳ, δι´ ὧν τὸ κυριώτατον τῶν ἐν ἡμῖν, ὁ λογισμός, εἰς ὑγείαν ἄνοσον καὶ εὐεξίαν ἐπιδίδωσι καθελὼν τὸν βαρὺν τοῦ σώματος ἐπιτειχισμόν, ὃν οἰνοφλυγίαι καὶ ὀψοφαγίαι καὶ λαγνεῖαι καὶ αἱ ἄλλαι ἀπλήρωτοι ἐπιθυμίαι συνεκρότησαν γεννήσασαι τὴν ἀντίπαλον ἀγχινοίας πολυσαρκίαν. 186 λέγεται μέντοι καὶ τῶν ἐν ἔαρι βλαστάνειν εἰωθότων δένδρων ἡ ἀμυγδαλῆ καὶ πρῶτον ἀνθεῖν εὐαγγελιζομένη φορὰν ἀκροδρύων καὶ ὕστατον φυλλορροεῖν τὴν ἐπέτειον πρὸς μήκιστον ἀποτείνουσα τῆς χλόης εὐγηρίαν· ὧν ἑκάτερον ποιεῖται σύμβολον τῆς ἱερατικῆς φυλῆς, αἰνιττόμενος ὅτι καὶ πρώτη καὶ ὑστάτη τοῦ σύμπαντος ἀνθρώπων γένους ἀνθήσει, καθ´ ὃν ἂν χρόνον δόξῃ τῷ θεῷ ταῖς ἐαριναῖς τροπαῖς ἐξομοιῶσαι τὸν ἡμέτερον βίον ἀνελόντι τὴν ἐπίβουλον καὶ τοῦ κακοδαιμονεῖν πηγὴν πλεονεξίαν.
[244 CW] (23.) 187 Ἐπειδὴ τοίνυν τῷ τελειοτάτῳ ἡγεμόνι τέτταρα δεῖν ἔφαμεν προσεῖναι, βασιλείαν καὶ νομοθετικὴν ἕξιν καὶ ἱερωσύνην καὶ προφητείαν, ἵνα διὰ μὲν τῆς νομοθετικῆς προστάττῃ ἃ δεῖ καὶ ἀπαγορεύῃ ἃ μὴ δεῖ πράττειν, διὰ δὲ τῆς ἱερωσύνης μὴ μόνον τἀνθρώπεια ἀλλὰ καὶ τὰ θεῖα διέπῃ, διὰ δὲ τῆς προφητείας ὅσα μὴ λογισμῷ καταλαμβάνεται θεσπίζῃ, διειλεγμένος περὶ τῶν πρώτων τριῶν καὶ ἐπιδεδειχὼς Μωυσῆν ἄριστον βασιλέα καὶ νομοθέτην καὶ ἀρχιερέα τὸ τελευταῖον ἔρχομαι δηλώσων, ὅτι καὶ προφήτης γέγονε δοκιμώτατος. 188 οὐκ ἀγνοῶ μὲν οὖν, ὡς πάντ´ εἰσὶ χρησμοί, ὅσα ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται, χρησθέντες δι´ αὐτοῦ· λέξω δὲ τὰ ἰδιαίτερα, πρότερον εἰπὼν ἐκεῖνο· τῶν λογίων τὰ μὲν ἐκ προσώπου τοῦ θεοῦ λέγεται δι´ ἑρμηνέως τοῦ θείου προφήτου, τὰ δ´ ἐκ πεύσεως καὶ ἀποκρίσεως ἐθεσπίσθη, τὰ δ´ ἐκ προσώπου Μωυσέως ἐπιθειάσαντος καὶ ἐξ αὑτοῦ κατασχεθέντος. 189 τὰ μὲν οὖν πρῶτα ὅλα δι´ ὅλων ἀρετῶν θείων δείγματά ἐστι, τῆς τε [164 M.] ἵλεω καὶ εὐεργέτιδος, δι´ ὧν ἅπαντας μὲν ἀνθρώπους πρὸς καλοκἀγαθίαν ἀλείφει, μάλιστα δὲ τὸ θεραπευτικὸν αὐτοῦ γένος, ᾧ τὴν πρὸς εὐδαιμονίαν ἄγουσαν ἀνατέμνει ὁδόν· 190 τὰ δὲ δεύτερα μῖξιν ἔχει καὶ κοινωνίαν, πυνθανομένου μὲν τοῦ προφήτου περὶ ὧν ἐπεζήτει, ἀποκρινομένου δὲ τοῦ θεοῦ καὶ διδάσκοντος· τὰ δὲ τρίτα ἀνατίθεται τῷ νομοθέτῃ, μεταδόντος αὐτῷ τοῦ θεοῦ τῆς προγνωστικῆς δυνάμεως, ᾗ θεσπιεῖ τὰ μέλλοντα. 191 τὰ μὲν οὖν πρῶτα ὑπερθετέον, μείζω γάρ ἐστιν ἢ ὡς ὑπ´ ἀνθρώπου τινὸς ἐπαινεθῆναι, μόλις ἂν ὑπ´ οὐρανοῦ τε καὶ κόσμου καὶ τῆς τῶν ὅλων φύσεως ἀξίως ἐγκωμιασθέντα, καὶ ἄλλως λέγεται ὡσανεὶ δι´ ἑρμηνέως· ἑρμηνεία δὲ καὶ [245 CW] προφητεία διαφέρουσι. Περὶ δὲ τῶν δευτέρων αὐτίκα πειράσομαι δηλοῦν συνυφήνας αὐτοῖς καὶ τὸ τρίτον εἶδος, ἐν ᾧ τὸ τοῦ λέγοντος ἐνθουσιῶδες ἐμφαίνεται, καθ´ ὃ μάλιστα καὶ κυρίως νενόμισται προφήτης.
(24.) 192 Τῆς δ´ ὑποσχέσεως ἀρκτέον ὧδε. Τέτταρές εἰσι τόποι διὰ πεύσεως καὶ ἀποκρίσεως χρησμοῖς νομοθετηθέντες, μικτὴν ἔχοντες δύναμιν· τῇ μὲν γὰρ ὁ προφήτης ἐνθουσιᾷ πυνθανόμενος, τῇ δὲ ὁ πατὴρ θεσπίζει λόγου καὶ ἀποκρίσεως μεταδιδούς. Ἔστι δὲ πρῶτος, ὃς οὐχ ὅτι Μωυσῆν ὁσιώτατον τῶν πώποτε γενομένων ἀλλὰ καὶ τὸν ἐπὶ βραχὺ γευσάμενον εὐσεβείας ὤργισεν. 193 ἐξ ἀνομοίων τις γενόμενος ἄνθρωπος νόθος, Αἰγυπτίου μὲν πατρός, μητρὸς δὲ Ἰουδαίας, τῶν μὲν ταύτης πατρίων ἐθῶν ἠλόγησε, πρὸς δὲ τὴν Αἰγυπτιακήν, ὡς λόγος, ἀπέκλινεν ἀσέβειαν τὴν τῶν ἀνδρῶν ζηλώσας ἀθεότητα. 194 μόνοι γὰρ σχεδὸν ἁπάντων ἐθνῶν Αἰγύπτιοι γῆν ἐπετείχισαν οὐρανῷ, τὴν μὲν ἰσοθέων τιμῶν ἀξιώσαντες, τῷ δ´ οὐδὲν γέρας ἐξαίρετον ἀπονείμαντες, ὡς δέον πρὸ τῶν βασιλείων τὰς ἐσχατιὰς περιέπειν – ἐν γὰρ κόσμῳ βασίλειον μὲν ἱερώτατον οὐρανός, ἐσχατιὰ δὲ γῆ, καθ´ ἑαυτὴν μὲν ἀξιοσπούδαστος, εἰς δὲ σύγκρισιν ἰοῦσα αἰθέρος ἀπολειπομένη τοσοῦτον ὅσον σκότος μὲν φωτός, νὺξ δὲ ἡμέρας, φθορὰ δ´ ἀφθαρσίας καὶ θνητὸς θεοῦ –. 195 τῆς γὰρ χώρας οὐχ ὑετῷ καθάπερ αἱ ἄλλαι νιφομένης, ἀλλὰ ταῖς τοῦ ποταμοῦ πλημμύραις εἰωθυίας ἀνὰ πᾶν ἔτος λιμνάζεσθαι, θεοπλαστοῦσι τῷ λόγῳ τὸν Νεῖλον Αἰγύπτιοι ὡς ἀντίμιμον οὐρανοῦ γεγονότα καὶ περὶ τῆς χώρας σεμνηγοροῦσιν. (25.) 196 ὁ δὴ μικτὸς οὗτος ἐκεῖνος διενεχθείς τινι τῶν ἀπὸ τοῦ ὁρατικοῦ καὶ ἐπιστημονικοῦ γένους, ἀκράτωρ ὑπ´ [246 CW] ὀργῆς αὐτὸς αὑτοῦ γενόμενος καὶ ἅμα τῆς Αἰγυπτιακῆς ἀθεότητος ζηλωτὴς ὤν, ἀπὸ γῆς εἰς οὐρανὸν ἔτεινε τὴν ἀσέβειαν [165 M.] ἐπαράτῳ καὶ ἐναγεῖ καὶ μεμιασμένῃ ψυχῇ τε καὶ γλώττῃ καὶ πάσῃ τῇ φωνῆς ὀργανοποιίᾳ καταρασάμενος δι´ ὑπερβολὴν κακιῶν ὃν οὐδ´ ὑπὸ πάντων ἀλλὰ μόνων τῶν ἀρίστων εὐλογεῖσθαι θέμις, ὅσοι τὰς τελείας καθάρσεις ἐδέξαντο. 197 διὸ καὶ θαυμάσας τὴν φρενοβλάβειαν καὶ τὴν τοῦ θράσους ὑπερβολήν, καίτοι γ´ ὑπόπλεως ὢν παραστήματος εὐγενοῦς καὶ ἱέμενος αὐτοχειρίᾳ διαρτῆσαι τὸν ἄνθρωπον, ἔδεισε μὴ κουφοτέραν ἀναπράξῃ τιμωρίαν· ἰσόρροπον γὰρ ἐπινοῆσαι πρὸς τοσαύτην ἀσέβειαν κόλασιν ἄνθρωπος οὐκ ἂν ἴσχυσεν. 198 ἐπεὶ δὲ καὶ τῷ μὴ σέβειν θεὸν ἕπεται τὸ μήτε γονεῖς μήτε πατρίδα μήτ´ εὐεργέτας τιμᾶν, ὁ δὲ δὴ πρὸς τῷ μὴ σέβειν καὶ κακηγορεῖν τολμῶν τίνα μοχθηρίας ὑπερβολὴν ἀπολέλοιπε; καίτοι καὶ τὸ κακηγορεῖν ἧττον ἐν συγκρίσει κατάρας· ἀλλὰ γλωσσαλγία καὶ ἀχάλινον στόμα ὅταν ἐκνόμοις ἀφροσύναις ὑπηρετῶσι, πάντως τι καινουργεῖται τῶν ἀθέσμων. 199 ὦ ἄνθρωπε, καταρᾶταί τις θεόν; τίνα καλῶν ἕτερον θεὸν εἰς τὴν τῆς ἀρᾶς βεβαίωσιν; ἢ δῆλον ὅτι αὐτὸν κατ´ αὐτοῦ; ἄπαγε βεβήλων καὶ ἀνοσίων ἐνθυμημάτων. Καλὸν ἐκνίψασθαι τὴν ἀθλίαν ψυχὴν ἐπηρεασθεῖσαν μὲν ὑπὸ φωνῆς, διακόνοις δὲ τοῖς [247 CW] ὠσὶ χρησαμένην, αἰσθήσει τυφλῇ. 200 καὶ οὔτε ἡ γλῶττα τοῦ τοσοῦτον ἀσέβημα φθεγξαμένου παρείθη οὔτε τὰ τοῦ μέλλοντος ἀκούειν ὦτα ἐπεφράχθη; εἰ μὴ ἄρα κατὰ πρόνοιαν τῆς δίκης, ἥτις οὔτ´ ἀγαθὸν ὑπερβάλλον οὔτε μέγιστον κακὸν οἴεται δεῖν ἐπισκιάζεσθαι, πρὸς ἔλεγχον ἐναργέστατον ἀρετῆς ἢ κακίας, ἵνα τὴν μὲν ἀποδοχῆς τὴν δὲ τιμωρίας ἀξιώσῃ. 201 διὰ τοῦτο τὸν μὲν εἰς εἱρκτὴν ἀπαχθέντα κελεύει δεθῆναι, ποτνιᾶται δὲ τὸν θεὸν ἱλασάμενος ταῖς ἀνάγκαις τῶν αἰσθήσεων, δι´ ὧν καὶ βλέπομεν ἃ μὴ θέμις ὁρᾶν καὶ ἀκούομεν ὧν μὴ θέμις ἀκούειν, ὅ τι χρὴ παθεῖν τὸν εὑρετὴν ἀσεβήματος καὶ ἀνοσιουργήματος ἐκτόπου καὶ ξένου δηλῶσαι. 202 ὁ δὲ προστάττει καταλευσθῆναι, προσήκουσαν οἶμαι δίκην ὑπολαβὼν τὴν διὰ λίθων κατ´ ἀνδρὸς λιθίνην καὶ ἀπόκροτον ψυχὴν ἔχοντος καὶ ἅμα βουλόμενος πάντας τοὺς ἀπὸ τοῦ ἔθνους συνεφάψασθαι τῆς κολάσεως, οὓς ᾔδει σφόδρα τραχέως ἐνεγκόντας καὶ φονῶντας· μόνης δ´ ὡς ἔοικε τῆς διὰ βλημάτων ἔμελλον αἱ τοσαῦται μυριάδες ἐφάπτεσθαι. 203 μετὰ δὲ τὴν τοῦ ἀνοσίου καὶ παλαμναίου τίσιν ἐγράφη διάταγμα καινόν, οὐκ ἄν ποτε προηγουμένης ἀξιωθὲν γραφῆς, ἀλλ´ αἱ ἀπροσδόκητοι νεωτεροποιίαι καινοὺς νόμους εἰς ἀνακοπὴν [166 M.] ἁμαρτημάτων ἐπιζητοῦσιν. Αὐτίκα γοῦν νομοθετεῖται τάδε· ὃς ἂν καταράσηται θεόν, ἁμαρτίας ἔνοχος ἔστω, ὃς δ´ ἂν ὀνομάσῃ τὸ ὄνομα κυρίου, θνῃσκέτω (Lev. 24, 15. 16). 204 εὖ γ´, ὦ πάνσοφε, μόνος ἀμιγοῦς ἠκρατίσω σοφίας· τοῦ καταρᾶσθαι χεῖρον τὸ ὀνομάζειν ὑπείληφας; οὐ γὰρ ἂν τὸν μὲν βαρύτατον ἀσέβημα εἰργασμένον ἐπεκούφιζες διημαρτηκόσιν [248 CW] ἐπιεικέστερον συντάττων, κατὰ δὲ τοῦ βραχύτερον ἠδικηκέναι δόξαντος τὴν ἀνωτάτω τιμωρίαν, θάνατον, ὥριζες. (26.) 205 ἀλλ´ ὡς ἔοικε „θεοῦ“ τὰ νῦν οὐχὶ τοῦ πρώτου καὶ γεννητοῦ τῶν ὅλων ἀλλὰ τῶν ἐν ταῖς πόλεσι μέμνηται· ψευδώνυμοι δ´ εἰσὶ γραφέων καὶ πλαστῶν τέχναις δημιουργούμενοι· ξοάνων γὰρ καὶ ἀγαλμάτων καὶ τοιουτοτρόπων ἀφιδρυμάτων ἡ οἰκουμένη μεστὴ γέγονεν, ὧν τῆς βλασφημίας ἀνέχειν ἀναγκαῖον, ἵνα μηδεὶς ἐθίζηται τῶν Μωυσέως γνωρίμων συνόλως θεοῦ προσρήσεως ἀλογεῖν· ἀξιονικοτάτη γὰρ καὶ ἀξιέραστος ἡ κλῆσις. 206 εἰ δέ τις οὐ λέγω βλασφημήσειεν εἰς τὸν ἀνθρώπων καὶ θεῶν κύριον, ἀλλὰ καὶ τολμήσειεν ἀκαίρως αὐτοῦ φθέγξασθαι τοὔνομα, θάνατον ὑπομεινάτω τὴν δίκην. 207 οὐδὲ γὰρ τῶν φυτευσάντων καίτοι θνητῶν ὑπαρχόντων οἷς μέλει γονέων τιμῆς τὰ ὀνόματα προφέρουσιν, ἀλλὰ τὰ κύρια διὰ τὸν ἐπ´ αὐτοῖς σεβασμὸν ἡσυχάζοντες τοῖς τῆς φύσεως ἀνακαλοῦσι πατέρα καὶ μητέρα προσαγορεύοντες, δι´ ὧν εὐθὺς αἰνίττονται τὰς ἐξ ἐκείνων ἀνυπερβλήτους εὐεργεσίας καὶ τὴν αὑτῶν εὐχάριστον διάθεσιν. 208 ἔτι νῦν συγγνώμης ἀξιούσθωσαν οἱ κατ´ ἐπισυρμὸν γλώττης ἀκαιρευόμενοι καὶ λόγων ἀναπλήρωμα ποιούμενοι τὸ ἁγιώτατον καὶ θεῖον ὄνομα;
(27.) 209 Μετὰ δὲ τὴν τοῦ γεννητοῦ τῶν ὅλων τιμὴν τὴν ἱερὰν ἑβδόμην ἐσέμνυνεν ὁ προφήτης ἰδὼν αὐτῆς ὀξυωπεστέροις ὄμμασι κάλλος ἐξαίσιον [249 CW] ἐνεσφραγισμένον οὐρανῷ τε καὶ τῷ σύμπαντι κόσμῳ καὶ ὑπὸ τῆς φύσεως αὐτῆς ἀγαλματοφορούμενον. 210 εὕρισκε γὰρ αὐτὴν τὸ μὲν πρῶτον ἀμήτορα, γενεᾶς τῆς θήλεος ἀμέτοχον, ἐκ μόνου πατρὸς σπαρεῖσαν ἄνευ σπορᾶς καὶ γεννηθεῖσαν ἄνευ κυήσεως· ἔπειτα δ´ οὐ ταῦτα μόνον κατεῖδεν, ὅτι παγκάλη καὶ ἀμήτωρ, ἀλλ´ ὅτι καὶ ἀειπάρθενος, οὔτ´ ἐκ μητρὸς οὔτε μήτηρ οὔτ´ ἐκ [167 M.] φθορᾶς οὔτε φθαρησομένη· εἶτ´ ἐκ τρίτου κατενόησεν αὐτὴν ἐξετάζων καὶ κόσμου γενέθλιον, ἣν ἑορτάζει μὲν οὐρανός, ἑορτάζει δὲ γῆ καὶ τὰ ἐν γῇ γανύμενα καὶ ἐνευφραινόμενα τῇ παναρμονίῳ ἑβδομάδι. 211 ταύτης ἕνεκα τῆς αἰτίας ὁ πάντα μέγας Μωυσῆς ἐδικαίωσε τοὺς ἐγγραφέντας αὐτοῦ τῇ ἱερᾷ πολιτείᾳ θεσμοῖς φύσεως ἑπομένους πανηγυρίζειν, ἐν ἱλαραῖς διάγοντας εὐθυμίαις, ἀνέχοντας μὲν ἔργων καὶ τεχνῶν τῶν εἰς πορισμὸν καὶ πραγματειῶν ὅσαι κατὰ βίου ζήτησιν, ἄγοντας δ´ ἐκεχειρίαν καὶ διαφειμένους πάσης ἐπιπόνου καὶ καματηρᾶς φροντίδος, σχολάζοντας οὐχ ὡς ἔνιοι γέλωσιν ἢ παιδιαῖς ἢ μίμων ἢ ὀρχηστῶν ἐπιδείξεσι, περὶ ἃς κηραίνουσι καὶ δυσθανατοῦσιν οἱ θεατρομανοῦντες καὶ διὰ τῶν ἡγεμονικωτάτων αἰσθήσεων, ὁράσεως καὶ ἀκοῆς, δούλην ἀπεργαζόμενοι τὴν φύσει βασιλίδα ψυχήν, ἀλλὰ μόνῳ τῷ φιλοσοφεῖν· 212 οὐχ ὅπερ μεθοδεύουσιν οἱ λογοθῆραι καὶ σοφισταὶ πιπράσκοντες ὡς ἄλλο τι τῶν ὠνίων ἐπ´ ἀγορᾶς δόγματα καὶ λόγους, οἳ φιλοσοφίᾳ κατὰ φιλοσοφίας (ὦ γῆ καὶ ἥλιε!) χρώμενοι δι´ αἰῶνος οὐκ ἐρυθριῶσιν, ἀλλὰ τῷ τῷ ὄντι φιλοσοφεῖν, ὅπερ ἐκ τριῶν συνύφανται, βουλευμάτων καὶ λόγων καὶ πράξεων, εἰς ἓν εἶδος ἡρμοσμένων πρὸς κτῆσιν καὶ ἀπόλαυσιν εὐδαιμονίας. 213 τούτου δή τις ἀλογήσας τοῦ διατάγματος, ἔτι τοὺς χρησμοὺς ἐναύλους ἔχων τοὺς περὶ τῆς ἱερᾶς ἑβδόμης, οὓς ἐθέσπισεν [250 CW] ἄνευ προφήτου ὁ θεὸς διὰ φωνῆς – τὸ παραδοξότατον – ὁρατῆς, ἣ τῶν παρατυγχανόντων ὀφθαλμοὺς ὤτων ἐπήγειρε μᾶλλον, ἐπὶ φρυγανισμὸν ἐξῄει διὰ μέσου τοῦ στρατοπέδου πάντας εἰδὼς ἐν ταῖς σκηναῖς ἠρεμοῦντας, καὶ δρῶν ἔτι τἀδίκημα καταφανὴς ὑπὲρ τοῦ μὴ λαθεῖν γίνεται. 214 πυλῶν γὰρ ἔξω προελθόντες τινὲς εἰς ἐρημίαν, ἵν´ ἐν τῷ καθαρωτάτῳ καὶ ἡσυχάζοντι εὔξωνται, θέαν ἔκνομον ἰδόντες, ξύλων ὕλην συγκομίζοντα, καὶ δυσανασχετήσαντες ἐμέλλησαν μὲν αὐτὸν ἀνελεῖν, λογισμῷ δὲ τὸ παρακεκινημένον τῆς ὀργῆς ἐπισχόντες, ἵνα μήτε ἰδιῶται πρὸ ἀρχόντων κολάζειν τινὰ δοκῶσι καὶ ταῦτ´ ἄκριτον, κἂν ἄλλως τὸ παρανόμημα ᾖ ἐμφανές, μήτε τοῦ περὶ τὴν ἡμέραν εὐαγοῦς μίασμα φόνου, κἂν δικαιότατος ᾖ, προσάψηται, συλλαβόντες ἄγουσιν αὐτὸν ἐπὶ τὸν ἄρχοντα, ᾧ συνήδρευον μὲν οἱ ἱερεῖς, παρειστήκει δὲ σύμπασα ἡ πληθὺς πρὸς ἀκρόασιν. 215 ἔθος γὰρ ἦν, ἀεὶ μὲν κατὰ τὸ παρεῖκον, προηγουμένως δὲ ταῖς ἑβδόμαις, ὡς ἐδήλωσα καὶ πρόσθεν, φιλοσοφεῖν, τοῦ μὲν ἡγεμόνος ὑφηγουμένου καὶ διδάσκοντος ἅ τε [168 M.] χρὴ πράττειν καὶ λέγειν, τῶν δ´ εἰς καλοκἀγαθίαν ἐπιδιδόντων καὶ βελτιουμένων τά τε ἤθη καὶ τὸν βίον. 216 ἀφ´ οὗ καὶ εἰσέτι νῦν φιλοσοφοῦσι ταῖς ἑβδόμαις Ἰουδαῖοι τὴν πάτριον φιλοσοφίαν τὸν χρόνον ἐκεῖνον ἀναθέντες ἐπιστήμῃ καὶ θεωρίᾳ τῶν περὶ φύσιν· τὰ γὰρ κατὰ πόλεις προσευκτήρια τί ἕτερόν ἐστιν ἢ διδασκαλεῖα φρονήσεως καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ δικαιοσύνης εὐσεβείας τε καὶ ὁσιότητος καὶ συμπάσης ἀρετῆς, ᾗ κατανοεῖται καὶ κατορθοῦται τά τε ἀνθρώπεια καὶ θεῖα; (28.) 217 τότε μὲν οὖν εἰς εἱρκτὴν ὁ τηλικοῦτον ἀσέβημα δράσας ἀπάγεται. Μωυσῆς δὲ ἀπορῶν ὅ τι χρὴ παθεῖν τὸν ἄνθρωπον – [251 CW] ᾔδει γὰρ ἄξια θανάτου διαπεπραγμένον, ἀλλὰ τίς ἂν γένοιτο τρόπος ἁρμόζων τῆς τιμωρίας; – ἀφικνεῖται πρὸς τὸ ἀόρατον ἀοράτῳ ψυχῇ δικαστήριον καὶ ἐπυνθάνετο τοῦ καὶ πρὶν ἀκοῦσαι πάντ´ ἐπισταμένου δικαστοῦ, τί κέκρικεν. 218 ὁ δ´ ἀποφαίνεται τὴν γνῶσιν, ὅτι καὶ θνῄσκειν ὀφείλει καὶ οὐχ ἑτέρως ἢ καταλευσθείς, ἐπειδὴ καὶ τούτῳ καθάπερ καὶ τῷ προτέρῳ μετέβαλεν ὁ νοῦς εἰς κωφὴν λίθον εἰργασμένῳ τελεώτατον παρανόμημα, ᾧ σχεδὸν πάντα τἄλλα ἐμφέρεται, ὅσα περὶ τοῦ σεβασμοῦ τῆς ἑβδόμης νενομοθέτηται. 219 διὰ τί; ὅτι οὐχ αἱ βάναυσοι μόνον ἀλλὰ καὶ αἱ ἄλλαι τέχναι καὶ πραγματεῖαι καὶ μάλιστα αἱ περὶ πορισμὸν καὶ βίου ζήτησιν ἢ διὰ πυρός εἰσιν ἢ οὐκ ἄνευ τῶν διὰ πυρός· ὅθεν ἀπαγορεύει πολλάκις ἐν ταῖς ἑβδόμαις πῦρ ἐναύειν ὡς ἀρχηγικώτατον αἴτιον καὶ πρεσβύτατον ἔργον, οὗ ἡσυχάσαντος ἐνενοήθη καὶ τὰ κατὰ μέρος ὡς εἰκὸς συνησυχάσειν. 220 ὕλη δὲ ξύλα πυρός, ὡς τὸν ξυλιζόμενον ἀδελφὸν καὶ συγγενὲς ἁμάρτημα τῷ καίοντι δρᾶν, τὸ παρανόμημα διπλασιάζοντα, τῇ μὲν ὅτι προσταχθὲν ἠρεμεῖν συνεκόμιζε, τῇ δ´ ὅτι καὶ τοιαῦτα συνεκόμιζεν, ἃ πυρός ἐστιν ὕλη, τῆς τῶν τεχνῶν ἀρχῆς.
(29.) 221 Ἄμφω μὲν οὖν τὰ εἰρημένα τιμωρίας ἀσεβῶν περιέχει διὰ πεύσεως καὶ ἀποκρίσεως βεβαιουμένας. Ἕτερα δὲ δύο ἐστὶν οὐχὶ τῆς αὐτῆς ἀλλὰ διαφερούσης ἰδέας, ὧν τὸ μὲν περὶ κλήρου διαδοχῆς, τὸ δ´ ὅσα τῷ δοκεῖν παρὰ καιρὸν [169 M.] ἐπιτελουμένης ἱερουργίας, περὶ ἧς [252 CW] λεκτέον πρότερον. 222 τὴν ἀρχὴν τῆς ἐαρινῆς ἰσημερίας πρῶτον ἀναγράφει μῆνα Μωυσῆς ἐν ταῖς τῶν ἐνιαυτῶν περιόδοις ἀναθεὶς οὐχ ὥσπερ ἔνιοι χρόνῳ τὰ πρεσβεῖα μᾶλλον ἢ ταῖς τῆς φύσεως χάρισιν, ἃς ἀνέτειλεν ἀνθρώποις· κατὰ γὰρ ταύτην τὰ μὲν σπαρτά, ἡ ἀναγκαία τροφή, τελειογονεῖται, ὁ δὲ τῶν δένδρων καρπὸς ἡβώντων ἄρτι γεννᾶται δευτέραν ἔχων τάξιν, ὅθεν καὶ ὀψίγονός ἐστιν· ἀεὶ γὰρ ἐν τῇ φύσει τὰ μὴ λίαν ἀναγκαῖα τῶν σφόδρα ἀναγκαίων δεύτερα. 223 σφόδρα μὲν οὖν ἀναγκαῖα πυροί τε καὶ κριθαὶ καὶ ὅσα ἄλλα εἴδη τροφῆς, ὧν ἄνευ ζῆν οὐκ ἔστιν· ἔλαιον δὲ καὶ οἶνος καὶ ἀκρόδρυα οὐχὶ τῶν ἀναγκαίων, ἐπεὶ καὶ δίχα τούτων ἄχρι μακροτάτου γήρως παρατείνοντες εἰς πολυετίαν βιοῦσιν ἄνθρωποι. 224 τῷ δὴ μηνὶ τούτῳ περὶ τεσσαρεσκαιδεκάτην ἡμέραν, μέλλοντος τοῦ σεληνιακοῦ κύκλου γίνεσθαι πλησιφαοῦς, ἄγεται τὰ διαβατήρια, δημοφανὴς ἑορτή, τὸ Χαλδαϊστὶ λεγόμενον Πάσχα, ἐν ᾗ οὐχ οἱ μὲν ἰδιῶται προσάγουσι τῷ βωμῷ τὰ ἱερεῖα, θύουσι δ´ οἱ ἱερεῖς, ἀλλὰ νόμου προστάξει σύμπαν τὸ ἔθνος ἱερᾶται, τῶν κατὰ μέρος ἑκάστου τὰς ὑπὲρ αὑτοῦ θυσίας ἀνάγοντός τε καὶ χειρουργοῦντος. 225 ὁ μὲν οὖν ἄλλος ἅπας λεὼς ἐγεγήθει καὶ φαιδρὸς ἦν, ἑκάστου νομίζοντος ἱερωσύνῃ τετιμῆσθαι· δεδακρυμένοι δ´ ἕτεροι καὶ στένοντες διῆγον, οἰκείων αὐτοῖς ἔναγχος τετελευτηκότων, οὓς πενθοῦντες διπλῇ κατείχοντο λύπῃ, προσειληφότες [253 CW] τῇ διὰ τοὺς ἀποθανόντας συγγενεῖς καὶ τὴν ἐκ τοῦ στερηθῆναι τῆς περὶ τὴν ἱερουργίαν ἡδονῆς τε καὶ τιμῆς, οἷς οὐδὲ καθάρασθαι καὶ περιρράνασθαι κατ´ ἐκείνην τὴν ἡμέραν ἐξεγένετο, μήπω τοῦ πένθους ὑπερημέρου καὶ ἐκπροθέσμου γεγονότος. 226 οὗτοι μετὰ τὴν πανήγυριν προσελθόντες τῷ ἄρχοντι συννοίας μεστοὶ καὶ κατηφείας τὰ συμβεβηκότα διηγήσαντο, τὴν ὑπόγυον τῶν συγγενῶν τελευτήν, τὸ πένθος ᾧ κατ´ ἀναγκαῖον ἐχρήσαντο, τὸ μὴ δυνηθῆναι διὰ τοῦτο μετασχεῖν τῆς τῶν διαβατηρίων θυσίας. 227 εἶτ´ ἐδέοντο μὴ ἔλαττον τῶν ἄλλων ἐνέγκασθαι μηδὲ τὸ ἐπὶ τοῖς ἀποθανοῦσιν οἰκείοις ἀτύχημα ἐν ἀδικήματος μέρει καταριθμηθῆναι τιμωρίαν ἐργασάμενον πρὸ [170 M.] ἐλέου· νομίσαι γὰρ ἂν χείρονα παθεῖν τῶν ἀποθανόντων, εἴ γε τοῖς μὲν οὐδενός ἐστιν ἀντίληψις ἔτι τῶν ἀβουλήτων, οἱ δὲ ζῶντες δόξουσι τεθνάναι τὸν μετ´ αἰσθήσεως θάνατον. (30.) 228 ταῦτ´ ἀκούσας ἑώρα μὲν καὶ τὴν δικαιολογίαν οὐκ ἀπῳδὸν καὶ τὴν τοῦ μὴ ἱερουργῆσαι πάλιν πρόφασιν ἀναγκαίαν καὶ τὸ συμπαθὲς ἀνακεκραμένον τούτοις, ἐπαμφοτερίζων δὲ τὴν γνώμην καὶ ὥσπερ ἐπὶ πλάστιγγος ἀντιρρέπων – τῇ μὲν γὰρ ἐταλάντευεν ὁ ἔλεος καὶ τὰ δίκαια, τῇ δ´ ἀντέβριθεν ὁ νόμος τῆς τῶν διαβατηρίων θυσίας, ἐν ᾧ καὶ πρῶτος μὴν καὶ ἡμέρα τεσσαρεσκαιδεκάτη δεδήλωται τῆς ἱερουργίας –, ἀρνήσεως καὶ συγκαταθέσεως μεταξὺ φορούμενος ἱκετεύει τὸν θεὸν δικαστὴν γενέσθαι καὶ χρησμῷ τὴν κρίσιν ἀναφῆναι. 229 ὁ δ´ ἐπακούσας θεσπίζει λόγιον οὐ περὶ ὧν ἐνετεύχθη μόνον ἀλλὰ καὶ περὶ τῶν αὖθίς ποτε γενησομένων, εἰ ταῖς αὐταῖς χρήσαιντο συντυχίαις· ἐπιδαψιλευόμενος δὲ καὶ περὶ τῶν κατ´ [254 CW] ἄλλας αἰτίας οὐ δυνηθέντων ἱερουργῆσαι μετὰ παντὸς τοῦ ἔθνους προσεπιθεσπίζει. 230 τίνα οὖν ἐστι τὰ περὶ τούτων χρησθέντα λόγια, μηνυτέον. „συγγενικὸν“ φησί „πένθος ἀναγκαία μὲν τοῖς ἀφ´ αἵματος ἀνία, γράφεται δ´ οὐκ ἐν πλημμελείαις. 231 ἕως μὲν οὖν ἐμπρόθεσμόν ἐστιν, ἔξω περιβόλων ἱερῶν ἐλαυνέσθω, οὓς ἀπὸ παντὸς ἁγνεύειν οὐχ ἑκουσίου μόνον ἀλλὰ καὶ τοῦ μὴ κατὰ γνώμην μιάσματος δεῖ· γενομένου δ´ ἐκπροθέσμου, μὴ στερέσθωσαν ἰσομοιρίας τῆς ἐν ταῖς ἱερουργίαις, ἵνα μὴ προσθήκη τετελευτηκότων οἱ ζῶντες ὦσιν· ἴτωσαν δὲ ἅτε δεύτεροι δευτέρῳ μηνί, πάλιν τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, καὶ θυέτωσαν κατὰ τὰ αὐτὰ τοῖς προτέροις καὶ τῷ θύματι χρήσθωσαν ὡς ἐκεῖνοι νόμῳ καὶ τρόπῳ τῷ παραπλησίῳ. 232 τὰ δ´ αὐτὰ ἐπιτετράφθω καὶ τοῖς μὴ διὰ πένθος ἀλλὰ μακρᾶς χάριν ἀποδημίας κωλυομένοις ἅμα τῷ παντὶ ἔθνει συνιερουργεῖν· οὐ γὰρ οἱ ξενιτεύοντες ἢ ἑτέρωθι οἰκοῦντες ἀδικοῦσιν, ὡς στέρεσθαι τῆς ἴσης τιμῆς, καὶ ταῦτα μὴ χωρούσης διὰ πολυανθρωπίαν τὸ ἔθνος μιᾶς χώρας, ἀλλ´ ἀποικίας πανταχόσε διαπεμψαμένης.“
(31.) 233 Τοσαῦτα διειλεγμένος περὶ τῶν ὑστερησάντων μὲν ἅμα τῷ πλήθει θῦσαι τὰ διαβατήρια κατὰ συντυχίας ἀβουλήτους, ἐκπλῆσαι δ´ εἰ καὶ ὀψὲ ἀλλ´ οὖν ἀναγκαίως τὸ ἐλλειφθὲν σπουδασάντων, ἐπὶ τελευταῖον μέτειμι διάταγμα τὸ περὶ τῆς τῶν κλήρων διαδοχῆς, ὅπερ ὁμοίως μικτὸν ἦν ἐκ πεύσεως καὶ ἀποκρίσεως λαβὸν τὴν σύστασιν. 234 ἦν τις [255 CW] ὄνομα Σαλπαάδ, ἀνὴρ δόκιμος καὶ φυλῆς οὐκ ἀσήμου· τούτῳ πέντε μὲν γίνονται θυγατέρες, υἱὸς [171 M.] δὲ οὐδείς· αἳ μετὰ τὴν τελευτὴν τοῦ πατρὸς στέρησιν τῆς πατρῴας λήξεως ὑποτοπήσασαι διὰ τὸ τὰς κληρουχίας ἄρρεσι δίδοσθαι προσίασι τῷ ἡγεμόνι μετὰ τῆς ἁρμοττούσης κόραις αἰδοῦς, οὐ θηρώμεναι πλοῦτον, ἀλλὰ τοὔνομα καὶ ἀξίωμα γλιχόμεναι διασῶσαι τοῦ πατρὸς καί φασιν· 235 „ὁ μὲν πατὴρ ἡμῶν ἐτελεύτησεν, ἐτελεύτησε δ´ ἐν οὐδεμιᾷ στάσει γενόμενος, ἐφ´ ὧν συνέβη διαφθαρῆναι μυρίους, ἀλλ´ ἐζήλωσε βίον ἀπράγμονα καὶ ἰδιώτην, εἰ μὴ ἄρα ἐν ἁμαρτίᾳ θετέον τὸ γενεᾶς ἄρρενος ἀμοιρῆσαι. Πάρεσμεν δ´ ἡμεῖς ὅσα μὲν τῷ δοκεῖν ὀρφαναί, τὸ δ´ ἀληθὲς σοὶ χρησόμεναι πατρί· τοῦ γὰρ γεννήσαντος ὁ νόμιμος ἄρχων οἰκειότερος ὑπηκόοις.“ 236 ὁ δὲ θαυμάσας τὴν φρόνησιν τῶν παρθένων καὶ τὴν πρὸς τὸν γεινάμενον εὔνοιαν ἐπέσχεν ὑφ´ ἑτέρας ἑλκόμενος φαντασίας, καθ´ ἣν τὰς κληρουχίας ἄνδρες ὤφειλον διανέμεσθαι γέρας ληψόμενοι στρατείας καὶ πολέμων οὓς διήθλησαν, γυναικὶ δ´ ἡ φύσις ἀσυλίαν τῶν τοιούτων ἀγωνισμάτων παρέχουσα δηλονότι καὶ τῶν ἐπ´ αὐτοῖς τιθεμένων ἄθλων οὐ μεταδίδωσιν. 237 ὅθεν εἰκότως τῆς διανοίας ἀμφικλινῶς ἐχούσης καὶ ἀντισπωμένης, ἀναφέρει τῷ θεῷ τὴν διαπόρησιν, ὃν ᾔδει μόνον ἀψευδέσι καὶ ἀπλανεστάτοις κριτηρίοις τὰς κατὰ μικρὸν διαφορὰς διαστέλλοντα πρὸς [256 CW] ἐπίδειξιν ἀληθείας καὶ δικαιοσύνης. 238 ὁ δὲ ποιητὴς τῶν ὅλων, ὁ τοῦ κόσμου πατήρ, γῆν καὶ οὐρανὸν ὕδωρ τε καὶ ἀέρα καὶ ὅσα ἐκ τούτων ἑκάστου συνέχων καὶ διακρατῶν, ὁ θεῶν καὶ ἀνθρώπων ἡγεμών, οὐκ ἀπηξίωσε χρηματίσαι κόραις ὀρφαναῖς· χρηματίσας δὲ καὶ πλέον τι παρέσχεν ἢ κατὰ δικαστὴν ὁ εὐμενὴς καὶ ἵλεως, ὁ πάντα διὰ πάντων πεπληρωκὼς τῆς εὐεργέτιδος ἑαυτοῦ δυνάμεως· ἔπαινον γὰρ διεξῆλθε τῶν παρθένων. 239 ὦ δέσποτα, πῶς ἂν σέ τις ὑμνήσειε, ποίῳ στόματι, τίνι γλώττῃ, ποίᾳ φωνῆς ὀργανοποιίᾳ, ποίῳ ψυχῆς ἡγεμονικῷ; οἱ γὰρ ἀστέρες εἷς γενόμενοι χορὸς ᾄσονταί τι μέλος ἐπάξιον; ὁ δ´ οὐρανὸς ὅλος εἰς φωνὴν ἀναλυθεὶς δυνήσεταί τι τῶν σῶν ἀρετῶν διηγήσασθαι μέρος; „ὀρθῶς“ φησίν „ἐλάλησαν αἱ θυγατέρες Σαλπαάδ.“ 240 τοῦθ´ ἡλίκον ἐστὶν ἐγκώμιον θεοῦ μαρτυροῦντος, τίς οὐκ οἶδε; πάριτε νῦν, οἱ ἀλαζόνες, οἱ μέγα πνέοντες ἐπὶ ταῖς εὐπραγίαις, οἱ τοὺς αὐχένας πλέον τῆς φύσεως ἐπαίροντες καὶ τὰς ὀφρῦς ἀνεσπακότες, παρ´ οἷς χηρεία μὲν γυναικῶν γέλως, [καὶ] οἰκτρὸν κακόν, ἐρημία δὲ παίδων ὀρφανῶν, [172 M.] οἰκτρότερον τοῦ προτέρου, χλευάζεται· 241 καὶ κατιδόντες ὅτι οὕτω ταπεινοὶ καὶ ἀτυχεῖς εἶναι δοκοῦντες οὐκ ἐν ἐξουθενημένοις καὶ ἀφανέσι τάττονται παρὰ τῷ θεῷ, οὗ τῆς ἀρχῆς τὸ ἀτιμότατον μέρος εἰσὶν αἱ πανταχοῦ [257 CW] τῆς οἰκουμένης βασιλεῖαι, διότι καὶ ὁ τῆς γῆς ἅπας ἐν κύκλῳ περίβολος ἐσχατιὰ τῶν ἔργων ἐστὶν αὐτοῦ, δέξασθε νουθεσίαν ἀναγκαίαν. 242 ἐπαινέσας δ´ ὅμως τὴν ἔντευξιν τῶν παρθένων οὔτε ταύτας ἀγεράστους κατέλιπεν οὔτ´ εἰς τὴν ἴσην τιμὴν τοῖς ἀγωνισταῖς ἀνδράσι περιήγαγεν, ἀλλὰ τοῖς μὲν ὡς ἆθλα οἰκεῖα ἀπένειμε τὰς κληρουχίας ἀνθ´ ὧν ἠνδραγαθίσαντο, τὰς δὲ χάριτος καὶ φιλανθρωπίας, οὐ γέρως, ἠξίωσεν· ὃ ἐναργέστατα παρίστησι διὰ τῶν ὀνομάτων „δόμα“ λέγων καὶ „δώσεις“ (Num. 27, 7), ἀλλ´ οὐκ „ἀπόδομα“ οὐδ´ „ἀποδώσεις“· ταῦτα μὲν γὰρ ἴδια τῶν λαμβανόντων, ἐκεῖνα δὲ τῶν χαριζομένων. (32.) 243 θεσπίσας δὲ περὶ ὧν ἐνετύγχανον αἱ ὀρφαναὶ παρθένοι καὶ καθολικώτερον τίθησι νόμον περὶ κλήρων διαδοχῆς, πρώτους μὲν υἱοὺς ἐπὶ μετουσίαν καλῶν τῶν πατρῴων, εἰ δὲ μὴ εἶεν υἱοί, δευτέρας θυγατέρας, αἷς φησι δεῖν περιτιθέναι τὸν κλῆρον ὡσανεὶ κόσμον ἔξωθεν, ἀλλ´ οὐχ ὡς ἴδιον καὶ συγγενὲς κτῆμα· τὸ γὰρ περιτιθέμενον οὐδεμίαν οἰκείωσιν ἔχει πρὸς τὸ διακοσμούμενον, ἁρμονίας καὶ ἑνώσεως ἀλλοτριούμενον. 244 μετὰ δὲ θυγατέρας τρίτους ἀδελφοὺς καλεῖ, τετάρτην δὲ θείοις πρὸς πατρὸς ἀπονέμει τάξιν, αἰνιττόμενος ὅτι καὶ πατέρες γένοιντ´ ἂν υἱῶν κληρονόμοι· πάνυ γὰρ εὔηθες ὑπολαβεῖν, ὅτι πατρὸς ἀδελφῷ νέμων κλῆρον ἀδελφιδοῦ διὰ τὴν πρὸς πατέρα συγγένειαν αὐτὸν ἀφείλετο τὸν πατέρα τῆς διαδοχῆς. 245 ἀλλ´ ἐπειδὴ νόμος φύσεώς ἐστι κληρονομεῖσθαι γονεῖς ὑπὸ παίδων ἀλλὰ μὴ τούτους κληρονομεῖν, τὸ μὲν ἀπευκτὸν καὶ παλίμφημον ἡσύχασεν, ἵνα μὴ πατὴρ καὶ μήτηρ προσοδεύεσθαι δοκῶσι τὰ ἐπ´ ὠκυμόροις τέκνοις [258 CW] ἀπαρηγόρητα πένθη, πλαγίως δ´ αὐτοὺς ἐκάλεσε τοῖς θείοις ἐφιείς, ἵν´ ἀμφοτέρων στοχάσηται καὶ τοῦ πρέποντος καὶ τοῦ μὴ τὴν οὐσίαν ἀλλοτριωθῆναι. Μετὰ δὲ θείους πέμπτη τάξις ἐστὶν οἱ ἔγγιστα γένους, ὧν ἀεὶ τοῖς πρώτοις δίδωσι τοὺς κλήρους.
(33.) 246 Ταῦτ´ ἀναγκαίως διεξεληλυθὼς περὶ τῶν μικτὴν ἐχόντων κληρουχίαν χρησμῶν, ἑξῆς δηλώσω [173 M.] τὰ κατ´ ἐνθουσιασμὸν τοῦ προφήτου θεσπισθέντα λόγια· τοῦτο γὰρ ὑπεσχόμην δείξειν. Ἀρχὴ τοίνυν ἐστὶν αὐτῷ τῆς θεοφορήτου κατοκωχῆς, ἥτις καὶ τῷ ἔθνει γέγονεν εὐπραγίας ἀρχὴ στειλαμένῳ τὴν ἀπ´ Αἰγύπτου πρὸς τὰς κατὰ Συρίαν πόλεις ἀποικίαν μυριάσι πολλαῖς. 247 ἄνδρες γὰρ ὁμοῦ καὶ γυναῖκες ἀτριβῆ καὶ μακρὰν ἐρήμην ἅπασαν ἀνύσαντες ἐπὶ θάλατταν ἀφικνοῦνται τὴν Ἐρυθρὰν προσαγορευομένην· εἶθ´ ὡς εἰκὸς ἐν ἀμηχάνοις ἦσαν οὔτε περαιοῦσθαι δυνάμενοι διὰ σκαφῶν ἀπορίαν οὔτ´ ἐπιστρέφειν τὴν αὐτὴν ὁδὸν ἀσφαλὲς ἡγούμενοι. 248 διακειμένοις δ´ οὕτως μεῖζον ἐπιρράττει κακόν· ὁ γὰρ τῶν Αἰγυπτίων βασιλεὺς δύναμιν παραλαβὼν οὐκ εὐκαταφρόνητον, ἱππότην καὶ πεζὸν στρατόν, ἐπεξέθει διώκων καὶ σπεύδων καταλαβεῖν, ἵνα τίσηται τῆς ἐξόδου, ἣν θεσφάτοις ἀριδήλοις ἐπέτρεψε ποιήσασθαι. Ἀλλ´ ὡς ἔοικεν ἀβέβαιος ἡ μοχθηρῶν ἀνθρώπων διάθεσις ὡς ἐπὶ πλάστιγγος μικρᾶς ἕνεκα προφάσεως ῥέπουσα πρὸς τἀναντία. 249 μέσοι δὴ ληφθέντες ἐχθρῶν καὶ θαλάττης ἀπέγνωσαν τὴν ἰδίαν σωτηρίαν, οἱ μὲν εὐκτὸν ἀγαθὸν ἡγούμενοι τὸν οἴκτιστον ὄλεθρον, οἱ δ´ ἄμεινον εἶναι νομίζοντες ὑπὸ τῶν τῆς φύσεως ἀπολέσθαι μερῶν ἢ γέλως ἐχθροῖς [259 CW] γενέσθαι ῥίπτειν ἑαυτοὺς εἰς θάλασσαν διενοοῦντο καί τινα τῶν βάρος ἐχόντων ἐπαχθισάμενοι παρὰ ταῖς ἠϊόσιν ἐφήδρευον, ἵν´, ὁπόταν θεάσωνται τοὺς πολεμίους ἐγγὺς ὄντας, καθαλλόμενοι ῥᾷον εἰς βυθὸν ἐνεχθῶσιν. 250 ἀλλὰ γὰρ οἱ μὲν πρὸς τὸ ἄπορον τῆς ἀνάγκης διεπτόηντο δυσθανατοῦντες· (34.) ὁ δὲ προφήτης, ὑπ´ ἐκπλήξεως ὁρῶν σεσαγηνευμένον ὥσπερ βόλον ἰχθύων τὸ σύμπαν ἔθνος, οὐκέτ´ ὢν ἐν ἑαυτῷ θεοφορεῖται καὶ θεσπίζει τάδε· 251 „τὸ μὲν δέος ἀναγκαῖον, φόβος ἐγγὺς καὶ μέγας ὁ κίνδυνος· ἐξ ἐναντίας ἀχανές ἐστι πέλαγος, ὑπόδρομος εἰς καταφυγὴν οὐδείς, ἀπορία πλοίων, κατόπιν ἔφεδροι φάλαγγες ἐχθρῶν, αἳ στείχουσιν ἀπνευστὶ διώκουσαι. Ποῖ τις τράπηται, ποῖ τις ἐκνεύσῃ; πάντα πανταχόθεν ἐξαπιναίως ἐπέθετο, γῆ, θάλαττα, ἄνθρωποι, στοιχεῖα φύσεως. 252 ἀλλὰ θαρρεῖτε, μὴ ἀποκάμητε, στῆτε ταῖς διανοίαις μὴ κραδαινόμενοι, προσδοκᾶτε τὴν ἀήττητον ἐκ θεοῦ βοήθειαν· αὐτεπάγγελτος ἤδη παρέσται, μὴ ὁρωμένη προαγωνιεῖται· πεπείρασθε αὐτῆς ἤδη πολλάκις ἀμυνομένης ἀφανῶς· βλέπω μέλλουσαν κονίεσθαι, βρόχους τοῖς αὐχέσι περιβάλλουσαν τῶν ἀντιπάλων· ἕλκει κατὰ τῆς θαλάττης· μολύβδου τρόπον εἰς βυθὸν χωροῦσιν. Ὑμεῖς μὲν ἔτι ζώντων αἰσθάνεσθε, τεθνεώτων δ´ ἐγὼ φαντασίαν λαμβάνω· τήμερον δὲ καὶ ὑμεῖς νεκροὺς αὐτοὺς θεάσεσθε.“ [174 M.] 253 καὶ ὁ μὲν ταῦτ´ ἀπεφθέγγετο μείζονα ὄντα πάσης ἐλπίδος, οἱ δ´ ἐπειρῶντο ἔργοις τῆς περὶ τὸ λόγιον ἀληθείας. Ἀπέβαινε [260 CW] γὰρ τὰ χρησθέντα θείαις δυνάμεσι μύθων ἀπιστότερα· ῥῆξις θαλάττης, ἀναχώρησις ἑκατέρου τμήματος, πῆξις τῶν κατὰ τὸ ῥαγὲν μέρος διὰ παντὸς τοῦ βάθους κυμάτων, ἵν´ ἀντὶ τειχῶν ᾖ κραταιοτάτων, εὐθυτενὴς ἀνατομὴ τῆς μεγαλουργηθείσης ὁδοῦ, ἣ τῶν κρυσταλλωθέντων μεθόριος ἦν, 254 ὁδοιπορία τοῦ ἔθνους ἀκινδύνως πεζεύοντος διὰ θαλάττης ὡς ἐπὶ ξηρᾶς ἀτραποῦ καὶ λιθώδους ἐδάφους ἐκραυρώθη γὰρ ἡ ψάμμος καὶ ἡ σπορὰς αὐτῆς οὐσία συμφῦσα ἡνώθη –, ἐχθρῶν ἀπνευστὶ διωκόντων ἐφόρμησις σπευδόντων ἐπ´ οἰκεῖον ὄλεθρον, νεφέλης ὀπισθοφυλακούσης ἡνιόχησις, ἐν ᾗ θεία τις ὄψις πυρὸς αὐγὴν ἀπαστράπτουσα ἦν, πελαγῶν ἃ τέως ἀνακοπέντα διειστήκει παλίρροια, τοῦ διακοπέντος καὶ ἀναξηρανθέντος μέρους αἰφνίδιος θαλάττωσις, 255 πολεμίων φθορά, οὓς τά τε κρυσταλλωθέντα τείχη καὶ ἀνατραπέντα κατεύνασε καὶ αἱ πλήμμυραι τοῦ πελάγους ὥσπερ εἰς φάραγγα τὴν ὁδὸν ἐπενεχθεῖσαι κατέκλυσαν, ἐπίδειξις τῆς φθορᾶς διὰ τῶν ἐπαναπλευσάντων σωμάτων, ἃ τὴν ἐπιφάνειαν τοῦ πελάγους κατεστόρεσε, καὶ σφοδρὰ κυμάτωσις, ὑφ´ ἧς ἅπαντες οἱ νεκροὶ σωρηδὸν ἀπεβράσθησαν εἰς τοὺς ἀντιπέραν αἰγιαλούς, ἀναγκαία θέα γενησόμενοι τοῖς διασωθεῖσιν, οἷς ἐξεγένετο μὴ μόνον τοὺς κινδύνους διαφυγεῖν ἀλλὰ [261 CW] καὶ ἐπιδεῖν τοὺς ἐχθροὺς οὐκ ἀνθρωπίναις ἀλλὰ θείαις δυνάμεσι παντὸς λόγου μεῖζον κολασθέντας. 256 διόπερ εἰκότως εὐχαρίστοις ὕμνοις γεραίρει τὸν εὐεργέτην· εἰς γὰρ δύο χοροὺς διανείμας τὸ ἔθνος, τὸν μὲν ἀνδρῶν, τὸν δὲ γυναικῶν, ἐξάρχει μὲν αὐτὸς τοῖς ἀνδράσιν, ἔξαρχον δὲ καὶ τῶν γυναικῶν καθίστησι τὴν ἀδελφήν, ἵν´ ᾄδωσιν ὕμνους εἰς τὸν πατέρα καὶ ποιητὴν ἀντιφθόγγοις ἁρμονίαις συνηχοῦντες, διά τε κράσεως ἠθῶν καὶ μέλους, τῶν μὲν ἐπὶ τὴν αὐτὴν σπευδόντων ἀμοιβήν, τοῦ δὲ συνισταμένου κατὰ τὴν βαρύτητος πρὸς ὀξύτητα συμφωνίαν· φθόγγοι γὰρ οἱ μὲν ἀνδρῶν βαρεῖς, ὀξεῖς δ´ οἱ γυναικῶν, ἐξ ὧν, ὅταν ἡ κρᾶσις γένηται σύμμετρος, ἥδιστον καὶ παναρμόνιον ἀποτελεῖται μέλος. 257 τὰς δὲ τοσαύτας μυριάδας ἔπεισεν ὁμογνωμονῆσαι καὶ τὸν αὐτὸν ὕμνον ἐν ταὐτῷ συνᾴδειν τὰ τεράστια ἐκεῖνα μεγαλουργήματα, περὶ ὧν ὀλίγῳ πρότερον διεξῆλθον· ἐφ´ οἷς ὁ προφήτης γεγηθώς, ὁρῶν καὶ τὴν τοῦ ἔθνους περιχάρειαν, οὐδ´ αὐτὸς ἔτι χωρῶν τὴν ἡδονήν, κατῆρχε τῆς ᾠδῆς· οἱ δ´ ἀκούοντες εἰς δύο χοροὺς ἁλισθέντες τὰ λεχθέντα συνῇδον.
[175 M.] (35.) 258 Τοῦτ´ ἐστὶ τῆς κατ´ ἐνθουσιασμὸν προφητείας Μωυσέως ἀρχὴ καὶ προοίμιον. Ἑξῆς δὲ θεσπίζει περὶ τοῦ πρώτου καὶ ἀναγκαιοτάτου, τροφῆς, ἣν γῆ μὲν οὐκ ἤνεγκε – καὶ γὰρ ἦν στεῖρα καὶ ἄγονος –, ὤμβρησε δ´ οὐρανὸς οὐχ ἅπαξ ἀλλ´ ἐπὶ τεσσαρακονταετίαν ἑκάστης ἡμέρας πρὸ τῆς ἕω καρπὸν αἰθέριον ἐν δρόσῳ κέγχρῳ παραπλήσιον. 259 ὃν ἰδὼν Μωυσῆς συγκομίζειν κελεύει καὶ ἐπιθειάσας φησί· „πιστεύειν δεῖ τῷ θεῷ πεπειραμένους αὐτοῦ τῶν εὐεργεσιῶν ἐν μείζοσιν ἐλπίδος πράγμασιν· ἀθησαύριστα, ἀταμίευτα τὰ τῆς τροφῆς ἔστω· [262 CW] μηδεὶς ἄχρι πρωΐας ὑπολειπέσθω μηδὲν αὐτῆς μέρος.“ 260 τοῦτ´ ἀκούσαντες ἔνιοι τῶν πρὸς εὐσέβειαν ἀνερματίστων, ὑπολαβόντες ἴσως οὐ χρησμοὺς ἀλλὰ παραίνεσιν ἄρχοντος εἶναι τὰ λεγόμενα, λείπουσιν εἰς τὴν ὑστεραίαν· τὸ δὲ σηπόμενον τὸν κύκλον τοῦ στρατοπέδου δυσοδμίας πληροῖ τὸ πρῶτον, εἶτ´ εἰς σκώληκας, ὧν ἡ γένεσις ἐκ φθορᾶς ἐστι, μετέβαλεν. 261 ἅπερ ἰδὼν Μωυσῆς εἰκότως ἐπὶ τοῖς ἀπειθέσι πικραίνεται· πῶς γὰρ οὐκ ἔμελλεν, εἰ τοσαῦτα καὶ τηλικαῦτα θεασάμενοι, πρὸς μὲν τὰς πιθανὰς καὶ εὐλόγους φαντασίας ἀδύνατα πραχθῆναι, τελειωθέντα δὲ εὐμαρῶς ἐπιφροσύναις θείαις, οὐκ ἐνδοιάζουσι μόνον, ἀλλὰ καὶ ἀπιστοῦσιν οἱ δυσμαθέστατοι πάντων; 262 ἀλλ´ ὅ γε πατὴρ δυσὶν ἐναργεστάταις ἀποδείξεσι τὸ λόγιον τοῦ προφήτου διασυνέστησεν, ὧν τὴν μὲν ἑτέραν εὐθὺς ἀπεδείξατο φθορᾷ τοῦ ὑπολειφθέντος καὶ δυσωδίᾳ καὶ τῇ πρὸς σκώληκας, τὸ φαυλότατον ζῷον, μεταβολῇ, τὴν δ´ ἑτέραν ὕστερον· ἀεὶ γὰρ τὸ πλεονάζον τοῦ συγκομισθέντος ὑπὸ τῆς πληθύος ταῖς ἡλιακαῖς ἀκτῖσι διελύετο καὶ τηκόμενον ἐξανηλοῦτο. (36.) 263 δεύτερον οὐκ εἰς μακρὰν ἐπιθειάσας ἀποφθέγγεται λόγιον τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης. Ἔχουσαν γὰρ αὐτὴν ἐν τῇ φύσει προνομίαν, οὐκ ἀφ´ οὗ μόνον ἐδημιουργήθη ὁ κόσμος, ἀλλὰ καὶ πρὸ τῆς οὐρανοῦ καὶ παντὸς αἰσθητοῦ γενέσεως, ἠγνόησαν ἄνθρωποι, τάχα που διὰ τὰς ἐν ὕδασι καὶ πυρὶ γενομένας συνεχεῖς καὶ ἐπαλλήλους φθορὰς οὐ δυνηθέντων παρὰ τῶν πρότερον διαδέξασθαι μνήμην τῶν ἔπειτα τῆς κατὰ τὸν ἐν χρόνοις εἱρμὸν ἀκολουθίας καὶ τάξεως· ὅπερ ἀδηλούμενον ἐπιθειάσας ἀνέφηνε λογίῳ μαρτυρηθέντι διὰ σημείου τινὸς ἐναργοῦς. 264 τὸ δὲ σημεῖον τοιοῦτον ἦν· ἐλάττων μὲν ἀπ´ ἀέρος ἐγίνετο ἡ φορὰ ταῖς προτέραις ἡμέραις [263 CW] τῆς τροφῆς, τότε δ´ αὖ διπλασίων· καὶ ταῖς μὲν προτέραις εἴ τι κατελείφθη, λειβόμενον ἐτήκετο μέχρι τοῦ παντελῶς εἰς νοτίδα μεταβαλὸν ἀναλωθῆναι, τότε δ´ οὐδεμίαν ἐνδεχόμενον τροπὴν ἐν ὁμοίῳ διέμενεν· ἐφ´ οἷς ἀγγελλομένοις ἅμα καὶ ὁρωμένοις καταπλαγεὶς Μωυσῆς οὐκ ἐστοχάσατο μᾶλλον ἢ θεοφορηθεὶς ἐθέσπισε τὴν ἑβδόμην. [176 M.] 265 ἐῶ λέγειν, ὅτι καὶ αἱ τοιαῦται εἰκασίαι συγγενεῖς προφητείας εἰσίν· ὁ γὰρ νοῦς οὐκ ἂν οὕτως εὐσκόπως εὐθυβόλησεν, εἰ μὴ καὶ θεῖον ἦν πνεῦμα τὸ ποδηγετοῦν πρὸς αὐτὴν τὴν ἀλήθειαν. 266 τὸ δὲ τεράστιον οὐ μόνον ἐκ τοῦ διπλασιασθῆναι τὴν τροφὴν ἐδηλοῦτο οὐδ´ ἐκ τοῦ διαμεῖναι σῷον παρὰ τὸ καθεστὼς ἔθος, ἀλλὰ κἀκ τοῦ ἀμφότερα ταῦτα συμβῆναι κατὰ τὴν ἕκτην ἡμέραν, ἀφ´ ἧς ἤρξατο ἀπ´ ἀέρος ἡ τροφὴ χορηγεῖσθαι, μεθ´ ἣν ὁ ἱερώτατος τῆς ἑβδόμης ἀριθμὸς ἔμελλεν ἀνατέλλειν, ὥστε λογιζόμενος ἄν τις εὕροι κατὰ τὴν ἀκολουθίαν τῆς τοῦ κόσμου γενέσεως τὴν οὐράνιον δοθεῖσαν τροφήν· ἤρξατο γὰρ καὶ τὸν κόσμον ἑξάδος τῇ πρώτῃ δημιουργεῖν καὶ τὴν λεχθεῖσαν ὕειν τροφήν. 267 ἡ δ´ εἰκὼν ὁμοιοτάτη· καθάπερ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸ τελειότατον ἔργον, τὸν κόσμον, ἀνέφηνε, τὸν αὐτὸν τρόπον καὶ εὐθηνίαν ἐν ἐρήμῳ μεταβαλὼν τὰ στοιχεῖα πρὸς τὸ κατεπεῖγον τῆς χρείας, ἵν´ ἀντὶ γῆς ὁ ἀὴρ σιτία τροφὴν ἄπονον φέρῃ καὶ ἀταλαίπωρον οἷς ἀναχώρησις οὐκ ἦν εὐτρεπίζεσθαι κατὰ σχολὴν τἀπιτήδεια. 268 μετὰ ταῦτα τρίτον ἀναφθέγγεται χρησμὸν τερατωδέστατον, δηλῶν ὅτι τῇ ἑβδόμῃ τὴν εἰωθυῖαν ὁ ἀὴρ οὐ παρέξει τροφὴν καὶ οὐδὲν ἐπὶ γῆν ἀλλ´ οὐδὲ τὸ βραχύτατον ὡς ἔθος ἐνεχθήσεται. Τοῦτ´ ἀπέβαινεν ἔργοις· 269 τῇ μὲν γὰρ προτεραίᾳ ταῦτα [264 CW] θεσπίζει, τινὲς δὲ τῶν ἀβεβαίων τὸ ἦθος ὥρμησαν ἐπὶ τὴν συγκομιδὴν καὶ σφαλέντες τῆς ἐλπίδος ἐπανῄεσαν ἄπρακτοι, κακίζοντες μὲν ἑαυτοὺς τῆς ἀπιστίας, ἀληθόμαντιν δὲ καὶ θεοφράδμονα καὶ μόνον προορατικὸν τῶν ἀδήλων ἀνακαλοῦντες τὸν προφήτην.
(37.) 270 Τοιαῦτα μέν ἐστιν, ἃ περὶ τῆς οὐρανίου τροφῆς κατεχόμενος ἐθέσπισεν. Ἕτερα δ´ ἑξῆς ἀναγκαῖα, καίτοι δόξαντα ἂν παραινέσεσιν ἐοικέναι μᾶλλον ἢ χρησμοῖς, ὧν ἐστι καὶ τὸ χρησθὲν κατὰ τὴν μεγίστην τῶν πατρίων ἐκδιαίτησιν, περὶ ἧς καὶ πρόσθεν εἶπον, ἡνίκα τεκτηνάμενοι ταῦρον χρυσοῦν, Αἰγυπτιακοῦ μίμημα τύφου, χοροὺς ἵστασαν καὶ βωμοὺς κατεσκεύαζον καὶ θυσίας ἀνῆγον ἐκλαθόμενοι τοῦ πρὸς ἀλήθειαν θεοῦ καὶ τὴν προγονικὴν εὐγένειαν, ἣ δι´ εὐσεβείας καὶ ὁσιότητος ηὐξήθη, καθαιροῦντες. 271 ἐφ´ οἷς Μωυσῆς περιπαθήσας, εἰ πρῶτον μὲν ὁ λαὸς πᾶς ἐξαίφνης γεγένηται τυφλὸς ὁ ἄχρι πρὸ μικροῦ πάντων ἐθνῶν ὀξυωπέστατος, ἔπειτα δὲ εἰ πλάσμα [177 M.] μύθου κατεψευσμένον ἴσχυσε τοσαύτην αὐγὴν σβέσαι τῆς ἀληθείας, ἣν οὔθ´ ἥλιος ἐκλιπὼν οὔθ´ ὁ σύμπας χορὸς τῶν ἀστέρων ἐπισκιάσει – περιλάμπεται γὰρ ἰδίῳ φέγγει νοητῷ καὶ ἀσωμάτῳ, πρὸς ὃ παραβαλλόμενον τὸ αἰσθητὸν νὺξ ἂν πρὸς ἡμέραν εἶναι νομισθείη –, 272 δι´ ἣν αἰτίαν οὐκέτι μένων ὁ αὐτὸς ἐξαλλάττεται τό τε εἶδος καὶ τὴν διάνοιαν καὶ ἐπιθειάσας φησί· „τίς ἐστιν ὁ μὴ τῷ πλάνῳ συνενεχθεὶς μηδὲ τὸ κῦρος ἐπιφημίσας τοῖς ἀκύροις; πᾶς ὁ τοιοῦτος ἐμοὶ προσίτω“. 273 μιᾶς δὲ φυλῆς προσελθούσης οὐχ ἧττον ταῖς διανοίαις ἢ τοῖς σώμασιν, οἳ πάλαι μὲν ἐφόνων κατὰ τῶν ἀθέων καὶ ἀνοσιουργῶν, ἡγεμόνα δ´ ἐζήτουν καὶ στρατάρχην [265 CW] ἀνευρεῖν, ὃς ἐνδίκως ὑφηγήσεται καιρὸν καὶ τρόπον τῆς ἀμύνης, – οὓς ὀργῶντας εὑρὼν καὶ γέμοντας εὐτολμίας καὶ παραστήματος, ἔτι μᾶλλον ἢ πρότερον θεοφορηθείς, „ξίφος ἕκαστος ὑμῶν ἀναλαβὼν“ φησίν „ᾀττέτω διὰ παντὸς τοῦ στρατοπέδου καὶ κτεινέτω μὴ μόνον ἀλλοτρίους ἀλλὰ καὶ φίλων καὶ συγγενῶν τοὺς οἰκειοτάτους ἐπιστροφάδην, εὐαγέστατον κρίνων τὸ ἔργον ὑπὲρ ἀληθείας καὶ θεοῦ τιμῆς, ὧν ὑπερμαχεῖν καὶ προαγωνίζεσθαι κουφότατος πόνος.“ 274 οἱ δ´ αὐτοβοεὶ τρισχιλίους κτείναντες τοὺς ἀρχηγέτας μάλιστα τῆς ἀσεβείας γενομένους οὐκ ἀπελογήσαντο μόνον περὶ τοῦ μὴ συνεφάψασθαι τοῦ τολμήματος, ἀλλὰ καὶ ἐν ἀριστέων τοῖς γενναιοτάτοις ἐνεγράφησαν καὶ γέρως ἠξιώθησαν οἰκειοτάτου ταῖς πράξεσιν, ἱερωσύνης· ἔδει γὰρ θεραπευτὰς ὁσιότητος γενέσθαι τοὺς ὑπὲρ αὐτῆς ἀνδραγαθισαμένους καὶ προπολεμήσαντας.
(38.) 275 Ἔχω δέ τι μηνῦσαι σημειωδέστερον λόγιον, περὶ οὗ καὶ πάλαι διεξῆλθον, ὅτε τὰ τῆς ἀρχιερωσύνης ἐπῄειν τοῦ προφήτου, ὅπερ αὐτὸς πάλιν κατασχεθεὶς ἀνεφθέγξατο, τελειωθὲν οὐ μακροῖς χρόνοις ὕστερον, ἀλλ´ εὐθὺς ὅτ´ ἐχρησμῳδεῖτο. 276 τῶν περὶ τὸν νεὼν λειτουργῶν δύο τάξεις εἰσίν, ἡ μὲν κρείσσων ἱερέων, ἡ δ´ ἐλάττων νεωκόρων· ἦσαν δὲ κατ´ ἐκεῖνον τὸν χρόνον τρεῖς μὲν ἱερεῖς, νεωκόρων δὲ πολλαὶ χιλιάδες. 277 οὗτοι φυσηθέντες ἐπὶ τῇ τοῦ οἰκείου πλήθους περιουσίᾳ τῆς τῶν ἱερέων κατεφρόνουν ὀλιγότητος καὶ δύο ἐν ταὐτῷ παρανομήματα συνύφαινον, ὧν τὸ μὲν ἦν καθαίρεσις τῶν ὑπερεχόντων, τὸ δ´ αὔξησις τῶν ἐλαττόνων, οἷα ἡγεμόσιν ὑπηκόων ἐπιτιθεμένων ἐπὶ συγχύσει τοῦ κρατίστου καὶ δημωφελεστάτου, τῆς τάξεως. 278 εἶτ´ ἐπισυνιστάμενοι καὶ [266 CW] ἀθροιζόμενοι κατεβόων τοῦ προφήτου, ὡς δι´ οἰκειότητα τῷ τε ἀδελφῷ καὶ τοῖς [178 M.] ἀδελφιδοῖς χαρισαμένου τὴν ἱερωσύνην καὶ ἐπιψευσαμένου τὰ περὶ τὴν αἵρεσιν αὐτῶν, ὡς ἐπιφροσύνῃ θείᾳ, καθάπερ διεξῄειμεν, μὴ γενόμενα. 279 ἐφ´ οἷς ἀνιαθεὶς καὶ περιαλγήσας, καίτοι πρᾳότατος ὢν καὶ ἡμερώτατος, οὕτως πρὸς δικαίαν ὀργὴν ὑπὸ μισοπονήρου πάθους ἠκονήθη, ὡς ἱκετεῦσαι τὸν θεὸν ἀποστραφῆναι τὴν θυσίαν αὐτῶν, οὐκ ἐπειδήπερ ἔμελλεν ὁ δικαιότατος κριτὴς ἱερουργίας ἀσεβῶν παραδέχεσθαι, ἀλλ´ ὅτι καὶ ἡ ψυχὴ τοῦ θεοφιλοῦς τὸ κατ´ αὐτὴν μέρος οὐχ ὑποσιωπᾷ, σπεύδουσα μὴ εὐοδεῖν ἀνοσίους, ἀλλ´ ἀεὶ τῆς προθέσεως διαμαρτάνειν. 280 ἔτι δὲ ζέων καὶ πεπυρωμένος ὑπὸ τῆς νομίμου διαγανακτήσεως ἐνθουσιᾷ μεταβαλὼν εἰς προφήτην καὶ θεσπίζει τάδε· „χαλεπὸν ἀπιστία πρᾶγμα τοῖς ἀπίστοις μόνοις· τούτους οὐ λόγος ἀλλ´ ἔργα παιδεύει· παθόντες εἴσονται τὸ ἐμὸν ἀψευδές, ἐπεὶ μαθόντες οὐκ ἔγνωσαν. 281 ἐπικριθήσεται δὲ τοῦτο τῇ τοῦ βίου τελευτῇ· εἰ μὲν γὰρ θάνατον ἐνδέξονται τὸν κατὰ φύσιν, πέπλασμαι τὰ λόγια, εἰ δὲ καινόν τινα καὶ παρηλλαγμένον, τὸ φιλάληθές μοι μαρτυρηθήσεται. Χάσματα γῆς ὁρῶ διηνοιγμένης ἐπὶ μήκιστον εὐρυνόμενα, πολυανθρώπους ἀπολλυμένας συγγενείας, αὐτάνδρους ὑποσυρομένας καὶ καταπινομένας οἰκίας, ζῶντας ἀνθρώπους εἰς ᾅδου κατερχομένους.“ 282 ἐπεὶ δ´ ἡσύχασε, ῥήγνυται μὲν ἡ γῆ σεισμῷ τιναχθεῖσα, ῥήγνυται δὲ καθ´ ὃ μάλιστα μέρος αἱ σκηναὶ τῶν ἀσεβῶν ἦσαν, ὡς ὑπενεχθείσας ἀθρόας [267 CW] ἐπικρυφθῆναι· τὰ γὰρ διαστάντα μέρη πάλιν συνῆλθε, τῆς χρείας ἀποτελεσθείσης, ἧς ἕνεκα διεζεύχθη. 283 μικρὸν δ´ ὕστερον τοὺς τῆς στάσεως ἡγεμόνας πεντήκοντα πρὸς τοῖς διακοσίοις ἄνδρας κεραυνοὶ κατασκήψαντες αἰφνίδιον ἀθρόους ἐξανάλωσαν μηδὲν μέρος ὑπολειπόμενοι τῶν σωμάτων, ὃ ταφῆς ἐπιμοιράσεται. 284 τὸ δὲ τῶν τιμωριῶν ἐπάλληλον καὶ τὸ ἑκατέρας μέγεθος διάσημον καὶ περιβόητον ἀπέφηνε τὴν εὐσέβειαν τοῦ προφήτου χρησαμένου θεῷ μάρτυρι τῆς περὶ τοὺς χρησμοὺς ἀληθείας. 285 ἄξιον δὲ κἀκεῖνο μὴ παριδεῖν, ὅτι τὰς κατὰ τῶν ἀσεβῶν κολάσεις διεκληρώσαντο γῆ καὶ οὐρανός, αἱ τοῦ παντὸς ἀρχαί· τὴν γὰρ μοχθηρίαν ἐρρίζωσαν μὲν ἐπὶ γῆς, ἐξέτειναν δ´ εἰς αἰθέρα, τοσοῦτον ὕψος, αὐτὴν διάραντες. 286 ὅθεν καὶ τῶν στοιχείων ἑκάτερον ἐχορήγησε τὰς τιμωρίας, ἡ μὲν ἵν´ ὑποσύρῃ καὶ καταπίῃ τοὺς τότε βαρύνοντας αὐτὴν ῥαγεῖσα καὶ διαστᾶσα, ὁ δ´ ἵνα καταφλέξῃ καὶ διαφθείρῃ πυρὸς πολλοῦ φοράν, καινότατον ὑετόν, ὀμβρήσας. 287 τὸ δὲ τέλος καὶ τοῖς καταποθεῖσι καὶ τοῖς ὑπὸ τῶν κεραυνῶν [179 M.] διεφθαρμένοις ταὐτὸν ἀπέβαινεν· οὐδέτεροι γὰρ ἐφάνησαν, οἱ μὲν ἐπικρυφθέντες γῇ τῇ τοῦ χάσματος συνόδῳ πρὸς τὸ ἰσόπεδον ἑνωθείσῃ, οἱ δ´ ὅλοι δι´ ὅλων ἀναλωθέντες ὑπὸ τοῦ κεραυνίου πυρός.
(39.) 288 Χρόνοις δ´ ὕστερον, ἐπειδὴ τὴν ἐνθένδε ἀποικίαν ἔμελλεν εἰς οὐρανὸν στέλλεσθαι καὶ τὸν θνητὸν ἀπολιπὼν βίον ἀπαθανατίζεσθαι μετακληθεὶς ὑπὸ τοῦ πατρός, ὃς αὐτὸν δυάδα ὄντα, σῶμα καὶ ψυχήν, εἰς μονάδος ἀνεστοιχείου φύσιν ὅλον δι´ ὅλων μεθαρμοζόμενος εἰς νοῦν ἡλιοειδέστατον, τότε δὴ κατασχεθεὶς οὐκέτι συλλήβδην ἀθρόῳ παντὶ τῷ ἔθνει θεσπίζειν ἔοικεν ἀλλὰ καὶ κατὰ μέρος ἑκάστῃ φυλῇ τὰ [268 CW] μέλλοντα γενέσθαι καὶ αὖθις ἀποβησόμενα· ὧν τὰ μὲν ἤδη συμβέβηκε, τὰ δὲ προσδοκᾶται, διότι πίστις τῶν μελλόντων ἡ τῶν προγεγονότων τελείωσις. 289 ἥρμοττε γὰρ διαφέροντας καὶ ταῖς σποραῖς, καὶ μάλιστα ἐν τοῖς μητρῴοις γένεσι, καὶ βουλευμάτων πολυτρόποις ἰδέαις καὶ τῶν περὶ τὸν βίον ἐπιτηδευμάτων ἀμυθήτοις διαφοραῖς ὥσπερ τινὰ κλήρου διανομὴν λογίων καὶ χρησμῶν ἁρμόζουσαν εὑρέσθαι. 290 θαυμάσια μὲν οὖν ταῦτα· θαυμασιώτατον δὲ καὶ τὸ τέλος τῶν ἱερῶν γραμμάτων, ὃ καθάπερ ἐν τῷ ζῴῳ κεφαλὴ τῆς ὅλης νομοθεσίας ἐστίν. 291 ἤδη γὰρ ἀναλαμβανόμενος καὶ ἐπ´ αὐτῆς βαλβῖδος ἑστώς, ἵνα τὸν εἰς οὐρανὸν δρόμον διιπτάμενος εὐθύνῃ, καταπνευσθεὶς καὶ ἐπιθειάσας ζῶν ἔτι τὰ ὡς ἐπὶ θανόντι ἑαυτῷ προφητεύει δεξιῶς, ὡς ἐτελεύτησε μήπω τελευτήσας, ὡς ἐτάφη μηδενὸς παρόντος, δηλονότι χερσὶν οὐ θνηταῖς ἀλλ´ ἀθανάτοις δυνάμεσιν, ὡς οὐδ´ ἐν τάφῳ τῶν προπατόρων ἐκηδεύθη τυχὼν ἐξαιρέτου μνήματος, ὃ μηδεὶς εἶδεν ἀνθρώπων, ὡς σύμπαν τὸ ἔθνος αὐτὸν ὅλον μῆνα δακρυρροοῦν ἐπένθησεν ἴδιον καὶ κοινὸν πένθος ἐπιδειξάμενον ἕνεκα τῆς ἀλέκτου καὶ πρὸς ἕνα ἕκαστον καὶ πρὸς ἅπαντας εὐνοίας καὶ κηδεμονίας. 292 τοιοῦτος μὲν ὁ βίος, τοιαύτη δὲ καὶ ἡ τελευτὴ τοῦ βασιλέως καὶ νομοθέτου καὶ ἀρχιερέως καὶ προφήτου Μωυσέως διὰ τῶν ἱερῶν γραμμάτων μνημονεύεται.