Μετάβαση στο περιεχόμενο

Περί του Στεφάνου της Τριηαρκίας

Από Βικιθήκη


Περὶ τοῦ Στεφάνου τῆς Τριηραρχίας
Λόγος




[1] Εἰ μὲν ὅτῳ πλεῖστοι συνείποιεν, ὦ βουλή, τὸ ψήφισμ᾽ ἐκέλευε δοῦναι τὸν στέφανον, κἂν ἀνόητος ἦν εἰ λαβεῖν αὐτὸν ἠξίουν, Κηφισοδότου μόνου μοι συνειρηκότος, τούτοις δὲ παμπόλλων. Νῦν δὲ τῷ πρώτῳ παρασκευάσαντι τὴν τριήρη τὸν ταμίαν προσέταξεν ὁ δῆμος δοῦναι, πεποίηκα δὲ τοῦτ᾽ ἐγώ· διό φημι δεῖν αὐτὸς στεφανοῦσθαι.

[2] Θαυμάζω δὲ καὶ τούτων, ὅτι τῆς τριήρους ἀμελήσαντες τοὺς ῥήτορας παρεσκεύασαν, καὶ δοκοῦσί μοι παντὸς διημαρτηκέναι τοῦ πράγματος, καὶ νομίζειν οὐχὶ τοῖς ποιοῦσιν ἃ δεῖ χάριν ὑμᾶς ἔχειν, ἀλλὰ τοῖς φάσκουσιν, οὐ τὸν αὐτὸν τρόπον ἐγνωκότες ὅνπερ ἐγὼ περὶ ὑμῶν. Καὶ κατ᾽ αὐτὸ δὴ τοῦτο δικαίως ἂν ἔχοιτ᾽ εὐνοϊκωτέρως ἐμοί· φαίνομαι γὰρ βελτίους ὑμᾶς ὑπολαμβάνων ἢ οὗτοι.

[3] Ἐχρῆν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δίκαιον ἦν τοὺς τὸν στέφανον οἰομένους δεῖν παρ᾽ ὑμῶν λαβεῖν αὑτοὺς ἀξίους ἐπιδεικνύναι τούτου, μὴ ἐμὲ κακῶς λέγειν. Ἐπειδὴ δὲ τοῦτο παρέντες ἐκεῖνο ποιοῦσιν, ἀμφότερ᾽ αὐτοὺς ἐπιδείξω ψευδομένους, ἅ θ᾽ αὑτοὺς ἐνεκωμίασαν καὶ ὅσ᾽ εἰς ἡμᾶς ἐβλασφήμησαν, ἐξ αὐτῶν τῶν πεπραγμένων ἑκατέροις.

[4] Ψήφισμα γὰρ ὑμῶν ποιησαμένων, ὃς ἂν μὴ πρὸ τῆς ἕνης καὶ νέας ἐπὶ χῶμα τὴν ναῦν περιορμίσῃ, δῆσαι καὶ δικαστηρίῳ παραδοῦναι, καὶ ταῦτα κυρωσάντων, ἐγὼ μὲν περιώρμισα καὶ στέφανον διὰ ταῦτα παρ᾽ ὑμῶν ἔλαβον, οὗτοι δ᾽ οὐδὲ καθείλκυσαν, ὥστ᾽ ἔνοχοι δεσμῷ γεγόνασιν. Πῶς οὖν οὐκ ἀτοπώτατον ἂν διαπράξαισθ᾽ ἔργον, εἰ τοὺς καθ᾽ ἑαυτῶν ἐάσαντας τίμημα τοιοῦτον ἐπαχθῆναι, τούτους στεφανώσαντες ὑμεῖς φαίνοισθε

[5] τὰ σκεύη τοίνυν, ὅσα δεῖ παρέχειν τὴν πόλιν τοῖς τριηράρχοις, ἐγὼ μὲν ἐκ τῶν ἰδίων ἀνήλωσα καὶ τῶν δημοσίων ἔλαβον οὐδέν, οὗτοι δ᾽ ὑμετέροις κέχρηνται καὶ τῶν σφετέρων οὐδὲν εἰς ταῦτα προεῖνται. Καὶ μὴν οὐδ᾽ ἂν ἐκεῖνό γ᾽ ἔχοιεν εἰπεῖν, ὡς ἀνεπειρῶντ᾽ ἐμοῦ πρότεροι· πρὶν γὰρ ἧφθαι μόνον τῆς τριήρους τούτους ἐπεπλήρωτό μοι, καὶ πάντες ἑωρᾶθ᾽ ὑμεῖς ἀναπειρωμένην τὴν ναῦν.

[6] Ἔτι τοίνυν ὑπηρεσίαν τὴν κρατίστην ἔλαβον, πολλῷ πλεῖστον ἀργύριον δούς. Οὗτοι δ᾽ εἰ μὲν εἶχον χείρον᾽ ἡμῶν, οὐδὲν ἂν ἦν δεινόν· νῦν δ᾽ οὐδ᾽ ὁποιαντινοῦν μεμίσθωνται, περὶ τοῦ πλείονος ἀντιλέγοντες. Καίτοι πῶς εἰσιν δίκαιοι ταῦτα μὲν ὕστερον ἐξαναπληροῦν, νῦν δ᾽ ὡς πρῶτοι παρασκευασάμενοι τὸν στέφανον λαβεῖν

[7] ἡγοῦμαι τοίνυν, ὅτι μὲν δικαιότατ᾽ ἂν στεφανώσαιτ᾽ ἐμέ, καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν ὑμᾶς· ὅτι δ᾽ οὐκ ἔνεστι μόνοις τούτοις περὶ τοῦ στεφάνου λόγος, τοῦτ᾽ ἐπιδεῖξαι βούλομαι. Πόθεν οὖν τοῦτο μάλιστ᾽ ἔσται δῆλον ἀφ᾽ ὧν αὐτοὶ πεποιήκασιν· σκεψάμενοι γὰρ τὸν ἐξ ἐλαχίστου τριηραρχεῖν βουλόμενον, μεμισθώκασι τὴν λῃτουργίαν. Καίτοι πῶς οὐκ ἄδικον τῶν μὲν ἀναλωμάτων ἀφεστηκέναι, τῶν δὲ γιγνομένων δι᾽ ἐκεῖνα τιμῶν ἀξιοῦν αὑτοῖς μετεῖναι καὶ τοῦ μὲν μὴ περιορμίσαι τὴν ναῦν τότε τὸν μεμισθωμένον αἰτιᾶσθαι, τῶν δὲ καλῶς δεδιακονημένων νῦν αὑτοῖς κελεύειν χάριν ὑμᾶς ἔχειν

[8] δεῖ τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ μόνον ἐκ τούτων σκοπεῖν τὸ δίκαιον, ἀλλὰ καὶ ἐξ ὧν αὐτοὶ πρότερον πεποιήκατε ταὐτὰ τινῶν διαπραξαμένων τούτοις. Ὅτε γὰρ τῇ ναυμαχίᾳ τῇ πρὸς Ἀλέξανδρον ἐνικήθητε, τότε τῶν τριηράρχων τοὺς μεμισθωκότας τὰς τριηραρχίας αἰτιωτάτους τοῦ γεγενημένου νομίζοντες παρεδώκατ᾽ εἰς τὸ δεσμωτήριον, καταχειροτονήσαντες προδεδωκέναι τὰς ναῦς καὶ λελοιπέναι τὴν τάξιν.

[9] Καὶ κατηγόρει μὲν Ἀριστοφῶν, ἐδικάζετε δ᾽ ὑμεῖς· εἰ δὲ μὴ μετριωτέραν ἔσχετε τὴν ὀργὴν τῆς ἐκείνων πονηρίας, οὐδὲν αὐτοὺς ἐκώλυε τεθνάναι. Ταὐτὰ τοίνυν εἰδότες οὗτοι πεπραγμέν᾽ αὑτοῖς καὶ ἐκείνοις, οὐχὶ φρίττουσιν ἐν ὑμῖν ὑπὲρ ὧν προσήκει παθεῖν αὐτούς, ἀλλὰ δημηγοροῦσι κατ᾽ ἄλλων καὶ στεφανοῦν κελεύουσιν αὑτούς. Καίτοι σκέψασθε τίν᾽ ἄν ποτε δόξαιτε βεβουλεῦσθαι τρόπον, εἰ διὰ τὴν αὐτὴν πρόφασιν τοὺς μὲν θανάτου κρίναντες, τοὺς δὲ στεφανώσαντες φανείητε.

[10] Καὶ μὴν οὐ μόνον εἰ τοῦτο ποιήσαιτε, δοκεῖτ᾽ ἂν ἁμαρτεῖν, ἀλλ᾽ εἰ μὴ καὶ κολάσαιτε τοὺς τὰ τοιαῦτα ποιοῦντας, ἔχοντες. Οὐ γὰρ ἐπειδὰν ἐάσητέ τι τῶν ὑμετέρων ἀπολέσθαι, τότε χρὴ χαλεπαίνειν, ἀλλ᾽ ἐν ᾧ τὰ μὲν ὑμέτερ᾽ ἐστὶν σᾶ, καθορᾶτε δὲ τοὺς ἐφεστηκότας δι᾽ αἰσχροκερδίαν οὐχὶ προσήκουσαν πρόνοιαν περὶ σωτηρίας αὐτῶν ποιουμένους. Καὶ μηδεὶς ὑμῶν ἐπιτιμήσῃ τῷ λόγῳ, πικρὸν εἶναι νομίσας, ἀλλὰ τοῖς τὸ ἔργον αὐτὸ πεποιηκόσιν· διὰ γὰρ τούτους τοιοῦτός ἐστιν.

[11] Θαυμάζω δ᾽ ἔγωγε, τί δή ποτε τῶν μὲν ναυτῶν τοὺς ἀπολειπομένους, ὧν τριάκοντα δραχμὰς ἕκαστος ἔχει μόνας, δοῦσι καὶ κολάζουσιν οὗτοι· τῶν δὲ τριηράρχων τοὺς μὴ συμπλέοντας, ὧν τριάκοντα μνᾶς εἰς ἔκπλουν εἴληφεν ἕκαστος, οὐ ταὐτὰ ποιεῖθ᾽ ὑμεῖς· ἀλλ᾽ ἐὰν μὲν πένης ὤν τις δι᾽ ἔνδειαν ἁμάρτῃ, τοῖς ἐσχάτοις ἐπιτιμίοις ἐνέξεται, ἐὰν δὲ πλούσιος ὢν δι᾽ αἰσχροκερδίαν ταὐτὰ ποιήσῃ, συγγνώμης τεύξεται καὶ ποῦ τὸ πάντας ἔχειν ἴσον καὶ δημοκρατεῖσθαι φαίνεται, τοῦτον τὸν τρόπον ὑμῶν ταῦτα βραβευόντων

[12] ἔτι τοίνυν ἔμοιγε δοκεῖ κἀκεῖν᾽ ἀλόγως ἔχειν, τὸν μὲν εἰπόντα τι μὴ κατὰ τοὺς νόμους, ἐὰν ἁλῷ τὸ τρίτον, μέρος ἠτιμῶσθαι τοῦ σώματος, τοὺς δὲ μὴ λόγον, ἀλλ᾽ ἔργον παράνομον πεποιηκότας μηδεμίαν δοῦναι δίκην. Καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντες ὑμεῖς φήσετε τὸ πρὸς τὰ τοιαῦτα πράως ἔχειν προδιδάσκειν ἑτέρους ἀδικεῖν εἶναι.

[13] Βούλομαι τοίνυν, ἐπειδήπερ παρῆλθον, καὶ τὰ συμβαίνοντ᾽ ἀπὸ τῶν τοιούτων ὑμῖν διεξελθεῖν. Ἐπειδὰν γάρ τις μισθωσάμενος τριηραρχίαν ἐκπλεύσῃ, πάντας ἀνθρώπους ἄγει καὶ φέρει, καὶ τὰς μὲν ὠφελίας ἰδίᾳ καρποῦται, τὰς δὲ δίκας τούτων ὁ τυχὼν δίδωσιν ὑμῶν, καὶ μόνοις ὑμῖν οὐδαμόσε ἔστιν ἄνευ κηρυκείου βαδίσαι διὰ τὰς ὑπὸ τούτων ἀνδροληψίας καὶ σύλας κατεσκευασμένας·

[14] ὥστε τῇ γ᾽ ἀληθείᾳ σκοπῶν ἄν τις εὕροι τὰς τοιαύτας τριήρεις οὐχ ὑπὲρ ὑμῶν, ἀλλὰ καθ᾽ ὑμῶν ἐκπεπλευκυίας. Τὸν γὰρ ὑπὲρ τῆς πόλεως τριήραρχον οὐκ ἀπὸ τῶν κοινῶν προσδοκᾶν χρὴ πλουτήσειν, ἀλλ᾽ ἀπὸ τῶν ἰδίων τὰ τῆς πόλεως ἐπανορθώσειν, εἴπερ ἔσται τι τῶν δεόντων ὑμῖν. Τούτων δὲ τἀναντί᾽ ἕκαστος ἐγνωκὼς ἐκπλεῖ· καὶ γάρ τοι τὰ τῶν αὑτῶν τρόπων ἁμαρτήματα ταῖς ὑμετέραις βλάβαις ἐπανορθοῦνται.

[15] Καὶ τούτων οὐδέν ἐστιν ἄλογον. Δεδώκατε γὰρ τοῖς βουλομένοις ἀδικεῖν, ἂν μὲν λάθωσιν, ἔχειν, ἐὰν δὲ ληφθῶσι, συγγνώμης τυχεῖν· τοῖς οὖν ἠμεληκόσι δόξης ἄδεια ποιεῖν ὅ τι ἂν βούλωνται γέγονεν. Τῶν μὲν τοίνυν ἰδιωτῶν τοὺς μετὰ τοῦ παθεῖν μανθάνοντας ἀπροσκέπτους ὀνομάζομεν· ὑμᾶς δέ, οἵτινες οὐδὲ πεπονθότες πολλάκις ἤδη φυλάττεσθε, τί τις καλέσειεν ἄν

[16] ἄξιον τοίνυν καὶ περὶ τῶν συνειρηκότων εἰπεῖν. Οὕτως γὰρ ἡγοῦνταί τινες ἐξουσίαν εἶναι σφίσιν καὶ ποιεῖν ὅ τι βούλονται καὶ λέγειν παρ᾽ ὑμῖν, ὥστε τῶν τότε συγκατηγορούντων μετ᾽ Ἀριστοφῶντος καὶ πικρῶν ὄντων τοῖς μεμισθωκόσι τὰς τριηραρχίας νῦν κελεύουσί τινες τούτους στεφανῶσαι, καὶ δυοῖν θάτερον ἐξελέγχουσιν αὑτούς, ἢ τότ᾽ ἐκείνους ἀδίκως συκοφαντοῦντες, ἢ νῦν τοῖσδ᾽ ἐπὶ μισθῷ συνηγοροῦντες.

[17] Καὶ χαρίσασθαι κελεύουσιν ὑμᾶς, ὥσπερ περὶ δωρεᾶς, ἀλλ᾽ οὐ περὶ νικητηρίων τῶν λόγων ὄντων, ἢ καὶ χάριν τιθεμένων διὰ τῶν τοιούτων τοῖς ἀμελοῦσιν ὑμῶν, ἀλλ᾽ οὐ διὰ τῶν βελτιόνων τοῖς ὑπηρετοῦσιν ἃ δεῖ χαρίζεσθαι προσῆκον. Ἔπειθ᾽ οὕτως ὀλιγωροῦσιν τοῦ δοκεῖν ἐπιεικεῖς εἶναι, καὶ παντελῶς τἄλλα πάρεργα πρὸς τὸ λαβεῖν νομίζουσιν, ὥστ᾽ οὐ μόνον τοῖς πρότερον ῥηθεῖσιν ὑφ᾽ αὑτῶν ἐναντία τολμῶσιν δημηγορεῖν, ἀλλὰ καὶ νῦν οὐ ταὐτὰ λέγουσιν ἑαυτοῖς, οἵτινες τοὺς μὲν ναύτας φασὶ δεῖν οἰκείους εἶναι τῆς τριήρους τῆς ληψομένης τὸν στέφανον, τῶν δὲ τριηράρχων τοὺς ἠλλοτριωκότας αὑτοὺς ἀπὸ τῆς λῃτουργίας, τούτους στεφανῶσαι κελεύουσι.

[18] Καὶ φασὶ μὲν οὐδένα τούτων πρότερον παρασκευάσασθαι, κελεύουσι δὲ κοινῇ στεφανοῦν ἡμᾶς, τοῦ ψηφίσματος οὐ ταῦτα λέγοντος. Ἐγὼ δὲ τοσούτου δέω τοῦτο συγχωρεῖν ὅσουπερ καὶ μεμισθωκέναι τὴν τριηραρχίαν· οὔτε γὰρ τοῦθ᾽ ὑπομείναιμ᾽ ἂν οὔτ᾽ ἐκεῖν᾽ ἐποίησα. Προσποιοῦνται μὲν τοίνυν ὑπὲρ τοῦ δικαίου συνηγορεῖν, σπουδάζουσιν δὲ μᾶλλον ἢ προῖκ᾽ ἄν τις ὑμῶν πράττων, ὥσπερ ἄξια τοῦ μισθοῦ ποιῆσαι προσῆκον ἑαυτοῖς, ἀλλ᾽ οὐ γνώμην ἀποφήνασθαι.

[19] Εἶθ᾽ ὥσπερ οὐχὶ πολιτείας κοινῆς μετέχοντες καὶ διὰ ταῦτα τῷ βουλομένῳ λέγειν ἐξόν, ἀλλ᾽ ἱερωσύνην ἰδίαν αὐτοί τινα ταύτην ἔχοντες, ἐὰν ὑπὲρ τῶν δικαίων ἐν ὑμῖν τις εἴπῃ, δεινὰ πάσχουσιν καὶ θρασὺν εἶναί φασιν. Καὶ εἰς τοσοῦτον ἀναισθησίας προήκουσιν, ὥστ᾽ οἴονται τὸν ἅπαξ εἰρηκότ᾽ ἂν καλέσωσιν ἀναιδῆ, σφᾶς αὐτοὺς πάντ᾽ ἂν τὸν βίον καλοὺς κἀγαθοὺς νομίζεσθαι.

[20] Καίτοι διὰ μὲν τὰς τούτων δημηγορίας πολλὰ χεῖρον ἔχει, διὰ τοὺς δ᾽ οἰομένους δεῖν τὰ δίκαι᾽ ἀντιλέγειν οὐ πάντ᾽ ἀπόλωλεν. Τοιούτους τοίνυν τοὺς συνεροῦντας αὑτοῖς παρεσκευασμένοι, καὶ τοσαύτην βλασφημίαν εἰδότες οὖσαν καθ᾽ ἑαυτῶν τοῖς βουλομένοις τι λέγειν φλαῦρον, ὅμως εἰς λόγον ἠξίωσαν καταστῆναι καὶ κακῶς τιν᾽ ἐτόλμησαν εἰπεῖν, οἷς ἀγαπητὸν ἦν μὴ πάσχουσιν κακῶς αὐτοῖς.

[21] Τοῦ τοίνυν τούτους ἀδίκους εἶναι καὶ θρασεῖς οὐδένες ὑμῶν εἰσιν αἰτιώτεροι· παρὰ γὰρ τῶν λεγόντων, οὓς ἴστ᾽ ἐπὶ μισθῷ τοῦτο πράττοντας, πυνθάνεσθε ποῖόν τιν᾽ ἕκαστον δεῖ νομίζειν, οὐκ αὐτοὶ θεωρεῖτε. Καίτοι πῶς οὐκ ἄτοπον τούτους μὲν αὐτοὺς πονηροτάτους τῶν πολιτῶν νομίζειν, τοὺς δ᾽ ὑπὸ τούτων ἐπαινουμένους χρηστοὺς ἡγεῖσθαι

[22] καὶ γάρ τοι πάντα δι᾽ αὑτῶν ποιοῦνται, καὶ μόνον οὐχ ὑπὸ κήρυκος πωλοῦσι τὰ κοινά, καὶ στεφανοῦν, ὃν ἂν αὐτοῖς δοκῇ, καὶ μὴ στεφανοῦν κελεύουσι, κυριωτέρους αὑτοὺς τῶν ὑμετέρων δογμάτων καθιστάντες. Ἐγὼ δ᾽ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, παραινῶ μὴ ποιεῖν τὴν τῶν ἀναλίσκειν ἐθελόντων φιλοτιμίαν ἐπὶ τῇ τῶν λεγόντων πλεονεξίᾳ. Εἰ δὲ μή, διδάξετε πάντας τὰ μὲν ὑφ᾽ ὑμῶν προσταττόμεν᾽ ὡς εὐτελέστατα διοικεῖν, τοὺς δ᾽ ὑπὲρ τούτων ἀναιδῶς εἰς ὑμᾶς ψευδομένους ὡς πλείστου μισθοῦσθαι.