Περί της καθ' Έλληνας ιερατικής τέχνης
Περὶ τῆς καθ' Ἕλληνας ἱερατικῆς τέχνης Συγγραφέας: |
Ὥσπερ οἱ ἐρωτικοὶ ἀπὸ τῶν ἐν αἰσθήσει καλῶν ὁδῷ προϊόντες ἐπ' αὐτὴν καταντῶσι τὴν μίαν τῶν καλῶν πάντων καὶ νοητῶν ἀρχήν, οὕτως καὶ οἱ ἱερατικοὶ ἀπὸ τῆς ἐν τοῖς φαινομένοις ἅπασι συμπαθείας πρός τε ἄλληλα καὶ πρὸς τὰς ἀφανεῖς δυνάμεις, πάντα ἐν πᾶσι κατανοήσαντες, τὴν ἐπιστήμην τὴν ἱερατικὴν συνεστήσαντο, θαυμάσαντες τῷ βλέπειν ἔν τε τοῖς πρώτοις τὰ ἔσχατα καὶ ἐν τοῖς ἐσχάτοις τὰ πρώτιστα, ἐν οὐρανῷ μὲν τὰ χθόνια κατ' αἰτίαν καὶ οὐρανίως, ἔν τε γῇ τὰ οὐράνια γηΐνως. Ἢ πόθεν ἡλιοτρόπια μὲν ἡλίῳ, σεληνοτρόπια δὲ σελήνῃ συγκινεῖται συμπεριπολοῦντα ἐς δύναμιν τοῖς τοῦ κόσμου φωστῆρσιν;
Εὔχεται γὰρ πάντα κατὰ τὴν οἰκείαν τάξιν καὶ ὑμνεῖ τοὺς ἡγεμόνας τῶν σειρῶν ὅλων ἢ νοερῶς ἢ λογικῶς ἢ φυσικῶς ἢ αἰσθητῶς· ἐπεὶ καὶ τὸ ἡλιοτρόπιον ᾧ ἔστιν εὔλυτον, τούτῳ κινεῖται καί, εἰ δή τις αὐτοῦ κατὰ τὴν περιστροφὴν ἀκούειν τὸν ἀέρα πλήσσοντος οἷός τε ἦν, ὕμνον ἄν τινα διὰ τοῦ ἤχου τούτου συνῄσθετο τῷ Βασιλεῖ προσάγοντος, ὃν δύναται φυτὸν ὑμνεῖν.
Ἐν μὲν οὖν τῇ γῇ χθονίως ἐστὶν ἡλίους καὶ σελήνας ὁρᾶν, ἐν οὐρανῷ δὲ οὐρανίως τά τε φυτὰ πάντα καὶ λίθους καὶ ζῷα, ζῶντα νοερῶς. Ἃ δὴ κατιδόντες οἱ πάλαι σοφοί, τὰ μὲν ἄλλοις, τὰ δὲ ἄλλοις προσάγοντες τῶν οὐρανίων, ἐπήγοντο θείας δυνάμεις εἰς τὸν θνητὸν τόπον καὶ διὰ τῆς ὁμοιότητος ἐφειλκύσαντο· ἱκανὴ γὰρ ἡ ὁμοιότης συνάπτειν τὰ ὄντα ἀλλήλοις· ἐπεὶ καί, εἴ τις θρυαλλίδα προθερμήνας ὑπόσχοι τῷ λυχναίῳ φωτὶ μὴ πόρρω τοῦ πυρός, ἴδοι ἂν αὐτὴν ἐξαπτομένην μὴ ψαύουσαν τοῦ πυρός, καὶ τὴν ἔξαψιν ἄνωθεν τοῦ κατωτέρω γινομένην.
Ἀναλόγως οὖν ἡ μὲν προθέρμανσις νοείσθω σοι τῇ συμπαθείᾳ τῶν τῇδε πρὸς ἐκεῖνα, ἡ δὲ προσαγωγὴ καὶ ἐν καλῷ θέσις τῇ τῆς ἱερατικῆς τέχνης κατά τε καιρὸν τὸν πρέποντα καὶ τρόπον τὸν οἰκεῖον προσχρήσει τῶν ὑλῶν, ἡ δὲ τοῦ πυρὸς διάδοσις τῇ παρουσίᾳ τοῦ θείου φωτὸς εἰς τὸ δυνάμενον μετέχειν, ἡ δὲ ἔξαψις τῇ θειώσει τῶν θνητῶν καὶ τῇ περιλάμψει τῶν ἐνύλων, ἃ δὴ κινεῖται πρὸς τὸ ἄνω λοιπὸν κατὰ τὸ μετασχεθὲν ὑπ' αὐτῶν σπέρμα θεῖον, ὥσπερ τὸ τῆς ἐξαφθείσης θρυαλλίδος φῶς.
Καὶ ὁ λωτὸς δὲ παρίστησι τὴν συμπάθειαν, μεμυκὼς μὲν πρὸ τῶν ἡλιακῶν αὐγῶν, διαπτυσσόμενος δέ πως ἠρέμα τοῦ ἡλίου πρῶτον φανέντος, καὶ ὅσον ὑψοῦται τὸ φῶς, ἐξαπλούμενος, καὶ αὖθις συναγόμενος, ἐπὶ δύσιν ἰόντος. Τί δὴ οὖν διαφέρει τοὺς ἀνθρώπους αἴροντας ἢ τιθέντας <τὰς> γένυς ἢ τὰ χείλη ὑμνεῖν τὸν ἥλιον, ἢ τὸν λωτὸν τὰ φύλλα συμπτύσσοντα καὶ ἀναπλοῦντα; Γίγνεται γὰρ ἀντὶ τῶν γενύων ταῦτα τῷ λωτῷ, καὶ ὁ ὕμνος φυσικός. Καὶ τί δεῖ λέγειν περὶ φυτῶν οἷς ὑπάρχει ζωῆς ἴχνος τι γεννητικῆς;
Ἀλλὰ καὶ λίθους ἔστιν ἰδεῖν ταῖς τῶν φωστήρων ἀπορροίαις ἐμπνέοντας, ὡς τὸν μὲν ἡλίτην ταῖς χρυσοειδέσιν ἀκτῖσιν ὁρῶμεν τὰς ἡλιακὰς ἀκτῖνας μιμούμενον, τὸν δὲ Βήλου προσαγορευόμενον ὀφθαλμὸν καὶ σχῆμα παραπλήσιον ἔχοντα κόραις ὀφθαλμῶν καὶ ἐκ μέσης τῆς ἐν αὐτῷ κόρης στιλπνὸν ἀφιέντα φῶς, ὅν φασιν ἡλίου χρῆναι καλεῖν ὀφθαλμόν, τὸν δὲ σεληνίτην τύπῳ τε καὶ κινήσει σὺν τῇ σελήνῃ τρεπόμενον, τὸν δὲ ἡλιοσέληνον τῆς συνόδου τῶν φωστήρων τούτων οἷον ἄγαλμα ταῖς κατ' οὐρανὸν συνόδοις τε καὶ διαστάσεσιν ἀφομοιωθέν.
Οὕτω μεστὰ πάντα θεῶν, τὰ μὲν ἐν γῇ τῶν οὐρανίων, τὰ δὲ ἐν οὐρανῷ τῶν ὑπὲρ τὸν οὐρανόν, καὶ πρόεισιν ἑκάστη πληθυομένη σειρὰ μέχρι τῶν ἐσχάτων· τὰ γὰρ ἐν ἑνὶ πρὸ τῶν πάντων, ταῦτα ἐν πᾶσιν ἐξεφάνη, ἐν οἷς καὶ ψυχῶν συστάσεις ἄλλων ὑπ' ἄλλοις ταττομένων θεοῖς, ἔπειτα ζῴων ἡλιακῶν εἰ τύχοι πλῆθος, οἷον λέοντες καὶ ἀλεκτρυόνες, μετέχοντες καὶ αὐτοὶ τοῦ θείου κατὰ τὴν ἑαυτῶν τάξιν. Καὶ τὸ θαυμαστὸν ὅπως ἐν τούτοις τὰ ἐλάττονα δυνάμει τε καὶ μεγέθει τοῖς κατ' ἄμφω κρείττοσίν ἐστι φοβερά· ὑποστέλλεται γὰρ ὁ λέων, φασί, τὸν ἀλεκτρυόνα.
Τὸ δὲ αἴτιον ἀπὸ μὲν τῆς αἰσθήσεως οὐκ ἔστι λαβεῖν, ἀπὸ δὲ τῆς νοερᾶς ἐπιβλέψεως καὶ τῆς ἐν τοῖς αἰτίοις διαφορᾶς. Ἐνεργεστέρα γοῦν ἐστιν ἡ τῶν ἡλιακῶν συμβόλων εἰς τὸν ἀλεκτρυόνα παρουσία· δηλοῖ δὲ τῶν ἡλιακῶν περιόδων συναισθανόμενος καὶ ᾄδων ὕμνον τῷ φωστῆρι προσιόντι τε καὶ ἐπὶ τὰ λοιπὰ κέντρα τρεπομένῳ· διὸ καὶ ἄγγελοί τινες ἡλιακοὶ ὤφθησαν τοιαύτας ἔχοντες μορφάς, καὶ ὄντες ἀμόρφωτοι, φαίνονται τοῖς ἐν μορφῇ κατεχομένοις ἡμῖν μεμορφωμένοι.
Ἤδη δέ τινα τῶν ἡλιακῶν δαιμόνων λεοντοπρόσωπον φαινόμενον, ἀλεκτρυόνος δειχθέντος, ἀφανῆ γενέσθαι φασὶν ὑποστελλόμενον τὰ τῶν κρειττόνων συνθήματα· ἐπεὶ καὶ θείων ἀνδρῶν εἰκόνας ὁρῶντες πολλοὶ ἀνεστάλησαν ὑπ' αὐταῖς τι τῶν μιαρῶν ἐνεργεῖν. Ἁπλῶς δὲ τὰ μὲν ταῖς περιόδοις τοῦ φωστῆρος συγκινεῖται, ὡς τὰ εἰρημένα φυτά, τὰ δὲ τὸ σχῆμα μιμεῖται τῶν ἀκτίνων, ὥσπερ ὁ φοῖνιξ, τὰ δὲ τὴν ἐμπύριον οὐσίαν, ὥσπερ ἡ δάφνη, τὰ δὲ ἄλλο τι. Ἴδοις ἂν οὖν τὰς συνεσπειραμένας ἰδιότητας ἐν ἡλίῳ μεριζομένας ἐν τοῖς μετέχουσιν ἀγγέλοις, δαίμοσι, ψυχαῖς, ζῴοις, φυτοῖς, λίθοις.
Ὅθεν οἱ τῆς ἱερατικῆς ἡγεμόνες ἀπὸ τῶν ἐν ὀφθαλμοῖς κειμένων τὴν τῶν ἀνωτέρω δυνάμεων θεραπείαν εὑρήκασι, τὰ μὲν μίξαντες, τὰ δὲ οἰκείως ἀναιρούμενοι· ἡ δὲ μῖξις διὰ τὸ βλέπειν τῶν ἀμίκτων ἕκαστόν τινα ἔχον ἰδιότητα τοῦ θεοῦ, οὐ μὴν ἐξαρκοῦν πρὸς τὴν ἐκείνου πρόκλησιν· διὸ τῇ μίξει τῶν πολλῶν ἑνίζουσι τὰς προειρημένας ἀπορροίας καὶ ἐξομοιοῦσι τὸ ἐκ πάντων ἓν γενόμενον πρὸς ἐκεῖνο τὸ πρὸ τῶν πάντων ὅλον· καὶ ἀγάλματα πολλάκις κατασκευάζουσι σύμμικτα καὶ θυμιάματα, φυράσαντες εἰς ἓν τὰ μερισθέντα συνθήματα καὶ ποιήσαντες τέχνῃ ὁποῖον κατ' οὐσίαν τὸ θεῖον περιληπτικὸν καθ' ἕνωσιν τῶν πλειόνων δυνάμεων, ὧν ὁ μὲν μερισμὸς ἠμύδρωσεν ἑκάστην, ἡ δὲ μῖξις ἐπανήγαγεν εἰς τὴν τοῦ παραδείγματος ἰδέαν.
Ἔστι δὲ ὅτε καὶ μία πόα καὶ λίθος εἷς ἀρκεῖ πρὸς τὸ ἔργον· ἀπόχρη γὰρ πρὸς μὲν αὐτοφάνειαν τὸ κνέωρον, πρὸς δὲ φυλακὴν δάφνη, ῥάμνος, σκύλλα, κουράλιον, ἀδάμας καὶ ἴασπις, πρὸς δὲ πρόγνωσιν ἡ τοῦ ἀσπάλακος καρδία, πρὸς δὲ καθάρσεις τὸ θεῖον καὶ τὸ θαλάττιον ὕδωρ.
Διὰ μὲν οὖν τῆς συμπαθείας προσήγοντο, διὰ δὲ τῆς ἀντιπαθείας ἀπήλαυνον, καθαίροντες εἰ τύχοι θείῳ καὶ ἀσφάλτῳ καὶ περιρραίνοντες θαλάττῃ· καθαίρει γὰρ τὸ μὲν θεῖον διὰ τὸ δριμὺ τῆς ὀσμῆς, ἡ δὲ θάλαττα διὰ τὸ μετέχειν ἐμπυρίου δυνάμεως. Καὶ ἐν ταῖς τελεταῖς δὲ καὶ ταῖς ἄλλαις περὶ τοὺς θεοὺς θεραπείαις ζῷά τε προσήκοντα ἐξελέγοντο καὶ ἕτερ' ἄττα.
Ἀπὸ δὴ τούτων καὶ τῶν τοιούτων ὁρμηθέντες, τὰς δαιμονίους δυνάμεις ἔγνωσαν, ὡς προσεχεῖς εἰσιν οὐσίαι τῆς ἐν τῇ φύσει καὶ τοῖς σώμασιν ἐνεργείας, καὶ ἐπηγάγοντο δι' αὐτῶν τούτων εἰς συνουσίαν· ἀπὸ δὲ τούτων ἐπ' αὐτὰς ἤδη τὰς τῶν θεῶν ἀνέδραμον ποιήσεις, τὰ μὲν ἀπ' αὐτῶν διδασκόμενοι, τὰ δὲ καὶ αὐτοὶ κινούμενοι παρ' ἑαυτῶν εὐστόχως εἰς τὴν τῶν οἰκείων συμβόλων ἐπίνοιαν˙ καὶ οὕτω λοιπόν, τὴν φύσιν καὶ τὰς φυσικὰς ἐνεργείας κάτω καταλιπόντες, ταῖς πρωτουργοῖς καὶ θείαις ἐχρήσαντο δυνάμεσι.