Περί μνήμης
570 Μνήμης δὲ ὅτι οὐδέν ἐστι σπουδαιότερον ἀνθρώποις ὡς ἔπος εἰπεῖν, τίς ἂν ἀντιλέξειε νοῦν ἔχων; οἱ δὲ καὶ τὴν λήθην ἐπαινοῦσιν, ὡς Εὐριπίδης ὦ πότνια λήθη τῶν κακῶν, ὀνομάζων· ἐγὼ δὲ λήθην μὲν καὶ ἔξοδον μνήμης ἤ τι ἢ οὐδὲν ἐπωφελεῖν κρίνω, τὰ δὲ μέγιστα καὶ κυριώτατα βλάπτειν τοῦ βίου καὶ παραιρεῖσθαι καὶ στερεῖν τῆς εὐδαιμονίας· τὸ γὰρ εὐμισητότατον τῶν ἁμαρτημάτων τε καὶ ἀδικημάτων, τὴν ἀχαριστίαν, ἐπιλειπούσης τῆς τοῦ μνημονεύειν δυνάμεως συμβαίνουσαν εὑρήσομεν· ὁ δὲ μεμνημένος τὴν χάριν οὔτε ἄδικος οὔτε ἀχάριστος· νόμων γε μὴν ἐπιλαθομένους καὶ τῶν σωφρονιζόντων ἡμᾶς δογμάτων, ἀναγκαῖόν ἐστι φαύλους τε καὶ μοχθηροὺς καὶ ἀναιδεῖς γενέσθαι, πᾶσά τε ἄνοια καὶ ψυχῆς ἀμαθία διὰ λήθην ἐμπίπτει. ὁ δὲ ἄκρως μνημονευτικός τε καὶ μνήμων διαφερόντως σοφός· ὅθεν καὶ τοῦτο ὀρθῶς ἐστιν εἰρημένον, οὐ μνημονεύω μὴ λίαν ἡ μὲν τοῦ σοφοῦ, καὶ σοφὸς ὁ πολλὰ εἰδὼς φύσει.
571 τῶν δὲ τῆς ψυχῆς ἀρετῶν, εὐμαθείας, ἀγχινοίας, συνέσεως, μνήμης, μεγαλοπρεπείας, εὐεπείας, τὸ ζηλοῦν δύνασθαι καὶ ἀκριβῶς ἀπομιμεῖσθαι καὶ ἀπομάττεσθαι τοὺς τύ πους τῶν λόγων, οὓς ἄν τις ἐπιδείξειε καὶ θαυμάσειε, καὶ τὸ τοῖς διδασκάλοις παραπλησίως τε καὶ ὅτι ἐγγυτάτω λέγειν, ταῦτα ξύμπαντα μιᾶς ἔχεται φύσεώς τε καὶ δεινότητος καὶ πλεονεξίας τῆς [ἐκ] τοῦ μνημονεύειν ἑτοίμως ἔχειν. ἡ γὰρ κρᾶσις τῆς ψυχῆς σύμμετρος οὖσα καὶ δικαία κατὰ τὴν ἁρμονίαν τῶν δυνάμεων, καὶ οἷον κηρὸς εἰργασμένος εὔπλαστος μὲν καὶ εὐάγωγος καὶ μὴ σκληρὸς μηδ᾽ ἀντίτυπος μηδὲ ἀτέραμνος, μηδὲ αὖ μαλακός τε καὶ διαρρέων, ὡς συγχεῖσθαι τοὺς τύπους καὶ ἐξιτήλους γίνεσθαι συμπιπτόντων τῶν χαρακτήρων καὶ τῶν γραμμάτων, ἀναλαμβάνει καθάπερ ἐκμαγεῖον καὶ διατυποῦται ῥᾳδίως ὑπὸ τῶν φαντασμάτων τορνευόμε νός τε καὶ γραφόμενος, ἐναργέσιν ὥσπερ καὶ κοίλοις γράμμασι καὶ νεοχαράκτοις σημείοις τῆς ἐπιστήμης. πάντα γὰρ πᾶσιν εἰκάζων ὁ ἀγχίνους καὶ ταχέως ἐπιβάλλων διὰ τῆς ζητήσεως ἀπεμνημόνευσε καὶ ἔμαθεν ἐξευρεῖν τῆς ἀπορίας τὴν μηχανὴν καὶ συνεῖδε τὸ δέον. διόπερ μοι δοκεῖ καὶ ὁ Πλάτων τὰς μαθήσεις ἀναμνήσεις λέγειν. οὐδὲν γὰρ ἄλλο ἢ ὥσπερ ἀναμιμνησκόμενοι περὶ ὧν δοκοῦμεν μὴ μεμαθηκέναι μηδὲ ἐγνωκέναι καταλαμ βάνομεν τὸ ζητούμενον· πῶς δ᾽ ἂν ἠβούλετό τις ζητεῖν, ἅτε συνειδὼς αὑτῷ μὴ μαθών, εἰ μὴ προσεδόκα μνήμῃ τινὶ ταῦτα ἀνευρήσειν. ἡ δὲ εὕρεσις ἄρα τοῦτό ἐστι, πείρας ἀνάμνησις, καὶ ἀφ᾽ ὧν ἔπαθέ τις καὶ ᾔσθετο συλλογισμὸς καὶ ὁμοίου καὶ ἀναλόγου ἢ μείζονος ἢ μικροτέρου παράθεσις.
572 ἃ γὰρ αἱ αἰσθήσεις προὔλαβον καὶ ἡ ψυχὴ παρὰ τῶν αἰσθήσεων ἔλαβε, ταῦτα μεμυκότα κεῖται καὶ ἠρεμοῦντα καὶ σχολάζοντα τοῖς νωθροῖς καὶ λήθης γέμουσιν, ὥσπερ ἐν διφθέραις εὐρῶτος ἢ πηλοῦ μεμιασμέναις καὶ ἐπαληλιμμέναις, τοῖς δὲ εὐφυεστέροις καὶ γονιμωτέροις καὶ αὐτῷ τούτῳ γνωμονικωτέροις, καθάπερ ἐν χαλκοῖς γραμματείοις σηπεδόνος κεχωρισμένοις καὶ διὰ χρόνον γιγνομένης ἐπηρείας, εἰς τὴν σωτηρίαν τῶν τύπων ἀμίαντα καὶ ἄχραντα διὰ τέλους σώζεται. μνήμη μὲν γάρ ἐστι σωτηρία φαντασιῶν, καὶ αἰσθήσεως παρελθούσης παρουσία, καὶ κτῆσις πρὸς τὸ πρόχειρον τῆς χρήσεως. ἡ δὲ ἀνάμνησις ἐπιβολὴ φαντασίας παρελθούσης, ὡς παροιχομένης. ἔστι δέ τι καὶ μεταξὺ τοῦ εἰδέναι τε καὶ μή, ὃ δεῖται ὑπομνήσεως. καὶ ἔστιν ὑπόμνησις ὡς ἐξιούσης τῆς ἐπιστήμης ἀνανέωσις καὶ ἀνάληψις, ὧν προείμεθα λήθης χάριν. καὶ τῶν μὲν γνῶσις, τῶν δὲ ἀνάληψις εἰς τὸ ὁλόκληρον τῆς ἐπιστή μης. ὁ δὲ ἐπιλανθανόμενος τῶν ἐσκεμμένων ἰδιώτης ἄχρηστος, καὶ πάντα κληθεὶς δικαιότερον ἢ ῥήτωρ. ὅπου γε καὶ Δημοσθένην τῆς μνήμης ἐπιλειπούσης ἐπιλελοίπει καὶ ἡ δύναμις τῶν λόγων, καὶ συνόλως ἡ τέχνη· τῆς γὰρ μνήμης ἐκπλαγείσης ὑπὸ τοῦ δέους πᾶσα τέχνη φροῦδος, [φησὶν] ὁ Θουκυδίδης· φόβος γὰρ μνήμην ἐκπλήσσει, λέγει που, καὶ ὀρθῶς λέγει. γένοιο δ᾽ ἂν μνήμων διαίτης τρόπῳ σώφρονι καὶ φύσεως εὐτυχίᾳ 573 καὶ θεῶν ἐπιπνοίᾳ καὶ φιλομαθίᾳ ἰδίᾳ καὶ φιλονεικίᾳ τοῦ μεμνῆσθαι θέλειν. κινδυνεύει τε πᾶς φιλομαθής, κἂν ἐλλείπῃ τῆς μνήμης, [μελέτῃ] διὰ τέχνης πόθου δημιουργοῦ καὶ φροντίδος ἐξεργάζεσθαι τὸ μνημονεύειν· πόθος μὲν γὰρ ἀρχὴ φροντίδος. μέριμνα δὲ καὶ φροντὶς ἐκδεξαμένη τοῦ πόθου τὴν καταβολὴν καὶ τῆς ἐπιθυμίας τὴν γένεσιν ἐρρωμένην οὖσαν, ὃ δὴ ἔρως κέκληται, συνιστᾷ τῆς μνημοσύνης τὴν οὐσίαν. αἰσθανομένη γὰρ ἡ ψυχὴ τοῦ καλοῦ μαθήματός τε καὶ θεάματος, ἢ τοὐ ναντίον τοῦ χείρονός τε καὶ χαλεπωτέρου, προσέσχε τὸν νοῦν, καὶ δεινὴν ἔλαβεν ὠδῖνα τοῦ πράγματος, ὥστε καὶ παραμένειν μέχρι παντὸς ἐθέλειν. ἐξ ὧν ἡ φροντὶς εἰσεγείρεται, σφύζοντος καὶ σφαδάζοντος καὶ πηδῶντος ἐν αὐτῇ τοῦ τῆς φαντασίας μέρους. ὁ δὲ ῥᾴθυμος ἀμβλύς τε καὶ νωθρὸς καὶ βραδύς, μόλις τε ᾔσθετο τοῦ γεγονότος, καὶ μετὰ τὴν αἴσθησιν ἐγκατέλιπεν, εἰ μή τις αὐτὸν ἐπεγείρειεν θεῶν, ἢ ἑαυτὸν τοσοῦτον εὔφλεκτον καὶ εὐαίσθητον ἐξεργάσαιτο καὶ τρίβοι τοὺς τύπους ταῖς τῆς ἀναμνήσεως καὶ μελέτης καὶ μερίμνης ἐπιβολαῖς.
574 τὸ γὰρ πολλάκις ἐθέλειν ἀκούειν καὶ λέγειν ὧν ἤκουσεν ἢ κατέλαβε δι᾽ ἑτέρας ἡστινοσοῦν αἰσθήσεως, τοῦτο ἀπεργάσεται τὸ μεμνῆσθαι κινουμένης ἀεὶ καὶ βάθος λαμβανούσης διὰ τῆς κινήσεως τῆς ἐναπομορχθείσης φαντασίας εἰς τὴν τῆς ψυχῆς ὑποδοχήν. ὡς γὰρ τὰ τρίμματα τῶν ἁμαξιτῶν κοιλαίνεται καὶ βάθος ἴσχει ταῖς πολλαῖς καὶ συνεχέσι καὶ καταγινομέναις τῶν τροχῶν ἐπιβολαῖς, οὕτω καὶ κατὰ τὴν ψυχήν τι συμβαίνει. τὸ δ᾽ εἰς ἅπαξ καὶ πρῶτον καὶ μέχρι τινὸς καὶ ἕως τούτου λίαν ἐπιπολαίους ποιεῖ τοὺς τύπους. οὕτω μὲν οὖν μνήμης περιέσῃ, καὶ εἰ μὴ τύχοις φύσει μετειληφώς. ῎Ηδη δὲ καὶ Σιμωνίδης καὶ πλείους μετ᾽ ἐκεῖνον μνήμης [γνώμης] ὁδοὺς προὐδίδαξαν, εἰδώλων παράθεσιν καὶ τόπων εἰσηγούμενοι πρὸς τὸ μνημονεύειν ἔχειν ὀνομάτων τε καὶ ῥημάτων· τὸ δέ ἐστιν οὐδὲν ἕτερον ἢ τῶν ὁμοίων πρὸς τὸ δοκοῦν καινὸν παραθεώρησις καὶ συζυγία πρὸς ἄλλο. τὸ γὰρ γνώριμον τοῦ γνωστοῦ τύπος τις καὶ ἴχνος καὶ λαβαὶ καὶ ἀφορμαί, καὶ τοῦτον τὸν τρόπον 575.1 καὶ τὰς τῶν βαρβάρων φωνὰς συλλαβεῖν ἐστιν ἀντιτιθέντα τῷ γνωρίμῳ τὸ ἀντ᾽ αὐτοῦ, καὶ τοὺς τύπους τῶν πραγμάτων καταβλέποντα. ὁ δὲ τόπος τῆς μνήμης [εἰς] ἀφορμὴν ἔδωκεν, ὅτι μηδὲν ἄνευ τόπου, καὶ τὸ μέρος τοῦ λείποντος καὶ ὅλου. ὥσπερ γὰρ οἱ τὸ ἴχνος ἀνευρόντες κύνες καὶ τὴν χώραν τῶν ἰχνῶν κατὰ πόδας διώκουσι τὸ θηρίον, καὶ μόνον οὐκ ἔχειν ὑπολαμβάνουσιν, οὕτω δὴ καὶ τῷ σπουδάζοντι μνημονεύειν καὶ σώζειν τὰ μαθήματα θέλοντι τὰ μέρη τῶν μαθημάτων ἐστὶ θεωρητέον καὶ τὰ συμβεβηκότα αὐτοῖς, ἵν᾽ ὅπου τύχοι προσβαλὼν ἐκεῖθεν αὐτῷ τὸ μνημονεύειν ὑπάρξαι. τοιγαροῦν καὶ τὰ μέτρα μᾶλλον μεμνήμεθα τῶν ἄνευ μέτρου πεποιημένων, ὅτι δὴ τὸ τοῦ ῥυθμοῦ καὶ τῆς εὐταξίας ἀνάλογον μνημονεύοντες καὶ τὰ καθ᾽ ἕκαστα τῶν ῥημάτων ἀνιχνεύομεν κατὰ πόδας ζητοῦντες τὸ λεῖπον ἐξ ὧν προειλήφαμεν. τὸ δὲ μέγιστον ἐν τούτοις, μελετᾶν ἀεὶ καὶ ἀπιστεῖν ὡς εἰδότι καὶ φοβεῖσθαι μὴ διαρρυέν σε τὸ μά θημα οἰχήσεται. τὸ γὰρ ποιοῦν ἐπιλήσμονας ὑπόληψίς575.2 ἐστι τοῦ δοκεῖν εἰδέναι τὸ ἅπαξ ὀφθὲν ἢ λεχθὲν ἢ ἀκουσθέν, καὶ τὸ προσδοκᾶν ὅτι καὶ εἰς νέωτα καὶ μετὰ χρόνον μοι παραμενεῖ, μή τι γε δὴ τρίτην ὕστερον ἡμέραν ἢ τετάρτην ἢ πέμπτην. ἔχει δὲ οὐχ οὕτως· ἀλλ᾽ οἴχεται καὶ κατὰ μικρὸν διαφθείρεται καὶ δαπανᾶται μὴ μελετώμενον. δεινὴ δὲ πρόφασις λήθης καὶ τὸ γεγράφθαι πού σοι τὰ μαθήματα καὶ ἐπὶ σχολῆς ἔχειν, ἐντυχόντα γνῶναι, καὶ ἀναλαβεῖν τὸ ἐκβεβλημένον. δεῖ δὲ οὐχ οὕτως, ἀλλ᾽ ἡγεῖσθαι μηδὲν ἐκείνων γεγράφθαι, μηδ᾽ ἐπί σοι καθεστηκέναι διαναγνόντι καὶ ἐπιλεξαμένῳ μαθεῖν οἴου μηδὲ εἰδέναι γράμματα, τό γε ἐπὶ μνήμῃ, καὶ οὕτως ἔσῃ φροντιστὴς περὶ τὰ ἐγνωσμένα, καὶ μελετηρότατος εἰς μαθήματα. ἀμέλει τίς ἂν ἐπιλάθοιτο τοῦ ὀνόματος τῆς μητρὸς ἢ τοῦ πατρὸς ἢ τῆς πατρίδος ἢ τοῦ σφετέρου; [ἃ] δῆλον ὅτι δι᾽ οὐδὲν ἄλλο, ἢ ὅτι ἡ μελέτη τούτων ἀέναος γίνεται καὶ καθημερινή τε καὶ διὰ τέλους.
576 τίς δέ ἐστιν ὅστις ἐρωμένης ἢ παιδικῶν ἐξελάθετο, καὶ ὧν οὗτοι λέγουσιν ἢ πράττουσι; κἂν ληροῦντες τύχωσι, καὶ ὁτιοῦν φλυαροῦντες εἴπωσι, τοῦτο φροντίδι βεβαιωσάμενος περιφέρει καὶ μελέτῃ μακρᾷ τῷ πρὸς ἐκείνοις εἶναι τὴν γνώμην καὶ μετ᾽ ἐκείνων διαιτᾶσθαι. διὸ καὶ σοφούς τε καὶ ποιητικοὺς ὡς εἰκὸς ἀποτελεῖ ἡ μνήμη ὑποτρεφομένη. ἅμα τε γὰρ ἔσπασέ τι τῆς ἐπιθυμίας, καὶ ἐγέννησε τὸ μνημονεύειν ποθῶν ἀπερχόμενον τὸ φανὲν κεχαρισμένον, καὶ σοφώτερος αὑτοῦ γεγενη μένος καὶ ποιεῖν εἰς τὰ παιδικὰ ὀρέγεται καὶ γλίχεται τοῦ καλοῦ, καθάπερ τέως μελετηρὸς ὤν, νυνὶ δὲ πτερωθεὶς ὑπὸ μνημοσύνης, κἂν εἰ τύχοι ζωγραφικὸς ὢν ἢ πλαστικός, εἴδωλον ὁμοιότατον ἐκ τῆς μνήμης τῆς περὶ τῶν παιδικῶν συμπλάσεται καὶ διατυπώσει. νυστάζειν γὰρ αὐτὸν οὐκ ἐᾷ καὶ παριέναι τὰ μέρη τοῦ κάλλους ὁ πόθος ἐγκείμενος, οὐδὲ ἀμελῶς θεωρεῖν. οὐδὲ φιλάργυρος τῶν δραχμῶν ἐπιλήσεται τούτων ὧν ἀπέθηκεν εἰς τὸ ταμιεῖον φέρων, διὰ φροντίδος ἔχων ἃ διηρίθμησε καὶ συνήθροισε. φροντίζων δὴ καὶ σὺ περὶ ταῦτα ἃ μανθάνεις, εἰ βούλει μαθεῖν, καὶ μεθ᾽ ἡμέραν καὶ νύκτωρ, οὐκ ἐπιλήσῃ τὸ σύνολον, ἀλλ᾽ ἕξεις ἐπὶ τὴν χρείαν ἕτοιμα [ὑπόγυον], αὐτὰ καὶ πρὸ ὀλίγου τεθεραπευκὼς καὶ περὶ αὐτῶν διειλεγμένος. ἐὰν δὲ ἀνῇς, οἰχήσεται. πτερόεντα γοῦν οἱ ποιηταὶ τὰ ἔπη καὶ τὰ ῥήματα λέγουσιν, ὅτι τοῖς οὐκ ἀπρὶξ ἐχομένοις ἀναστάντα πέτεται. αἰνίττεται δὲ καὶ ὁ κατατετρῆσθαι δοκῶν πίθος, καὶ τὸ ἐν Ἅιδου κόσκινον, ὅτι μηδὲν στέγειν δυνάμεθα τῶν εἰς τὴν ψυχὴν εἰσιόντων, ἀλλ᾽ ἀπορρυτόν ἐστιν ἄνωθεν, ὥσπερ ἀπορρέοντός τινος ἀεὶ δεῖ τὸ ἐπεισρέον εἶναι. Ἀντιφῶν τε ἐν ταῖς ῥητορικαῖς τέχναις τὸ μὲν τὰ παρόν τα ἔφη καὶ ὑπάρχοντα καὶ παρακείμενα αἰσθάνεσθαι κατὰ φύσιν εἶναι ἡμῖν, παρὰ φύσιν δὲ τὸ φυλάττειν αὐτῶν ἐκποδὼν γενομένων ἐναργῆ τὸν τύπον. ὅθεν ἐπειδὴ παρὰ φύσιν ἐστὶν τὸ μνημονεύειν, ἡ φροντὶς καὶ ἡ ἄσκησις κράτιστον.
577 ἀκροώμενος οὖν τῶν τε ἀποστοματιζόντων ἤτοι τὰ ἐσκεμμένα ἢ τοὺς αὐτοσχεδίους λό γους καὶ τῶν ἀναγνωσμάτων, πρῶτον μὲν τὴν ἰδέαν τοῦ λεγομένου περιλάμβανε, τοῦτο δέ ἐστιν ἡ περιβολὴ τῆς ἐννοίας καὶ ὁ κύκλος καὶ τὸ ἄρθρον τὸ περιγράφον καὶ ἀφορίζον τὰ μέρη τῶν μερῶν, οἷον εἰ μὲν προοίμιον εἴη, τίς ὁ λόγος τε καὶ ἡ ὑπόθεσις τῆς προοιμιακῆς ἐπιχειρήσεως, τοῦ α, τοῦ β, τοῦ γ, τῶν ἄλλων ἐφεξῆς, καὶ τὸ διὰ τί εἴληπται λάμβανε. δεσμὸς γάρ ἐστι τῆς μνήμης σοι καὶ φυλακτήριον [καὶ] τὸ τοιοῦτον εἶδος λαβόντι. τὸ γὰρ διὰ τί τὸ κῦρος τῆς ἐπιστήμης καὶ τέχνης. ὡσαύτως γε μὴν καὶ περὶ τῆς διηγήσεως δηλώσεως οὔσης, εἴτε ἄνωθεν ἐξαρχῆς εἴτε καὶ πόθεν ἤρξατο καὶ τίνος χάριν, καὶ ταῦτα ἐπίκρινε. ὅταν δὲ ἅπτηται τῶν πίστεων, ἡγουμένων τε καὶ ἀναγκαίων διάκρισιν ποιοῦ, καὶ τί τὸ κεφάλαιον τὸ ἰδικώτατόν ἐστιν αὐτῶν, καὶ πρὸς τί βλέπων λέγει καὶ πραγματεύεται. τὰ γὰρ καθ᾽ ἕκαστον τῶν ἐπιχειρημάτων ἐκ τούτων σοι παραστήσεται, μικροῦ δέω λέγειν ὅτι καὶ αὐτὰ τὰ ῥήματα· ὅταν δ᾽ ἐκβοήσῃ τι καλὸν καὶ καίριον καὶ περιττὸν καὶ συνέσεως ἀξίας ἐχόμενον, διότι τοιοῦτόν ἐστιν οὐκ ἀχρεῖον λαβεῖν εἰς ἀπο μνημόνευσιν.
578 ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τῶν ἐπιλόγων· ἢ γὰρ αὔξει τὸ πρᾶγμα ἢ [μὴ] ταῖς ἐπανόδοις συστρέψας ἐν βραχεῖ διδάσκειν οἴεται δεῖν τὰ διὰ πολλῶν ἠνυσμένα. μαρτύριον δὲ πρὸς τοῖς εἰρημένοις οὐκ ἐλάχιστόν ἐστι τῆς μνήμης τὸ ἔργον ἡμέτερον εἶναι καὶ ἐφ᾽ ἡμῖν τὸ τοὺς διαλυομένους, ὅταν καὶ ἀπαλλαττώμεθα ἀπ᾽ ἀλλήλων παραπέμποντες ἢ προπεμπόμενοι, κελεύειν ἀλλήλων μεμνῆσθαι ἀπελθόντας· τοῦτο γὰρ σημαίνει τὸ ῥῆμα, ὅτι εἰ βουληθείημεν μὴ ἀμελεῖν τοῦ μεριμνᾶν, καὶ ἄποθεν ἀλλήλων μνημονεύοιμεν ἄν. τὰ δὲ ἐγκλήματα καὶ τὸ ἐπιτιμᾶν τοῖς μὴ μεμνημένοις οὐ σαφῶς εἰς τοῦτο φέρει τὸ δέον ἐπιμέλειαν ἔχειν μνημοσύνης καὶ τοῦ ἄποθεν ὄντος; ὅσα γοῦν οὐκ ἐφ᾽ ἡμῖν, ταῦτα οὐκ ἂν εἴη δίκαιον ἐπιτιμᾶν, οὐκ ἀμορφίαν, οὐ πήρωσιν, οὐδὲν τῶν ἄλλων ὅσαπερ οὐκ ἐφ᾽ ἡμῖν.