Μετάβαση στο περιεχόμενο

Περί λέξεως

Από Βικιθήκη
Περί λέξεως
Συγγραφέας:
Loeb Classical Library Univ.London


558 Οὐκ ἐλάχιστον δὲ μέρος τῆς μεθόδου τῆς κατὰ τὴν ῥητορικὴν τέχνην τὸ τῆς λέξεώς ἐστι· τὰ γὰρ ἐνθυμήματα καὶ πάντα τὰ μέρη τοῦ λόγου φαίνεται τοιαῦτα τοῖς ἀκούουσιν, ὁποῖά ποτ᾽ ἂν εἴη τὰ τῶν λέξεων. φῶς γὰρ ὥσπερ τῶν νοημάτων τε καὶ ἐπιχειρημάτων ὁ τοιοῦτος λόγος, ἀποσαφῶν τοῖς δικασταῖς τὴν πιθανότητα τῆς πίστεως· οὐ τοίνυν ἀμελητέον αὐτῶν, ἀλλ᾽ ὡς ἔνι μάλιστα φυλακτέον παραδείγμασι χρωμένους τοῖς ἄριστα τῶν ῥητόρων τούτῳ τῷ μέρει χρησαμένοις, καὶ περικαλλῶς τε καὶ ποικίλως τὴν ἐξαγγελίαν ἠσκημένοις· πλέον γὰρ οὐδ᾽ ὁτιοῦν ἔσται τῆς ἀγχινοίας καὶ τῆς ὀξύτητος τῆς ἐπὶ τῇ κρίσει καὶ διαιρέσει καὶ περισκέψει τῆς γνώμης καὶ τῶν καθ᾽ ἕκαστον λογισμῶν, εἰ μὴ συνθεῖναι τῇ βελτίστῃ λέξει τὰ νοήματα, καὶ ῥυθμοῖς χρήσῃ πρεπωδεστά τοις ἐκλέξειτε καὶ θέσει τῶν ὀνομάτων καὶ [πλήθει] ῥημάτων.
559 εἰ τοίνυν τὸ μουσικόν τε καὶ ἐναρμόνιον καὶ ῥυθμικὸν ξύμμετρόν τε καὶ ξυμμελὲς ἐξεργάσαιο καὶ διαπονήσαις εἰς τὸ ἀκριβέστατον, τῶν μὲν ἀφαιρῶν μέρη, τοῖς δὲ προσάπτων, ἐν καιρῷ καὶ χρείᾳ καὶ καλλονῇ διαμετρῶν τὸ δέον, ἔσται σοι πιθανώτατος ὁ λόγος καὶ ῥητορικώτατος, οἵα τε ἡ παρ᾽ Ὁμήρῳ ποίησις μὴ παρὰ φαῦλον ἡγησαμένῳ μηδὲ ἐν εὐτελεῖ, [ἀναγνωστέον ἐν εὐτελεῖ· ἑκά τερον γὰρ αὐτῶν ἔχει λόγον εὐπρεπῆ·] τὸ τοιοῦτον, καὶ παρ᾽ Ἀρχιλόχῳ τῷ Παρίῳ. καὶ γὰρ οὗτος ἤσκηται· ἔτι δὲ καὶ τὸ τῶν τραγῳδοποιῶν φῦλον καὶ τὸ τῶν κωμῳδῶν, μελοποιῶν τε καὶ τῶν τοιούτων, τό τε τῶν σοφιστῶν, ὅπου μηδὲ τοῖς φιλοσοφοῦσιν ὑπερεώραται καὶ παρημέληται· τῷ μὲν γὰρ Πλάτωνι καὶ τῷ Ξενοφῶντι Αἰσχίνῃ τε καὶ Ἀντισθένει περιττῶς διαπεπόνηται καὶ ἱκανῶς ἠκρίβωται. τῶν δὲ ῥητόρων τῷ κορυφαίῳ ταύτην εἶναι συμβέβηκε τὴν ἀρετήν, καὶ παρὰ τοῦτο κρατεῖν ἂν δοκοίη τῶν ἑτέρων τῶν ἐκ ταὐτοῦ γένους.
559.2 Τὸ δὲ ἔργον αὐτῆς σαφῶς τε καὶ καθαρῶς διελθεῖν γνωρίμως τε καὶ γνωστῶς τοῖς ἀκούουσι, καὶ παρὰ τοῦτο μηδὲν ἐλλιπεῖν τῆς σεμνότητος, ἀλλὰ δοκεῖν μὲν κατὰ τὰ αὐτὰ τοῖς πολλοῖς συντιθέναι τὰ μόρια καὶ τὰ σημαίνον τα τὰ πράγματα τῆς διανοίας σύμβολα, συγκεκρᾶσθαι δὲ τῷ γνωστῷ καὶ τὸ ξένον, ἔτι δὲ τὸ καινόν τε καὶ περικαλλὲς τῆς ἀφηγήσεως· δεῖ γὰρ δύο τούτους ποιήσασθαι σκοπούς, τὴν δήλωσιν τοῦ πράγματος καὶ τὸ μεθ᾽ ἡδονῆς δηλοῦν.
560 οὐ γὰρ ψυχαγωγήσεις μὴ γοητεύων μετά τινος χάριτος καὶ ἡδονῆς μεταβολῇ τε καὶ ποικιλίᾳ τῶν ὀνομάτων· εἰ δὲ ὑπερβαίνοις ἀκαίρως ἀπαρτῶν τὸν λό γον μιᾶς λέξεως καὶ μετατιθεὶς τὴν ἀκολουθίαν, πρὸς ὀργὴν ἥξεις καὶ πρὸς ἀχθηδόνα, καὶ ἀμφίβολον τὴν λέξιν καὶ μεγάλας ἐλλείψεις ἔχουσαν, κἂν ὑπὲρ τὸν καιρὸν ἡ περίοδος περιγράφηται, καὶ τοὺς ὅρους μείζονας τοῦ μέτρου λαμβάνειν. πεφύλαξο δὲ τοῖς λίαν ἀρχαίοις καὶ ξένοις τῶν ὀνομάτων καταμιαίνειν τὸ σῶμα τῆς λέξεως καὶ τὴν ὑφὴν τῆς παρασκευῆς. οὐκ ἀχρεῖον δὲ οὐδὲ τῶν Ἰσοκράτους παραγγελμάτων ἐντρέπεσθαι, μὴ τραχύνειν τὸν λόγον τῇ παραθέσει καὶ συμπλοκῇ τῶν καλουμένων φωνηέντων, ἃ τὴν κρᾶσιν οὐκ ἀνέχεται καὶ τὸν λόγον 561 οὐχ ὁμοίως συνυφαίνειν ἔοικεν, οὔτε λείως τε καὶ ἀπταί στως εἰς τὴν ἀκοὴν παρίησιν, ἀλλ᾽ ἐπιλαμβάνεται τοῦ πνεύμονος καὶ ἐπίσχει τὸ πνεῦμα τῆς φωνῆς. τῆς δ᾽ εὐρυθμίας τὸ γνώρισμα δῆλον τῷ συνειθισμένῳ τὸ τῶν εὐρύθμων καὶ ἀποτετορνευμένων καὶ στρογγύλων ἀπο δέχεσθαι λόγων, καὶ τετριμμένῳ τὰ ὦτα πρὸς τὴν σύν θεσιν τῶν τε σεμνῶν καὶ ἀρχαίων λόγων, ὧν κατέλεξα τοὺς εὑρετὰς καὶ πρώτους φήναντας τὰ παραδείγματα τῆς καλλιλογίας. ἴδοις δ᾽ ἂν αὐτοὺς προσέχων τὴν γνώμην παρὰ μέρη διῃρημένους τὴν κατὰ τὴν εὐφωνίαν ἐπι μέλειαν. ἢ γὰρ προσέθεσάν τι μόριον τῷ κοινῷ καὶ ἁπλῶς καὶ ἀργῶς λεγομένῳ καὶ κατὰ τοὺς πολλοὺς καὶ ἰδιώτας [τῷ δημοσιεύοντι λόγῳ καὶ παρὰ πᾶσι λεγομένῳ]· τὸ γὰρ παίζεις παντὸς εἰπεῖν καὶ τοῦ προστυχόντος, παίζεις δὲ ἔχων τινὰ ἴδιον τύπον φωνῆς καὶ διαλέκτου παρίστησι· πολλὰ δέ ἐστι τῶν προστιθεμένων ἐκ περιουσίας, καὶ πάντα σχεδὸν τὰ μέρη τοῦ λόγου μέχρι καὶ γραμμάτων· ἐπιβάλλουσι δὲ καὶ δύο μέρη πολλάκις καὶ πλείονα. καὶ περὶ τούτων τηρητέον ἔστι σοι καὶ φυλακτέον τῆς φωνῆς τὸν τύπον· σαυτοῦ γὰρ οὐ θήσεις οὐδὲ εἰσοίσεις ἴδιον νόμον, ὧν δεῖ προσνέμειν· οὐ γὰρ ἐφ᾽ ἡμῖν ὁ νόμος τῶν λόγων, ἀλλ᾽ ἡμεῖς ἐπὶ τῷ νόμῳ. ἢ κατὰ ἀφαίρεσιν ἐν ἀρχῇ τε καὶ ἐπιμελείᾳ ἐπιβάλλεται.
562 καὶ ποικίλον τι καὶ περιττῶς ἔχον φαίνεται, καθάπερ ὅταν λέγω, καὶ χαλκοῦν μὲν ἔστησαν τόνδε, καὶ σίτησιν ἔδοσαν, καὶ τῆς γῆς τεμόντες, καὶ τὰ πρὸς ἡμᾶς οὕτως [ἔχουσι]. λείπειν δ᾽ ἀξιοῦσι προθέσεις, συνδέσμους, ἅπαντα τὰ μέρη, καὶ σύν δυο τῶν μερῶν τοῦ λόγου. Τὸ δ᾽ αὖ τῆς ἀλληγορίας κοσμεῖ τὸν λόγον ἐν τῷ μεταβάλλειν τοὔνομα καὶ δι᾽ ἑτέρου καινοτέρου τὸ αὐτὸ σημαίνειν· τὸ γὰρ πεπατημένον καὶ πεπλυμένον καὶ μυριόλεκτον πρὸς κόρον ἄγει, καθάπερ τῶν σιτίων καὶ ὅσα πρὸς τὴν ὄψιν ἢ τὴν ἄλλην αἴσθησιν τὰ κοινὰ καὶ τὰ συνήθη καταφρονεῖται, καὶ τῆς αἰσθήσεως, καὶ τοῦ κατὰ τὴν αἴσθησιν πνεύματος οὐκ ἐπιστρέφει τὴν ἀντίληψιν. δεῖ δὲ ἐκ τῆς ἀκοῆς τὸν δικαστὴν λίχνοις τε καὶ ἡδείαις ὥσπερ καρυκείαις καὶ ὀψοποιΐαις, σκευασίαις τε καὶ προαγωγαῖς ἐπισπᾶσθαι καὶ προσάγεσθαι, ποιεῖσθαι δὲ τοῦτο χρὴ τοῖς θεραπευτικοῖς τε καὶ κολακευτικοῖς ὀνόμασι· ταῦτα γάρ ἐστι τῆς πειθοῦς φάρμακα, θήρατρα χαρίτων καὶ μουσικῆς τῆς ἐπὶ τὸ πείθειν ἠσκημένης.
563 οὐ γὰρ ὅμοιον, οὐδὲ κατὰ μικρὸν [ἀνόμοιον] τὸ ἀηδὲς "ἀγλευκὲς" εἰπεῖν, "ἀτερπές" τε καὶ "οὐκ ἐν χάριτι," καὶ τὸ καλὸν "περικαλλὲς" εἰπεῖν, καὶ τὸ λίαν "μάλα ἀνυτικῶς," [ὡς] καὶ "κομιδῆ" ποτε· καὶ ἀντὶ τοῦ καλῶς "ὑπέρευγε·" τό τε ἄτοπον "ὑπερφυές," καὶ τὸ δεινὸν "σχέτλιον," καὶ τὸ ὅπου "ἵνα" καὶ "ᾗ, ὡς ᾗ [διεβαίνομεν] πρὸς τὸ τῆς Ἀγρίας διαβαίνομεν," τό τε παραιτήσασθαι "παρέσθαι," καὶ "ἀντιβολῆσαι" δὲ τὸ δεηθῆναι, καὶ τὸ ἁπλῶς "ἐν βραχεῖ" καὶ "ἁμηγέπη" τὸ μετρίως. Πιστέων δ᾽ ἐστὶ τῶν κομιδῆ ξένων καὶ τὴν γνῶσιν ἐν αὑτοῖς οὐκ ἐχόντων, οὐ μὴν ἐκείνων γε τῶν περὶ τὴν πτῶσιν κεκαινοτομημένων, ἢ τὰς ἐγκλίσεις τῶν ῥημάτων, ἢ τὰς διαθέσεις ἢ τὰς μεταλλάξεις τὰς περὶ τοὺς χρόνους, ἢ τὰ πνεύματα καὶ τοὺς τόνους. τοιγάρτοι λεκτέον "ἀφείλετό με," καὶ "χάριν τὴν σήν." καὶ "θαυ μάζω σοῦ" καὶ "καταφρονῶ σε" καὶ "ἐθάρρει τούτους." καὶ "οὐδέν σε δεῖ τοῦ ἐπιτηδεύματος," καὶ "ὁτιὴ τί," καὶ "αὐτὴ καὶ εἴσεισι.
564 " καὶ "εἶεν, μακάριοι ἐκεῖνοι·" καὶ "ὡς εἰδεῖεν οἱ θεοί." καὶ ἀνύσας ἱκανῶς, καὶ ἀφθόνως τοῦ πνεύματος ἐνδόντας· καὶ ψεύδοντ᾽ ἀλλ᾽ οὐ τοσούτου πνεύματος, οἷον ἥκιστα, καὶ τὰ τοιαῦτα ὅσα καὶ ἐν χρείᾳ, οἷα "ταὐτόν, κατ᾽ ἀρχάς, ἔμπαλιν." οἱ δὲ χρόνοι καὶ οὗτοι διαφέρουσι, Θεμιστοκλέα καὶ ψιμύθιον καὶ κώ μυθα. τί δ᾽, οὐχὶ καὶ οἱ τόνοι; καὶ ὡσαύτως καὶ λίαν οἰκείαν δευτέραν ἀπὸ τοῦ τέλους· καὶ παραλείπω μύρια, τί γάρ με δεῖ πάντα λέγειν δείγματος ὅσον δεόμενον; ὃ δ᾽ ἴσως ἀναγκαῖον· ἐκλέλειπται γὰρ τὸ παράδειγμα τὸ περὶ τοὺς ἀριθμοὺς οἷον "καὶ οὔπω εἶχον διὰ πάσης τὰ καταστρώματα." καὶ "εἰπέ μοι· ταῦτα δ᾽ ἂν λέγωσι." καὶ "αἱ ἅμαξαι, ἵνα ἀντὶ τείχους ᾖ," καὶ "τὴν Φιλίππου ῥώμην διεξιέναι, ὅτι μοι δοκεῖ πάνθ᾽ ὅσα ἂν εἴποι τις ὑπὲρ τούτων," καὶ ἐπὶ θάτερα τὰ γνωριμώτατα "ὑμεῖς δὲ ὁ δῆμος.
565 " πολιτεύω δὲ καὶ ἐπολίτευον καὶ μεταπέμπω καὶ διενόουν, καὶ ποιοῦμαι καὶ προωρώμην καὶ ἱππάζο μαι καὶ ὁρῶμαι παρὰ τὸ κοινὸν εἴρηται πασχόντων ὥσπερ οὐχὶ ποιούντων. ἔτι δὲ καὶ πρὸς τούτοις ἡ μετάθεσις τῶν λεγομένων, ὅταν τῆς συνήθους χώρας ἐκπέσῃ καὶ τῇ πεπατημένῃ κόσμον περιάπτῃ, ὡς ἐὰν λέγωμεν, "οὐ δὲν δι᾽ ἄλλο." καὶ "τούτου περὶ ἑνός" καὶ "τοῦ Διὸς τῷ νεῷ," καὶ "ἄλλο τι ἤ," καὶ "τάχα ἴσως," καὶ "ὑστέρα τοίνυν δεκάτη." πολλὰ δὲ καὶ ἄλλα εὑρήματα, δείγματος δὲ εἵνεκα ταυτὶ παρεθέμην· ἄκαιρον γὰρ εἰ πάντα λέξεται καὶ περὶ πάντων ἐπέξειμι μηδὲν παριείς. ἡ γὰρ ἐκ βολὴ τοῦ λόγου γένοιτ᾽ ἂν ἀσύμμετρος πολλῶν ἐπῶν εἰς τοῦτο τὸ μέρος καὶ συγγραμμάτων πλειόνων εἰ ἐθελήσειας δοθῆναι δυναμένων. ἀλλ᾽ ἐμοὶ προκείμενόν ἐστι καὶ σκοπός τις οὗτος καὶ κανών, ὑπόμνημα ποιῆσαι τῆς τέχνης, ὡς ἔνι μάλιστα ἐν βραχυτάτοις, τοῖς συγγεγονόσι καὶ πολλάκις καὶ συνεχῶς περὶ αὐτῶν ἀκηκοόσι, καὶ τοῖς βιβλίοις οὐκ ἀνασκήτως οὐδ᾽ [ἂν] ἀμελετήτως τηρεῖν ἔχουσιν, ὧν τὴν μέθοδον ἐν τύποις κατετάξαμεν· εἰ δέ τις καὶ μὴ πλησιάσας μηδὲ τῶν πλειόνων ἀκούσας ὑπ᾽ εὐφυΐας τε καὶ συνέσεως, δεξιότητός τε τῆς γνώμης εἰς ἐπίσκεψιν ἥξει κατὰ τὰ προειρημένα τῆς τέχνης, δύναιτ᾽ ἂν ἀφ᾽ αὑτοῦ τὸ ἀκόλουθον περαίνειν, καθάπερ ἐμβὰς ἴχνεσί τισι καί πως ὁδοῦ λαμβανόμενος.
566 Τὸ κόμμα δὲ περιόδου μέρος ἂν εἴη τὸ ἐλάχιστον. οἷον "πολλάκις ἐθαύμασα, τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν οἱ γραψάμενοι Σωκράτην, ὡς ἄξιος εἴη θανάτου τῇ πόλει·" τῶν γὰρ κώλων τὰ μὲν βραχύτερα τούτου, τὰ δὲ μείζω ὑπάρχει ὄντα. ὥσπερ ἀμέλει καὶ τῶν περιόδων αἱ μὲν μείζους, αἱ δὲ ἐλάττους, καὶ τῶν περικοπῶν ὡσαύτως. τοῦ γὰρ λόγου μέγεθος λαμβάνοντος καὶ τὰ μέρη τοῦ λόγου συνεπαύξεται. ἔστιν οὖν τὸ μὲν κόμμα ἐκ δυοῖν λέξεων ἢ τριῶν, τὸ δὲ κῶλον διπλάσιον ἢ κατὰ τοῦτο, καθάπερ διττῶν ἄρθρων μετέχον. ὠνόμασται γὰρ ἐκ μεταφορᾶς τῶν ἐν τοῖς ζῴοις κώλων· ἡ δὲ περικοπὴ ἐκ δύο κώλων καὶ τριῶν ἐστι κατὰ λόγον τῶν εἰρημένων μερῶν καὶ αὐτὴ συντιθεμένη· ὥσπερ γὰρ τῶν ποδῶν οἱ μὲν ἁπλοῖ τυγχάνουσιν ὄντες, οἱ δὲ διπλοῖ συντιθέμενοι ἐκ τούτων, οὕτω καὶ τῶν κομμάτων καὶ τῶν κώλων καὶ τῶν περικοπῶν τὰ μὲν μῆκος ἔχει σύνθετον, τὰ δὲ ἐπιτετμημένον. μικρᾶς μὲν περιόδου [κῶλα] μικραὶ καὶ περικοπαί, μεγάλης δὲ μεγάλαι. Ἡ δὲ περίοδος ἐνθύμημά πώς ἐστιν ἀπηγγελμένον, ῥυθμοῖς εὐτάκτοις κώλοις τε καὶ περικοπαῖς, κατ᾽ ἀλλήλας συμμέτροις. καὶ αὐτὴ δὲ ἡ περίοδος κέκληται ἐκ μεταφορᾶς ἤτοι τῶν ἀγώνων τῆς περιόδου, οἳ τῷ ἱκνουμένῳ χρόνῳ ἐπιτελούμενοι τὸ ἴσον ἀεὶ ἀφεστᾶσιν ἀλλήλων, ἢ ἀπὸ τῶν χορευόντων περὶ τοὺς βωμοὺς καὶ τὴν περίμετρον τοῦ βωμοῦ καὶ τὸν κύκλον περιλαμβανόντων ἀπὸ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον καθισταμένων, ἕως ἂν πληρώσαντες τύχωσι τοῦ κύκλου τὴν χορείαν.
567 τῶν δὲ περιόδων καὶ τὰς ἀσυμμέτρους τοῖς μέρεσι περιόδους ὁμοίως καλεῖν εἰώθαμεν, τῆς κατὰ τὸ ἐνθύμημα διανοίας ἐκτετελεσμένης· ὅσα δὲ σχήματα τῶν ἐννοιῶν ὠνόμασται, οἷον προδιόρθωσις, ἐπιδιόρθωσις, ἀποσιώπησις, παράλειψις, εἰρωνεία, ἠθοποιΐα, ἅπαντα ταῦτα οὔ μοι δοκεῖ δικαίως σχήματα καλεῖσθαι, ἀλλ᾽ ἔννοιαι καὶ ἐνθυμήματα καὶ λογισμοὶ τοῦ πιθανοῦ χάριν καὶ πίστεων εἴδη· τὰ μὲν γὰρ προοιμίων ἔχει δύναμιν, προδιόρθωσίς τε καὶ ἐπιδιόρθωσις, ἡ δὲ παράλειψις τὸ ἀξιόπιστον ἐνδείκνυται, καὶ μέρη ἂν εἴη τῆς παθητικῆς τε καὶ ἠθικῆς ἀποδείξεως τῇ τῆς ὑποκρίσεως ἀρετῇ πρέ ποντα, ὅθεν ἤδη καὶ περὶ ταύτης λεκτέον, οἷόν τέ ἐστι καὶ τίς ἡ δύναμις αὐτῆς.