Περί επταμήνου (νόθον)

Από Βικιθήκη
Περὶ ἑπταμήνου (νόθον)
Συγγραφέας:


[122] Περὶ δὲ ἑπταμήνων ὁ λόγος ὑφ' ὅτευ φησὶ γίνεσθαι. ἐγὼ μὲν οὐ περιτέτευχά πω τῷδε τῷ πρήγματι ὀφθαλμοῖσιν, ἀκ‹ρ›οήσει δὲ μοῦνον. ὅκως δή μοι φαίνεται δηλώσω. πολλαὶ φύσιός εἰσι παρατροπαὶ καὶ παραφοραὶ ἐν ζῴοισί τε καὶ ἐν φυτοῖσι καὶ ἐν τῷ ἀιδίῳ αἰῶνι. καὶ ἤδη που τὸ θῆλυ καὶ ἄρρεν ἐρυσμώθη καὶ πολύχειρα καὶ πολυόφθαλμα καὶ πολύωτα καὶ παντοίους ῥυσμοὺς παλιμπηγεῖς ἔχοντα[ς] ὥς τινα θαυμαστὴν παρατροπὴν φύσιος. πάντα γὰρ κατ' ἴδιά ἐστι καιρὸς ‹ὁ› κραίνων καὶ σύγκρισις. κατὰ γὰρ τὴν ἀρχαίην γέννησιν, ὁκότε ἔκτιστο πάντα, ‹τὰ› ζῷα ἐρυσμοῦτο, καὶ νῦν γνῶθι διὰ ταῦτα κατὰ νόμους ῥυσμοῦσθαι. ἐμοί γ' οὖν δοκέει ὡς κατὰ ἄνθρωπον ὁρ[γ]ιζομένῳ περὶ τὰ ἑπτάμηνα τοῖσιν εἴδεσι γίγνεσθαι καθάπερ ‹ὁρῶμεν› κατὰ τὸ περιέχον καὶ κατὰ τὴν γῆν προώρους καρποὺς ῥυσμοῦσθαι, ὅκωσπερ ἐν Αἰγύπτῳ πάντα πρόωρα γίνεται, πολλά τε καὶ διὰ παντὸς ὥρου διὰ πολυφιλίην τῆς γῆς καὶ τὴν θέρμην τῆς περιοκωχήσιος. ὡσαύτως οὖν καὶ περὶ τὰ σκήνεα φιλέει γίνεσθαι τὰ ἑπτάμηνα. καὶ ὅταν ἡ ἔχουσα ἐς κύησιν εὖ ἥκῃ εἰς ὑποδοχὴν τὴν ὑπὸ τοῦ ἄρρενος καὶ τὸ ἄρρεν ὠργημένον ᾖ καλῶς πρὸς τὸ καταβάλλειν γένεσιν ῥυθμοῦ, τότε δὴ σκῆνος συγκρίνεται καὶ τελεόμενον γίνεται. συμφορὴ γὰρ ἀνάγκῃ κρατερῇ μὴν κατέχεται τελεωθῆναι ὥσπερ τὸ τελεόμενον κατὰ τὸν ῥυθμόν, ἄλλως τε οὐκ ἀνυστόν· οὔτε γάρ [124] κως τὸν ῥυσμὸν ὑπερβάλλοντα δεῖ εἶναι οὔτ' αὖ[τα] πάλιν ἐλλιπέα, ἀλλ' εἶναι μέσον ῥυσμὸν ἐν πρήγματι μεγάλῳ. εἰ μὲν οὖν μέλλει ἐς ἀνθρώπου[ς] ῥυσμοὺς ἐσαφίξεσθαί τι[ς], ἀεί οἱ παρεῖναι δεῖ ἃ κατ' ἄνθρωπον ἐπιτήδεια. καὶ προηβῶσι καὶ προγηρῶσί τινες ὅκως καὶ οἱ προϋγιανθέντες κατὰ νόμον, οἷα ῥυσμὸς κα[τα]τήκει καὶ ἐς τὰ ἐπιτήδεια ὀστέων τε καὶ ἰνέων καὶ φλεβῶν καὶ νεύρων καὶ σπλάγχνων καὶ νηδύος καὶ τῶν λοιπῶν καὶ ἐς συντελείην. ἀλλὰ ἴσως ἐρέουσί τινες διὰ τί ὀκτάμηνα οὐ ζῇ, οὐ μὴν οὐδὲ τρίμηνα, φλέδονες ἐόντες καὶ νήπιοι· ἅττα γὰρ τὸν αἰῶνα οὕτω μεμοίρηται, καὶ φιλέει κατὰ τὰ ὅμοια ῥυσμοῦσθαι καὶ συγκρίνεσθαι ὅκωσπερ καὶ τῶν ἐς οὖδας ἐσσπειρομένων ἢ φυτευομένων τὰ μὲν ‹ἐν› πλείοσιν ἡμέρῃσι, τὰ δὲ ἐν ἐλαχίστῃσιν, οὐ κατὰ χρόνον ‑ χρόνος γὰρ ἕπεται κατὰ ἡλίου περίοδον καὶ σελήνης ὁριζόμενος ‑ . οὐδὲ μὲν γὰρ καὶ ἑνδεκάμηνον καὶ δωδεκάμηνον κατὰ τὸν τούτων λόγον ἔστ' ὃ ἂν ζῇ παιδίον, οὔτ' οὐδὲν ὑπὲρ τὸ ἱκνεύμενον γίγνεται καταρρυθμιζόμενον, ἀλλὰ ἑκάστου ῥυσμὸς ὁ κραίνων κατὰ νόμον· πάντα γὰρ ἡ μηχάνευσις ‹μηχανᾶται› ἐπί τε τοὺς ὀφθαλμοὺς ἢ τὰ ὦτα ἢ τὴν ῥῖνα ἢ τὸ στόμα, ἐν τοῖσι ῥυσμοῖς συνεχομένη, ἢ κατὰ τὰς ἄλλας συγκρίσιας. ὅκωσπερ νῦν ἀίδριες ἐόντες κατὰ πάσας τὰς ῥυθμῶν προλήμψιας ‹...› [ταῦτα οὖν πρότερον ἐννοούμενος ...]