Μετάβαση στο περιεχόμενο

Περί διαίτης/Β

Από Βικιθήκη
Περὶ διαίτης
Συγγραφέας:
Τὸ δεύτερον


[1] Χωρέων δὲ θέσιν καὶ φύσιν ἑκάστων ὧδε χρὴ διαγινώσκειν. Κατὰ παντὸς μὲν εἰπεῖν ὧδε ἔχει· ἡ πρὸς μεσημβρίην κειμένη θερμοτέρη καὶ ξηροτέρη τῆς πρὸς τὰς ἄρκτους κειμένης, διότι ἐγγυτέρω τοῦ ἡλίου ἐστίν. Ἐν δὲ ταύτῃσι τῇσι χώρῃσιν ἀνάγκη καὶ τὰ ἔθνεα τῶν ἀνθρώπων καὶ τὰ φυόμενα ἐκ τῆς γῆς ξηρότερα καὶ θερμότερα καὶ ἰσχυρότερα εἶναι ἢ ἐν τῇσιν ἐναντίῃσιν· οἷον τὸ Λιβυκὸν ἔθνος πρὸς τὸ Ποντικὸν καὶ τὰ ἔγγιστα ἑκατέρων. Αὗται δὲ καθ' ἑωυτὰς αἱ χῶραι ὧδε ἔχουσι· τὰ ὑψηλὰ καὶ αὐχμηρὰ καὶ πρὸς μεσημβρίην κείμενα ξηρότερα τῶν πεδίων τῶν ὁμοίως κειμένων, διότι ἐλάσσους ἰκμάδας ἔχει· τὰ μὲν γὰρ οὐκ ἔχει στάσιν τῷ ὀμβρίῳ ὕδατι, τὰ δὲ ἔχει. Τὰ δὲ λιμναῖα καὶ ἑλώδεα ὑγραίνει καὶ θερμαίνει· θερμαίνει μὲν, διότι κοῖλα καὶ περιεχόμενα καὶ οὐ διαπνέεται· ὑγραίνει δὲ, διότι τὰ φυόμενα ἐκ τῆς γῆς ὑγρότερα, οἷσι τρέφονται οἱ ἄνθρωποι, τό τε πνεῦμα ὃ ἀναπνέομεν, παχύτερον διὰ τὸ ὕδωρ ἀπὸ τῆς ἀκινησίης. Τὰ δὲ κοῖλα καὶ μὴ ἔνυδρα ξηραίνει καὶ θερμαίνει· θερμαίνει μὲν, ὅτι κοῖλα καὶ περιέχεται, ξηραίνει δὲ διά τε τῆς τροφῆς τὴν ξηρότητα, καὶ διότι τὸ πνεῦμα, ὃ ἀναπνέομεν, ξηρὸν ἐὸν, ἕλκει ἐκ τῶν σωμάτων τὸ ὑγρὸν ἐς τροφὴν ἑωυτῷ, οὐκ ἔχον πρὸς ὅ τι ἂν ὑγρότερον προσπῖπτον τρέφηται. Ὅκου δὲ τοῖσι χωρίοισιν ὄρεα προσκέεται πρὸς νότου, ἐν τούτοισιν αὐχμώδεες οἱ νότοι καὶ νοσεροὶ προσπνέουσιν. Ὅκου δὲ βόραθεν ὄρη πρόσκειται, ἐν τουτέοισιν οἱ βορέαι ταράσσουσι καὶ νούσους ποιέουσιν. Ὅκου δὲ βόραθεν κοῖλα χωρία τοῖσιν ἄστεσι προσκέεται, ἢ καὶ ἐκ θαλάσσης νῆσος ἀντίκειται, πρὸς τῶν θερινῶν πνευμάτων θερμὸν καὶ νοσερὸν τοῦτο τὸ χωρίον, διότι οὔτε βορέης διαπνέων καθαρὴν τὴν ἐπαγωγὴν τοῦ πνεύματος παρέχει, οὔτε ὑπὸ τῶν θερινῶν πνευμάτων διαψύχεται. Τῶν δὲ νήσων αἱ μὲν ἐγγὺς τῶν ἠπείρων δυσχειμερώτεραί εἰσιν, αἱ δὲ πόντιαι ἀλεεινότεραι τὸν χειμῶνα, διότι αἱ χιόνες καὶ πάγοι ἐν μὲν τῇσιν ἠπείροισιν ἔχουσι στάσιν καὶ τὰ πνεύματα ψυχρὰ πέμπουσιν ἐς τὰς ἐγγὺς νήσους, τὰ δὲ πελάγια οὐκ ἔχει στάσιν ἐν χειμῶνι.

[2] Περὶ δὲ πνευμάτων ἥντινα φύσιν ἔχει καὶ δύναμιν ἕκαστα, ὧδε χρὴ διαγινώσκειν. Φύσιν μὲν ἔχει τὰ πνεύματα πάντα ὑγραίνειν καὶ ψύχειν τά τε σώματα τῶν ζώων καὶ τὰ φυόμενα ἐκ τῆς γῆς διὰ τάδε· ἀνάγκη ἐστὶ τὰ πνεύματα ταῦτα πάντα πνέειν ἀπὸ χιόνος καὶ κρυστάλλου καὶ πάγων ἰσχυρῶν καὶ ποταμῶν καὶ λιμνέων καὶ γῆς ὑγρανθείσης καὶ ψυχρανθείσης. Καὶ τὰ μὲν ἰσχυρότερα τῶν πνευμάτων ἀπὸ μεζόνων καὶ ἰσχυροτέρων, τὰ δὲ ἀσθενέστερα ἀπὸ μειόνων καὶ ἀσθενεστέρων· ὥσπερ γὰρ καὶ τοῖσι ζώοισι πνεῦμα ἔνεστιν, οὕτω καὶ τοῖσιν ἄλλοισι πᾶσι, τοῖσι μὲν ἔλασσον, τοῖσι δὲ κατὰ μέγεθος. Φύσιν μὲν οὖν ἔχει ψύχειν καὶ ὑγραίνειν τὰ πνεύματα πάντα. Διὰ θέσιν δὲ χωρίων καὶ τόπων, δι' ὧν παραγίνεται τὰ πνεύματα ἐς τὰς χώρας ἑκάστας, διάφορα γίνεται ἀλλήλων, ψυχρότερα, θερμότερα, ὑγρότερα, ξηρότερα, νοσερώτερα, ὑγιεινότερα. Τὴν δὲ αἰτίην ἑκάστων ὧδε χρὴ γινώσκειν· ὁ μὲν βορέας ψυχρὸς πνέειν καὶ ὑγρὸς, ὅτι ὁρμᾶται ἀπὸ τοιουτέων χωρίων, πορεύεταί τε διὰ τοιουτέων τόπων, οὕς τινας ὁ ἥλιος οὐκ ἐφέρπει, οὐδ' ἀποξηραίνων τὸν ἠέρα ἐκπίνει τὴν ἰκμάδα, ὥστε παραγίνεται ἐπὶ τὴν οἰκουμένην, τὴν ἑωυτοῦ δύναμιν ἔχων, ὅκου μὴ διὰ τὴν θέσιν τῆς χώρης διαφθείρεται· καὶ τοῖσι μὲν οἰκέουσιν ἔγγιστα ψυχρότατος, τοῖσι δὲ προσωτάτω ἥκιστα. Ὁ δὲ νότος πνέει μὲν ἀπὸ τῶν ὁμοίων τὴν φύσιν τῷ βορέᾳ· ἀπὸ γὰρ τοῦ νοτίου πόλου πνέων, ἀπὸ χιόνος πουλλῆς καὶ κρυστάλλου καὶ πάγων ἰσχυρῶν ὁρμώμενος, τοῖσι μὲν ἐκεῖσε πλησίον αὐτοῦ οἰκοῦσιν ἀνάγκη τοῖον πνέειν ὁκοῖόν περ ἡμῖν ὁ βορέας. Ἐπὶ δὲ πᾶσαν χώρην οὐκ ἔτι ὅμοιος παραγίνεται· διὰ γὰρ τῶν ἐφόδων τοῦ ἡλίου καὶ ὑπὸ τὴν μεσημβρίην πνέων, ἐκπίνεται τὸ ὑγρὸν ὑπὸ τοῦ ἡλίου· ἀποξηραινόμενος δὲ ἀραιοῦται· διὸ ἀνάγκη θερμὸν αὐτὸν καὶ ξηρὸν ἐνθάδε παραγίνεσθαι. Ἐν μὲν οὖν τοῖσιν ἔγγιστα χωρίοισιν ἀνάγκη τοιαύτην δύναμιν ἀποδιδόναι θερμὴν καὶ ξηρὴν, καὶ ποιέει τοῦτο ἐν τῇ Λιβύῃ· τά τε γὰρ φυόμενα ἐξαυαίνει, καὶ τοὺς ἀνθρώπους λανθάνει ἀποξηραίνων· ἅτε γὰρ οὐκ ἔχων οὔτε ἐκ θαλάσσης ἰκμάδα λαβεῖν οὔτε ἐκ ποταμοῦ, ἐκ τῶν ζώων καὶ ἐκ τῶν φυομένων ἐκπίνει τὸ ὑγρόν. Ὁκόταν δὲ τὸ πέλαγος περαιώσῃ, ἅτε θερμὸς ἐὼν καὶ ἀραιὸς, πουλλῆς ὑγρασίης ἐμπίπλησι τὴν χώρην ἐμπίπτων· ἀνάγκη δὲ τὸν νότον θερμόν τε καὶ ὑγρὸν εἶναι, ὅκου μὴ τῶν χωρίων αἱ θέσιες αἴτιαί εἰσιν. Ὡσαύτως δὲ καὶ τῶν ἄλλων πνευμάτων αἱ δυνάμιες ἔχουσιν. Κατὰ δὲ τὰς χώρας ἑκάστας τὰ πνεύματα ὧδε ἔχει· τὰ μὲν ἐκ θαλάσσης πνεύματα ἐς τὰς χώρας ἐμπίπτοντα ἢ ἀπὸ χιόνος ἢ πάγων ἢ λιμνέων ἢ ποταμῶν ἅπαντα ὑγραίνει καὶ ψύχει καὶ τὰ φυτὰ καὶ τὰ ζῶα, καὶ ὑγείην τοῖσι σώμασι παρέχει ὁκόσα μὴ ὑπερβάλλει ψυχρότητι· καὶ ταῦτα δὲ βλάπτει, διότι μεγάλας τὰς μεταβολὰς ἐν τοῖσι σώμασιν ἐμποιέει τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ· ταῦτα δὲ πάσχουσιν ὅσοι ἐν χωρίοις οἰκέουσιν ἑλώδεσι καὶ θερμοῖσιν ἐγγὺς ποταμῶν ἰσχυρῶν. Τὰ δ' ἄλλα τῶν πνευμάτων ὁκόσα πνέει ἀπὸ τῶν προειρημένων, ὠφελέει, τόν τε ἠέρα καθαρὸν καὶ εἰλικρινέα παρέχοντα καὶ τῷ τῆς ψυχῆς θερμῷ ἰκμάδα διδόντα. Ὁκόσα δὲ τῶν πνευμάτων κατὰ γῆν παραγίνεται, ξηρότερα ἀνάγκη εἶναι, ἀπό τε τοῦ ἡλίου ἀποξηραινόμενα καὶ ἀπὸ τῆς γῆς· οὐκ ἔχοντα δὲ τροφὴν ὁκόθεν σπάσεται, τὰ πνεύματα, ἐκ τῶν ζώντων ἕλκοντα τὸ ὑγρὸν, βλάπτει καὶ τὰ φυτὰ καὶ τὰ ζῶα πάντα. Καὶ ὁκόσα ὑπὲρ τὰ ὄρεα ὑπερπίπτοντα παραγίνεται ἐς τὰς πόλιας, οὐ μόνον ξηραίνει, ἀλλὰ καὶ ταράσσει τὸ πνεῦμα ὃ ἀναπνέομεν, καὶ τὰ σώματα τῶν ἀνθρώπων, ὥστε νούσους ἐμποιέειν. Φύσιν μὲν οὖν καὶ δύναμιν ἑκάστων οὕτω χρὴ γινώσκειν· ὅκως δὲ χρὴ πρὸς ἕκαστα παρεσκευάσθαι, προϊόντι τῷ λόγῳ δηλώσω.

[3] Σιτίων δὲ καὶ πομάτων δύναμιν ἑκάστων καὶ τὴν κατὰ φύσιν καὶ τὴν διὰ τέχνης ὧδε χρὴ γινώσκειν. Ὁκόσοι μὲν οὖν κατὰ παντὸς ἐπεχείρησαν εἰπεῖν περὶ τῶν γλυκέων ἢ λιπαρῶν ἢ ἁλυκῶν ἢ περὶ ἄλλου τινὸς τῶν τοιούτων τῆς δυνάμιος, οὐκ ὀρθῶς γινώσκουσιν· οὐ γὰρ τὴν αὐτὴν δύναμιν ἔχουσιν οὔτε τὰ γλυκέα ἀλλήλοισιν οὔτε τὰ λιπαρὰ οὔτε τῶν ἄλλων τῶν τοιούτων οὐδέν· πολλὰ γὰρ τῶν γλυκέων διαχωρέει καὶ ἵστησι καὶ ξηραίνει καὶ ὑγραίνει. Ὡσαύτως δὲ καὶ τῶν ἄλλων ἁπάντων· ἐστὶ δὲ ὅσα στύφει καὶ διαχωρέεται καὶ οὐρέεται, τὰ δὲ οὐδέτερα τούτων. Ὡσαύτως δὲ καὶ τῶν θερμαντικῶν καὶ τῶν ἄλλων ἁπάντων, ἄλλην ἄλλα δύναμιν ἔχει. Περὶ μὲν οὖν ἁπάντων οὐχ οἷόν τε δηλωθῆναι ὁκοῖά τινά ἐστι· καθ' ἕκαστα δὲ ἥντινα δύναμιν ἔχει διδάξω.

[4] Κριθαὶ φύσει μὲν ψυχρὸν καὶ ὑγρὸν καὶ ξηραίνει· ἔνι δὲ καὶ καθαρτικόν τι ἀπὸ τοῦ χυλοῦ τοῦ ἀχύρου· τεκμήριον δὲ, ἢν μὲν θέλῃς κριθὰς ἀπτίστους ἑψῆσαι, καθαίρει ὁ χυλὸς ἰσχυρῶς· εἰ δὲ ἐπτισμένας, ψύχει μᾶλλον καὶ ἵστησιν· ὁκόταν δὲ πυρωθῶσι, τὸ μὲν ὑγρὸν καὶ καθαρτικὸν ὑπὸ τοῦ πυρὸς οἴχεται, τὸ δὲ ψυχρὸν καὶ ξηρὸν καταλείπεται. Ὁκόσα δὲ δεῖ ψῦξαι καὶ ξηρῆναι, ἄλφιτα διαπρήσσεται ὧδε χρεομένῳ μάζῃ παντοδαπεῖ, δύναμιν δὲ ἔχει ἡ μᾶζα τοιήνδε. Τὰ συγκομιστὰ ἄλευρα τροφὴν μὲν ἔχει ἐλάσσω, διαχωρέει δὲ μᾶλλον· τὰ δὲ καθαρὰ τροφιμώτερα, ἧσσον δὲ διαχωρέει. Μᾶζα προφυρηθεῖσα, ῥαντὴ, ἄτριπτος, κούφη, καὶ διαχωρέει, καὶ ψύχει· ψύχει μὲν ὅτι ψυχρῷ ὕδατι ὑγρὴ ἐγένετο, διαχωρέει δὲ ὅτι ταχέως πέσσεται, κούφη δὲ ὅτι πολὺ τῆς τροφῆς μετὰ τοῦ πνεύματος ἔξω ἀποκρίνεται. Στενωπότεραι γὰρ αἱ διέξοδοι τῇ τροφῇ ἐοῦσαι ἄλλην ἐπιοῦσαν οὐκ ἐπιδέχονται· καὶ τὸ μὲν ξὺν τῷ πνεύματι λεπτυνόμενον ἀποκρίνεται ἔξω, τὸ δ' αὐτοῦ ἐμμένον φῦσαν ἐμποιέει· καὶ τὸ μὲν ἄνω ἐρυγγάνεται, τὸ δὲ κάτω ὑποχωρέει· πολὺ οὖν τῆς τροφῆς ἀπὸ τοῦ σώματος ἀποπνέεται. Ἢν δὲ θέλῃς τὴν μᾶζαν εὐθέως φυρήσας διδόναι, ἡ τοιαύτη ξηραντική· ἅτε γὰρ τὸ ἄλφιτον ξηρὸν ἐὸν καὶ ὑπὸ τοῦ ὕδατος διάβροχον οὕτω γεγενημένον, ἐσπεσὸν ἐς τὴν κοιλίην, ἕλκει ἐξ αὐτῆς τὸ ὑγρὸν θερμὸν ἐόν· πέφυκε γὰρ τὸ μὲν θερμὸν ψυχρὸν ἕλκειν, τὸ δὲ ψυχρὸν θερμόν· καταναλισκομένου δὲ τοῦ ὑγροῦ ἐκ τῆς κοιλίης ἀνάγκη ξηραίνεσθαι, τοῦ δὲ ὕδατος τοῦ ξὺν τῇ μάζῃ ἐσελθόντος ψύχει ψύχεσθαι ἐπαγόμενον. Ὅσα οὖν δεῖ ξηρῆναι ἢ ψῦξαι ἢ διαρροίῃ ἐχόμενον ἢ ἄλλῃ τινὶ θερμασίῃ, ἡ τοιαύτη μᾶζα διαπρήσσεται. Ἡ δὲ ξηρὴ τριπτὴ ξηραίνει μὲν οὐχ ὁμοίως διὰ τὸ πεπιλῆσθαι ἰσχυρῶς, τροφὴν δὲ τῷ σώματι πλείστην δίδωσιν, ἅτε δὴ ἡσυχῇ τηκομένης δέχονται τὴν τροφὴν αἱ δίοδοι· διαχωρεῖ μὲν οὖν βραδέως, φῦσαν δὲ οὐκ ἐμποιέει οὐδὲ ἐρυγγάνεται. Ἡ δὲ προφυρηθεῖσα τριπτὴ τρέφει μὲν ἧσσον, διαχωρέει δὲ, καὶ ἐμποιέει μᾶλλον φῦσαν.

[5] Κυκεὼν δὲ σὺν ἀλφίτοισι μοῦνον ἐφ' ὕδατι μὲν ψύχει καὶ τρέφει, ἐπ' οἴνῳ δὲ θερμαίνει καὶ τρέφει καὶ ἵστησιν· ἐπὶ μέλιτι δὲ θερμαίνει μὲν ἧσσον καὶ τρέφει, διαχωρέει δὲ μᾶλλον, ἢν μὴ ἄκρητον ᾖ τὸ μέλι· ἢν δὲ μὴ, οὐ διαχωρέει, ἀλλ' ἵστησιν· ἐπὶ δὲ γάλακτι τρόφιμοι μὲν πάντες, πλὴν ἀλλὰ τὸ μὲν ὄϊον ἵστησι, τὸ δὲ αἴγειον μᾶλλον διαχωρέει, τὸ δὲ βόειον ἧσσον, τὸ δὲ ἵππειον καὶ τὸ ὄνειον μᾶλλον διαχωρέει.

[6] Πυροὶ ἰσχυρότεροι κριθῶν καὶ τροφιμώτεροι, διαχωρέουσι δὲ ἧσσον καὶ αὐτοὶ καὶ ὁ χυλός. Ἄρτος δὲ ὁ μὲν συγκομιστὸς ξηραίνει καὶ διαχωρέει, ὁ δὲ καθαρὸς τρέφει μὲν μᾶλλον, διαχωρέει δὲ ἧσσον. Αὐτῶν δὲ τῶν ἄρτων ὁ μὲν ζυμίτης κοῦφος καὶ διαχωρέει· καὶ κοῦφος μέν ἐστιν, ὅτι ἀπὸ τῆς ζύμης τοῦ ὀξέος τὸ ὑγρὸν προανάλωται, ὅπερ ἐστὶν ἡ τροφή· διαχωρέει δὲ ὅτι ταχέως πέσσεται. Ὁ δὲ ἄζυμος διαχωρέει μὲν ἧσσον, τρέφει δὲ μᾶλλον. Ὁ δὲ τῷ χυλῷ πεφυρημένος κουφότερος, καὶ τρέφει ἱκανῶς, καὶ διαχωρέει· τρέφει μὲν ὅτι καθαρὸς, κοῦφος δέ ἐστιν ὅτι τῷ κουφοτάτῳ πεφύρηται καὶ ἐζύμωται ὑπὸ τούτου καὶ πεπύρωται· διαχωρέει δὲ ὅτι τῷ γλυκεῖ καὶ διαχωρητικῷ τοῦ πυροῦ συμμέμικται. Αὐτῶν δὲ τῶν ἄρτων οἱ μέγιστοι τροφιμώτατοι, διότι ἥκιστα ἐκκαίονται ὑπὸ τοῦ πυρὸς τὸ ὑγρόν· καὶ οἱ ἰπνῖται ἄρτοι τροφιμώτεροι τῶν ἐσχαριτῶν καὶ ὀβελιέων, διότι ἧσσον ἐκκαίονται ὑπὸ τοῦ πυρός. Οἱ δὲ κλιβανίται καὶ οἱ ἐγκρυφίαι ξηρότατοι, οἱ μὲν διὰ τὴν σποδὸν, οἱ δὲ διὰ τὸ ὄστρακον ἐκπινόμενοι τὸ ὑγρόν. Οἱ δὲ σεμιδαλίται ἰσχυρότατοι πάντων τούτων, ἔτι δὲ μᾶλλον καὶ οἱ ἐκ τοῦ χόνδρου καὶ τρόφιμοι σφόδρα, πλὴν οὐ διαχωρέουσιν ὁμοίως. Ἄλητον καθαρὸν πινόμενον ἐφ' ὕδατι ψύχει, καὶ πλῦμα σταιτὸς ἐπὶ πυρί. Πιτύρων χυμὸς ἑφθὸς κοῦφος καὶ διαχωρέει. Τὰ δὲ ἐν γάλακτι ἑψόμενα ἄλητα διαχωρέει μᾶλλον ἢ τὰ ἐν τῷ ὕδατι, διὰ τοὺς ὀρροὺς, καὶ μάλιστα ἐν τοῖσι διαχωρητικοῖσιν. Ὁκόσα δὲ ξὺν μέλιτι καὶ ἐλαίῳ ἕψεται ἢ ὀπτᾶται ἐξ ἀλήτων, πάντα καυσώδεα καὶ ἐρευγμώδεα· ἐρευγμώδεα μὲν ὅτι τρόφιμα ἐόντα οὐ διαχωρητικά ἐστι, καυσώδεα δὲ διότι λιπαρὰ ἐόντα καὶ γλυκέα καὶ ἀξύμφορα ἀλλήλοισιν, οὐ τῆς αὐτῆς καθεψήσιος δεόμενα, ἐν τῷ αὐτῷ ἐστί. Σεμίδαλις καὶ χόνδρος ἑφθὰ, ἰσχυρὰ καὶ τρόφιμα, οὐ μέντοι διαχωρέει.

[7] Τίφη, ζειὰ κουφότερα πυρῶν, καὶ τὰ ἐξ αὐτῶν γενόμενα ὁμοίως τοῖς ἐκ τῶν πυρῶν, καὶ διαχωρητικὰ μᾶλλον. Βρόμος ὑγραίνει καὶ ψύχει ἐσθιόμενος καὶ ῥόφημα γενόμενος.

[8] Τὰ πρόσφατα ἄλφιτα καὶ ἄλητα ξηρότερα τῶν παλαιῶν, ὅτι ἔγγιον τοῦ πυρὸς καὶ τῆς ἐργασίης εἰσί· παλαιούμενα δὲ, τὸ μὲν θερμὸν ἐκπνέει, τὸ δὲ ψυχρὸν ἐπάγεται. Ἄρτοι θερμοὶ μὲν ξηραίνουσι, ψυχροὶ δὲ ἧσσον, ἕωλοι δέ τι ἧσσον, ἰσχνασίην δέ τινα παρέχουσιν.

[9] Κύαμοι, τρόφιμόν τι καὶ στατικὸν καὶ φυσῶδες· φυσῶδες μὲν ὅτι οὐ δέχονται οἱ πόροι τὴν τροφὴν ἁλέα ἐπιοῦσαν· στάσιμον δὲ ὅτι ὀλίγην ἔχει τὴν ὑποστάθμην τῆς τροφῆς. Οἱ πισσοὶ φυσῶσι μὲν ἧσσον, διαχωρέουσι δὲ μᾶλλον. Ὠχροὶ δὲ καὶ δόλιχοι διαχωρητικώτεροι τουτέων, ἧσσον δὲ φυσώδεες, τρόφιμοι δέ. Ἐρέβινθοι λευκοὶ διαχωρέουσι καὶ οὐρέονται καὶ τρέφουσι· τρέφει μὲν τὸ σαρκῶδες· οὐρέεται δὲ τὸ γλυκύ· διαχωρέεται δὲ τὸ ἁλμυρόν. Κέγχρων χόνδροι καὶ κυρήβια, ξηρὸν καὶ στάσιμον, μετὰ σύκων ἰσχυρὸν τοῖσι πονέουσιν· αὐτοὶ δὲ οἱ κέγχροι ἑφθοὶ τρόφιμοι, οὐ μέντοι διαχωρέουσιν. Φακοὶ καυσώδεες καὶ ταρακτικοὶ, καὶ οὔτε διαχωρέουσιν οὔτε ἵστασιν. Ὄροβοι, στάσιμον καὶ ἰσχυρὸν καὶ παχύνει καὶ πληροῖ καὶ εὔχρουν ποιέει τὸν ἄνθρωπον. Λίνου καρπὸς τρόφιμον καὶ στάσιμον· ἔχει δέ τι καὶ ψυκτικόν. Ὁρμίνου καρπὸς παραπλήσια τῷ λίνῳ διαπρήσσεται. Θέρμοι φύσει μὲν ἰσχυρὸν καὶ θερμὸν, διὰ δὲ τὴν ἐργασίην κουφότερον καὶ ψυκτικώτερόν ἐστι καὶ διαχωρέει. Ἐρύσιμον ὑγραίνει καὶ διαχωρέει. Σικύου σπέρμα διουρέεται μᾶλλον ἢ διαχωρέει. Σήσαμα ἄπλυτα διαχωρέεται, πληροῖ δὲ καὶ παχύνει· διαχωρέει μὲν διὰ τὸ ἄχυρον τὸ ἔξω, πληροῖ δὲ καὶ παχύνει διὰ τὴν σάρκα· πεπλυμένα δὲ διαχωρέει μὲν, ἧσσον δὲ, παχύνει δὲ καὶ πληροῖ μᾶλλον, αὐαίνει δὲ καὶ καίει διὰ τὸ λιπαρὸν καὶ πῖον. Κνίκος διαχωρέει. Μήκων στάσιμον, μᾶλλον δὲ ἡ μέλαινα μήκων, ἀτὰρ καὶ ἡ λευκή· τρόφιμον δὲ καὶ ἰσχυρόν. Τουτέων δὲ ἁπάντων οἱ χυλοὶ διαχωρητικώτεροι τῆς σαρκός· δεῖ οὖν τῇ ἐργασίῃ φυλάσσειν, ὁκόσα μὲν βούλει ξηραίνειν, τοὺς χυλοὺς ἀφαιρέοντα τῇ σαρκὶ χρῆσθαι· ὁκόσα δὲ διαχωρέειν, τῷ μὲν χυλῷ πλέονι, τῇ δὲ σαρκὶ ἐλάσσονι καὶ εὐχυλοτέρῃ.

[10] Περὶ δὲ τῶν ζώων τῶν ἐσθιομένων ὧδε χρὴ γινώσκειν. Βόεια κρέα ἰσχυρὰ καὶ στάσιμα καὶ δύσπεπτα τῇσι κοιλίῃσι, διότι παχύαιμον καὶ πουλύαιμόν ἐστι τοῦτο τὸ ζῶον· καὶ τὰ κρέα βαρέα ἐς τὸ σῶμα, καὶ αὐταὶ αἱ σάρκες καὶ τὸ αἷμα καὶ τὸ γάλα. Ὁκόσων δὲ τὸ γάλα λεπτὸν καὶ τὸ αἷμα ὅμοιον, καὶ αἱ σάρκες παραπλήσιοι. Τὰ δὲ αἴγεια κρέα κουφότερα τουτέων καὶ διαχωρέει μᾶλλον. Τὰ δὲ ὕεια ἰσχὺν μὲν τῷ σώματι ἐμποιέει μᾶλλον τουτέων, διαχωρέει δὲ ἱκανῶς διότι λεπτὰς τὰς φλέβας ἔχει καὶ ὀλιγαίμους, σάρκα δὲ πολλήν. Τὰ δὲ ἄρνεια κουφότερα τῶν ὀΐων, καὶ τὰ ἐρίφεια τῶν αἰγείων, διότι ἀναιμότερα καὶ ὑγρότερα. Ξηρὰ γὰρ καὶ ἰσχυρὰ φύσει ὄντα τὰ ζῶα, ὁκόταν μὲν ἁπαλὰ ᾖ, διαχωρέει, ὁκόταν δὲ αὐξηθῇ, οὐχ ὁμοίως· καὶ τὰ μόσχεια τῶν βοείων ὡσαύτως. Τὰ δὲ χοίρεια τῶν συείων βαρύτερα· φύσει γὰρ εὔσαρκον ὂν τὸ ζῶον καὶ ἄναιμον ὑπερβολὴν ὑγρασίης ἔχει τέως ἂν νέον ᾖ· ὁκόταν οὖν οἱ πόροι μὴ δέχωνται τὴν τροφὴν ἐπιοῦσαν, ἐμμένον θερμαίνει καὶ ταράσσει τὴν κοιλίην. Τὰ δὲ ὄνεια διαχωρέει, καὶ τῶν πώλων ἔτι μᾶλλον, καὶ τὰ ἵππεια κουφότερα. Κύνεια δὲ θερμαίνει καὶ ξηραίνει καὶ ἰσχὺν ἐμποιέει, οὐ μέντοι διαχωρέει· σκυλάκεια δὲ ὑγραίνει καὶ διαχωρέει, οὐρέεται δὲ μᾶλλον. Συὸς ἀγρίου ξηραίνει καὶ ἰσχὺν παρέχει καὶ διαχωρέει. Ἐλάφου δὲ ξηραίνει, ἧσσον δὲ διαχωρέει, οὐρέεται δὲ μᾶλλον. Λαγῷα ξηρὰ καὶ στάσιμα, οὔρησιν δέ τινα παρέχει. Ἀλωπέκων δὲ ὑγρότερα, καὶ οὐρέεται δέ· καὶ ἐχίνων χερσαίων οὐρητικὰ, ὑγραίνει δέ.

[11] Περὶ δὲ ὀρνίθων ὧδε ἔχει· σχεδόν τι πάντα τὰ ὀρνίθια ξηρότερα ἢ τὰ τετράποδα· ὁκόσα γὰρ κύστιν οὐκ ἔχει οὔτε οὐρέει οὔτε σιαλοχοέει, πάντως ξηρά· διὰ γὰρ θερμότητα τῆς κοιλίης ἀναλίσκεται τὸ ὑγρὸν ἐκ τοῦ σώματος ἐς τὴν τροφὴν τῷ θερμῷ, ὥστε οὔτε οὐρέεται οὔτε σιαλοχοέει· ὅτῳ δὲ μὴ ἔνεισι τοιαῦται ὑγρασίαι, ξηρὰ εἶναι ἀνάγκη· Ξηρότατον μὲν οὖν φαίνεται κρέας φάσσης, δεύτερον περιστερῆς, τρίτον πέρδικος καὶ ἀλεκτρυόνος καὶ τρυγόνος· ὑγρότατον δὲ χηνός. Ὅσα δὲ σπερμολογέει, ξηρότερα τῶν ἑτέρων. Νήσσης δὲ καὶ τῶν ἄλλων ὁκόσα ἐν ἕλεσι διαιτῆται ἢ ἐν ὕδασι, πάντα ὑγρά.

[12] Τῶν δὲ ἰχθύων ξηρότατοι μὲν οὗτοι, σκορπίος, δράκων, καλλιώνυμος, κόκκυξ, γλαῦκος, πέρκη, θρίσσα· κοῦφοι δὲ οἱ πετραῖοι σχεδόν τι πάντες, οἷον κίχλη, φυκὶς, ἐλεφιτὶς, κωβιός· οἱ τοιοῦτοι δὲ καὶ οἱ προρρηθέντες κουφότεροι τῶν πλανήτων· ἅτε γὰρ ἀτρεμίζοντες οὗτοι ἀραιὴν τὴν σάρκα καὶ κούφην ἔχουσιν. Οἱ δὲ πλανῆται καὶ κυματοπλῆγες τεθρυμμένοι τῷ πόνῳ στερεωτέρην καὶ βαθυτέρην τὴν σάρκα ἔχουσιν. Νάρκαι δὲ καὶ ῥίναι καὶ ψῆσσαι καὶ τὰ τοιαῦτα ἐλαφρότερα. Ὁκόσοι δὲ τῶν ἰχθύων ἐν τοῖσι πηλώδεσι καὶ ὑδρηλοῖσι χωρίοισι τὰς τροφὰς ἔχουσιν, οἷον κέφαλοι, κεστραῖοι, ἐγχέλυες, οἱ τοιοῦτοι βαρύτεροι, διότι ἀπὸ τοῦ ὕδατος καὶ τοῦ πηλοῦ καὶ τῶν ἐν τουτέοισι φυομένων τὰς τροφὰς ἔχουσιν, ἀφ' ὅτων καὶ τὸ πνεῦμα ἐσιὸν ἐς τὸν ἄνθρωπον βλάπτει καὶ βαρύνει. Οἱ δὲ ποτάμιοι καὶ λιμναῖοι ἔτι βαρύτεροι τουτέων. Πουλύποδες δὲ καὶ σηπίαι καὶ τὰ τοιαῦτα οὔτε κοῦφα, ὡς δοκέει, ἐστὶν οὔτε διαχωρητικὰ, τοὺς δ' ὀφθαλμοὺς ἀπαμβλύνουσιν· οἱ μέντοι χυλοὶ τουτέων διαχωρέουσιν. Τὰ δὲ κογχύλια, οἷον πίνναι, πορφύραι, λεπάδες, κήρυκες, ὄστρεα, αὐτὴ μὲν ἡ σὰρξ ξηραίνει, οἱ δὲ χυλοὶ τούτων διαχωρητικοί. Μύες δὲ καὶ κτένες καὶ τελλίναι τουτέων μᾶλλον διαχωρέουσιν· αἱ δὲ κνίδαι μάλιστα· καὶ τὰ σελάχεα ὑγραίνει καὶ διαχωρέει. Τῶν δὲ ἐχίνων τὰ ὠὰ καὶ τὸ ὑγρὸν καράβου διαχωρέει, καὶ ἄρκοι, καὶ καρκῖνοι, μᾶλλον μὲν οἱ ποτάμιοι, ἀτὰρ καὶ οἱ θαλάσσιοι, καὶ οὐρέεται. Οἱ τάριχοι ξηραίνουσι καὶ ἰσχναίνουσι· τὰ δὲ πίονα διαχωρέει ἐπιεικέως· ξηρότατοι μὲν τῶν ταρίχων οἱ θαλάσσιοι, δεύτερον δὲ οἱ ποτάμιοι, ὑγρότατοι δὲ οἱ λιμναῖοι, αὐτέων δὲ τῶν θαλασσίων οἱ λεγόμενοι πέρκαι ἰχθύες ξηρότατοι οὗτοι καὶ τάριχοι.

[13] Τῶν δὲ ζώων τῶν τιθασσῶν, τὰ ὑλόνομα καὶ ἀγρόνομα τῶν ἔνδον τρεφομένων ξηρότερα, ὅτι πονοῦντα ξηραίνεται καὶ ὑπὸ τοῦ ἡλίου καὶ ὑπὸ τοῦ ψύχεος, καὶ τῷ πνεύματι ξηροτέρῳ χρῆται. Τὰ δὲ ἄγρια τῶν ἡμέρων ξηρότερα, καὶ τὰ ὠμοφάγα καὶ τὰ ὑλοφάγα καὶ τὰ ὀλιγοφάγα τῶν πουλυφάγων, καὶ τὰ χλωροφάγα τῶν ποηφάγων, καὶ τὰ καρποφάγα τῶν μὴ καρποφάγων, καὶ τὰ ὀλιγόποτα τῶν πουλυπότων, καὶ τὰ πολύαιμα τῶν ἀναίμων καὶ ὀλιγαίμων, καὶ τὰ ἀκμάζοντα μᾶλλον ἢ τὰ λίην παλαιὰ καὶ τὰ νέα, καὶ τὰ ἄρσενα τῶν θηλείων, καὶ τὰ ἔνορχα τῶν ἀνόρχων, καὶ τὰ μέλανα τῶν λευκῶν, καὶ τὰ δασέα τῶν ψιλῶν· τὰ δ' ἐναντία ὑγρότερα. Αὐτῶν δὲ τῶν ζώων ἰσχυρόταται μὲν αἱ σάρκες αἱ μάλιστα πονέουσαι καὶ ἐναιμόταται καὶ ἐν ᾗσι κατακλίνεται, κουφόταται δὲ τῶν σαρκῶν αἱ ἥκιστα πονέουσαι καὶ ὀλιγαιμόταται, καὶ ἐκ τῆς σκιῆς, καὶ ὅσαι ἐσώταται τοῦ ζώου. Τῶν δὲ ἀναίμων ἐγκέφαλος καὶ μυελὸς ἰσχυρότατα· κουφότατα δὲ κεφαλαὶ, μύες, κτένες, πόδες. Τῶν δὲ ἰχθύων ξηρότατά ἐστι τὰ ἄνω, κουφότατα δὲ τὰ ὑπογάστρια, καὶ κεφαλαὶ ὑγρότεραι διὰ τὴν πιμελὴν καὶ τὸν ἐγκέφαλον.

[14] Τὰ ὠὰ δὲ ὀρνίθων ἰσχυρὸν μέν τι ἔχουσι καὶ τρόφιμον καὶ φυσῶδες, ἰσχυρὸν μὲν, ὅτι γένεσίς ἐστι τοῦ ζώου, τρόφιμον δὲ ὅτι γάλα ἐστὶ τοῦτο τῷ νεοσσῷ, φυσῶδες δὲ ὅτι ἐκ μικροῦ ὄγκου ἐς πολὺ διαχέεται.

[15] Ὁ τυρὸς ἰσχυρὸν καὶ καυσῶδες καὶ τρόφιμον καὶ στάσιμον, ἰσχυρὸν μὲν ὅτι ἔγγιστα γενέσιος, τρόφιμον δὲ ὅτι τοῦ γάλακτος τὸ σαρκῶδές ἐστιν ὑπόλοιπον, καυσῶδες δὲ ὅτι λιπαρὸν, στάσιμον δὲ ὅτι ὀπῷ καὶ πυτίῃ ξυνέστηκεν.

[16] Ὕδωρ ψυχρὸν καὶ ὑγρόν· οἶνος θερμὸν καὶ ξηρόν· ἔχει δέ τι καὶ καθαρτικὸν ἀπὸ τῆς ὕλης. Τῶν δὲ οἴνων οἱ μέλανες καὶ αὐστηροὶ ξηρότεροι καὶ οὔτε διαχωρεῦνται οὔτε οὐρέονται οὔτε πτύονται· ξηραίνουσι δὲ τῇ θερμασίῃ, τὸ ὑγρὸν ἐκ τοῦ σώματος καταναλίσκοντες. Οἱ δὲ μαλακοὶ μέλανες ὑγρότεροι καὶ φυσῶσι καὶ διαχωρέουσι μᾶλλον. Οἱ δὲ γλυκέες μέλανες ὑγρότεροι καὶ ἀσθενέστεροι, καὶ φυσῶσιν, ὑγρασίην ἐμποιεῦντες. Οἱ δὲ λευκοὶ καὶ αὐστηροὶ θερμαίνουσι μὲν, οὐ μὴν ξηραίνουσιν, οὐρεῦνται δὲ μᾶλλον ἢ διαχωρέουσιν. Οἱ νέοι μᾶλλον τῶν οἴνων διαχωρέουσι, διότι ἐγγυτέρω τοῦ γλεύκεός εἰσι καὶ τροφιμώτεροι, καὶ οἱ ὄζοντες τῶν ἀνόσμων τῆς αὐτῆς ἡλικίης, διότι πεπειρότεροί εἰσι, καὶ οἱ παχέες τῶν λεπτῶν. Οἱ δὲ λεπτοὶ οὐρέονται μᾶλλον· καὶ οἱ λευκοὶ καὶ οἱ λεπτοὶ γλυκέες οὐρέονται μᾶλλον ἢ διαχωρέουσι, καὶ ψύχουσι μὲν καὶ ἰσχναίνουσι καὶ ὑγραίνουσι τὸ σῶμα, καὶ τὸ αἷμα ἀσθενὲς ποιέουσιν, αὔξοντες δὲ τὸ ἀντίπαλον τῷ αἵματι ἐν τῷ σώματι. Γλεῦκος φυσᾷ καὶ ἐκταράσσει καὶ τὴν κοιλίην ὑπάγει· φυσᾷ μὲν ὅτι θερμαίνει, ὑπάγει δὲ ἐκ τοῦ σώματος ὅτι καθαίρει, ταράσσει δὲ ζέον ἐν τῇ κοιλίῃ καὶ διαχωρέει. Οἱ ὀξίναι οἶνοι ψύχουσι καὶ ἰσχναίνουσι καὶ ὑγραίνουσι, ψύχουσι μὲν καὶ ἰσχναίνουσι κένωσιν τοῦ ὑγροῦ ἀπὸ τοῦ σώματος ποιεύμενοι, ὑγραίνουσι δὲ ἀπὸ τοῦ ἐσιόντος ὕδατος σὺν τῷ οἴνῳ. Ὄξος ψυκτικὸν, διότι τῆκον τὸ ὑγρὸν τὸ ἐν τῷ σώματι καταναλίσκει, ἵστησι δὲ μᾶλλον ἢ διαχωρέει διότι οὐ τρόφιμον καὶ δριμύ. Ἕψημα θερμαίνει καὶ ὑγραίνει καὶ ὑπάγει, θερμαίνει μὲν ὅτι οἰνῶδες, ὑγραίνει δὲ ὅτι τρόφιμον, ὑπάγει δὲ ὅτι γλυκὺ καὶ προσκαθεψημένον ἐστίν. Αἱ τρύγες στεμφυλίτιδες ὑγραίνουσι καὶ ὑπάγουσι καὶ φυσῶσι, διότι καὶ τὸ γλεῦκος τὸ αὐτὸ ποιέει.

[17] Μέλι θερμὸν καὶ ξηρὸν ἄκρητον, ξὺν ὕδατι δὲ ὑγραίνει καὶ διαχωρέει τοῖσι χολώδεσι, τοῖσι δὲ φλεγματώδεσιν ἵστησιν. Ὁ δὲ γλυκὺς οἶνος διαχωρέει μᾶλλον τοῖσι φλεγματώδεσιν.

[18] Περὶ δὲ λαχάνων ὧδε ἔχει. Σκόροδον θερμὸν καὶ διαχωρέει καὶ οὐρέεται, ἀγαθὸν τοῖσι σώμασι, τοῖσι δ' ὀφθαλμοῖσι φλαῦρον· κάθαρσιν γὰρ τοῦ σώματος πουλλὴν ποιεύμενον, τὴν ὄψιν ἀπαμβλύνει· διαχωρέει δὲ καὶ οὐρέεται, διὰ τὸ καθαρτικόν· ἑφθὸν ἀσθενέστερον ἢ ὠμόν· φῦσαν δὲ ἐμποιέει διὰ τοῦ πνεύματος τὴν ἐπίστασιν. Κρόμυον τῇ μὲν ὄψει ἀγαθὸν, τῷ δὲ σώματι κακὸν, διότι θερμὸν καὶ καυσῶδές ἐστι καὶ οὐ διαχωρέει· τροφὴν μὲν γὰρ οὐ δίδωσι τῷ σώματι οὐδὲ ὠφελείην· θερμαῖνον δὲ ξηραίνει διὰ τὸν ὀπόν. Πράσον θερμαίνει μὲν ἧσσον, οὐρέεται δὲ καὶ διαχωρέει· ἔχει δέ τι καθαρτικόν· ὑγραίνει δὲ καὶ ὀξυρεγμίην παύει· καλὸν δὲ ὕστατον τῶν ἄλλων βρωμάτων ἐσθίειν αὐτό. Ῥαφανὶς ὑγραίνει διαχέουσα τὸ φλέγμα τῇ δριμύτητι, τὰ δὲ φύλλα ἧσσον, πλὴν πρὸς τοὺς ἀρθριτικούς· μοχθηρὸν ἡ ῥίζη, ἐπιπολάζον δὲ καὶ δύσπεπτον. Κάρδαμον θερμὸν καὶ τὴν σάρκα τῆκον, ἵστησι δὲ φλέγμα λευκὸν, ὥστε στραγγουρίην ἐμποιέειν. Νᾶπυ θερμὸν, διαχωρητικὸν δὲ, πλὴν δυσουρέεται καὶ τοῦτο· ἀλλὰ καὶ εὔζωμον παραπλήσια διαπρήσσεται. Κορίανον θερμὸν καὶ στατικὸν, καὶ τὴν ὀξυρεγμίην παύει, ὕστατον δ' ἐπεσθιόμενον καὶ ὑπνοποιέει. Θρίδαξ ψυχρότερον πρὶν τὸν ὀπὸν ἔχειν· ἀσθενείην δέ τινα ἐμποιέει τῷ σώματι. Ἄνηθον θερμὸν καὶ στατικὸν, καὶ πταρμὸν παύει ὀσφραινόμενον. Σέλινον οὐρέεται μᾶλλον ἢ διαχωρέει, καὶ αἱ ῥίζαι μᾶλλον ἢ αὐτὸ διαχωρέουσιν. Ὤκιμον ξηρὸν καὶ θερμὸν καὶ στάσιμον. Πήγανον οὐρέεται μᾶλλον ἢ διαχωρέει, καὶ συστρεπτικόν τι ἔχει, καὶ πρὸς τὰ φάρμακα τὰ βλαβερὰ ὠφελέει προπινόμενον. Ἀσπάραγος ξηρὸν καὶ στάσιμον. Ἐλελίσφακον ξηρὸν καὶ στατικόν. Στρύχνος ψύχει καὶ ἐξονειρώσσειν οὐκ ἐᾷ. Ἀνδράχνη ψύχει ἡ ποταινίη, τεταριχευμένη δὲ θερμαίνει. Κνίδη καθαίρει. Καλαμίνθη θερμαίνει καὶ καθαίρει. Μίνθη θερμαίνει καὶ οὐρέεται καὶ ἐμέτους ἵστησι, καὶ ἢν πολλάκις ἐσθίῃ τις, τὴν γονὴν τήκει ὥστε ῥέειν, καὶ ἐντείνειν κωλύει, καὶ τὸ σῶμα ἀσθενὲς ποιέει. Λάπαθον θερμαῖνον διαχωρέει. Ἀνδράφαξις ὑγρὸν, οὐ μέντοι διαχωρέει. Βλίτον οὐ θερμὸν, διαχωρητικόν. Κράμβη θερμαίνει καὶ διαχωρέει καὶ τὰ χολώδεα ἄγει. Τεύτλου ὁ μὲν χυλὸς διαχωρέει, τὸ δὲ λάχανον ἐσθιόμενον ἵστησιν, αἱ δὲ ῥίζαι τῶν τεύτλων διαχωρητικώτεραι. Κολοκύντη ψύχει καὶ ὑγραίνει καὶ διαχωρέει, οὐκ οὐρέεται δέ. Γογγυλὶς καυσῶδες, ὑγραίνει δὲ καὶ ταράσσει τὸ σῶμα, οὐ μέντοι διαχωρέει, δυσουρέεται δέ. Γλήχων θερμαίνει καὶ διαχωρέει. Ὀρίγανον θερμαίνει, ὑπάγει δὲ καὶ τὰ χολώδεα. Θύμβρη παραπλήσια τῷ ὀριγάνῳ διαπρήσσεται. Θύμον θερμὸν, διαχωρέει καὶ οὐρέεται, ἄγει δὲ καὶ φλεγματώδεα. Ὕσσωπος θερμαίνει καὶ φλεγματώδεα ἄγει. Τῶν δὲ ἀγρίων λαχάνων ὁκόσα ἐν τῷ στόματι θερμαντικὰ καὶ εὐώδεα, ταῦτα θερμαίνει καὶ οὐρέεται μᾶλλον ἢ διαχωρέει· ὁκόσα δὲ ὑγρὴν φύσιν ἔχει καὶ ψυχρὴν καὶ μωρὴν ἢ ὀσμὰς βαρείας, ὑποχωρέεται μᾶλλον ἢ οὐρέεται· ὁκόσα δέ ἐστι στρυφνὰ ἢ αὐστηρὰ, στάσιμα· ὁκόσα δὲ δριμέα καὶ εὐώδεα, οὐρέεται· ὁκόσα δὲ δριμέα καὶ ξηρὰ ἐν τῷ στόματι, ταῦτα πάντα ξηραίνει· ὁκόσα δὲ ὀξέα, ψυκτικά. Οἱ δὲ χυμοὶ διουρητικοὶ, κρήθμου, σελίνου, σκορόδου ἀποβρέγματα, κυτίσου, μαράθρου, πράσου, ἀδιάντου, στρύχνου· ψύχει σκολοπένδριον, μίνθη, σέσελι, σέρις, καυκαλίδες, ὑπερικὸν, κνίδαι· διαχωρητικοὶ δὲ καὶ καθαρτικοὶ, ἐρεβίνθων, φακῆς, κριθῆς, τεύτλων, κράμβης, λινοζώστιος, ἀκτῆς, κνήκου· ταῦτα πάντα ὑποχωρέεται μᾶλλον ἢ διουρέεται.

[19] Περὶ δὲ ὀπώρης ὧδε ἔχει. Τὰ μὲν ἐγκάρπια διαχωρητικώτερα, τὰ δὲ χλωρὰ τῶν ξηρῶν. Ἡ δὲ δύναμις εἰρήσεται αὐτέων. Μόρα θερμαίνει καὶ ὑγραίνει καὶ διαχωρέει. Ἄπιοι πέπειροι θερμαίνουσι καὶ ὑγραίνουσι καὶ διαχωρέουσιν· αἱ δὲ σκληραὶ στάσιμοι· ἀχράδες χειμέριοι πέπειροι διαχωρέουσι καὶ τῆς κοιλίης καθαρτικαί· αἱ δὲ ὠμαὶ στάσιμοι. Μῆλα γλυκέα δύσπεπτα, τὰ δὲ ὀξέα καὶ πέπονα ἧσσον· κυδώνια στυπτικὰ καὶ οὐ διαχωρέουσιν· οἱ δὲ χυλοὶ τῶν μήλων πρὸς τοὺς ἐμέτους στατικοὶ καὶ οὐρητικοί· καὶ ὀδμαὶ πρὸς τοὺς ἐμέτους· τὰ δὲ ἄγρια μῆλα στατικὰ, ἑφθὰ δὲ ἐσθιόμενα μᾶλλον διαχωρητικά· πρὸς δὲ τὴν ὀρθοπνοίην οἵ τε χυλοὶ αὐτῶν καὶ αὐτὰ πινόμενα ὠφελέει. Οὖα δὲ καὶ μέσπιλα καὶ κράνια καὶ ὅση ἄλλη τοιαύτη ὀπώρη στατικὴ καὶ στρυφνή. Ῥοιῆς γλυκείης ὁ χυλὸς διαχωρέει, καυσῶδες δέ τι ἔχει· αἱ οἰνώδεες τῶν ῥοιῶν φυσώδεες· αἱ δὲ ὀξεῖαι ψυκτικώτεραι· οἱ δὲ πυρῆνες πασέων στάσιμοι. Σίκυοι ὠμοὶ ψυχροὶ καὶ δύσπεπτοι· οἱ δὲ πέπονες οὐρέονται καὶ διαχωρέονται, φυσώδεες δέ. Βότρυες θερμοὶ καὶ ὑγροὶ καὶ διαχωρητικοὶ, μάλιστα οἱ λευκοί· οἱ μὲν οὖν γλυκέες θερμαίνουσιν ἰσχυρῶς, διότι πουλὺ ἤδη τοῦ θερμοῦ ἔχουσιν· οἱ δὲ ὀμφακώδεες ἧσσον θερμαίνουσι, καθαίρουσι δὲ πινόμενοι· σταφίδες δὲ καυσώδεες, διαχωρέει δέ. Σῦκον χλωρὸν ὑγραίνει καὶ διαχωρέει καὶ θερμαίνει, ὑγραίνει μὲν, ὅτι ἔγχυλόν ἐστι, θερμαίνει δὲ διὰ τὸν γλυκὺν ὀπὸν, καὶ διαχωρέει· τὰ πρῶτα τῶν σύκων κάκιστα, ὅτι εἰσὶν ὀπωδέστατα, βέλτιστα δὲ τὰ ὕστατα· τὰ ξηρὰ σῦκα καυσώδεα μὲν, διαχωρητικὰ δέ. Αἱ ἀμυγδάλαι καυσώδεες, τρόφιμοι δέ· καυσώδεες μὲν διὰ τὸ λιπαρὸν, τρόφιμοι δὲ διὰ τὸ σαρκῶδες. Καὶ κάρυα τὰ στρογγύλα παραπλήσια· τὰ δὲ πλατέα πέπονα τρόφιμα, καὶ διαχωρέει καθαρὰ ἐόντα, καὶ φῦσαν ἐμποιέει· οἱ δὲ χιτῶνες αὐτέων στάσιμοι. Ἄκυλοι καὶ βάλανοι καὶ φηγοὶ στατικὰ ὠμὰ καὶ ὀπτά· ἑφθὰ δὲ ἧσσον.

[20] Τὰ πίονα τῶν κρεῶν καυσώδεα, διαχωρητικὰ δέ. Κρέα ταριχηρὰ ἐν οἴνῳ μὲν ξηραίνει καὶ τρέφει, ξηραίνει μὲν διὰ τὸν οἶνον, τρέφει δὲ διὰ τὴν σάρκα· ἐν ὄξει δὲ τεταριχευμένα θερμαίνει μὲν ἧσσον διὰ τὸ ὄξος, τρέφει δὲ ἱκανῶς· ἐν ἁλσὶ δὲ κρέα ταριχηρὰ τρόφιμα μὲν ἧσσον, διὰ τὸ ἅλας τοῦ ὑγροῦ ἀπεστερημένα, ἰσχναίνει δὲ καὶ ξηραίνει καὶ διαχωρέει ἱκανῶς. Τὰς δὲ δυνάμιας ἑκάστων ἀφαιρέειν καὶ προστιθέναι ὧδε χρὴ, εἰδότα ὅτι πυρὶ καὶ ὕδατι πάντα ξυνίσταται καὶ ζῶα καὶ φυτὰ καὶ ὑπὸ τουτέων αὔξεται καὶ ἐς ταῦτα διακρίνεται. Τῶν μὲν οὖν ἰσχυρῶν σιτίων ἑψῶντα πολλάκις καὶ διαψύχοντα τὴν δύναμιν ἀφαιρέειν, τῶν δὲ ὑγρῶν πυροῦντα καὶ φώζοντα τὴν ὑγρασίην ἐξαιρέειν, τῶν δὲ ξηρῶν βρέχοντα καὶ νοτίζοντα, τῶν δὲ ἁλμυρῶν βρέχοντα καὶ ἑψῶντα, τῶν δὲ πικρῶν καὶ δριμέων τοῖσι γλυκέσι διακιρνῶντα, τῶν δὲ στρυφνῶν τοῖσι λιπαροῖσι· καὶ ἐπὶ τῶν ἄλλων πάντων ἐκ τῶν προειρημένων χρὴ γινώσκειν. Ὁκόσα πυρούμενα ἢ φωζόμενα στάσιμά ἐστι μᾶλλον τῶν ὠμῶν, διότι τὸ ὑγρὸν ὑπὸ τοῦ πυρὸς ἀφῄρηται καὶ τὸ ὀπῶδες καὶ τὸ λιπαρόν· ὁκόταν γοῦν ἐς τὴν κοιλίην ἐμπέσῃ, ἕλκει τὸ ὑγρὸν ἐκ τῆς κοιλίης, ἐπ' αὐτὰ συγκλείοντα τὰ στόματα τῶν φλεβίων, ξηραίνοντα καὶ θερμαίνοντα, ὥστε ἵστησι τὰς διεξόδους τοῦ ὑγροῦ. Τὰ δὲ ἐκ τῶν ἀνύδρων καὶ ξηρῶν καὶ πνιγηρῶν χωρίων ἅπαντα ξηρότερα καὶ θερμότερα καὶ ἰσχὺν πλείω παρέχεται ἐς τὸ σῶμα, διότι ἐκ τοῦ ἴσου ὄγκου βαρύτερα καὶ πυκνότερα καὶ πολύνοστά ἐστιν ἢ τὰ ἐκ τῶν ὑγρῶν καὶ ἀρδομένων καὶ ψυχρῶν· ταῦτα δὲ ὑγρότερα καὶ κουφότερα καὶ ψυχρότερα. Οὔκουν δεῖ τὴν δύναμιν μοῦνον αὐτέων γνῶναι τοῦ τε σίτου καὶ τοῦ πόματος καὶ τῶν ζώων, ἀλλὰ καὶ τῆς πατρίδος ὁκόθεν εἰσίν. Ὁκόταν μὲν οὖν βούλωνται τροφὴν ἰσχυροτέρην τῷ σώματι προσενεγκεῖν ἀπὸ τῶν αὐτῶν σίτων, τοῖσιν ἐκ τῶν ἀνύδρων χωρίων χρηστέον καὶ σίτοισι καὶ πόμασι καὶ ζώοισιν· ὁκόταν δὲ κουφοτέρῃ τροφῇ καὶ ὑγροτέρῃ, τοῖσιν ἐκ τῶν ἀρδομένων χρηστέον. Τὰ γλυκέα καὶ τὰ δριμέα καὶ τὰ ἁλυκὰ καὶ τὰ πικρὰ καὶ τὰ αὐστηρὰ καὶ τὰ σαρκώδεα θερμαίνειν πέφυκε, καὶ ὅσα ξηρά ἐστι καὶ ὅσα ὑγρά. Ὁκόσα μὲν οὖν ξηροῦ μέρος πλέον ἔχει ἐν αὐτέοισι, ταῦτα μὲν ξηραίνει καὶ θερμαίνει· ὁκόσα δὲ ὑγροῦ μέρος ἔχει πλέον, ταῦτα πάντα θερμαίνοντα ὑγραίνει καὶ διαχωρέει μᾶλλον ἢ τὰ ξηρά· τροφὴν γὰρ μᾶλλον ἐς τὸ σῶμα διδόντα, ἀντίσπασιν ποιέεται ἐς τὴν κοιλίην, καὶ ὑγραίνοντα διαχωρέει. Ὁκόσα δὲ διαθερμαίνοντα ξηραίνει ἢ σῖτα ἢ ποτὰ, οὔτε πτύσιν οὔτε οὔρησιν οὔτε διαχώρησιν ποιεῦντα ξηραίνει τὸ σῶμα διὰ τάδε· θερμαινόμενον τὸ σῶμα κενοῦται τοῦ ὑγροῦ, τὸ μὲν ὑπ' αὐτέων τῶν σιτίων, τὸ δὲ ἐς τὴν τροφὴν τῷ τῆς ψυχῆς θερμῷ καταναλίσκεται, τὸ δὲ διὰ τοῦ χρωτὸς ἐξωθέεται θερμαινόμενον καὶ λεπτυνόμενον. Τὰ γλυκέα καὶ τὰ πίονα καὶ τὰ λιπαρὰ πληρωτικά ἐστι, διότι ἐξ ὀλίγου ὄγκου πολύχοά ἐστι· θερμαινόμενα δὲ καὶ διαχεόμενα πληροῖ τὸ θερμὸν ἐν τῷ σώματι καὶ γαληνίζειν ποιέει. Τὰ δὲ ὀξέα καὶ δριμέα καὶ αὐστηρὰ καὶ στρυφνὰ καὶ συγκομιστὰ καὶ ξηρὰ οὐ πληροῖ, διότι τὰ στόματα τῶν φλεβῶν ἀνέῳξέ τε καὶ διεκάθηρε· καὶ τὰ μὲν ξηραίνοντα, τὰ δὲ δάκνοντα, τὰ δὲ στύφοντα φρῖξαι καὶ συστῆναι ἐς ὀλίγον ἐποίησεν ὄγκον τὸ ὑγρὸν τὸ ἐν τῇ σαρκί· καὶ τὸ κενὸν πουλὺ ἐγένετο ἐν τῷ σώματι. Ὁκόταν γοῦν βούλῃ ἀπ' ὀλίγων πληρῶσαι ἢ ἀπὸ πλειόνων κενῶσαι, τοῖσι τοιούτοισι χρέεσθαι. Τὰ πρόσφατα πάντα ἰσχὺν πλείονα παρέχεται τῶν ἄλλων διὰ τόδε, ὅτι ἔγγιον τοῦ ζῶντός ἐστι· τὰ δὲ ἕωλα καὶ σαπρὰ διαχωρέει μᾶλλον τῶν προσφάτων, διότι ἔγγιον τῆς σηπεδόνος ἐστί. Τὰ δὲ ἔνωμα στροφώδεα καὶ ἐρευγμώδεά ἐστι, διότι ἃ δεῖ τῷ πυρὶ κατεργασθῆναι, ταῦτα ἡ κοιλίη διαπρήσσεται ἀσθενεστέρη ἐοῦσα τῶν ἐσιόντων. Τὰ δὲ ἐν τοῖσιν ὑποτρίμμασιν ὄψα σκευαζόμενα καυσώδεα καὶ ὑγρὰ, ὅτι λιπαρὰ καὶ πυρώδεα καὶ θερμὰ καὶ ἀνομοίους τὰς δυνάμιας ἀλλήλοισιν ἔχοντα ἐν τῷ αὐτέῳ ἵζει. Τὰ δὲ ἐν ἅλμῃ ἢ ὄξει βελτίω καὶ οὐ καυσώδεα.

[21] Περὶ δὲ λουτρῶν ὧδε ἔχει· ὕδωρ πότιμον ὑγραίνει καὶ ψύχει, δίδωσι γὰρ τῷ σώματι ὑγρασίην· τὸ δὲ ἁλμυρὸν λουτρὸν θερμαίνει καὶ ξηραίνει, φύσει γὰρ ἐὸν θερμὸν ἕλκει ἀπὸ τοῦ σώματος τὸ ὑγρόν. Τὰ δὲ θερμὰ λουτρὰ νῆστιν μὲν ἰσχναίνει καὶ ψύχει· φέρει γὰρ ἀπὸ τοῦ σώματος τὸ ὑγρὸν τῇ θερμασίῃ· κενουμένης δὲ τῆς σαρκὸς τοῦ ὑγροῦ, ψύχεται τὸ σῶμα· βεβρωκότα δὲ θερμαίνει καὶ ὑγραίνει, διαχέοντα τὰ ὑπάρχοντα ἐν τῷ σώματι ὑγρὰ ἐς πλείονα ὄγκον. Ψυχρὰ δὲ λουτρὰ τοὐναντίον· κενῷ μὲν τῷ σώματι δίδωσι θερμόν τι ψυχρὸν ἐόν· βεβρωκότος δὲ ἀφαιρέει ὑγροῦ ἐόντος ξηρὸν ἐὸν, καὶ πληροῖ τοῦ ὑπάρχοντος ξηροῦ. Ἀλουσίη ξηραίνει καταναλισκομένου τοῦ ὑγροῦ, ὡσαύτως δὲ καὶ ἡ ἀνηλειψίη.

[22] Λίπος δὲ θερμαίνει καὶ ὑγραίνει καὶ μαλάσσει. Ἥλιος δὲ καὶ πῦρ ξηραίνει διὰ τάδε· θερμὰ ἐόντα καὶ ξηρὰ, ἕλκει ἐκ τοῦ σώματος τὸ ὑγρόν. Σκιὴ δὲ καὶ ψύχεα τὰ μέτρια ὑγραίνει, δίδωσι γὰρ μᾶλλον ἢ λαμβάνει. Ἱδρῶτες πάντες ἀπιόντες καὶ ξηραίνουσι καὶ ἰσχναίνουσιν, ἐκλείποντος τοῦ ὑγροῦ ἐκ τοῦ σώματος. Λαγνείη ἰσχναίνει καὶ ὑγραίνει καὶ θερμαίνει· θερμαίνει μὲν διὰ τὸν πόνον καὶ τὴν ἀπόκρισιν τοῦ ὑγροῦ, ἰσχναίνει δὲ διὰ τὴν κένωσιν, ὑγραίνει δὲ διὰ τὸ ὑπολειπόμενον ἐν τῷ σώματι τῆς συντήξιος τῆς ὑπὸ τοῦ πόνου.

[23] Ἔμετοι ἰσχναίνουσι διὰ τὴν κένωσιν τῆς τροφῆς, οὐ μέντοι ξηραίνουσιν, ἢν μή τις τῇ ὑστεραίῃ θεραπεύῃ ὀρθῶς, ἀλλ' ὑγραίνουσι μᾶλλον διὰ τὴν πλήρωσιν καὶ διὰ τὴν σύντηξιν τῆς σαρκὸς τὴν ὑπὸ τοῦ πόνου· ἢν δέ τις ἐάσῃ ταῦτα καταναλωθῆναι τῇ ὑστεραίῃ ἐς τὴν τροφὴν τῷ θερμῷ, καὶ τῇ διαίτῃ ἡσύχως προσάγῃ, ξηραίνουσιν. Κοιλίην δὲ συνεστηκυῖαν λύει ἔμετος, καὶ διαχωροῦσαν μᾶλλον τοῦ καιροῦ ἵστησι, τὴν μὲν διυγραίνων, τὴν δὲ ξηραίνων· ὁκόταν μὲν οὖν στῆσαι βούλῃ, τὴν ταχίστην φαγόντα χρὴ ἐξεμέειν, πρὶν ἂν διυγρανθῆναι τὸν σῖτον καὶ κατασπασθῆναι κάτω, καὶ τοῖσι στρυφνοῖσι καὶ τοῖσιν αὐστηροῖσι σιτίοισι μᾶλλον χρέεσθαι· ὁκόταν δὲ λῦσαι τὴν κοιλίην βούλῃ, ἐνδιατρίβειν ἐν τοῖσι σιτίοισιν ὡς πλεῖστον χρόνον ξυμφέρει, καὶ τοῖσι δριμέσι καὶ ἁλμυροῖσι καὶ λιπαροῖσι καὶ γλυκέσι σιτίοισι καὶ πόμασι χρέεσθαι.

[24] Ὕπνοι δὲ νῆστιν μὲν ἰσχναίνουσι καὶ ψύχουσιν, ἢν μὴ μακροὶ ἔωσι, κενοῦντες τοῦ ὑπάρχοντος ὑγροῦ· ἢν δὲ μᾶλλον, ἐκθερμαίνοντες συντήκουσι τὴν σάρκα, καὶ διαλύουσι τὸ σῶμα, καὶ ἀσθενὲς ποιέουσι· βεβρωκότα δὲ θερμαίνοντες ὑγραίνουσι, τὴν τροφὴν ἐς τὸ σῶμα διαχέοντες· ἀπὸ δὲ τῶν ὀρθρίων περιπάτων ὕπνος μάλιστα ξηραίνει. Ἀγρυπνίη δὲ ἐν μὲν τοῖσι σιτίοισι βλάπτει, οὐκ ἐῶσα τὸ σιτίον τήκεσθαι· ἀσίτοισι δὲ ἰσχνασίην μέν τινα παραδίδωσι, βλάπτει δὲ ἧσσον. Ῥᾳθυμίη ὑγραίνει καὶ ἀσθενὲς τὸ σῶμα ποιέει· ἀτρεμίζουσα γὰρ ἡ ψυχὴ οὐκ ἀναλίσκει τὸ ὑγρὸν ἐκ τοῦ σώματος· πόνος δὲ ξηραίνει καὶ τὸ σῶμα ἰσχυρὸν ποιέει. Μονοσιτίη ἰσχναίνει καὶ ξηραίνει καὶ τὴν κοιλίην ἵστησι, διότι τῷ τῆς ψυχῆς θερμῷ τὸ ὑγρὸν ἐκ τῆς κοιλίης καὶ τῆς σαρκὸς καταναλίσκεται· ἄριστον δὲ τἀναντία διαπρήσσεται τῇ μονοσιτίῃ. Ὕδωρ πόμα θερμὸν ἰσχναίνει, ὡσαύτως δὲ καὶ ψυχρόν. Τὸ δὲ ὑπερβάλλον ψυχρὸν καὶ πνεῦμα καὶ σιτίον καὶ ποτὸν πήγνυσι τὸ ὑγρὸν τὸ ἐν τῷ σώματι καὶ τὰς κοιλίας ξυνίστησι τῇ πήξει καὶ ψύξει· κρατέει γὰρ τοῦ τῆς ψυχῆς ὑγροῦ. Καὶ τοῦ θερμοῦ δὲ πάλιν αἱ ὑπερβολαὶ πηγνύουσι, καὶ τοσοῦτον ὡς μὴ διάχυσιν ἔχειν. Ὁκόσα δὲ θερμαίνοντα τὸ σῶμα, τροφὴν μὴ διδόντα, κενοῖ τοῦ ὑγροῦ τὴν σάρκα μηδ' ὑπερβολὴν ποιέοντα, πάντα ψύξιν τῷ ἀνθρώπῳ παραδίδωσι· κενουμένου γὰρ τοῦ ὑπάρχοντος ὑγροῦ, πνεύματος ἐπακτοῦ πληρεύμενον ψύχεται.

[25] Περὶ δὲ τῶν πόνων ἥντινα ἔχουσι δύναμιν διηγήσομαι. Εἰσὶ γὰρ οἱ μὲν κατὰ φύσιν, οἱ δὲ διὰ βίης· οἱ μὲν οὖν κατὰ φύσιν αὐτῶν εἰσιν ὄψιος πόνος, ἀκοῆς, φωνῆς, μερίμνης. Ὄψιος μὲν οὖν δύναμις τοιαύτη· προσέχουσα ἡ ψυχὴ τῷ ὁρεομένῳ κινέεται καὶ θερμαίνεται· θερμαινομένη δὲ ξηραίνεται, κεκενωμένου τοῦ ὑγροῦ. Διὰ δὲ τῆς ἀκοῆς ἐσπίπτοντος τοῦ ψόφου σείεται ἡ ψυχὴ καὶ πονέει, πονέουσα δὲ θερμαίνεται καὶ ξηραίνεται. Ὁκόσα μεριμνᾷ ἄνθρωπος, κινέεται ἡ ψυχὴ ὑπὸ τουτέων καὶ θερμαίνεται καὶ ξηραίνεται, καὶ τὸ ὑγρὸν καταναλίσκουσα πονέει, καὶ κενοῖ τὰς σάρκας, καὶ λεπτύνει τὸν ἄνθρωπον. Ὁκόσοι δὲ πόνοι φωνῆς, οἷον λέξις ἢ ἀνάγνωσις ἢ ᾠδὴ, πάντες οὗτοι κινέουσι τὴν ψυχήν· κινεομένη δὲ ξηραίνεται καὶ θερμαίνεται, καὶ τὸ ἐν τῷ σώματι ὑγρὸν καταναλίσκει.

[26] Οἱ δὲ περίπατοι κατὰ φύσιν μὲν εἰσὶ, καὶ οὗτοι μάλιστα τῶν λοιπῶν, ἔχουσι δέ τι βίαιον. Δύναμις δὲ αὐτέων ἑκάστων ἐστὶ τοιήδε· ὁ ἀπὸ δείπνου περίπατος ξηραίνει τήν τε κοιλίην καὶ τὸ σῶμα, καὶ τὴν γαστέρα οὐκ ἐᾷ πίειραν γενέσθαι διὰ τάδε· κινευμένου τοῦ ἀνθρώπου, θερμαίνεται καὶ τὸ σῶμα καὶ τὰ σιτία· ἕλκει οὖν τὴν ἰκμάδα ἡ σὰρξ, καὶ οὐκ ἐᾷ περὶ τὴν κοιλίην ξυνίστασθαι· τὸ μὲν οὖν σῶμα πληροῦται, ἡ δὲ κοιλίη λεπτύνεται. Ξηραίνεται δὲ διὰ τάδε· κινευμένου τοῦ σώματος καὶ θερμαινομένου, τὸ λεπτότατον τῆς τροφῆς καταναλίσκεται, τὸ μὲν ὑπὸ τοῦ ξυμφύτου θερμοῦ, τὸ δὲ σὺν τῷ πνεύματι ἀποκρίνεται ἔξω, τὸ δὲ καὶ διουρέεται· ὑρολείπεται δὲ τὸ ξηρότατον ἀπὸ τῶν σιτίων ἐν τῷ σώματι, ὥστε τὴν κοιλίην ἀποξηραίνεσθαι καὶ τὴν σάρκα. Καὶ οἱ ὄρθριοι περίπατοι ἰσχναίνουσι, καὶ τὰ περὶ τὴν κεφαλὴν κοῦφά τε καὶ εὐαγέα καὶ εὐήκοα παρασκευάζουσι, καὶ τὴν κοιλίην λύουσιν· ἰσχναίνουσι μὲν, διότι κινούμενον τὸ σῶμα θερμαίνεται, καὶ τὸ ὑγρὸν λεπτύνεται καὶ καθαίρεται, τὸ μὲν ὑπὸ τοῦ πνεύματος, τὸ δὲ μύσσεταί τε καὶ χρέμπτεται, τὸ δὲ ἐς τὴν τροφὴν τῷ τῆς ψυχῆς θερμῷ καταναλίσκεται· τὴν δὲ κοιλίην λύουσι, διότι θερμὴ ἐοῦσα, τοῦ ψυχροῦ πνεύματος ἐσπίπτοντος ἄνωθεν, ὑποχωρέει τὸ θερμὸν τῷ ψυχρῷ. Κοῦφα δὲ τὰ περὶ τὴν κεφαλὴν ποιέει διὰ τάδε· ὅταν κενωθῇ ἡ κοιλίη, ἕλκει ἐς ἑωυτὴν ἔκ τε τοῦ ἄλλου σώματος καὶ ἐκ τῆς κεφαλῆς τὸ ὑγρὸν θερμὴ ἐοῦσα· κενουμένης δὲ τῆς κεφαλῆς, ἀποκαθαίρεται ἥ τε ὄψις καὶ ἡ ἀκοή· καὶ γίνονται εὐαγέες οἱ ἄνθρωποι. Οἱ δὲ ἀπὸ τῶν γυμνασίων περίπατοι καθαρὰ τὰ σώματα παρασκευάζουσι, καὶ ἰσχναίνουσιν, οὐκ ἐῶντες τὴν σύντηξιν τῆς σαρκὸς τὴν ὑπὸ τοῦ πόνου ξυνίστασθαι, ἀλλ' ἀποκαθαίρουσιν.

[27] Τῶν δὲ δρόμων δύνανται οἱ μὲν μακροὶ καὶ καμπτοὶ, ἐξ ὀλίγου προσαγόμενοι, θερμαίνοντες τὴν σάρκα, συνεψεῖν καὶ διαχέειν, καὶ τὴν δύναμιν τῶν σιτίων τὴν ἐν τῇ σαρκὶ καταπέσσουσι, βραδύτερά τε καὶ παχύτερα τὰ σώματα παρασκευάζουσι τῶν τροχῶν· τοῖσι δὲ πολλὰ ἐσθίουσι ξυμφορώτεροι, καὶ χειμῶνος μᾶλλον ἢ θέρεος. Οἱ δὲ ἐν τῷ ἱματίῳ δρόμοι τὴν μὲν δύναμιν τὴν αὐτὴν ἔχουσι, μᾶλλον δὲ διαθερμαίνουσι, καὶ ὑγρότερα τὰ σώματα ποιέουσιν, ἀχροώτερα δὲ, διότι οὐκ ἀποκαθαίρει προσπῖπτον τὸ πνεῦμα τὸ εἰλικρινὲς, ἀλλ' ἐν τῷ αὐτῷ ἐγγυμνάζεται πνεύματι· συμφέρει οὖν τοῖσι ξηροῖσι καὶ τοῖσι πολυσάρκοισιν, ὅστις καθελεῖν τὴν σάρκα βούλεται, καὶ τοῖσι πρεσβυτέροισι διὰ ψύξιν τοῦ σώματος. Οἱ δὲ δίαυλοι καὶ ὑπηέριοι ἵπποι τὴν μὲν σάρκα ἧσσον διαχέουσιν, ἰσχναίνουσι δὲ μᾶλλον, διότι τοῖς ἔξω τῆς ψυχῆς μέρεσιν οἱ πόνοι ὄντες ἀντισπῶσιν ἐκ τῆς σαρκὸς τὸ ὑγρὸν καὶ τὸ σῶμα λεπτύνουσι καὶ ξηραίνουσιν. Οἱ δὲ τροχοὶ τὴν μὲν σάρκα ἥκιστα διαχέουσιν, ἰσχναίνουσι δὲ καὶ προσστέλλουσι τήν τε σάρκα καὶ τὴν κοιλίην μάλιστα, διότι ὀξυτάτῳ τῷ πνεύματι χρώμενοι τάχιστα τὸ ὑγρὸν ἕλκουσιν ἐφ' ἑωυτούς.

[28] Τὰ δὲ παρασείσματα ξηροῖσι μὲν καὶ ἐξαπίνης, ἀξύμφορα· σπάσματα γὰρ ἐμποιέει διὰ τόδε· διατεθερμασμένον τὸ σῶμα, τὸ μὲν δέρμα ἰσχυρῶς λεπτύνει, τὴν δὲ σάρκα ἧσσον ξυνίστησι τῶν τροχῶν, κενοῖ δὲ τὴν σάρκα τοῦ ὑγροῦ. Τὰ δὲ ἀνακινήματα καὶ ἀνακουφίσματα τὴν μὲν σάρκα ἥκιστα διαθερμαίνει, παροξύνει δὲ τὸ σῶμα καὶ τὴν ψυχὴν, καὶ τοῦ πνεύματος κενοῖ. Πάλη δὲ καὶ τρίψις τοῖσι μὲν ἔξω τοῦ σώματος παρέχει μᾶλλον τὸν πόνον, θερμαίνει δὲ τὴν σάρκα καὶ στερεοῖ καὶ αὔξεσθαι ποιέει διὰ τάδε· τὰ μὲν στερεὰ φύσει τριβόμενα συνίστησι, τὰ δὲ κοῖλα αὔξεται, ὁκόσαι φλέβες εἰσί· θερμαινόμεναι γὰρ αἱ σάρκες καὶ ξηραινόμεναι ἕλκουσιν ἐφ' ἑωυτὰς τὴν τροφὴν διὰ τῶν φλεβῶν, εἶτα αὔξονται. Ἀλίνδησις παραπλήσια τῇ πάλῃ διαπρήσσεται, ξηραίνει δὲ μᾶλλον διὰ τὴν κόνιν καὶ σαρκοῖ ἧσσον. Ἀκροχειρίη ἰσχναίνει καὶ τὰς σάρκας ἕλκει ἄνω, καὶ κωρυκομαχίη καὶ χειρονομίη τὰ παραπλήσια διαπρήσσεται. Πνεύματος δὲ κατάσχεσις τοὺς πόρους διαναγκάσαι καὶ τὸ δέρμα λεπτῦναι καὶ τὸ ὑγρὸν ἐκ τοῦ δέρματος ἐξῶσαι δύναται.

[29] Τὰ ἐν κόνει καὶ τὰ ἐν ἐλαίῳ γυμνάσια διαφέρει τοσόνδε· κόνις μὲν ψυχρὸν, ἔλαιον δὲ θερμόν· ἐν μὲν τῷ χειμῶνι τὸ ἔλαιον αὐξιμώτερον, διότι τὸ ψῦχος κωλύει φέρειν ἀπὸ τοῦ σώματος· ἐν δὲ τῷ θέρει τὸ ἔλαιον ὑπερβολὴν θερμασίης ποιεῦν τήκει τὴν σάρκα, ὁκόταν καὶ ὑπὸ τῆς ὥρης ἐκθερμαίνηται καὶ τοῦ ἐλαίου καὶ τοῦ πόνου. Ἡ δὲ κόνις ἐν τῷ θέρει αὐξιμώτερον, ψύχουσα γὰρ τὸ σῶμα οὐκ ἐᾷ ἐς ὑπερβολὴν ἐκθερμαίνεσθαι· ἐν δὲ τῷ χειμῶνι διαψυκτικὸν καὶ κρυμνῶδες· ἐνδιατρίβειν δὲ ἐν τῇ κόνει μετὰ τοὺς πόνους ἐν τῷ θέρει, ὀλίγον μὲν χρόνον ὠφελέει ψύχουσα, πουλὺν δὲ ὑπερξηραίνει καὶ τὰ σώματα σκληρὰ καὶ ξυλώδεα ἀποδεικνύει. Τρίψις ἐλαίου σὺν ὕδατι μαλάσσει καὶ οὐ δεινῶς ἐᾷ διαθερμαίνεσθαι.

[30] Περὶ δὲ κόπων τῶν ἐν τοῖσι σώμασιν ἐγγινομένων ὧδε ἔχει· οἱ μὲν ἀγύμναστοι τῶν ἀνθρώπων ἀπὸ παντὸς κοπιῶσι πόνου· οὐδὲν γὰρ τοῦ σώματος διαπεπόνηται πρὸς οὐδένα πόνον· τὰ δὲ γεγυμνασμένα τῶν σωμάτων ὑπὸ τῶν ἀνεθίστων πόνων κοπιᾷ· τὰ δὲ καὶ ὑπὸ τῶν συνήθων γυμνασίων κοπιᾷ, ὑπερβολῇ χρησάμενα. Τὰ μὲν οὖν εἴδεα τῶν κόπων τοιαῦτά ἐστιν· ἡ δὲ δύναμις αὐτέων ὧδε ἔχει· οἱ μὲν γὰρ ἀγύμναστοι ὑγρὴν τὴν σάρκα ἔχοντες, ὁκόταν πονήσωσι, θερμαινομένου τοῦ σώματος, σύντηξιν πολλὴν ἀφιᾶσιν· ὅ τι μὲν οὖν ἂν ἐξιδρώσῃ ἢ ξὺν τῷ πνεύματι ἀποκαθαρθῇ, οὐ παρέχει πόνον ἄλλον ἢ τῷ κενωθέντι τοῦ σώματος παρὰ τὸ ἔθος· ὅ τι δ' ἂν ἐμμείνῃ τῆς συντήξιος, οὐ μόνον τῷ κενωθέντι τοῦ σώματος παρὰ τὸ ἔθος παρέχει πόνον, ἀλλὰ καὶ τῷ δεξαμένῳ τὸ ὑγρόν· οὐ γάρ ἐστι ξύντροφον τῷ σώματι, ἀλλὰ πολέμιον. Ἐς μὲν δὴ τὰ ἄσαρκα τῶν σωμάτων οὐ ξυνίσταται ὁμοίως, ἐς δὲ τὰ σαρκώδεα, ὥστε τούτοισι πόνον παρέχειν ἕως ἂν ἐξέλθῃ. Ἅτε δὴ οὐκ ἔχον περίοδον, ἀτρεμίζον ἐκθερμαίνεται αὐτό τε καὶ τὰ προσπίπτοντα· ἢν μὲν οὖν πουλὺ γένηται τὸ ἀποκριθὲν, ἐκράτησε καὶ τοῦ ὑγιαίνοντος, ὥστε συνεκθερμανθῆναι ὅλον τὸ σῶμα, καὶ ἐνεποίησε πυρετὸν ἰσχυρόν. Θερμανθέντος γὰρ τοῦ αἵματος καὶ ἐπισπασθέντος, ταχείην ἐποίησε τὴν περίοδον τὰ ἐν τῷ σώματι, καὶ τό τε ἄλλο σῶμα καθαίρεται ὑπὸ τοῦ πνεύματος, καὶ τὸ συνεστηκὸς θερμαινόμενον λεπτύνεταί τε καὶ ξυνεξωθέεται ἐκ τῆς σαρκὸς ἔξω ἐπὶ τὸ δέρμα, ὅπερ ἱδρὼς καλέεται θερμός. Τούτου δ' ἀποκριθέντος, τό τε αἷμα καθίσταται ἐς τὴν κατὰ φύσιν σύστασιν, καὶ ὁ πυρετὸς ἀνίησι, καὶ ὁ κόπος παύεται μάλιστα τριταῖος. Χρὴ δὲ τὸν τοιοῦτον κόπον ὧδε θεραπεύειν· πυρίῃσι καὶ λουτροῖσι θερμοῖσι διαλύοντα τὸ ξυνεστηκὸς καὶ περιπάτοισι μὴ βιαίοισιν, ὡς ἀποκαθαίρωνται, καὶ ὀλιγοσιτίῃσι καὶ ἰσχνασίῃσι συνιστάναι τῆς σαρκὸς τὴν κένωσιν, καὶ τρίβεσθαι τῷ ἐλαίῳ ἡσυχῇ πουλὺν χρόνον, ὅκως μὴ βιαίως διαθερμαίνωνται· καὶ τοῖσι χρίσμασι τοῖσιν ἱδρωτικοῖσι καὶ μαλακτικοῖσι χρίεσθαι καὶ μαλακευνεῖν ξυμφέρει. Τοῖσι δὲ γυμναζομένοισιν ὑπὸ τῶν ἀνεθίστων πόνων διὰ τάδε γίνεται ὁ κόπος· ὅ τι ἂν μὴ πεπονήκῃ τὸ σῶμα, ὑγρὴν ἀνάγκη τὴν σάρκα εἶναι πρὸς τοῦτον τὸν τόπον, πρὸς ὃν μὴ εἴθισται πονέειν, ὥσπερ ἀγυμνάστων πρὸς ἕκαστα· τὴν μὲν οὖν σάρκα ξυντήκεσθαι ἀνάγκη καὶ ἀποκρίνεσθαι καὶ συνίστασθαι ὥσπερ τῷ προτέρῳ. Ξυμφέρει δὲ θεραπεύεσθαι ὧδε· τοῖσι μὲν γυμνασίοισι χρῆσθαι τοῖσι συνήθεσιν, ὅκως τὸ ξυνεστηκὸς θερμαινόμενον λεπτύνηται καὶ ἀποκαθαίρηται, καὶ τὸ ἄλλο σῶμα μὴ ὑγραίνηται, μηδ' ἀγύμναστον γίνηται. Τοῖσι δὲ λουτροῖσι τοῖσι θερμοῖσι ξυμφέρει καὶ τοῦτον χρέεσθαι, καὶ τῇ τρίψει ὁμοίως ὡς καὶ τὸν πρόσθεν. Τῆς δὲ πυριήσιος οὐδὲν δέεται· οἱ πόνοι γὰρ ἱκανοὶ θερμαίνοντες λεπτύνειν καὶ ἀποκαθαίρειν τὸ συστάν. Οἱ δὲ ἀπὸ τῶν συνήθων γυμνασίων κόποι τόνδε τὸν τρόπον γίνονται· ἀπὸ μὲν συμμέτρου πόνου κόπος οὐ γίγνεται· ὁκόταν δὲ πλείων τοῦ καιροῦ πόνος ᾖ, ὑπερεξήρηνε τὴν σάρκα· κενωθεῖσα δὲ τοῦ ὑγροῦ, θερμαίνεται καὶ ἀλγέει καὶ φρίσσει καὶ ἐς πυρετὸν καθίσταται μακρότερον, ἢν μή τις ἐκθεραπεύσῃ ὀρθῶς. Χρὴ δὲ πρῶτον μὲν αὐτὸν τῷ λουτρῷ μὴ σφόδρα πολλῷ μηδὲ θερμῷ ἄγαν λούεσθαι, εἶτα πίσαι αὐτὸν ἐκ τοῦ λουτροῦ μαλακὸν οἶνον, καὶ δειπνεῖν ὡς πλεῖστα καὶ παντοδαπὰ σιτία, καὶ ποτῷ ὑδαρεῖ, οἴνῳ δὲ μαλακῷ χρέεσθαι πολλῷ, εἶτ' ἐνδιατρῖψαι πλέω χρόνον μέχρις ἂν αἱ φλέβες πληρωθεῖσαι ἀρθῶσιν· εἶτα ἐξεμεέτω, καὶ ἐξαναστάντα ὀλίγον καθεύδειν μαλακῶς· εἶτα προσάγειν ἡσυχῇ τοῖσι σιτίοισι καὶ τοῖσι πόνοισι τοῖσι συνήθεσιν ἐς ἡμέρας ἓξ, ἐν ταύτῃσι δὲ καταστῆσαι ἐς τὸ σύνηθες καὶ σίτου καὶ ποτοῦ. Δύναμιν δὲ ἔχει ἡ θεραπηΐη τοιήνδε· ἀνεξηρασμένον τὸ σῶμα ἐς ὑπερβολὴν ἐξυγρῆναι δύναται ἄτερ ὑπερβολῆς· εἰ μὲν οὖν δυνατὸν ἦν, τὴν ὑπερβολὴν τοῦ πόνου γνόντα ὁκόση τίς ἐστι, τοῦ σίτου τῇ ξυμμετρίῃ ἀκέσασθαι, εὖ ἂν εἶχεν οὕτω· νῦν δὲ τὸ μὲν ἀδύνατον, τὸ δὲ ῥᾴδιον· ἐξηρασμένον γὰρ τὸ σῶμα, σίτων ἐμπεσόντων παντοδαπῶν, ἕλκει τὸ ξυμφέρον αὐτὸ ἑωυτῷ ἕκαστον τοῦ σώματος ἑκάστου σίτου, πληρωθὲν δὲ καὶ ὑγρανθὲν, κενωθείσης τῆς κοιλίης ὑπὸ τοῦ ἐμέτου, ἀφίησι πάλιν τὴν ὑπερβολήν· ἡ δὲ κοιλίη κενὴ ἐοῦσα ἀντισπᾷ. Τὸ μὲν οὖν ὑπερβάλλον ὑγρὸν ἐξερεύγεται ἡ σὰρξ, τὸ δὲ σύμμετρον οὐκ ἀφίησιν, ἢν μὴ διὰ βίης ἢ πόνων ἢ φαρμάκων ἢ ἄλλης τινὸς ἀντισπάσιος. Τῇ δὲ προσαγωγῇ χρησάμενος καταστήσεις τὸ σῶμα ἐς τὴν ἀρχαίην δίαιταν ἡσυχῇ.