Περί αισθήσεως και αισθητών
[436a] Ἐπεὶ δὲ περὶ ψυχῆς καθ΄ αὑτὴν διώρισται πρότερον καὶ περὶ τῶν δυνάμεων ἑκάστης κατὰ μόριον αὐτῆς͵ ἐχόμενόν ἐστι ποιήσασθαι τὴν ἐπίσκεψιν περὶ τῶν ζῴων καὶ τῶν ζωὴν ἐχόντων ἁπάντων͵ τίνες εἰσὶν ἴδιαι καὶ τίνες κοιναὶ πράξεις αὐτῶν. τὰ μὲν οὖν εἰρημένα περὶ ψυχῆς ὑποκείσθω͵ περὶ δὲ τῶν λοιπῶν λέγωμεν͵ καὶ πρῶτον περὶ τῶν πρώτων. φαίνεται δὲ τὰ μέγιστα͵ καὶ τὰ κοινὰ καὶ τὰ ἴδια τῶν ζῴων͵ κοινὰ τῆς τε ψυχῆς ὄντα καὶ τοῦ σώματος͵ οἷον αἴσθησις καὶ μνήμη καὶ θυμὸς καὶ ἐπιθυμία καὶ ὅλως ὄρεξις͵ καὶ πρὸς τούτοις ἡδονὴ καὶ λύπη· καὶ γὰρ ταῦτα σχεδὸν ὑπάρχει πᾶσι τοῖς ζῴοις. πρὸς δὲ τούτοις τὰ μὲν πάντων ἐστὶ τῶν μετεχόντων ζωῆς κοινά͵ τὰ δὲ τῶν ζῴων ἐνίοις. τυγχάνουσι δὲ τούτων τὰ μέγιστα τέτταρες οὖσαι συζυγίαι τὸν ἀριθμόν͵ οἷον ἐγρήγορσις καὶ ὕπνος͵ καὶ νεότης καὶ γῆρας͵ καὶ ἀναπνοὴ καὶ ἐκπνοή͵ καὶ ζωὴ καὶ θάνατος· περὶ ὧν θεωρητέον͵ τί τε ἕκαστον αὐτῶν͵ καὶ διὰ τίνας αἰτίας συμβαίνει. φυσικοῦ δὲ καὶ περὶ ὑγιείας καὶ νόσου τὰς πρώτας ἰδεῖν ἀρχάς· οὔτε γὰρ ὑγίειαν οὔτε νόσον οἷόν τε γίγνεσθαι τοῖς ἐστερημένοις ζωῆς. διὸ σχεδὸν τῶν περὶ φύσεως οἱ πλεῖστοι καὶ τῶν ἰατρῶν οἱ φιλοσοφωτέρως τὴν τέχνην μετιόντες͵ οἱ μὲν τελευτῶσιν εἰς τὰ περὶ ἰατρικῆς͵ [436b] οἱ δ΄ ἐκ τῶν περὶ φύσεως ἄρχονται [περὶ τῆς ἰατρικῆς]. ὅτι δὲ πάντα τὰ λεχθέντα κοινὰ τῆς τε ψυχῆς ἐστὶ καὶ τοῦ σώματος͵ οὐκ ἄδηλον. πάντα γὰρ τὰ μὲν μετ΄ αἰσθήσεως συμβαίνει͵ τὰ δὲ δι΄ αἰσθήσεως͵ ἔνια δὲ τὰ μὲν πάθη ταύτης ὄντα τυγχάνει͵ τὰ δ΄ ἕξεις͵ τὰ δὲ φυλακαὶ καὶ σωτηρίαι͵ τὰ δὲ φθοραὶ καὶ στερήσεις· ἡ δ΄ αἴσθησις ὅτι διὰ σώματος γίγνεται τῇ ψυχῇ͵ δῆλον καὶ διὰ τοῦ λόγου καὶ τοῦ λόγου χωρίς. ἀλλὰ περὶ μὲν αἰσθήσεως καὶ τοῦ αἰσθάνεσθαι͵ τί ἐστι καὶ διὰ τί συμβαίνει τοῖς ζῴοις τοῦτο τὸ πάθος͵ εἴρηται πρότερον ἐν τοῖς περὶ ψυχῆς. τοῖς δὲ ζῴοις͵ ᾗ μὲν ζῷον ἕκαστον͵ ἀνάγκη ὑπάρχειν αἴσθησιν· τούτῳ γὰρ τὸ ζῷον εἶναι καὶ μὴ ζῷον διορίζομεν. ἰδίᾳ δ΄ ἤδη καθ΄ ἕκαστον ἡ μὲν ἁφὴ καὶ γεῦσις ἀκολουθεῖ πᾶσιν ἐξ ἀνάγκης͵ ἡ μὲν ἁφὴ διὰ τὴν εἰρημένην αἰτίαν ἐν τοῖς περὶ ψυχῆς͵ ἡ δὲ γεῦσις διὰ τὴν τροφήν· τὸ γὰρ ἡδὺ διακρίνει καὶ τὸ λυπηρὸν αὐτῇ περὶ τὴν τροφήν͵ ὥστε τὸ μὲν φεύγειν τὸ δὲ διώκειν͵ καὶ ὅλως ὁ χυμός ἐστι τοῦ θρεπτικοῦ πάθος. αἱ δὲ διὰ τῶν ἔξωθεν αἰσθήσεις τοῖς πορευτικοῖς αὐτῶν͵ οἷον ὄσφρησις καὶ ἀκοὴ καὶ ὄψις͵ πᾶσι μὲν τοῖς ἔχουσι σωτηρίας ἕνεκεν ὑπάρχουσιν͵ ὅπως διώκωσί τε προαισθανόμενα τὴν τροφὴν καὶ τὰ φαῦλα καὶ τὰ φθαρτικὰ [437a] φεύγωσι͵ τοῖς δὲ καὶ φρονήσεως τυγχάνουσι τοῦ εὖ ἕνεκα· πολλὰς γὰρ εἰσαγγέλλουσι διαφοράς͵ ἐξ ὧν ἥ τε τῶν νοητῶν ἐγγίνεται φρόνησις καὶ ἡ τῶν πρακτῶν. αὐτῶν δὲ τούτων πρὸς μὲν τὰ ἀναγκαῖα κρείττων ἡ ὄψις καθ΄ αὑτήν͵ πρὸς δὲ νοῦν κατὰ συμβεβηκὸς ἡ ἀκοή. διαφορὰς μὲν γὰρ πολλὰς καὶ παντοδαπὰς ἡ τῆς ὄψεως εἰσαγγέλλει δύναμις διὰ τὸ πάντα τὰ σώματα μετέχειν χρώματος͵ ὥστε καὶ τὰ κοινὰ διὰ ταύτης αἰσθάνεσθαι μάλιστα (λέγω δὲ κοινὰ μέγεθος͵ σχῆμα͵ κίνησιν͵ ἀριθμόν)͵ ἡ δ΄ ἀκοὴ τὰς τοῦ ψόφου διαφορὰς μόνον͵ ὀλίγοις δὲ καὶ τὰς τῆς φωνῆς· κατὰ συμβεβηκὸς δὲ πρὸς φρόνησιν ἡ ἀκοὴ πλεῖστον συμβάλλεται μέρος. ὁ γὰρ λόγος αἴτιός ἐστι τῆς μαθήσεως ἀκουστὸς ὤν͵ οὐ καθ΄ αὑτὸν ἀλλὰ κατὰ συμβεβηκός· ἐξ ὀνομάτων γὰρ σύγκειται͵ τῶν δ΄ ὀνομάτων ἕκαστον σύμβολόν ἐστιν. διόπερ φρονιμώτεροι τῶν ἐκ γενετῆς ἐστερημένων εἰσὶν ἑκατέρας τῆς αἰσθήσεως οἱ τυφλοὶ τῶν ἐνεῶν καὶ κωφῶν.
Περὶ μὲν οὖν τῆς δυνάμεως ἣν ἔχει τῶν αἰσθήσεων ἑκάστη͵ πρότερον εἴρηται. τοῦ δὲ σώματος ἐν οἷς ἐγγίγνεσθαι πέφυκεν αἰσθητηρίοις͵ ἔνιοι μὲν ζητοῦσι κατὰ τὰ στοιχεῖα τῶν σωμάτων· οὐκ εὐποροῦντες δὲ πρὸς τέτταρα πέντ΄ οὔσας συνάγειν͵ γλίχονται περὶ τῆς πέμπτης. ποιοῦσι δὲ πάντες τὴν ὄψιν πυρὸς διὰ τὸ πάθους τινὸς ἀγνοεῖν τὴν αἰτίαν· θλιβομένου γὰρ καὶ κινουμένου τοῦ ὀφθαλμοῦ φαίνεται πῦρ ἐκλάμπειν· τοῦτο δ΄ ἐν τῷ σκότει πέφυκε συμβαίνειν͵ ἢ τῶν βλεφάρων ἐπικεκαλυμμένων· γίγνεται γὰρ καὶ τότε σκότος. ἔχει δ΄ ἀπορίαν τοῦτο καὶ ἑτέραν. εἰ γὰρ μὴ ἔστι λανθάνειν μὴ αἰσθανόμενον καὶ ὁρῶντα͵ ἀνάγκη ἄρ΄ αὐτὸν ἑαυτὸν ὁρᾶν τὸν ὀφθαλμόν. διὰ τί οὖν ἠρεμοῦντι τοῦτ΄ οὐ συμβαίνει; τὸ δ΄ αἴτιον τούτου͵ καὶ τῆς ἀπορίας καὶ τοῦ δοκεῖν πῦρ εἶναι τὴν ὄψιν͵ ἐντεῦθεν ληπτέον. τὰ γὰρ λεῖα πέφυκεν ἐν τῷ σκότει λάμπειν͵ οὐ μέντοι φῶς γε ποιεῖν͵ τοῦ δ΄ ὀφθαλμοῦ [437b] τὸ καλούμενον μέλαν καὶ μέσον λεῖον. φαίνεται δὲ τοῦτο κινουμένου τοῦ ὄμματος διὰ τὸ συμβαίνειν ὥσπερ δύο γίγνεσθαι τὸ ἕν. τοῦτο δ΄ ἡ ταχυτὴς ποιεῖ τῆς κινήσεως͵ ὥστε δοκεῖν ἕτερον εἶναι τὸ ὁρῶν καὶ τὸ ὁρώμενον. διὸ καὶ οὐ γίγνεται͵ ἐὰν μὴ ταχέως καὶ ἐν σκότει τοῦτο συμβῇ· τὸ γὰρ λεῖον ἐν τῷ σκότει πέφυκε λάμπειν (οἷον κεφαλαὶ ἰχθύων τινῶν καὶ ὁ τῆς σηπίας θολός)͵ καὶ βραδέως μεταβάλλοντος τοῦ ὄμματος οὐ συμβαίνει ὥστε δοκεῖν ἅμα ἓν καὶ δύο εἶναι τό θ΄ ὁρῶν καὶ τὸ ὁρώμενον. ἐκείνως δ΄ αὐτὸς αὑτὸν ὁρᾷ ὁ ὀφθαλμός͵ ὥσπερ καὶ ἐν τῇ ἀνακλάσει· ἐπεὶ εἴ γε πῦρ ἦν͵ καθάπερ Ἐμπεδοκλῆς φησὶ καὶ ἐν τῷ Τιμαίῳ γέγραπται͵ καὶ συνέβαινε τὸ ὁρᾶν ἐξιόντος ὥσπερ ἐκ λαμπτῆρος τοῦ φωτός͵ διὰ τί οὐ καὶ ἐν τῷ σκότει ἑώρα ἂν ἡ ὄψις; τὸ δ΄ ἀποσβέννυσθαι φάναι ἐν τῷ σκότει ἐξιοῦσαν͵ ὥσπερ ὁ Τίμαιος λέγει͵ κενόν ἐστι παντελῶς· τίς γὰρ ἀπόσβεσις φωτός ἐστιν; σβέννυται γὰρ ἢ ὑγρῷ ἢ ψυχρῷ τὸ θερμὸν καὶ ξηρόν (οἷον δοκεῖ τό τ΄ ἐν τοῖς ἀνθρακώδεσιν εἶναι πῦρ καὶ ἡ φλόξ)͵ ὧν τῷ φωτὶ οὐδέτερον φαίνεται ὑπάρχον. εἰ δ΄ ἄρα ὑπάρχει μὲν ἀλλὰ διὰ τὸ ἠρέμα λανθάνει ἡμᾶς͵ ἔδει μεθ΄ ἡμέραν γε καὶ ἐν τῷ ὕδατι ἀποσβέννυσθαι τὸ φῶς καὶ ἐν τοῖς πάγοις μᾶλλον γίγνεσθαι σκότον· ἡ γοῦν φλὸξ καὶ τὰ πεπυρωμένα σώματα πάσχει τοῦτο· νῦν δ΄ οὐδὲν συμβαίνει τοιοῦτον.
Ἐμπεδοκλῆς δ΄ ἔοικε νομίζοντι ὁτὲ μὲν ἐξιόντος τοῦ φωτός͵ ὥσπερ εἴρηται πρότερον͵ βλέπειν· λέγει γοῦν οὕτως· ὡς δ΄ ὅτε τις πρόοδον νοέων ὡπλίσσατο λύχνον χειμερίην διὰ νύκατα͵ πυρὸς σέλας αἰθομένοιο͵ ἅψας παντοίων ἀνέμων λαμπτῆρας ἀμοργούς͵ οἵ τ΄ ἀνέμων μὲν πνεῦμα διασκιδνᾶσιν ἀέντων͵ πῦρ δ΄ ἔξω διαθρῷσκον͵ ὅσον ταναώτερον ἦεν͵ λάμπεσκεν κατὰ βηλὸν ἀτειρέσιν ἀκτίνεσσιν· ὣς δὲ τότ΄ ἐν μήνιγξιν ἐεργμένον ὠγύγιον πῦρ [438a] λεπτῇσιν τ΄ ὀθόνῃσι λοχεύσατο κύκλοπα κούρην· αἳ χοάνῃσι δίαντα τετρήατο θεσπεσίῃσιν· αἱ δ΄ ὕδατος μὲν βένθος ἀπέστεγον ἀμφιναέντος͵ πῦρ δ΄ ἔξω διίεσκον͵ ὅσον ταναώτερον ἦεν. ὁτὲ μὲν οὖν οὕτως ὁρᾶν φησίν͵ ὁτὲ δὲ ταῖς ἀποῤῥοίαις ταῖς ἀπὸ τῶν ὁρωμένων.
Δημόκριτος δ΄ ὅτι μὲν ὕδωρ εἶναί φησι͵ λέγει καλῶς͵ ὅτι δ΄ οἴεται τὸ ὁρᾶν εἶναι τὴν ἔμφασιν͵ οὐ καλῶς· τοῦτο μὲν γὰρ συμβαίνει ὅτι τὸ ὄμμα λεῖον͵ καὶ ἔστιν οὐκ ἐν ἐκείνῳ ἀλλ΄ ἐν τῷ ὁρῶντι· ἀνάκλασις γὰρ τὸ πάθος͵ ἀλλὰ καθόλου περὶ τῶν ἐμφαινομένων καὶ ἀνακλάσεως οὐδέν πω δῆλον ἦν͵ ὡς ἔοικεν. ἄτοπον δὲ καὶ τὸ μὴ ἐπελθεῖν αὐτῷ ἀπορῆσαι διὰ τί ὁ ὀφθαλμὸς ὁρᾷ μόνον͵ τῶν δ΄ ἄλλων οὐδὲν ἐν οἷς ἐμφαίνεται τὰ εἴδωλα. τὸ μὲν οὖν τὴν ὄψιν εἶναι ὕδατος ἀληθὲς μέν͵ οὐ μέντοι συμβαίνει τὸ ὁρᾶν ᾗ ὕδωρ ἀλλ΄ ᾗ διαφανές· ὃ καὶ ἐπὶ τοῦ ἀέρος κοινόν ἐστιν. ἀλλ΄ εὐφυλακτότερον καὶ εὐπιλητότερον τὸ ὕδωρ τοῦ ἀέρος· διόπερ ἡ κόρη καὶ τὸ ὄμμα ὕδατός ἐστιν. τοῦτο δὲ καὶ ἐπ΄ αὐτῶν τῶν ἔργων δῆλον· φαίνεται γὰρ ὕδωρ τὸ ἐκρέον διαφθειρομένων͵ καὶ ἔν γε τοῖς πάμπαν ἐμβρύοις τῇ ψυχρότητι ὑπερβάλλον καὶ τῇ λαμπρότητι͵ καὶ τὸ λευκὸν τοῦ ὄμματος ἐν τοῖς ἔχουσιν αἷμα πῖον καὶ λιπαρόν· ὅπερ διὰ τοῦτ΄ ἐστί͵ πρὸς τὸ διαμένειν τὸ ὑγρὸν ἄπηκτον͵ καὶ διὰ τοῦτο τοῦ σώματος ἀῤῥιγότατον ὁ ὀφθαλμός ἐστιν· οὐδεὶς γάρ πω τὸ ἐντὸς τῶν βλεφάρων ἐῤῥίγωσεν. τῶν δ΄ ἀναίμων σκληρόδερμοι οἱ ὀφθαλμοί εἰσι͵ καὶ τοῦτο ποιεῖ τὴν σκέπην. ἄλογον δὲ ὅλως τὸ ἐξιόντι τινὶ τὴν ὄψιν ὁρᾶν͵ καὶ ἀποτείνεσθαι μέχρι τῶν ἄστρων͵ ἢ μέχρι τινὸς ἐξιοῦσαν συμφύεσθαι͵ καθάπερ λέγουσί τινες. τούτου μὲν γὰρ βέλτιον τὸ ἐν τῇ ἀρχῇ συμφύεσθαι τοῦ ὄμματος. ἀλλὰ καὶ τοῦτο εὔηθες· τό τε γὰρ συμφύεσθαι τί ἐστι φωτὶ πρὸς φῶς͵ ἢ πῶς οἷόν θ΄ ὑπάρχειν (οὐ γὰρ τῷ [438b] τυχόντι συμφύεται τὸ τυχόν)͵ τό τ΄ ἐντὸς τῷ ἐκτὸς πῶς; ἡ γὰρ μῆνιγξ μεταξύ ἐστιν. περὶ μὲν οὖν τοῦ ἄνευ φωτὸς μὴ ὁρᾶν εἴρηται ἐν ἄλλοις· ἀλλ΄ εἴτε φῶς εἴτ΄ ἀήρ ἐστι τὸ μεταξὺ τοῦ ὁρωμένου καὶ τοῦ ὄμματος͵ ἡ διὰ τούτου κίνησίς ἐστιν ἡ ποιοῦσα τὸ ὁρᾶν. καὶ εὐλόγως τὸ ἐντός ἐστιν ὕδατος· διαφανὲς γὰρ τὸ ὕδωρ͵ ὁρᾶται δὲ ὥσπερ καὶ ἔξω οὐκ ἄνευ φωτός͵ οὕτως καὶ ἐντός· διαφανὲς ἄρα δεῖ εἶναι· ἀνάγκη ἄρα ὕδωρ εἶναι͵ ἐπειδὴ οὐκ ἀήρ. οὐ γὰρ ἐπὶ ἐσχάτου τοῦ ὄμματος ἡ ψυχὴ ἢ τῆς ψυχῆς τὸ αἰσθητικόν ἐστιν͵ ἀλλὰ δῆλον ὅτι ἐντός· διόπερ ἀνάγκη διαφανὲς εἶναι καὶ δεκτικὸν φωτὸς τὸ ἐντὸς τοῦ ὄμματος. καὶ τοῦτο καὶ ἐπὶ τῶν συμβαινόντων δῆλον· ἤδη γάρ τισι πληγεῖσιν ἐν πολέμῳ παρὰ τὸν κρόταφον οὕτως ὥστ΄ ἀποτμηθῆναι τοὺς πόρους τοῦ ὄμματος ἔδοξε γενέσθαι σκότος ὥσπερ λύχνου ἀποσβεσθέντος͵ διὰ τὸ οἷον λαμπτῆρά τινα ἀποτμηθῆναι τὸ διαφανές͵ τὴν καλουμένην κόρην. ὥστ΄ εἴπερ ἐπὶ τούτων συμβαίνει καθάπερ λέγομεν͵ φανερὸν ὡς εἰ δεῖ τοῦτον τὸν τρόπον ἀποδιδόναι καὶ προσάπτειν ἕκαστον τῶν αἰσθητηρίων ἑνὶ τῶν στοιχείων͵ τοῦ μὲν ὄμματος τὸ ὁρατικὸν ὕδατος ὑποληπτέον͵ ἀέρος δὲ τὸ τῶν ψόφων αἰσθητικόν͵ πυρὸς δὲ τὴν ὄσφρησιν (ὃ γὰρ ἐνεργείᾳ ἡ ὄσφρησις͵ τοῦτο δυνάμει τὸ ὀσφραντικόν· τὸ γὰρ αἰσθητὸν ἐνεργεῖν ποιεῖ τὴν αἴ σθησιν͵ ὥσθ΄ ὑπάρχειν ἀναγκαῖον αὐτὴν δυνάμει πρότερον. ἡ δ΄ ὀσμὴ καπνώδης τίς ἐστιν ἀναθυμίασις͵ ἡ δ΄ ἀναθυμίασις ἡ καπνώδης ἐκ πυρός. διὸ καὶ τῷ περὶ τὸν ἐγκέφαλον τόπῳ τὸ τῆς ὀσφρήσεως αἰσθητήριόν ἐστιν ἴδιον· δυνάμει γὰρ θερμὴ ἡ τοῦ ψυχροῦ ὕλη ἐστίν. καὶ ἡ τοῦ ὄμμα τος γένεσις τὸν αὐτὸν ἔχει τρόπον· ἀπὸ τοῦ ἐγκεφάλου γὰρ συνέστηκεν· οὗτος γὰρ ὑγρότατος καὶ ψυχρότατος τῶν ἐν τῷ σώματι μορίων ἐστίν). τὸ δ΄ ἁπτικὸν γῆς͵ τὸ δὲ [439a] γευστικὸν εἶδός τι ἁφῆς ἐστίν. καὶ διὰ τοῦτο πρὸς τῇ καρδίᾳ τὸ αἰσθητήριον αὐτῶν͵ τῆς γεύσεως καὶ τῆς ἁφῆς· ἀντίκειται γὰρ τῷ ἐγκεφάλῳ αὕτη͵ καὶ ἔστι θερμότατον τῶν μορίων. καὶ περὶ μὲν τῶν αἰσθητικῶν τοῦ σώματος μορίων ἔστω τοῦτον τὸν τρόπον διωρισμένα.
Περὶ δὲ τῶν αἰσθητῶν τῶν καθ΄ ἕκαστον αἰσθητήριον͵ οἷον λέγω χρώματος καὶ ψόφου καὶ ὀσμῆς καὶ χυμοῦ καὶ ἁφῆς͵ καθόλου μὲν εἴρηται ἐν τοῖς περὶ ψυχῆς͵ τί τὸ ἔργον αὐτῶν καὶ τί τὸ ἐνεργεῖν καθ΄ ἕκαστον τῶν αἰσθητηρίων. τί δέ ποτε δεῖ λέγειν ὁτιοῦν αὐτῶν͵ οἷον τί χρῶμα ἢ τί ψόφον ἢ τί ὀσμὴν ἢ χυμόν͵ ὁμοίως δὲ καὶ περὶ ἁφῆς͵ ἐπισκεπτέον͵ καὶ πρῶτον περὶ χρώματος. ἔστι μὲν οὖν ἕκα στον διχῶς λεγόμενον͵ τὸ μὲν ἐνεργείᾳ τὸ δὲ δυνάμει. τὸ μὲν οὖν ἐνεργείᾳ χρῶμα καὶ ψόφος πῶς ἐστὶ τὸ αὐτὸ ἢ ἕτερον ταῖς κατ΄ ἐνέργειαν αἰσθήσεσιν͵ οἷον ὁράσει καὶ ἀκούσει͵ εἴρηται ἐν τοῖς περὶ ψυχῆς· τί δὲ ἕκαστον αὐτῶν ὂν ποιήσει τὴν αἴσθησιν καὶ τὴν ἐνέργειαν͵ νῦν λέγωμεν. ὥσπερ οὖν εἴρηται περὶ φωτὸς ἐν ἐκείνοις͵ ὅτι ἐστὶ χρῶμα τοῦ διαφανοῦς κατὰ συμβεβηκόςὅταν γὰρ ᾖ τι πυρῶδες ἐν διαφανεῖ͵ ἡ μὲν παρουσία φῶς͵ ἡ δὲ στέρησίς ἐστι σκότος· ὃ δὲ λέγομεν διαφανὲς οὐκ ἔστιν ἴδιον ἀέρος ἢ ὕδατος οὐδ΄ ἄλλου τῶν οὕτω λεγομένων σωμάτων͵ ἀλλά τίς ἐστι κοινὴ φύσις καὶ δύναμις͵ ἣ χωριστὴ μὲν οὐκ ἔστιν͵ ἐν τούτοις δ΄ ἔστι͵ καὶ τοῖς ἄλλοις σώμασιν ἐνυπάρχει͵ τοῖς μὲν μᾶλλον τοῖς δ΄ ἧττον· ὥσπερ οὖν καὶ τῶν σωμάτων ἀνάγκη τι εἶναι ἔσχατον͵ καὶ ταύτηςἡ μὲν οὖν τοῦ φωτὸς φύσις ἐν ἀορίστῳ τῷ διαφανεῖ ἐστίν· τοῦ δ΄ ἐν τοῖς σώμασι διαφανοῦς τὸ ἔσχατον ὅτι μὲν εἴη ἄν τι͵ δῆλον͵ ὅτι δὲ τοῦτ΄ ἐστὶ τὸ χρῶμα͵ ἐκ τῶν συμβαινόντων φανερόν. τὸ γὰρ χρῶμα ἢ ἐν τῷ πέρατί ἐστιν ἢ πέρας (διὸ καὶ οἱ Πυθαγόρειοι τὴν ἐπιφάνειαν χρόαν ἐκάλουν)· ἔστι μὲν γὰρ ἐν τῷ τοῦ σώματος πέρατι͵ ἀλλ΄ οὐ τὸ τοῦ σώματος πέρας͵ ἀλλὰ τὴν αὐτὴν φύσιν δεῖ νομίζειν ἥπερ καὶ ἔξω [439b] χρωματίζεται͵ ταύτην καὶ ἐντός. φαίνεται δὲ καὶ ἀὴρ καὶ ὕδωρ χρωματιζόμενα· καὶ γὰρ ἡ αὐγὴ τοιοῦτόν ἐστιν. ἀλλ΄ ἐκεῖ μὲν διὰ τὸ ἐν ἀορίστῳ οὐ τὴν αὐτὴν ἐγγύθεν καὶ προσιοῦσι καὶ πόῤῥωθεν ἔχει χρόαν οὔθ΄ ὁ ἀὴρ οὔθ΄ ἡ θά λαττα· ἐν δὲ τοῖς σώμασιν͵ ἐὰν μὴ τὸ περιέχον ποιῇ μεταβάλλειν͵ ὥρισται καὶ ἡ φαντασία τῆς χρόας. δῆλον ἄρα ὅτι τὸ αὐτὸ κἀκεῖ κἀνθάδε δεκτικὸν τῆς χρόας ἐστίν. τὸ ἄρα διαφανὲς καθ΄ ὅσον ὑπάρχει ἐν τοῖς σώμασιν (ὑπάρχει δὲ μᾶλλον καὶ ἧττον ἐν πᾶσι) χρώματος ποιεῖ μετέχειν. ἐπεὶ δ΄ ἐν πέρατι ἡ χρόα͵ τούτου ἂν ἐν πέρατι εἴη. ὥστε χρῶμα ἂν εἴη τὸ τοῦ διαφανοῦς ἐν σώματι ὡρισμένῳ πέρας. καὶ αὐτῶν δὲ τῶν διαφανῶν͵ οἷον ὕδατος καὶ εἴ τι ἄλλο τοιοῦτον͵ καὶ ὅσοις φαίνεται χρῶμα ἴδιον ὑπάρχειν͵ κατὰ τὸ ἔσχατον ὁμοίως πᾶσιν ὑπάρχει. ἔστι μὲν οὖν ἐνεῖναι ἐν τῷ διαφανεῖ τοῦθ΄ ὅπερ καὶ ἐν τῷ ἀέρι ποιεῖ φῶς͵ ἔστι δὲ μή͵ ἀλλ΄ ἐστερῆσθαι. ὥσπερ οὖν ἐκεῖ τὸ μὲν φῶς τὸ δὲ σκότος͵ οὕτως ἐν τοῖς σώμασιν ἐγγίγνεται τὸ λευκὸν καὶ τὸ μέλαν. περὶ δὲ τῶν ἄλλων χρωμάτων ἤδη͵ διελομένοις ποσαχῶς ἐνδέχεται γίγνεσθαι͵ λεκτέον. ἐν δέχεται μὲν γὰρ παρ΄ ἄλληλα τιθέμενα τὸ λευκὸν καὶ τὸ μέλαν͵ ὥσθ΄ ἑκάτερον μὲν εἶναι ἀόρατον διὰ σμικρότητα͵ τὸ δ΄ ἐξ ἀμφοῖν ὁρατόν͵ οὕτω γίγνεσθαι. τοῦτο γὰρ οὔτε λευκὸν οἷόν τε φαίνεσθαι οὔτε μέλαν· ἐπεὶ δ΄ ἀνάγκη μέν τι ἔχειν χρῶμα͵ τούτων δ΄ οὐδέτερον δυνατόν͵ ἀνάγκη μεικτόν τι εἶναι καὶ εἶδός τι χρόας ἕτερον. ἔστι μὲν οὖν οὕτως ὑπολαβεῖν πλείους εἶναι χρόας παρὰ τὸ λευκὸν καὶ τὸ μέλαν͵ πολλὰς δὲ τῷ λόγῳ (τρία γὰρ πρὸς δύο͵ καὶ τρία πρὸς τέτταρα͵ καὶ κατ΄ ἄλλους ἀριθμοὺς ἔστι παρ΄ ἄλληλα κεῖσθαι· τὰ δ΄ ὅλως κατὰ μὲν λόγον μηδένα͵ καθ΄ ὑπεροχὴν δέ τινα καὶ ἔλλειψιν ἀσύμμετρον)͵ καὶ τὸν αὐτὸν δὴ τρόπον ἔχειν ταῦτα ταῖς συμφωνίαις· τὰ μὲν γὰρ ἐν ἀριθμοῖς εὐλογίστοις χρώματα͵ καθάπερ ἐκεῖ τὰς συμφωνίας͵ τὰ ἥδιστα τῶν χρωμάτων εἶναι δοκοῦντα͵ οἷον [440a] τὸ ἁλουργὸν καὶ τὸ φοινικοῦν καὶ ὀλίγ΄ ἄττα τοιαῦτα (δι΄ ἥνπερ αἰτίαν καὶ αἱ συμφωνίαι ὀλίγαι)͵ τὰ δὲ μὴ ἐν ἀριθμοῖς τἆλλα χρώματα· ἢ καὶ πάσας τὰς χρόας ἐν ἀριθμοῖς εἶναι͵ τὰς μὲν τεταγμένας τὰς δὲ ἀτάκτους͵ καὶ αὐτὰς ταύτας͵ ὅταν μὴ καθαραὶ ὦσι͵ διὰ τὸ μὴ ἐν ἀριθμοῖς εἶναι τοιαύτας γίγνεσθαι. εἷς μὲν οὖν τρόπος τῆς γενέσεως τῶν χρωμάτων οὗτος͵ εἷς δὲ τὸ φαίνεσθαι δι΄ ἀλλήλων͵ οἷον ἐνίοτε οἱ γραφεῖς ποιοῦσιν͵ ἑτέραν χρόαν ἐφ΄ ἑτέραν ἐναργεστέραν ἐπαλείφοντες͵ ὥσπερ ὅταν ἐν ὕδατί τι ἢ ἐν ἀέρι βούλωνται ποιῆσαι φαινόμενον͵ καὶ οἷον ὁ ἥλιος καθ΄ αὑτὸν μὲν λευκὸς φαίνεται͵ διὰ δ΄ ἀχλύος καὶ καπνοῦ φοινικοῦς. πολλαὶ δὲ καὶ οὕτως ἔσονται χρόαι τὸν αὐτὸν τρόπον τῷ πρότερον εἰρημένῳ· λόγος γὰρ ἂν εἴη τις τῶν ἐπιπολῆς πρὸς τὰ ἐν βάθει͵ τὰ δὲ καὶ ὅλως οὐκ ἐν λόγῳ. τὸ μὲν οὖν͵ ὥσπερ οἱ ἀρχαῖοι͵ λέγειν ἀπόῤῥοιαν εἶναι τὴν χρόαν καὶ ὁρᾶσθαι διὰ τοιαύτην αἰτίαν ἄτοπον· πάντως γὰρ δι΄ ἁφῆς ἀναγκαῖον αὐτοῖς ποιεῖν τὴν αἴσθησιν͵ ὥστ΄ εὐθὺς κρεῖττον φάναι τῷ κινεῖσθαι τὸ μεταξὺ τῆς αἰσθήσεως ὑπὸ τοῦ αἰσθητοῦ γίγνεσθαι τὴν αἴσθησιν͵ ἁφῇ καὶ μὴ ταῖς ἀποῤῥοίαις. ἐπὶ μὲν οὖν τῶν παρ΄ ἄλληλα κειμένων ἀνάγκη ὥσπερ καὶ μέγεθος λαμβάνειν ἀόρατον͵ οὕτω καὶ χρόνον ἀναίσθητον͵ ἵνα λανθάνωσιν αἱ κινήσεις ἀφικνούμεναι καὶ ἓν δοκῇ εἶναι διὰ τὸ ἅμα φαίνεσθαι· ἐνταῦθα δὲ οὐδεμία ἀνάγκη͵ ἀλλὰ τὸ ἐπιπολῆς χρῶμα ἀκίνητον ὂν καὶ κινούμενον ὑπὸ τοῦ ὑποκειμένου οὐχ ὁμοίαν ποιήσει τὴν κίνησιν. διὸ καὶ ἕτερον φαίνεται καὶ οὔτε λευκὸν οὔτε μέλαν. ὥστ΄ εἰ μὴ ἐνδέχεται μηδὲν εἶναι μέγεθος ἀόρατον͵ ἀλλὰ πᾶν ἔκ τινος ἀποστήματος ὁρατόν͵ καίτοι αὕτη τις ἂν εἴη χρωμάτων μίξις. κἀκείνως δ΄ οὐδὲν κωλύει φαίνεσθαί τινα χρόαν κοινὴν τοῖς πόῤῥωθεν· ὅτι γὰρ οὐκ ἔστιν οὐδὲν μέγεθος ἀόρατον͵ ἐν τοῖς ὕστερον ἐπισκεπτέον. εἰ δ΄ ἔστι μίξις τῶν σωμάτων [440b] μὴ μόνον τὸν τρόπον τοῦτον ὅνπερ οἴονταί τινες͵ παρ΄ ἄλληλα τῶν ἐλαχίστων τιθεμένων͵ ἀδήλων δ΄ ἡμῖν διὰ τὴν αἴσθησιν͵ ἀλλ΄ ὅλως πάντη πάντως͵ ὥσπερ ἐν τοῖς περὶ μίξεως εἴρηται καθόλου περὶ πάντων (ἐκείνως μὲν γὰρ μείγνυται ταῦτα μόνον ὅσα ἐνδέχεται διελεῖν εἰς τὰ ἐλάχιστα͵ καθάπερ ἀνθρώπους ἢ ἵππους ἢ τὰ σπέρματα· τῶν μὲν γὰρ ἀνθρώπων ἄνθρωπος ἐλάχιστον͵ τῶν δ΄ ἵππων ἵππος· ὥστε τῇ τούτων παρ΄ ἄλληλα θέσει τὸ πλῆθος μέμεικται τῶν συναμφοτέρων· ἄνθρωπον δὲ ἕνα ἑνὶ ἵππῳ οὐ λέγομεν μεμεῖχθαι· ὅσα δὲ μὴ διαιρεῖται εἰς τὸ ἐλάχιστον͵ τούτων οὐκ ἐνδέχεται μίξιν γενέσθαι τὸν τρόπον τοῦτον ἀλλὰ τῷ πάντη μεμεῖχθαι͵ ἅπερ καὶ μάλιστα μείγνυσθαι πέφυκεν· πῶς δὲ τοῦτο γίγνεσθαι δυνατόν͵ ἐν τοῖς περὶ μίξεως εἴρηται πρότερον) ἀλλ΄ ὅτι ἀνάγκη μειγνυμένων καὶ τὰς χρόας μείγνυσθαι͵ δῆλον͵ καὶ ταύτην τὴν αἰτίαν εἶναι κυρίαν τοῦ πολλὰς εἶναι χρόας͵ ἀλλὰ μὴ τὴν ἐπιπόλασιν μηδὲ τὴν παρ΄ ἄλληλα θέσιν· οὐ γὰρ πόῤῥωθεν μὲν ἐγγύθεν δ΄ οὒ φαίνεται μία χρόα τῶν μεμειγμένων͵ ἀλλὰ πάντοθεν. πολλαὶ δ΄ ἔσονται χρόαι διὰ τὸ κατὰ πολλοὺς λόγους ἐνδέχεσθαι μείγνυσθαι ἀλλήλοις τὰ μειγνύμενα͵ καὶ τὰ μὲν ἐν ἀριθμοῖς τὰ δὲ καθ΄ ὑπεροχὴν μόνον. καὶ τἆλλα δὴ τὸν αὐτὸν τρόπον ὅνπερ ἐπὶ τῶν παρ΄ ἄλληλα τιθεμένων χρωμάτων ἢ ἐπιπολῆς͵ ἐνδέχεται λέγειν καὶ περὶ τῶν μειγνυμένων. διὰ τίνα δ΄ αἰτίαν εἴδη τῶν χρωμάτων ἐστὶν ὡρισμένα καὶ οὐκ ἄπειρα͵ καὶ χυμῶν καὶ ψόφων͵ ὕστερον ἐπισκεπτέον.
Τί μὲν οὖν ἐστὶ χρῶμα καὶ διὰ τίν΄ αἰτίαν πολλαὶ χρόαι εἰσίν͵ εἴρηται· [περὶ δὲ ψόφου καὶ φωνῆς εἴρηται πρότερον ἐν τοῖς περὶ ψυχῆς·] περὶ δὲ ὀσμῆς καὶ χυμοῦ λεκτέον. σχεδὸν γάρ ἐστι τὸ αὐτὸ πάθος͵ οὐκ ἐν τοῖς αὐτοῖς δ΄ ἐστὶν ἑκάτερον αὐτῶν. ἐναργέστερον δ΄ ἡμῖν ἐστι τὸ τῶν χυμῶν γένος ἢ τὸ τῆς ὀσμῆς. τούτου δ΄ αἴτιον ὅτι χειρίστην [441a] ἔχομεν τῶν ἄλλων ζῴων τὴν ὄσφρησιν καὶ τῶν ἐν ἡμῖν αὐτοῖς αἰσθήσεων͵ τὴν δ΄ ἁφὴν ἀκριβεστάτην τῶν ἄλλων ζῴων· ἡ δὲ γεῦσις ἁφή τίς ἐστιν. ἡ μὲν οὖν τοῦ ὕδατος φύσις βούλεται ἄχυμος εἶναι· ἀνάγκη δ΄ ἢ ἐν αὑτῷ τὸ ὕδωρ ἔχειν τὰ γένη τῶν χυμῶν ἀναίσθητα διὰ μικρότητα͵ καθάπερ Ἐμπεδοκλῆς φησίν͵ ἢ ὕλην τοιαύτην εἶναι οἷον πανσπερμίαν χυμῶν͵ καὶ ἅπαντα μὲν ἐξ ὕδατος γίγνεσθαι͵ ἄλλο δ΄ ἐξ ἄλλου μέρους͵ ἢ μηδεμίαν ἔχοντος διαφορὰν τοῦ ὕδατος τὸ ποιοῦν αἴτιον εἶναι͵ οἷον εἰ τὸ θερμὸν καὶ τὸν ἥλιον φαίη τις. τούτων δ΄ ὡς μὲν Ἐμπεδοκλῆς λέγει λίαν εὐσύνοπτον τὸ ψεῦδος· ὁρῶμεν γὰρ μεταβάλλοντας ὑπὸ τοῦ θερμοῦ τοὺς χυμοὺς ἀφαιρουμένων τῶν περικαρπίων [εἰς τὸν ἥλιον] καὶ πυρουμένων͵ ὡς οὐ τῷ ἐκ τοῦ ὕδατος ἕλκειν τοιούτους γιγνομένους͵ ἀλλ΄ ἐν αὐτῷ τῷ περικαρπίῳ μεταβάλλοντας͵ καὶ ἐξικμαζομένους δὲ καὶ κειμένους διὰ τὸν χρόνον αὐστηροὺς ἐκ γλυκέων καὶ πικροὺς καὶ παντοδαποὺς γιγνομένους͵ καὶ ἑψομένους εἰς πάντα τὰ γένη τῶν χυμῶν ὡς εἰπεῖν μεταβάλλοντας. ὁμοίως δὲ καὶ τὸ πανσπερμίας εἶναι τὸ ὕδωρ ὕλην ἀδύνατον· ἐκ τοῦ αὐτοῦ γὰρ ὁρῶμεν ὡς [ἐκ τῆς αὐτῆς] τροφῆς γιγνομένους ἑτέρους χυμούς. λείπεται δὴ τῷ πάσχειν τι τὸ ὕδωρ μεταβάλλειν. ὅτι μὲν τοίνυν οὐχ ὑπὸ τῆς τοῦ θερμοῦ μόνον δυνάμεως λαμβάνει ταύτην τὴν δύναμιν ἣν καλοῦμεν χυμόν͵ φανερόν. λεπτότατον γὰρ πάντων τῶν οὕτως ὑγρῶν τὸ ὕδωρ ἐστί͵ καὶ αὐτοῦ τοῦ ἐλαίου (ἀλλ΄ ἐπεκτείνεται ἐπὶ πλέον τοῦ ὕδατος τὸ ἔλαιον διὰ τὴν γλισχρότητα· τὸ δ΄ ὕδωρ ψαθυρόν ἐστι͵ διὸ καὶ χαλεπώτερον φυλάξαι ἐν τῇ χειρὶ τὸ ὕδωρ ἤπερ ἔλαιον)͵ ἐπεὶ δὲ θερμαινόμενον οὐδὲν φαίνεται παχυνόμενον τὸ ὕδωρ αὐτὸ μόνον͵ δῆλον ὅτι ἑτέρα τις ἂν εἴη αἰτία· οἱ γὰρ χυμοὶ πάντες πάχος ἔχουσι μᾶλλον· τὸ δὲ θερμὸν συναίτιον. φαίνονται δ΄ οἱ χυμοὶ ὅσοιπερ καὶ ἐν τοῖς περικαρπίοις͵ [441b] οὗτοι ὑπάρχοντες καὶ ἐν τῇ γῇ. διὸ καὶ πολλοί φασι τῶν ἀρχαίων φυσιολόγων τοιοῦτον εἶναι τὸ ὕδωρ δι΄ οἵας ἂν γῆς πορεύηται. καὶ τοῦτο δῆλόν ἐστιν ἐπὶ τῶν ἁλμυρῶν ὑδάτων μάλιστα· οἱ γὰρ ἅλες γῆς τι εἶδός εἰσιν. καὶ τὰ διὰ τῆς τέφρας διηθούμενα πικρᾶς οὔσης πικρὸν ποιεῖ τὸν χυμόν͵ εἰσί τε κρῆναι πολλαὶ αἱ μὲν πικραί͵ αἱ δ΄ ὀξεῖαι͵ αἱ δὲ παντοδαποὺς ἔχουσαι χυμοὺς ἄλλους. εὐλόγως δ΄ ἐν τοῖς φυομένοις τὸ τῶν χυμῶν γίγνεται γένος μάλιστα. πάσχειν γὰρ πέφυκε τὸ ὑγρόν͵ ὥσπερ καὶ τἆλλα͵ ὑπὸ τοῦ ἐναντίου· ἐναντίον δὲ τὸ ξηρόν. διὸ καὶ ὑπὸ τοῦ πυρὸς πάσχει τι· ξηρὰ γὰρ ἡ τοῦ πυρὸς φύσις. ἀλλ΄ ἴδιον τοῦ πυρὸς τὸ θερμόν ἐστι͵ γῆς δὲ τὸ ξηρόν͵ ὥσπερ εἴρηται ἐν τοῖς περὶ στοιχείων. ᾗ μὲν οὖν πῦρ καὶ ᾗ γῆ͵ οὐδὲν πέφυκε ποιεῖν καὶ πάσχειν͵ οὐδ΄ ἄλλο οὐδέν· ᾗ δ΄ ὑπάρχει ἐναντιότης ἐν ἑκάστῳ͵ ταύτῃ πάντα καὶ ποιοῦσι καὶ πάσχουσιν. ὥσπερ οὖν οἱ ἐναποπλύνοντες ἐν τῷ ὑγρῷ τὰ χρώματα καὶ τοὺς χυμοὺς τοιοῦτον ἔχειν ποιοῦσι τὸ ὕδωρ͵ οὕτως καὶ ἡ φύσις τὸ ξηρὸν καὶ γεῶδες͵ καὶ διὰ τοῦ ξηροῦ καὶ γεώδους διηθοῦσα καὶ κινοῦσα τῷ θερμῷ ποιόν τι τὸ ὑγρὸν παρασκευάζει. καὶ ἔστι τοῦτο χυμός͵ τὸ γιγνόμενον ὑπὸ τοῦ εἰρημένου ξηροῦ πάθος ἐν τῷ ὑγρῷ͵ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν ὂν εἰς ἐνέργειαν· ἄγει γὰρ τὸ αἰσθητικὸν εἰς τοῦτο δυνάμει προϋπάρχον· οὐ γὰρ κατὰ τὸ μανθάνειν ἀλλὰ κατὰ τὸ θεωρεῖν ἐστι τὸ αἰσθάνεσθαι. ὅτι δ΄ οὐ παντὸς ξηροῦ ἀλλὰ τοῦ τροφίμου οἱ χυμοὶ ἢ πάθος εἰσὶν ἢ στέρησις͵ δεῖ λαβεῖν ἐντεῦθεν͵ ὅτι οὔτε τὸ ξηρὸν ἄνευ τοῦ ὑγροῦ οὔτε τὸ ὑγρὸν ἄνευ τοῦ ξηροῦ· τροφὴ γὰρ οὐχ ἓν μόνον τοῖς ζῴοις͵ ἀλλὰ τὸ μεμειγμένον. καὶ ἔστι τῆς προσφερομένης τροφῆς τοῖς ζῴοις τὰ μὲν ἁπτὰ τῶν αἰσθητῶν αὔξησιν ποιοῦντα καὶ φθίσιν· τούτων μὲν γὰρ αἴτιον ᾗ θερμὸν καὶ ψυχρὸν τὸ προσφερόμενον (ταῦτα γὰρ ποιεῖ καὶ [442a] αὔξησιν καὶ φθίσιν)͵ τρέφει δὲ ᾗ γευστὸν τὸ προσφερόμενον (πάντα γὰρ τρέφεται τῷ γλυκεῖ͵ ἢ ἁπλῶς ἢ μεμειγμένῳ). δεῖ μὲν οὖν διορίζειν περὶ τούτων ἐν τοῖς περὶ γενέσεως͵ νῦν δ΄ ὅσον ἀναγκαῖον ἅψασθαι αὐτῶν. τὸ γὰρ θερμὸν αὐξάνει͵ καὶ δημιουργεῖ τὴν τροφήν͵ καὶ τὸ κοῦφον ἕλκει͵ τὸ δ΄ ἁλμυρὸν καὶ πικρὸν καταλείπει διὰ τὸ βάρος. ὃ δὴ ἐν τοῖς ἔξω σώμασι ποιεῖ τὸ ἔξω θερμόν͵ τοῦτο τὸ ἐν τῇ φύσει τῶν ζῴων καὶ φυτῶν· διὸ τρέφεται τῷ γλυκεῖ. συμμείγνυνται δ΄ οἱ ἄλλοι χυμοὶ εἰς τὴν τροφὴν τὸν αὐτὸν τρόπον τῷ ἁλμυρῷ καὶ ὀξεῖ͵ ἀντὶ ἡδύσματος͵ ταῦτα δὲ διὰ τὸ ἀντισπᾶν τῷ λίαν τρόφιμον εἶναι τὸ γλυκὺ καὶ ἐπιπολαστικόν. ὥσπερ δὲ τὰ χρώματα ἐκ λευκοῦ καὶ μέλανος μίξεώς ἐστιν͵ οὕτως οἱ χυμοὶ ἐκ γλυκέος καὶ πικροῦ͵ καὶ κατὰ λόγον δ΄ ἢ τῷ μᾶλλον καὶ ἧττον ἕκαστοί εἰσιν͵ εἴτε κατ΄ ἀριθμούς τινας τῆς μίξεως καὶ κινήσεως͵ εἴτε καὶ ἀορίστως͵ οἱ δὲ τὴν ἡδονὴν ποιοῦντες μειγνύμενοι͵ οὗτοι ἐν ἀριθμοῖς μόνον· ὁ μὲν οὖν λιπαρὸς τοῦ γλυκέος ἐστὶ χυμός͵ τὸ δ΄ ἁλμυρὸν καὶ πικρὸν σχεδὸν τὸ αὐτό͵ ὁ δὲ δριμὺς καὶ αὐστηρὸς καὶ στρυφνὸς καὶ ὀξὺς ἀνὰ μέσον. σχεδὸν γὰρ ἴσα καὶ τὰ τῶν χυμῶν εἴδη καὶ τὰ τῶν χρωμάτων ἐστίν· ἑπτὰ γὰρ ἀμφοτέρων εἴδη͵ ἄν τις τιθῇ͵ ὥσπερ εὔλογον͵ τὸ φαιὸν μέλαν τι εἶναι· λείπεται γὰρ τὸ ξανθὸν μὲν τοῦ λευκοῦ εἶναι ὥσπερ τὸ λιπαρὸν τοῦ γλυκέος͵ τὸ φοινικοῦν δὲ καὶ ἁλουργὸν καὶ πράσινον καὶ κυανοῦν μεταξὺ τοῦ λευκοῦ καὶ μέλανος͵ τὰ δ΄ ἄλλα μεικτὰ ἐκ τούτων. καὶ ὥσπερ τὸ μέλαν στέρησις ἐν τῷ διαφανεῖ τοῦ λευκοῦ͵ οὕτω τὸ ἁλμυρὸν καὶ τὸ πικρὸν τοῦ γλυκέος ἐν τῷ τροφίμῳ ὑγρῷ. διὸ καὶ ἡ τέφρα τῶν κατακαιομένων πικρὰ πάντων· ἐξίκμασται γὰρ τὸ πότιμον ἐξ αὐτῶν.
Δημόκριτος δὲ καὶ οἱ πλεῖστοι τῶν φυσιολόγων͵ ὅσοι λέγουσι περὶ αἰσθήσεως͵ ἀτοπώτατόν τι [442b] ποιοῦσιν· πάντα γὰρ τὰ αἰσθητὰ ἁπτὰ ποιοῦσιν. καίτοι εἰ τοῦτο οὕτως ἔχει͵ δῆλον ὡς καὶ τῶν ἄλλων αἰσθήσεων ἑκάστη ἁφή τίς ἐστιν· τοῦτο δ΄ ὅτι ἀδύνατον͵ οὐ χαλεπὸν συνιδεῖν. ἔτι δὲ τοῖς κοινοῖς τῶν αἰσθήσεων πασῶν χρῶνται ὡς ἰδίοις· μέγεθος γὰρ καὶ σχῆμα καὶ τὸ τραχὺ καὶ τὸ λεῖον͵ ἔτι δὲ τὸ ὀξὺ καὶ τὸ ἀμβλὺ τὸ ἐν τοῖς ὄγκοις͵ κοινὰ τῶν αἰσθήσεών ἐστιν͵ εἰ δὲ μὴ πασῶν͵ ἀλλ΄ ὄψεώς γε καὶ ἁφῆς. διὸ καὶ περὶ μὲν τούτων ἀπατῶνται͵ περὶ δὲ τῶν ἰδίων οὐκ ἀπατῶνται͵ οἷον ἡ ὄψις περὶ χρώματος καὶ ἡ ἀκοὴ περὶ ψόφων. οἱ δὲ τὰ ἴδια εἰς ταῦτα ἀνάγουσιν͵ ὥσπερ Δημόκριτος· τὸ γὰρ λευκὸν καὶ τὸ μέλαν τὸ μὲν τραχύ φησιν εἶναι τὸ δὲ λεῖον͵ εἰς δὲ τὰ σχήματα ἀνάγει τοὺς χυμούς. καίτοι ἢ οὐδεμιᾶς ἢ μᾶλλον τῆς ὄψεως τὰ κοινὰ γνωρίζειν. εἰ δ΄ ἄρα τῆς γεύσεως μᾶλλον͵ τὰ γοῦν ἐλάχιστα τῆς ἀκριβεστάτης ἐστὶν αἰσθήσεως διακρίνειν περὶ ἕκαστον γένος͵ ὥστε ἐχρῆν τὴν γεῦσιν καὶ τῶν ἄλλων κοινῶν αἰσθάνεσθαι μάλιστα καὶ τῶν σχημάτων εἶναι κριτικωτάτην. ἔτι τὰ μὲν αἰσθητὰ πάντα ἔχει ἐναντίωσιν͵ οἷον ἐν χρώματι τῷ μέλανι τὸ λευκὸν καὶ ἐν χυμοῖς τῷ γλυκεῖ τὸ πικρόν· σχῆμα δὲ σχήματι οὐ δοκεῖ εἶναι ἐναντίον· τίνι γὰρ τῶν πολυγώνων τὸ περιφερὲς ἐναντίον; ἔτι ἀπείρων ὄντων τῶν σχημάτων ἀναγκαῖον καὶ τοὺς χυμοὺς εἶναι ἀπείρους· διὰ τί γὰρ ὁ μὲν τῶν χυμῶν αἴσθησιν ποιήσει͵ ὁ δ΄ οὐκ ἂν ποιήσειεν; καὶ περὶ μὲν τοῦ γευστοῦ καὶ χυμοῦ εἴρηται· τὰ γὰρ ἄλλα πάθη τῶν χυμῶν οἰκείαν ἔχει τὴν σκέψιν ἐν τῇ φυσιολογίᾳ τῇ περὶ τῶν φυτῶν.
Τὸν αὐτὸν δὲ τρόπον δεῖ νοῆσαι καὶ περὶ τὰς ὀσμάς· ὅπερ γὰρ ποιεῖ ἐν τῷ ὑγρῷ τὸ ξηρόν͵ τοῦτο ποιεῖ ἐν ἄλλῳ γένει τὸ ἔγχυμον ὑγρόν͵ ἐν ἀέρι καὶ ὕδατι ὁμοίως. (κοινὸν δὲ κατὰ τούτων νῦν μὲν λέγομεν τὸ διαφανές͵ ἔστι δ΄ [443a] ὀσφραντὸν οὐχ ᾗ διαφανές͵ ἀλλ΄ ᾗ πλυτικὸν καὶ ῥυπτικὸν ἐγχύμου ξηρότητος.) οὐ γὰρ μόνον ἐν ἀέρι ἀλλὰ καὶ ἐν ὕδατι τὸ τῆς ὀσφρήσεώς ἐστιν. δῆλον δ΄ ἐπὶ τῶν ἰχθύων καὶ τῶν ὀστρακοδέρμων· φαίνονται γὰρ ὀσφραινόμενα οὔτε ἀέρος ὄντος ἐν τῷ ὕδατι (ἐπιπολάζει γὰρ ὁ ἀήρ͵ ὅταν ἐγγένηται) οὔτ΄ αὐτὰ ἀναπνέοντα. εἰ οὖν τις θείη καὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ ἄμφω ὑγρά͵ εἴη ἂν ἡ ἐν ὑγρῷ τοῦ ἐγχύμου ξηροῦ φύσις ὀσμή͵ καὶ ὀσφραντὸν τὸ τοιοῦτον. ὅτι δ΄ ἀπ΄ ἐγχύμου ἐστὶ τὸ πάθος͵ δῆ λον ἐκ τῶν ἐχόντων καὶ μὴ ἐχόντων ὀσμήν· τά τε γὰρ στοιχεῖα ἄοσμα͵ οἷον πῦρ ἀὴρ γῆ ὕδωρ͵ διὰ τὸ τά τε ξηρὰ αὐτῶν καὶ τὰ ὑγρὰ ἄχυμα εἶναι͵ ἂν μή τι μειγνύμενον ποιῇ. διὸ καὶ ἡ θάλαττα ἔχει ὀσμήν (ἔχει γὰρ χυμὸν καὶ ξηρότητα)͵ καὶ ἅλες μᾶλλον νίτρου ὀσμώδεις (δηλοῖ δὲ τὸ ἐξικμαζόμενον ἐξ αὐτῶν ἔλαιον)͵ τὸ δὲ νίτρον γῆς ἐστι μᾶλλον. ἔτι λίθος μὲν ἄοσμον͵ ἄχυμον γάρ͵ τὰ δὲ ξύλα ὀσμώδη͵ ἔγχυμα γάρ· καὶ τούτων τὰ ὑδατώδη ἧττον. ἔτι ἐπὶ τῶν μεταλλευομένων χρυσὸς ἄοσμον͵ ἄχυμον γάρ͵ ὁ δὲ χαλκὸς καὶ ὁ σίδηρος ὀσμώδη· ὅταν δ΄ ἐκκαυθῇ τὸ ὑγρόν͵ ἀοσμότεραι αἱ σκωρίαι γίγνονται πάντων· ἄργυρος δὲ καὶ καττίτερος τῶν μὲν μᾶλλον ὀσμώδη τῶν δ΄ ἧττον· ὑδατώδη γάρ. δοκεῖ δ΄ ἐνίοις ἡ καπνώδης ἀναθυμίασις εἶναι ὀσμή͵ οὖσα κοινὴ γῆς τε καὶ ἀέρος [καὶ πάντες ἐπιφέρονται ἐπὶ τοῦτο περὶ ὀσμῆς]· διὸ καὶ Ἡράκλειτος οὕτως εἴρηκεν͵ ὡς εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο͵ ῥῖνες ἂν διαγνοῖεν͵ καὶ πάντες ἐπιφέρονται ἐπὶ τοῦτο περὶ ὀσμῆς͵ οἱ μὲν ὡς ἀτμίδα͵ οἱ δ΄ ὡς ἀναθυμίασιν͵ οἱ δ΄ ὡς ἄμφω ταῦτα· ἔστι δ΄ ἡ μὲν ἀτμὶς ὑγρότης τις͵ ἡ δὲ καπνώδης ἀναθυμίασις͵ ὥσπερ εἴρηται͵ κοινὸν ἀέρος καὶ γῆς· καὶ συνίσταται ἐκ μὲν ἐκείνης ὕδωρ͵ ἐκ δὲ ταύτης γῆς τι εἶδος. ἀλλ΄ οὐδέτερον τούτων ἔοικεν· ἡ μὲν γὰρ ἀτμίς ἐστιν ὕδατος͵ ἡ δὲ καπνώδης ἀναθυμίασις ἀδύνατος ἐν ὕδατι γενέσθαι· ὀσμᾶται δὲ καὶ τὰ ἐν τῷ ὕδατι͵ [443b] ὥσπερ εἴρηται πρότερον. ἔτι ἡ ἀναθυμίασις ὁμοίως λέγεται ταῖς ἀποῤῥοίαις· εἰ οὖν μηδ΄ ἐκεῖναι καλῶς͵ οὐδ΄ αὕτη καλῶς. ὅτι μὲν οὖν ἐνδέχεται ἀπολαύειν τὸ ὑγρόν͵ καὶ τὸ ἐν τῷ πνεύματι καὶ τὸ ἐν τῷ ὕδατι͵ καὶ πάσχειν τι ὑπὸ τῆς ἐγχύμου ξηρότητος͵ οὐκ ἄδηλον· καὶ γὰρ ὁ ἀὴρ ὑγρὸν τὴν φύσιν ἐστίν. ἔτι δ΄ εἴπερ ὁμοίως ἐν τοῖς ὑγροῖς ποιεῖ καὶ ἐν τῷ ἀέρι οἷον ἀποπλυνόμενον τὸ ξηρόν͵ φανερὸν ὅτι δεῖ ἀνάλογον εἶναι τὰς ὀσμὰς τοῖς χυμοῖς. ἀλλὰ μὴν τοῦτό γε ἐπ΄ ἐνίων συμβέβηκεν· καὶ γὰρ δριμεῖαι καὶ γλυκεῖαί εἰσιν ὀσμαὶ καὶ αὐστηραὶ καὶ στρυφναὶ καὶ λιπαραί͵ καὶ τοῖς πικροῖς τὰς σαπρὰς ἄν τις ἀνάλογον εἴποι· διὸ ὥσπερ ἐκεῖνα δυσκατάποτα͵ τὰ σαπρὰ δυσανάπνευστά ἐστιν. δῆλον ἄρα ὅτι ὅπερ ἐν τῷ ὕδατι ὁ χυμός͵ τοῦτ΄ ἐν τῷ ἀέρι καὶ ὕδατι ἡ ὀσμή. καὶ διὰ τοῦτο τὸ ψυχρὸν καὶ ἡ πῆξις καὶ τοὺς χυμοὺς ἀμβλύνει καὶ τὰς ὀσμὰς ἀφανίζει· τὸ γὰρ θερμὸν τὸ κινοῦν καὶ δημιουργοῦν ἀφανίζουσιν ἡ ψύξις καὶ ἡ πῆξις. εἴδη δὲ τοῦ ὀσφραντοῦ δύο ἐστίν· οὐ γάρ͵ ὥσπερ τινές φασιν͵ οὐκ ἔστιν εἴδη τοῦ ὀσφραντοῦ͵ ἀλλ΄ ἔστιν. διοριστέον δὲ πῶς ἔστι καὶ πῶς οὐκ ἔστιν· τὸ μὲν γάρ ἐστι κατὰ τοὺς χυμοὺς τεταγμένον αὐτῶν͵ ὥσπερ εἴπομεν͵ καὶ τὸ ἡδὺ καὶ τὸ λυπηρὸν κατὰ συμβεβηκὸς ἔχουσιν (διὰ γὰρ τὸ τοῦ θρεπτικοῦ πάθη εἶναι͵ ἐπιθυμούντων μὲν ἡδεῖαι αἱ ὀσμαὶ τούτων εἰσί͵ πεπληρωμένοις δὲ καὶ μηδὲν δεομένοις οὐχ ἡδεῖαι͵ οὐδ΄ ὅσοις μὴ καὶ ἡ τροφὴ ἡ ἔχουσα τὰς ὀσμὰς ἡδεῖα͵ οὐδὲ τούτοις)ὥστε αὗται μέν͵ καθάπερ εἴπομεν͵ κατὰ συμβεβηκὸς ἔχουσι τὸ ἡδὺ καὶ λυπηρόν͵ διὸ καὶ πάντων εἰσὶ κοιναὶ τῶν ζῴων· αἱ δὲ καθ΄ αὑτὰς ἡδεῖαι τῶν ὀσμῶν εἰσιν͵ οἷον αἱ τῶν ἀνθῶν· οὐδὲν γὰρ μᾶλλον οὐδ΄ ἧττον πρὸς τὴν τροφὴν παρακαλοῦσιν͵ οὐδὲ συμβάλλονται πρὸς ἐπιθυμίαν οὐδέν͵ ἀλλὰ τοὐναντίον μᾶλλον· ἀληθὲς γὰρ ὅπερ Εὐριπίδην σκώπτων εἶπε Στράττις͵ ὅταν φακῆν ἕψητε͵ μὴ ΄πιχεῖν μύρον. οἱ δὲ νῦν μειγνύν [444a] τες εἰς τὰ πόματα τὰς τοιαύτας δυνάμεις βιάζονται τῇ συνηθείᾳ τὴν ἡδονήν͵ ἕως ἂν ἐκ δύ΄ αἰσθήσεων γένηται τὸ ἡδὺ ὡς ἂν καὶ ἀπὸ μιᾶς. τοῦτο μὲν οὖν τὸ ὀσφραντὸν ἴδιον ἀνθρώπου ἐστίν͵ ἡ δὲ κατὰ τοὺς χυμοὺς τεταγμένη καὶ τῶν ἄλλων ζῴων͵ ὥσπερ εἴρηται πρότερον· κἀκείνων μέν͵ διὰ τὸ κατὰ συμβεβηκὸς ἔχειν τὸ ἡδύ͵ διῄρηται τὰ εἴδη κατὰ τοὺς χυμούς͵ ταύτης δ΄ οὐκέτι͵ διὰ τὸ τὴν φύσιν αὐτῆς εἶναι καθ΄ αὑτὴν ἡδεῖαν ἢ λυπηράν. αἴτιον δὲ τοῦ ἴδιον εἶναι ἀνθρώπου τὴν τοιαύτην ὀσμὴν διὰ τὴν ἕξιν τὴν περὶ τὸν ἐγκέφαλον. ψυχροῦ γὰρ ὄντος τὴν φύσιν τοῦ ἐγκεφάλου͵ καὶ τοῦ αἵμα τος τοῦ περὶ αὐτὸν ἐν τοῖς φλεβίοις ὄντος λεπτοῦ μὲν καὶ καθαροῦ͵ εὐψύκτου δέ (διὸ καὶ ἡ τῆς τροφῆς ἀναθυμίασις ψυχομένη διὰ τὸν τόπον τὰ νοσηματικὰ ῥεύματα ποιεῖ)͵ τοῖς ἀνθρώποις πρὸς βοήθειαν ὑγιείας γέγονε τὸ τοιοῦτον εἶδος τῆς ὀσμῆς· οὐδὲν γὰρ ἄλλο ἔργον ἐστὶν αὐτῆς ἢ τοῦτο. τοῦτο δὲ ποιεῖ φανερῶς· ἡ μὲν γὰρ τροφὴ ἡδεῖα οὖσα͵ καὶ ἡ ξηρὰ καὶ ἡ ὑγρά͵ πολλάκις νοσώδης ἐστίν͵ ἡ δ΄ ἀπὸ τῆς ὀσμῆς τῆς καθ΄ αὑτὴν ἡδείας εὐωδία ὁπωσοῦν ἔχουσιν ὠφέλιμος ὡς εἰπεῖν αἰεί. καὶ διὰ τοῦτο γίγνεται διὰ τῆς ἀναπνοῆς͵ οὐ πᾶσιν ἀλλὰ τοῖς ἀνθρώποις καὶ τῶν ἐναίμων οἷον τοῖς τετράποσι καὶ ὅσα μετέχει μᾶλλον τῆς τοῦ ἀέρος φύσεως· ἀναφερομένων γὰρ τῶν ὀσμῶν πρὸς τὸν ἐγκέφαλον διὰ τὴν ἐν αὐταῖς τῆς θερμότητος κουφότητα ὑγιεινοτέρως ἔχει τὰ περὶ τὸν τόπον τοῦτον· ἡ γὰρ τῆς ὀσμῆς δύναμις θερμὴ τὴν φύσιν ἐστίν. κατακέχρηται δ΄ ἡ φύσις τῇ ἀναπνοῇ ἐπὶ δύο͵ ὡς ἔργῳ μὲν ἐπὶ τὴν εἰς τὸν θώρακα βοή θειαν͵ ὡς παρέργῳ δ΄ ἐπὶ τὴν ὀσμήν· ἀναπνέοντος γὰρ ὥσπερ ἐκ παρόδου ποιεῖται διὰ τῶν μυκτήρων τὴν κίνησιν. ἴδιον δὲ τῆς τοῦ ἀνθρώπου φύσεώς ἐστι τὸ τῆς ὀσμῆς τῆς τοιαύτης γένος διὰ τὸ πλεῖστον ἐγκέφαλον καὶ ὑγρότατον ἔχειν τῶν ἄλλων ζῴων ὡς κατὰ μέγεθος· διὰ γὰρ τοῦτο καὶ μόνον ὡς εἰπεῖν αἰσθάνεται τῶν ζῴων ἄνθρωπος καὶ χαίρει ταῖς τῶν ἀνθῶν καὶ τῶν τοιούτων ὀσμαῖς· σύμμετρος γὰρ αὐτῶν [444b] ἡ θερμότης καὶ ἡ κίνησις πρὸς τὴν ὑπερβολὴν τῆς ἐν τῷ τό πῳ ὑγρότητος καὶ ψυχρότητός ἐστιν. τοῖς δ΄ ἄλλοις ὅσα πνεύμονα ἔχει διὰ τοῦ ἀναπνεῖν τοῦ ἑτέρου γένους τῆς ὀσμῆς τὴν αἴσθησιν ἀποδέδωκεν ἡ φύσις͵ ὅπως μὴ δύο αἰσθητήρια ποιῇ· ἀπόχρη γάρ͵ ἐπείπερ καὶ ὣς ἀναπνέουσιν͵ ὥσπερ τοῖς ἀνθρώποις ἀμφοτέρων τῶν ὀσφραντῶν͵ τούτοις τῶν ἑτέρων μόνων ὑπάρχουσα ἡ αἴσθησις. τὰ δὲ μὴ ἀναπνέοντα ὅτι μὲν ἔχει αἴσθησιν τοῦ ὀσφραντοῦ͵ φανερόν· καὶ γὰρ ἰχθύες καὶ τὸ τῶν ἐντόμων γένος πᾶν ἀκριβῶς καὶ πόῤῥωθεν αἰσθάνεται͵ διὰ τὸ θρεπτικὸν εἶδος τῆς ὀσμῆς͵ ἀπέχοντα πολὺ τῆς οἰκείας τροφῆς͵ οἷον αἵ τε μέλιτται [ποιοῦσι πρὸς τὸ μέλι] καὶ τὸ τῶν μικρῶν μυρμήκων γένος͵ οὓς καλοῦσί τινες κνῖπας͵ καὶ τῶν θαλαττίων αἱ πορφύραι͵ καὶ πολλὰ τῶν ἄλλων τῶν τοιούτων ζῴων ὀξέως αἰσθάνεται τῆς τροφῆς διὰ τὴν ὀσμήν. ὅτῳ δὲ αἰσθάνεται͵ οὐχ ὁμοίως φανερόν. διὸ κἂν ἀπορήσειέ τις τίνι αἰσθάνονται τῆς ὀσμῆς͵ εἴπερ ἀναπνέουσι μὲν γίγνεται τὸ ὀσμᾶσθαι μοναχῶς (τοῦτο γὰρ φαίνεται ἐπὶ τῶν ἀναπνεόντων συμβαῖνον πάντων)͵ ἐκείνων δ΄ οὐθὲν ἀναπνεῖ͵ αἰσθάνεται μέντοι͵ εἰ μή τις παρὰ τὰς πέντε αἰσθήσεις ἑτέρα. τοῦτο δ΄ ἀδύνατον· τοῦ γὰρ ὀσφραντοῦ ὄσφρησις͵ ἐκεῖνα δὲ τούτου αἰσθάνεται͵ ἀλλ΄ οὐ τὸν αὐτὸν ἴσως τρόπον͵ ἀλλὰ τοῖς μὲν ἀναπνέουσι τὸ πνεῦμα ἀφαιρεῖ τὸ ἐπικείμενον ὥσπερ πῶμά τι (διὸ οὐκ αἰσθάνεται μὴ ἀναπνέοντα)͵ τοῖς δὲ μὴ ἀναπνέουσιν ἀφῄρηται τοῦτο͵ καθάπερ ἐπὶ τῶν ὀφθαλμῶν τὰ μὲν ἔχει βλέφαρα τῶν ζῴων͵ ὧν μὴ ἀνακαλυφθέντων οὐ δύναται ὁρᾶν͵ τὰ δὲ σκληρόφθαλμα οὐκ ἔχει͵ διόπερ οὐ προσδεῖται οὐδενὸς τοῦ ἀνακαλύψοντος͵ ἀλλ΄ ὁρᾷ ἐκ τοῦ δυνατοῦ ὄντος αὐτοῖς εὐθύς. ὁμοίως δὲ καὶ τῶν ἄλλων ζῴων ὁτιοῦν οὐδὲν δυσχεραίνει τῶν καθ΄ αὑτὰ δυσωδῶν τὴν ὀσμήν͵ ἂν μή τι τύχῃ φθαρτικὸν ὄν͵ ὑπὸ τούτων δ΄ ὁμοίως φθαρεῖται καθάπερ καὶ οἱ ἄνθρωποι ὑπὸ τῆς τῶν ἀνθράκων ἀτμίδος καρηβαροῦσι καὶ φθείρονται πολλάκις· οὕτως ὑπὸ τῆς τοῦ θείου δυνάμεως καὶ τῶν ἀσφαλτωδῶν φθείρεται [445a] τἆλλα ζῷα͵ καὶ φεύγει διὰ τὸ πάθος. αὐτῆς δὲ καθ΄ αὑτὴν τῆς δυσωδίας οὐδὲν φροντίζουσιν (καίτοι πολλὰ τῶν φυομένων δυσώδεις ἔχει τὰς ὀσμάς)͵ ἐὰν μή τι συμβάλληται πρὸς τὴν γεῦσιν ἢ τὴν ἐδωδὴν αὐτοῖς. ἔοικε δ΄ ἡ αἴσθησις ἡ τοῦ ὀσφραίνεσθαι͵ περιττῶν οὐσῶν τῶν αἰσθήσεων καὶ τοῦ ἀριθμοῦ ἔχοντος μέσον τοῦ περιττοῦ͵ καὶ αὐτὴ μέση εἶναι τῶν τε ἁπτικῶν͵ οἷον ἁφῆς καὶ γεύσεως͵ καὶ τῶν δι΄ ἄλλου αἰσθητικῶν͵ οἷον ὄψεως καὶ ἀκοῆς. διὸ καὶ τὸ ὀσφραντὸν τῶν θρεπτικῶν ἐστὶ πάθος τι (ταῦτα δ΄ ἐν τῷ ἁπτῷ γένει)͵ καὶ τοῦ ἀκουστοῦ δὲ καὶ τοῦ ὁρατοῦ͵ διὸ καὶ ἐν ἀέρι καὶ ἐν ὕδατι ὀσμῶνται. ὥστ΄ ἐστὶ τὸ ὀσφραντὸν κοινόν τι τούτων ἀμφοτέρων͵ καὶ τῷ τε ἁπτῷ ὑπάρχει καὶ τῷ ἀκουστῷ καὶ τῷ διαφανεῖ· διὸ καὶ εὐλόγως παρείκασται ξηρότητος ἐν ὑγρῷ καὶ χυτῷ οἷον βαφή τις εἶναι καὶ πλύσις. πῶς μὲν οὖν εἴδη δεῖ λέγειν καὶ πῶς οὐ δεῖ τοῦ ὀσφραντοῦ͵ ἐπὶ τοσοῦτον εἰρήσθω. ὃ δὲ λέγουσί τινες τῶν Πυθαγορείων͵ οὐκ ἔστιν εὔλογον· τρέφεσθαι γάρ φασιν ἔνια ζῷα ταῖς ὀσμαῖς. πρῶτον μὲν γὰρ ὁρῶμεν ὅτι τὴν τροφὴν δεῖ εἶναι συνθετήν (καὶ γὰρ τὰ τρεφόμενα οὐχ ἁπλᾶ ἐστιν͵ διὸ καὶ περιττώματα γίγνεται τῆς τροφῆς͵ ἢ ἐν αὐτοῖς ἢ ἔξω͵ ὥσπερ τοῖς φυτοῖς͵ ἐπεὶ δ΄ οὐδὲ τὸ ὕδωρ ἐθέλει αὐτὸ μόνον ἄμεικτον ὂν τρέφεινσω ματῶδες γάρ τι δεῖ εἶναι τὸ συστησόμενονἔτι πολὺ ἧττον εὔλογον τὸν ἀέρα σωματοῦσθαι)· πρὸς δὲ τούτοις͵ ὅτι πᾶσιν ἔστι τοῖς ζῴοις τόπος δεκτικὸς τῆς τροφῆς͵ ἐξ οὗ ἕλκον λαμβάνει τὸ σῶμα· τοῦ δ΄ ὀσφραντοῦ ἐν τῇ κεφαλῇ τὸ αἰσθητήριον͵ καὶ μετὰ πνευματώδους εἰσέρχεται ἀναθυμιά σεως͵ ὥστ΄ εἰς τὸν ἀναπνευστικὸν βαδίζοι ἂν τόπον. ὅτι μὲν οὖν οὐ συμβάλλεται εἰς τροφὴν τὸ ὀσφραντόν͵ ᾗ ὀσφραντόν͵ δῆλον· ὅτι μέντοι εἰς ὑγίειαν͵ καὶ ἐκ τῆς αἰσθήσεως καὶ ἐκ τῶν εἰρημένων φανερόν͵ ὥστε ὅπερ ὁ χυμὸς ἐν τῷ θρεπτικῷ καὶ πρὸς τὰ τρεφόμενα͵ τοῦτ΄ ἐστὶ πρὸς ὑγίειαν τὸ [445b] ὀσφραντόν. καθ΄ ἕκαστον μὲν οὖν αἰσθητήριον διωρίσθω τὸν τρόπον τοῦτον.
Ἀπορήσειε δ΄ ἄν τις͵ εἰ πᾶν σῶμα εἰς ἄπειρον διαιρεῖται͵ ἆρα καὶ τὰ παθήματα τὰ αἰσθητά͵ οἷον χρῶμα καὶ χυμὸς καὶ ὀσμὴ καὶ ψόφος͵ καὶ βαρῦ καὶ κοῦφον͵ καὶ θερμὸν καὶ ψυχρόν͵ καὶ σκληρὸν καὶ μαλακόν͵ ἢ ἀδύνατον. ποιητικὸν γάρ ἐστιν ἕκαστον αὐτῶν τῆς αἰσθήσεως (τῷ δύνασθαι γὰρ κινεῖν αὐτὴν λέγεται πάντα)͵ ὥστ΄ ἀνάγκη͵ εἰ ἡ δύναμις͵ καὶ τὴν αἴσθησιν εἰς ἄπειρα διαιρεῖσθαι καὶ πᾶν εἶναι μέ γεθος αἰσθητόν (ἀδύνατον γὰρ λευκὸν μὲν ὁρᾶν͵ μὴ ποσὸν δέ)· εἰ γὰρ μὴ οὕτως͵ ἐνδέχοιτ΄ ἂν εἶναί τι σῶμα μηδὲν ἔχον χρῶμα μηδὲ βάρος μηδ΄ ἄλλο τι τοιοῦτον πάθος͵ ὥστ΄ οὐδ΄ αἰσθητὸν ὅλως· ταῦτα γὰρ τὰ αἰσθητά. τὸ ἄρ΄ αἰσθητὸν ἔσται συγκείμενον οὐκ ἐξ αἰσθητῶν. ἀλλ΄ ἀναγκαῖον· οὐ γὰρ δὴ ἔκ γε τῶν μαθηματικῶν. ἔτι τίνι κρινοῦμεν ταῦτα καὶ γνωσόμεθα; ἢ τῷ νῷ; ἀλλ΄ οὐ νοητά͵ οὐδὲ νοεῖ ὁ νοῦς τὰ ἐκτὸς μὴ μετ΄ αἰσθήσεως. ἅμα δ΄ εἰ ταῦτ΄ ἔχει οὕτως͵ ἔοικε μαρτυρεῖν τοῖς τὰ ἄτομα ποιοῦσι μεγέθη· οὕτω γὰρ ἂν λύοιτο ὁ λόγος. ἀλλ΄ ἀδύνατα· εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς λόγοις τοῖς περὶ κινήσεως. περὶ δὲ τῆς λύσεως αὐτῶν ἅμα δῆλον ἔσται καὶ διὰ τί πεπέρανται τὰ εἴδη καὶ χρώματος καὶ χυμοῦ καὶ φθόγγων καὶ τῶν ἄλλων αἰσθητῶν. ὧν μὲν γάρ ἐστιν ἔσχατα͵ ἀνάγκη πεπεράνθαι τὰ ἐντός· τὰ δ΄ ἐναντία ἔσχατα͵ πᾶν δὲ τὸ αἰσθητὸν ἔχει ἐναντίωσιν͵ οἷον ἐν χρώματι τὸ λευκὸν καὶ τὸ μέλαν͵ ἐν χυμῷ γλυκὺ καὶ πικρόν· καὶ ἐν τοῖς ἄλλοις δὴ πᾶσίν ἐστιν ἔσχατα τὰ ἐν αντία. τὸ μὲν οὖν συνεχὲς εἰς ἄπειρα τέμνεται ἄνισα͵ εἰς δ΄ ἴσα πεπερασμένα· τὸ δὲ μὴ καθ΄ αὑτὸ συνεχὲς εἰς πεπερασμένα εἴδη. ἐπεὶ οὖν τὰ μὲν πάθη ὡς εἴδη λεκτέον͵ ὑπάρχει δὲ συνέχεια ἀεὶ ἐν τούτοις͵ ληπτέον ὅτι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ ἕτερον· καὶ διὰ τοῦτο τὸ μυριοστημόριον λανθάνει [446a] τῆς κέγχρου ὁρωμένης͵ καίτοι ἡ ὄψις ἐπελήλυθεν͵ καὶ ὁ ἐν τῇ διέσει φθόγγος λανθάνει͵ καίτοι συνεχοῦς ὄντος ἀκούει τοῦ μέλους παντός· τὸ δὲ διάστημα τὸ τοῦ μεταξὺ πρὸς τοὺς ἐσχάτους λανθάνει. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις αἰσθητοῖς τὰ μικρὰ πάμπαν· δυνάμει γὰρ ὁρατά͵ ἐνεργείᾳ δ΄ οὔ͵ ὅταν μὴ χωρὶς ᾖ· καὶ γὰρ ἐνυπάρχει δυνάμει ἡ ποδιαία τῇ δίποδι͵ ἐνεργείᾳ δ΄ ἤδη ἀφαιρεθεῖσα. χωριζόμεναι δ΄ αἱ τηλικαῦται ὑπεροχαὶ εὐλόγως μὲν ἂν καὶ διαλύοιντο εἰς τὰ περιέχοντα͵ ὥσπερ καὶ ἀκαριαῖος χυμὸς εἰς τὴν θάλατταν ἐγχυθείς. οὐ μὴν ἀλλ΄ ἐπειδὴ οὐδ΄ ἡ τῆς αἰσθήσεως ὑπεροχὴ καθ΄ αὑτὴν αἰσθητὴ οὐδὲ χωριστή (δυνάμει γὰρ ἐνυπάρχει ἐν τῇ ἀκριβεστέρᾳ ἡ ὑπεροχή)͵ οὐδὲ τὸ τηλικοῦτον αἰσθητὸν χωριστὸν ἔσται ἐνεργείᾳ αἰσθάνεσθαι. ἀλλ΄ ὅμως ἔσται αἰσθητόν· δυνάμει τε γάρ ἐστιν ἤδη͵ καὶ ἐνεργείᾳ ἔσται προσγενόμενον. ὅτι μὲν οὖν ἔνια μεγέθη καὶ πάθη λανθάνει͵ καὶ διὰ τίν΄ αἰτίαν͵ καὶ πῶς αἰσθητὰ καὶ πῶς οὔ͵ εἴρηται. ὅταν δὲ δὴ ἐνυπάρχῃ τούτῳ τοσαῦτα ὥστε καὶ ἐνεργείᾳ αἰ σθητὰ εἶναι͵ καὶ μὴ μόνον ὅτι ἐν τῷ ὅλῳ ἀλλὰ καὶ χωρίς͵ πεπερασμένα ἀνάγκη εἶναι τὸν ἀριθμόν͵ καὶ χρώματα καὶ χυμοὺς καὶ φθόγγους. ἀπορήσειε δ΄ ἄν τις͵ ἆρ΄ ἀφικνοῦν ται ἢ τὰ αἰσθητὰ ἢ αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθητῶν (ὁποτέρως ποτὲ γίγνεται ἡ αἴσθησις)͵ ὅταν ἐνεργῶσιν͵ εἰς τὸ μέσον πρῶτον͵ οἷον ἥ τε ὀσμὴ φαίνεται ποιοῦσα καὶ ὁ ψόφος· πρότερον γὰρ ὁ ἐγγὺς αἰσθάνεται τῆς ὀσμῆς͵ καὶ ὁ ψόφος ὕστερον ἀφικνεῖται τῆς πληγῆς. ἆρ΄ οὖν οὕτω καὶ τὸ ὁρώμενον καὶ τὸ φῶς͵ καθάπερ καὶ Ἐμπεδοκλῆς φησιν ἀφικνεῖσθαι πρότερον τὸ ἀπὸ τοῦ ἡλίου φῶς εἰς τὸ μεταξὺ πρὶν πρὸς τὴν ὄψιν ἢ ἐπὶ τὴν γῆν; δόξειε δ΄ ἂν εὐλόγως τοῦτο συμβαίνειν· τὸ γὰρ κινούμενον κινεῖταί ποθέν ποι͵ ὥστ΄ ἀνάγκη εἶναί τινα καὶ χρόνον ἐν ᾧ κινεῖται ἐκ θατέρου πρὸς θάτερον· ὁ δὲ [446b] χρόνος πᾶς διαιρετός͵ ὥστε ἦν ὅτε οὔ πω ἑωρᾶτο ἀλλ΄ ἔτ΄ ἐφέρετο ἡ ἀκτὶς ἐν τῷ μεταξύ. καὶ εἰ καὶ ἅπαν ἅμα ἀκούει καὶ ἀκήκοε͵ καὶ ὅλως αἰσθάνεται καὶ ᾔσθηται͵ καὶ μή ἐστι γένεσις αὐτῶν͵ ἀλλ΄ εἰσὶν ἄνευ τοῦ γίγνεσθαι͵ ὅμως οὐδὲν ἧττον͵ ὥσπερ ὁ ψόφος ἤδη γεγενημένης τῆς πληγῆς οὔ πω πρὸς τῇ ἀκοῇδηλοῖ δὲ τοῦτο καὶ ἡ τῶν γραμμάτων μετασχημά τισις͵ ὡς γιγνομένης τῆς φορᾶς ἐν τῷ μεταξύ· οὐ γὰρ τὸ λεχθὲν φαίνονται ἀκηκοότες διὰ τὸ μετασχηματίζεσθαι φερόμενον τὸν ἀέραἆρ΄ οὖν οὕτω καὶ τὸ χρῶμα καὶ τὸ φῶς; οὐ γὰρ δὴ τῷ πως ἔχειν τὸ μὲν ὁρᾷ τὸ δ΄ ὁρᾶται͵ ὥσπερ ἴσα ἐστίν· οὐθὲν γὰρ ἂν ἔδει που ἑκάτερον εἶναι· τοῖς γὰρ ἴσοις γιγνομένοις οὐδὲν διαφέρει ἢ ἐγγὺς ἢ πόῤῥω ἀλλήλων εἶναι. ἢ περὶ μὲν τὸν ψόφον καὶ τὴν ὀσμὴν τοῦτο συμβαίνειν εὔλογον· ὥσπερ γὰρ ὁ ἀὴρ καὶ τὸ ὕδωρ͵ συνεχῆ μέν͵ μεμέρισται δ΄ ἀμφοτέρων ἡ κίνησις. διὸ καὶ ἔστι μὲν ὡς τὸ αὐτὸ ἀκούει ὁ πρῶτος καὶ ὁ ὕστερος καὶ ὀσφραίνεται͵ ἔστι δ΄ ὡς οὔ. δοκεῖ δέ τισιν εἶναι ἀπορία καὶ περὶ τούτων· ἀδύνατον γάρ φασί τινες ἄλλον ἄλλῳ τὸ αὐτὸ ἀκούειν καὶ ὁρᾶν καὶ ὀσφραίνεσθαι· οὐ γὰρ οἷόν τ΄ εἶναι πολλοὺς καὶ χωρὶς ὄντας ἓν ἀκούειν καὶ ὀσφραίνεσθαι· τὸ γὰρ ἓν χωρὶς ἂν αὐτὸ αὑτοῦ εἶναι. ἢ τοῦ μὲν κινήσαντος πρώτου͵ οἷον τῆς κώδωνος ἢ λιβανωτοῦ ἢ πυρός͵ τοῦ αὐτοῦ καὶ ἑνὸς ἀριθμῷ αἰσθάνονται πάντες͵ τοῦ δὲ δὴ ἰδίου ἑτέρου ἀριθμῷ͵ εἴδει δὲ τοῦ αὐτοῦ͵ διὸ ἅμα πολλοὶ ὁρῶσι καὶ ὀσμῶνται καὶ ἀκούουσιν; ἔστι δ΄ οὔτε σώματα ταῦτα͵ ἀλλὰ πάθος καὶ κίνησίς τις (οὐ γὰρ ἂν τοῦτο συνέβαινεν)͵ οὔτ΄ ἄνευ σώματος. περὶ δὲ τοῦ φωτὸς ἄλλος λόγος· τῷ ἐνεῖναι γάρ τι τὸ φῶς ἐστιν͵ ἀλλ΄ οὐ κίνησίς τις. ὅλως δὲ οὐδὲ ὁμοίως ἐπί τε ἀλλοιώσεως ἔχει καὶ φορᾶς· αἱ μὲν γὰρ φοραὶ εὐλόγως εἰς τὸ μεταξὺ πρῶτον ἀφικνοῦνται (δοκεῖ δ΄ ὁ ψόφος εἶναι φερομένου [447a] τινὸς κίνησις)͵ ὅσα δ΄ ἀλλοιοῦται͵ οὐκέτι ὁμοίως· ἐνδέχεται γὰρ ἀθρόον ἀλλοιοῦσθαι͵ καὶ μὴ τὸ ἥμισυ πρότερον͵ οἷον τὸ ὕδωρ ἅμα πᾶν πήγνυσθαι. οὐ μὴν ἀλλ΄ ἂν ᾖ πολὺ τὸ θερμαινόμενον ἢ πηγνύμενον͵ τὸ ἐχόμενον ὑπὸ τοῦ ἐχομένου πάσχει͵ τὸ δὲ πρῶτον ὑπ΄ αὐτοῦ τοῦ ἀλλοιοῦντος μεταβάλλει καὶ ἀνάγκη ἅμα ἀλλοιοῦσθαι καὶ ἀθρόον. ἦν δ΄ ἂν καὶ τὸ γεύεσθαι ὥσπερ ἡ ὀσμή͵ εἰ ἐν ὑγρῷ ἦμεν καὶ ποῤῥωτέρωθεν πρὶν θιγεῖν αὐτοῦ ᾐσθανόμεθα. εὐλόγως δὴ ὧν ἐστι μεταξὺ τοῦ αἰσθητηρίου͵ οὐχ ἅμα πάντα πάσχει͵ πλὴν ἐπὶ τοῦ φωτὸς διὰ τὸ εἰρημένον͵ διὰ τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ ὁρᾶν· τὸ γὰρ φῶς ποιεῖ τὸ ὁρᾶν.
Ἔστι δ΄ ἀπορία καὶ ἄλλη τις τοιάδε περὶ τὰς αἰσθήσεις͵ πότερον ἐνδέχεται δυεῖν ἅμα αἰσθάνεσθαι ἐν τῷ αὐτῷ καὶ ἀτόμῳ χρόνῳ͵ ἢ οὔ. εἰ δὴ ἀεὶ ἡ μείζων κίνησις τὴν ἐλάττω ἐκκρούειδιὸ ὑποφερομένων ὑπὸ τὰ ὄμματα οὐκ αἰσθάνονται͵ ἐὰν τύχωσι σφόδρα τι ἐννοῦντες ἢ φοβούμενοι ἢ ἀκούοντες πολὺν ψόφοντοῦτο δὴ ὑποκείσθω͵ καὶ ὅτι ἑκάστου μᾶλλον ἔστιν αἰσθάνεσθαι ἁπλοῦ ὄντος ἢ κεκραμένου͵ οἷον οἴνου ἀκράτου ἢ κεκραμένου͵ καὶ μέλιτος͵ καὶ χρόας͵ καὶ τῆς νήτης μόνης ἢ ἐν τῇ διὰ πασῶν͵ διὰ τὸ ἀφανίζειν ἄλληλα. τοῦτο δὲ ποιεῖ ἐξ ὧν ἕν τι γίγνεται. εἰ δὴ ἡ μείζων τὴν ἐλάττω κίνησιν ἐκκρούει͵ ἀνάγκη͵ ἂν ἅμα ὦσι͵ καὶ αὐτὴν ἧττον αἰσθητὴν εἶναι ἢ εἰ μόνη ἦν· ἀφαιρεῖται γάρ τι ἡ ἐλάττων μειγνυμένη͵ εἴπερ ἅπαντα τὰ ἁπλᾶ μᾶλλον αἰσθητά ἐστιν. ἐὰν ἄρα ἴσαι ὦσιν ἕτεραι οὖσαι͵ οὐδετέρας ἔσται αἴσθησις· ἀφανιεῖ γὰρ ἡ ἑτέρα ὁμοίως τὴν ἑτέραν͵ ἁπλῆς δ΄ οὐκ ἔστιν αἰσθάνεσθαι. ὥστε ἢ οὐδεμία ἔσται αἴσθησις͵ ἢ ἄλλη ἐξ ἀμφοῖν· ὅπερ καὶ γίγνεσθαι δοκεῖ ἐπὶ τῶν κεραννυμένων ἐν ᾧ ἂν μειχθῶσιν. ἐπεὶ οὖν ἐκ μὲν ἐνίων γίγνεταί τι͵ ἐκ δ΄ ἐνίων οὐ γίγνεται͵ τοιαῦτα δὲ τὰ ὑφ΄ ἑτέραν αἴσθησιν (μείγνυνται γὰρ [447b] ὧν τὰ ἔσχατα ἐναντία· οὐκ ἔστι δ΄ ἐκ λευκοῦ καὶ ὀξέος ἓν γίγνεσθαι ἀλλ΄ ἢ κατὰ συμβεβηκός͵ ἀλλ΄ οὐχ ὡς ἐξ ὀξέος καὶ βαρέος συμφωνία)͵ οὐκ ἄρα οὐδ΄ αἰσθάνεσθαι ἐνδέχεται αὐτῶν ἅμα. ἴσαι μὲν γὰρ οὖσαι αἱ κινήσεις ἀφανιοῦσιν ἀλλήλας͵ ἐπεὶ μία οὐ γίγνεται ἐξ αὐτῶν· ἂν δ΄ ἄνισοι͵ ἡ κρείττων αἴσθησιν ἐμποιήσει. ἔτι μᾶλλον ἅμα δυοῖν αἴσθοιτ΄ ἂν ἡ ψυχὴ τῇ μιᾷ αἰσθήσει ὧν μία αἴσθησις͵ οἷον ὀξέος καὶ βαρέος (μᾶλλον γὰρ ἅμα ἡ κίνησις τῇ μιᾶς αὐτὴ ἑαυτῇ ἢ τοῖν δυοῖν͵ οἷον ὄψεως καὶ ἀκοῆς)͵ τῇ μιᾷ δὲ ἅμα δυοῖν οὐκ ἔστιν αἰσθάνεσθαι ἂν μὴ μειχθῇ (τὸ γὰρ μεῖγμα ἓν βούλεται εἶναι͵ τοῦ δ΄ ἑνὸς μία αἴσθησις͵ ἡ δὲ μία ἅμα αὑτῇ)͵ ὥστ΄ ἐξ ἀνάγκης τῶν μεμειγμένων ἅμα αἰσθάνεται͵ ὅτι μιᾷ αἰσθήσει κατ΄ ἐνέργειαν αἰσθάνεται· ἑνὸς μὲν γὰρ ἀριθμῷ ἡ κατ΄ ἐνέργειαν μία͵ εἴδει δὲ ἡ κατὰ δύναμιν μία· καὶ εἰ μία τοίνυν ἡ αἴσθησις ἡ κατ΄ ἐνέργειαν͵ ἓν ἐκεῖνα ἐρεῖ. μεμεῖχθαι ἄρα ἀνάγκη αὐτά. ὅταν ἄρα μὴ ᾖ μεμειγμένα͵ δύο ἔσονται αἰσθήσεις αἱ κατ΄ ἐνέργειαν. ἀλλὰ κατὰ μίαν δύναμιν καὶ ἄτομον χρόνον μίαν ἀνάγκη εἶναι τὴν ἐνέργειαν· μιᾶς γὰρ ἡ εἰσάπαξ μία χρῆσις καὶ κίνησις͵ μία δὲ ἡ δύναμις. οὐκ ἄρα ἐνδέχεται δυοῖν ἅμα αἰσθάνεσθαι τῇ μιᾷ αἰσθήσει. ἀλλὰ μὴν εἰ τὰ ὑπὸ τὴν αὐτὴν αἴσθησιν ἅμα ἀδύνατον͵ ἐὰν ᾗ δύο͵ δῆλον ὅτι ἧττον ἔτι τὰ κατὰ δύο αἰσθήσεις ἐνδέχεται ἅμα αἰσθάνεσθαι͵ οἷον λευκὸν καὶ γλυκύ. φαίνεται γὰρ τὸ μὲν τῷ ἀριθμῷ ἓν ἡ ψυχὴ οὐδενὶ ἑτέρῳ λέγειν ἀλλ΄ ἢ τῷ ἅμα͵ τὸ δὲ τῷ εἴδει ἓν τῇ κρινούσῃ αἰσθήσει καὶ τῷ τρόπῳ. λέγω δὲ τοῦτο͵ ὅτι ἴσως τὸ λευκὸν καὶ τὸ μέλαν͵ ἕτερον τῷ εἴδει ὄν͵ ἡ αὐτὴ κρίνει͵ καὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν ἡ αὐτὴ μὲν ἑαυτῇ͵ ἐκείνης δ΄ ἄλλη͵ ἀλλ΄ ἑτέρως ἑκάτερον τῶν ἐναντίων͵ ὡς δ΄ αὔτως ἑαυταῖς τὰ σύστοιχα͵ οἷον ὡς ἡ γεῦσις τὸ γλυκύ͵ οὕτως ἡ ὄψις τὸ [448a] λευκόν͵ ὡς δ΄ αὕτη τὸ μέλαν͵ οὕτως ἐκείνη τὸ πικρόν. ἔτι εἰ αἱ τῶν ἐναντίων κινήσεις ἐναντίαι͵ ἅμα δὲ τὰ ἐναντία ἐν τῷ αὐτῷ καὶ ἀτόμῳ οὐκ ἐνδέχεται ὑπάρχειν͵ ὑπὸ δὲ τὴν αἴ σθησιν τὴν μίαν ἐναντία ἐστίν͵ οἷον γλυκὺ πικρῷ͵ τούτων οὐκ ἂν ἐνδέχοιτο αἰσθάνεσθαι ἅμα. ὁμοίως δὲ δῆλον ὅτι οὐδὲ τὰ μὴ ἐναντία· τὰ μὲν γὰρ τοῦ λευκοῦ τὰ δὲ τοῦ μέλανός ἐστιν͵ καὶ ἐν τοῖς ἄλλοις ὁμοίως͵ οἷον τῶν χυμῶν οἱ μὲν τοῦ γλυκέος οἱ δὲ τοῦ πικροῦ. οὐδὲ τὰ μεμειγμένα ἅμα (λόγοι γάρ εἰσιν ἀντικειμένων͵ οἷον τὸ διὰ πασῶν καὶ τὸ διὰ πέντε)͵ ἐὰν μὴ ὡς ἓν αἰσθάνηται. οὕτως δ΄ εἷς ὁ λόγος ὁ τῶν ἄκρων γίγνεται· ἄλλως δ΄ οὔ͵ ἔσται γὰρ ἅμα ὁ μὲν πολλοῦ πρὸς ὀλίγον ἢ περιττοῦ πρὸς ἄρτιον͵ ὁ δ΄ ὀλίγου πρὸς πολὺ ἢ ἀρτίου πρὸς περιττόν. εἰ οὖν πλεῖον ἔτι ἀπέχει ἀλλήλων καὶ διαφέρει τὰ συστοίχως μὲν λεγόμενα ἐν ἄλλῳ δὲ γένει τῶν ἐν τῷ αὐτῷ γένει (λέγω δ΄ οἷον τὸ γλυκὺ καὶ τὸ λευκὸν καλῶ σύστοιχα͵ γένει δ΄ ἕτερα͵ τὸ γλυκὺ δὲ τοῦ λευκοῦ πλεῖον ἔτι τῷ εἴδει διαφέρει ἢ τὸ μέλαν)͵ ἔτι ἂν ἧττον ἅμα ἐνδέχοιτο αὐτὰ αἰσθάνεσθαι ἢ τὰ τῷ γένει ταὐτά. ὥστ΄ εἰ μὴ ταῦτα͵ οὐδ΄ ἐκεῖνα. ὃ δὲ λέγουσί τινες τῶν περὶ τὰς συμφωνίας͵ ὅτι οὐχ ἅμα μὲν ἀφικνοῦνται οἱ ψόφοι͵ φαίνονται δέ͵ καὶ λανθάνει͵ ὅταν ὁ χρόνος ᾖ ἀναίσθητος͵ πότερον ὀρθῶς λέγεται ἢ οὔ; τάχα γὰρ ἂν φαίη τις καὶ νῦν παρὰ τοῦτο δοκεῖν ἅμα ὁρᾶν καὶ ἀκούειν͵ ὅτι οἱ μεταξὺ χρόνοι λανθάνουσιν. ἢ τοῦτ΄ οὐκ ἀληθές͵ οὐδ΄ ἐνδέχεται χρόνον εἶναι ἀναίσθητον οὐδένα οὐδὲ λανθάνειν͵ ἀλλὰ παντὸς ἐνδέχεται αἰσθάνεσθαι; εἰ γάρ͵ ὅτε αὐτὸς αὑτοῦ τις αἰσθάνεται ἢ ἄλλου ἐν συνεχεῖ χρόνῳ͵ μὴ ἐνδέχεται τότε λανθάνειν ὅτι ἔστιν͵ ἔστι δέ τις ἐν τῷ συνεχεῖ καὶ τοσοῦτος ὅσος ὅλως ἀναίσθητός ἐστι͵ δῆλον ὅτι τότε λανθάνοι ἂν εἰ ἔστιν αὐτὸς αὑτόν͵ καὶ εἰ ὁρᾷ καὶ αἰσθάνεται [καὶ εἰ αἰσθάνεται]. ἔτι οὐκ ἂν εἴη [448b] οὔτε χρόνος οὔτε πρᾶγμα οὐδὲν ὃ αἰσθάνεται ἢ ἐν ᾧ͵ εἰ μὴ οὕτως͵ ὅτι ἐν τούτου τινὶ ἢ ὅτι τούτου τι ὁρᾷ͵ εἴπερ ἔστι τι μέγεθος καὶ χρόνου καὶ πράγματος ἀναίσθητον ὅλως διὰ μικρότητα· εἰ γὰρ τὴν ὅλην ὁρᾷ͵ καὶ αἰσθάνεται τὸν αὐτὸν συνεχῶς χρόνον͵ οὕτω͵ τῷ ἐν τούτου τινί͵ ἀφῃρήσθω τὸ ΓΒ͵ ἐν ᾧ οὐκ ᾐσθάνετο. οὐκοῦν ἐν ταύτης τινί ἢ ταύτης τι͵ ὥσπερ τὴν γῆν ὁρᾷ ὅλην͵ ὅτι τοδὶ αὐτῆς͵ καὶ ἐν τῷ ἐνιαυτῷ βαδίζει͵ ὅτι ἐν τῳδὶ τῷ μέρει αὐτοῦ. ἀλλὰ μὴν ἐν τῷ ΓΒ οὐδὲν αἰσθάνεται. τῷ ἄρα ἐν τούτου τινὶ τοῦ ΑΒ αἰσθάνεσθαι λέγεται τοῦ ὅλου αἰσθάνεσθαι καὶ τὴν ὅλην. ὁ δ΄ αὐτὸς λόγος καὶ ἐπὶ τῆς ΑΓ· ἀεὶ γὰρ ἐν τινὶ καὶ τινός͵ ὅλου δ΄ οὐκ ἔστιν αἰσθάνεσθαι. ἅπαντα μὲν οὖν αἰσθητά ἐστιν͵ ἀλλ΄ οὐ φαίνεται ὅσα ἐστίν· τοῦ γὰρ ἡλίου τὸ μέγεθος ὁρᾷ καὶ τὸ τετράπηχυ πόῤῥωθεν͵ ἀλλ΄ οὐ φαίνεται ὅσον͵ ἀλλ΄ ἐνίοτε ἀδιαίρετον͵ ὃ ὁρᾷ δ΄ οὐκ ἀδιαίρετον. ἡ δ΄ αἰτία εἴρηται ἐν τοῖς ἔμπροσθεν περὶ τούτου. ὅτι μὲν οὖν οὐθείς ἐστι χρόνος ἀναίσθητος͵ ἐκ τούτων φανερόν· περὶ δὲ τῆς πρότερον λεχθείσης ἀπορίας σκεπτέον͵ πότερον ἐνδέχεται ἅμα πλειόνων αἰσθάνεσθαι ἢ οὐκ ἐνδέχεται. τὸ δ΄ ἅμα λέγω ἐν ἑνὶ καὶ ἀτόμῳ χρόνῳ πρὸς ἄλληλα. πρῶτον μὲν οὖν ἆρ΄ ὧδ΄ ἐνδέχεται͵ ἅμα μέν͵ ἑτέρῳ δὲ τῆς ψυχῆς αἰσθάνεσθαι͵ κἀν [οὐ τῷ ἀτόμῳ] οὕτως ἀτόμῳ ὡς παντὶ ὄντι συνεχεῖ; ἢ [ὅτι] πρῶτον μὲν κατὰ τὴν μίαν αἴσθησιν͵ οἷον λέγω ὄψιν͵ εἰ ἔσται ἄλλῳ αἰσθανομένη ἄλλου καὶ ἄλλου χρώματος͵ πλείω γε μέρη ἕξει εἴδει ταὐτά; καὶ γὰρ ἃ αἰσθάνεται ἐν τῷ αὐτῷ γένει ἐστίν. εἰ δέ͵ [ὅτι] ὡς ὄμματα δύο͵ φαίη τις οὐδὲν κωλύειν οὕτω καὶ ἐν τῇ ψυχῇ͵ [ὅτι] ἴσως ἐκ μὲν τούτων ἕν τι γίγνεται καὶ μία ἡ ἐνέργεια αὐτῶν· ἐκεῖ δέ͵ εἰ μὲν ἓν τὸ ἐξ ἀμφοῖν͵ ἐκεῖνο τὸ αἰσθανόμενον ἔσται͵ εἰ δὲ χωρίς͵ οὐχ ὁμοίως ἕξει. ἔτι αἰσθήσεις αἱ αὐταὶ πλείους ἔσονται͵ ὥσπερ εἴ τις ἐπιστήμας [449a] διαφόρους φαίη· οὔτε γὰρ ἡ ἐνέργεια ἄνευ τῆς κατ΄ αὐτὴν ἔσται δυνάμεως͵ οὔτ΄ ἄνευ ταύτης αἴσθησις ἔσται. εἰ δὲ τούτων ἐν ἑνὶ καὶ ἀτόμῳ μὴ αἰσθάνεται͵ δῆλον ὅτι καὶ τῶν ἄλλων· μᾶλλον γὰρ ἐνεδέχετο τούτων ἅμα πλειόνων ἢ τῶν τῷ γένει ἑτέρων. εἰ δὲ δὴ ἄλλῳ μὲν γλυκέος ἄλλῳ δὲ λευκοῦ αἰ σθάνεται ἡ ψυχὴ μέρει͵ ἤτοι τὸ ἐκ τούτων ἕν τί ἐστιν ἢ οὐχ ἕν. ἀλλ΄ ἀνάγκη ἕν· ἓν γάρ τι τὸ αἰσθητικόν ἐστι μέρος. τίνος οὖν ἐκεῖνο ἑνός; οὐδὲν γὰρ ἐκ τούτων ἕν. ἀνάγκη ἄρα ἕν τι εἶναι τῆς ψυχῆς ᾧ ἅπαντα αἰσθάνεται͵ καθάπερ εἴρη ται πρότερον͵ ἄλλο δὲ γένος δι΄ ἄλλου. ἆρ΄ οὖν ᾗ μὲν ἀδιαίρετόν ἐστι κατ΄ ἐνέργειαν͵ ἕν τί ἐστι τὸ αἰσθητικὸν γλυκέος καὶ λευκοῦ͵ ὅταν δὲ διαιρετὸν γένηται κατ΄ ἐνέργειαν͵ ἕτερον; ἢ ὥσπερ ἐπὶ τῶν πραγμάτων αὐτῶν ἐνδέχεται͵ οὕτως καὶ ἐπὶ τῆς ψυχῆς; τὸ γὰρ αὐτὸ καὶ ἓν ἀριθμῷ λευκὸν καὶ γλυκύ ἐστι͵ καὶ ἄλλα πολλά· εἰ γὰρ μὴ χωριστὰ τὰ πάθη ἀλλήλων͵ ἀλλὰ τὸ εἶναι ἕτερον ἑκάστῳ. ὁμοίως τοίνυν θετέον καὶ ἐπὶ τῆς ψυχῆς τὸ αὐτὸ καὶ ἓν εἶναι ἀριθμῷ τὸ αἰσθητικὸν πάντων͵ τὸ μέντοι εἶναι ἕτερον καὶ ἕτερον τῶν μὲν γένει τῶν δὲ εἴδει. ὥστε καὶ αἰσθάνοιτ΄ ἂν ἅμα τῷ αὐτῷ καὶ ἑνί͵ λόγῳ δ΄ οὐ τῷ αὐτῷ. ὅτι δὲ τὸ αἰσθητὸν πᾶν ἐστι μέ γεθος καὶ οὐκ ἔστιν ἀδιαίρετον αἰσθητόν͵ δῆλον. ἔστι γὰρ ὅθεν μὲν οὐκ ἂν ὀφθείη ἄπειρον τὸ ἀπόστημα͵ ὅθεν δὲ ὁρᾶται͵ πεπερασμένον· ὁμοίως δὲ καὶ τὸ ὀσφραντὸν καὶ ἀκουστὸν καὶ ὅσων μὴ αὐτῶν ἁπτόμενοι αἰσθάνονται. ἔστι δή τι ἔσχατον τοῦ ἀποστήματος ὅθεν οὐχ ὁρᾶται͵ καὶ πρῶτον ὅθεν ὁρᾶται. τοῦτο δὴ ἀνάγκη ἀδιαίρετον εἶναι͵ οὗ ἐν μὲν τῷ ἐπέκεινα οὐκ ἐνδέχεται αἰσθάνεσθαι ὄντος͵ ἐν δὲ τῷ ἐπὶ τάδε ἀνάγκη αἰσθάνεσθαι. εἰ δή τι ἔστιν ἀδιαίρετον αἰσθητόν͵ ὅταν τεθῇ ἐπὶ τῷ ἐσχάτῳ ὅθεν ἐστὶν ὕστατον μὲν οὐκ αἰσθητὸν πρῶτον δ΄ αἰσθητόν͵ ἅμα συμβήσεται ὁρατὸν εἶναι καὶ ἀόρατον· τοῦτο δ΄ ἀδύνατον. [449b] περὶ μὲν οὖν τῶν αἰσθητηρίων καὶ τῶν αἰσθητῶν τίνα τρόπον ἔχει καὶ κοινῇ καὶ καθ΄ ἕκαστον αἰσθητήριον εἴρηται· τῶν δὲ λοιπῶν πρῶτον σκεπτέον περὶ μνήμης καὶ τοῦ μνημονεύειν.