Περί Ηρακλείας
Περὶ Ἡρακλείας Συγγραφέας: |
Fragmente der Griechischen Historiker (FGrH) chapter 434 by Jacoby. The work is in the public domain. |
Αποσπάσματα
[Επεξεργασία]Ἀνεγνώσθη βιβλίον Μέμνονος ἱστορικόν, ἀπὸ τοῦ θʹ λόγου ἕως Ϛʹ καὶ ιʹ. Ἡ δὲ πραγματεία, ὅσα περὶ τὴν Ποντικὴν Ἡράκλειαν συνηνέχθη σκοπὸν ἀναγράψαι προτίθεται, τοὺς ἐν αὐτῇ τυραννήσαντας ἀναλεγομένη καὶ πράξεις αὐτῶν καὶ ἤθη, καὶ τοὺς ἄλλων βίους, καὶ τὰ τέλη οἷς ἐχρήσαντο, καὶ ὅσα τῶν εἰρημένων ἐξήρτηται.
[1] Κλέαρχον μὲν οὖν ἐπιθέσθαι πρῶτον τυραννίδι κατὰ τῆς πόλεως ἀναγράφει. Φησὶ δὲ παιδείας μὲν τῆς κατὰ φιλοσοφίαν οὐκ ἀγύμναστον, ἀλλὰ καὶ Πλάτωνος τῶν ἀκροατῶν ἕνα γεγονέναι, καὶ Ἰσοκράτους δὲ τοῦ ῥήτορος τετραετίαν ἀκροάσασθαι, ὠμὸν δὲ τοῖς ὑπηκόοις καὶ μιαιφόνον, εἴπερ τινὰ ἄλλον, ἐπιδειχθῆναι, καὶ εἰς ἄκρον ἀλαζονείας ἐλάσαι, ὡς καὶ Διὸς υἱὸν ἑαυτὸν ἀνειπεῖν καὶ τὸ πρόσωπον μὴ ἀνέχεσθαι ταῖς ἐκ φύσεως χρωματίζεσθαι βαφαῖς, ἄλλαις δὲ καὶ ἄλλαις ἰδέαις ποικιλλόμενον ἐπὶ τὸ στιλπνόν τε καὶ ἐνερευθὲς τοῖς ὁρῶσιν ἐπιφαίνεσθαι, ἐξαλλάττειν δὲ καὶ τοὺς χιτῶνας ἐπὶ τὸ φοβερόν τε καὶ ἁβρότερον.
2 Οὐ ταῦτα δὲ μόνον γενέσθαι κακόν, ἀλλὰ καὶ πρὸς τοὺς εὐεργέτας ἀχάριστον καὶ πάντα βίαιόν τε καὶ τὰ ἄτοπα τολμηρόν· φῦναι δὲ καὶ δραστήριον τὸν παλαμναῖον οἷς ἂν ἐπιβάλοι, οὐ κατὰ τῶν ὁμοφύλων μόνον, ἀλλὰ καὶ εἴ τι ἐν ἀλλοφύλοις ἐφρόνει πολέμιον. Βιβλιοθήκην μέντοι κατασκευάσαι πρὸ τῶν ἄλλων οὓς ἡ τυραννὶς ἀπέδειξεν ὀνομάζεσθαι.
3 Τοῦτον δὲ ἐπιβουλὰς μὲν πολλὰς πολλάκις διὰ τὸ μιαιφόνον καὶ μισάνθρωπον καὶ ὑβριστικὸν κατ´ αὐτοῦ συστάσας διαφυγεῖν, ὀψὲ δὲ καὶ μόλις ὑπὸ Χίωνος τοῦ Μάτριος, ἀνδρὸς μεγαλόφρονος καὶ κοινωνίαν πρὸς αὐτὸν τὴν ἐξ αἵματος ἔχοντος, καὶ Λέοντος καὶ Εὐξένωνος καὶ ἑτέρων οὐκ ὀλίγων συσκευασθῆναι πληγὴν καιρίαν ἐνεγκεῖν, καὶ τελευτῆσαι πικρῶς ἀπὸ τοῦ τραύματος. 4 Ἔθυε μὲν γὰρ δημοτελῆ θυσίαν ὁ τύραννος· οἱ δὲ περὶ τὸν Χίωνα ἐπιτήδειον εἶναι τὸν καιρὸν τῇ πράξει νομίσαντες τῇ τοῦ Χίωνος χειρὶ τὸ ξίφος διὰ τῶν τοῦ κοινοῦ πολεμίου λαγόνων ἐλαύνουσιν. Ὁ δὲ πολλῶν αὐτὸν καὶ πικρῶν ἀλγηδόνων κατατεινόντων, καὶ τοσούτων φασμάτων ἐκδειματούντων (εἴδωλα δὲ τὰ φάσματα ἦν ὧν ἐκεῖνος μιαιφόνως ἀνῃρήκει), οὕτω δευτεραῖος τὸν βίον κατέτρεψε, ζήσας μὲν ἔτη ηʹ καὶ νʹ, τούτων δὲ τυραννήσας δυοκαίδεκα. Εἶχε δὲ τὴν Περσῶν ἀρχὴν Ἀρταξέρξης τότε, εἶτα καὶ Ὦχος ὁ ταύτην ἐκ πατρὸς ἐκδεξάμενος· πρὸς οὓς καὶ πολλάκις ἔτι ζῶν ὁ Κλέαρχος διεπρεσβεύσατο.
5 Οἱ μέντοι γε ἀνῃρηκότες τὸν τύραννον μικροῦ πάντες οἱ μὲν ὑπὸ τῶν σωματοφυλάκων κατ´ αὐτὸν τὸν τῆς ἐπιθέσεως καιρόν, οὐκ ἀγεννῶς ἀνδρισάμενοι, κατεκόπησαν, οἱ δὲ καὶ ὕστερον συλληφθέντες καὶ πικραῖς τιμωρίαις ἐγκαρτερήσαντες ἀνῃρέθησαν.
[2] Σάτυρος δὲ ὁ τοῦ τυράννου ἀδελφός, οἷα δὴ ἐπίτροπος καταλειφθεὶς τῶν παίδων Τιμοθέου καὶ Διονυσίου, τὴν ἀρχὴν ὑποδέχεται· ὃς ὠμότητι μὲν οὐ Κλέαρχον ἀλλὰ καὶ πάντας τυράννους ὑπερέβαλεν. Οὐ μόνον γὰρ τοὺς ἐπιβεβουλευκότας τῷ ἀδελφῷ ἐτιμωρήσατο, ἀλλὰ καὶ τῶν τέκνων ἃ μηδὲν συνῄδει τοῖς γεγεννηκόσιν, οὐδὲν ἀνεκτότερον ἐδηλήσατο, καὶ πολλοὺς ἀναιτίους κακούργων δίκας ἀπῄτησε.
2 Τοῦτον δὲ καὶ μαθημάτων τῶν τε κατὰ φιλοσοφίαν καὶ τῶν παντὸς ἐλευθερίου ἄλλου παντελῶς ὑπάρξαι ἀπαράδεκτον, καὶ νοῦν δὲ πρὸς τὰς μιαιφονίας μόνον ὀξύρροπον ἔχοντα φιλάνθρωπον μηδὲν μηδὲ ἥμερον μήτε μαθεῖν ἐθελῆσαι μήτε φῦναι ἐπιτήδειον. Ἀλλὰ πάντα μὲν ἦν οὗτος κάκιστος, εἰ καὶ χρόνος αὐτῷ κόρον λαβεῖν τῶν ἐμφυλίων αἱμάτων καὶ τῆς μιαιφονίας ὑπεξέλυεν· ἐπὶ δὲ τῇ φιλαδελφίᾳ τὸ πρῶτον ἠνέγκατο.
3 Τὴν γὰρ ἀρχὴν τοῖς τοῦ ἀδελφοῦ παισὶν ἀνεπηρέαστον συντηρῶν ἐπὶ τοσοῦτον τῆς αὐτῶν κηδεμονίας λόγον ἐτίθετο, ὡς καὶ γυναικὶ συνών, καὶ τότε λίαν στεργομένῃ, μὴ ἀνασχέσθαι παιδοποιῆσαι, ἀλλὰ μηχανῇ πάσῃ γονῆς στέρησιν ἑαυτῷ δικάσαι, ὡς ἂν μηδ´ ὅλως ὑπολίποι τινὰ ἐφεδρεύοντα τοῖς τοῦ ἀδελφοῦ παισίν.
4 Οὗτος ἔτι ζῶν καὶ γήρᾳ βαρυνόμενος Τιμοθέῳ τῷ πρεσβυτέρῳ τῶν παίδων τοῦ ἀδελφοῦ ἐγχειρίζει τὴν ἀρχήν, καὶ μετὰ χρόνον οὐ πολὺν ἀνιάτῳ πάθει καὶ χαλεπωτάτῳ συσχεθείς, —καρκίνωμα γὰρ μεταξὺ βουβῶνός τε καὶ ὀσχέου ὑποφυὲν τὴν νομὴν πρὸς τὰ ἔνδον ἐπεδίδου πικρότερον, ἐξ οὗ ἰχῶρες ἀναστομωθείσης τῆς σαρκὸς ἐξέρρεον βαρὺ καὶ δύσοιστον πνέουσαι, ὡς μηκέτι μήτε τὸ ὑπηρετούμενον μήτε τοὺς ἰατροὺς τὸ τῆς σηπεδόνος στέγειν δυσῶδες καὶ ἀνυπόστατον. Καὶ συνεχεῖς δὲ ὀδύναι καὶ δριμεῖαι ὅλον τὸ σῶμα κατέτεινον, ὑφ´ ὧν ἀγρυπνίαις τε καὶ σπασμοῖς ἐξεδίδοτο, ἕως προκόψασα μέχρις αὐτῶν τῶν σπλάγχνων τοῦ πάθους ἡ νομὴ τοῦ βίου ἀπέρρηξεν.
5 Ἐδίδου μὲν καὶ οὗτος, ὥσπερ καὶ Κλέαρχος, τελευτῶν τοῖς ὁρῶσιν ἐννοεῖν δίκας ἀπαιτεῖσθαι ὧν ὠμῶς τε καὶ παρανόμως τοὺς πολίτας διέθεσαν· πολλάκις γὰρ αὐτόν φασιν ἐν τῇ νόσῳ τὸν θάνατον ἐπελθεῖν αὐτῷ κατευχόμενον μὴ τυχεῖν, ἀλλὰ συχναῖς ἡμέραις τῇ πικρᾷ καὶ βαρείᾳ καταδαπανώμενον νόσῳ οὕτως ἀποτίσαι τὸ χρεών, ἔτη μὲν βιώσαντα πέντε καὶ ἑξήκοντα, ὧν ἡ τυραννὶς εἶχε ζʹ. Ἀρχίδαμος δὲ τηνικαῦτα Λακεδαιμονίων ἐβασίλευεν.
[3] Ὁ δὲ Τιμόθεος παραλαβὼν τὴν ἀρχὴν οὕτω ταύτην ἐπὶ τὸ πρᾳότερον καὶ δημοκρατικώτερον μετερρύθμιζεν, ὡς μηκέτι τύραννον ἀλλ´ εὐεργέτην αὐτὸν οἷς ἔπραττε καὶ σωτῆρα ὀνομάζεσθαι. Τά τε γὰρ χρέα τοῖς δανεισταῖς παρ´ ἑαυτοῦ διελύσατο, καὶ τοῖς χρῄζουσι πρὸς τὰς ἐμπορίας καὶ τὸν ἄλλον βίον τόκων ἄνευ ἐπήρκεσε, καὶ τῶν δεσμωτηρίων οὐ τοὺς ἀνευθύνους μόνον ἀλλὰ καὶ τοὺς ἐν αἰτίαις διηφίει καὶ δικαστὴς ἀκριβὴς ἦν ὁμοῦ καὶ φιλάνθρωπος, καὶ τὰ ἄλλα χρηστὸς καὶ τὰς ὑποθέσεις οὐκ ἀπιστούμενος. Ἐφ´ οἷς καὶ τὸν ἀδελφὸν Διονύσιον τά τε ἄλλα πατρικῶς περιεῖπε, καὶ κοινωνὸν μὲν εἶχεν αὐτίκα τῆς ἀρχῆς, ἐχομένως δὲ καὶ διάδοχον.
2 Οὐ μὴν ἀλλὰ γὰρ καὶ πρὸς τὰς πολεμικὰς τῶν πράξεων ἀνδρείως ἐφέρετο, μεγαλόφρων δὲ ἦν καὶ γενναῖος σῶμα καὶ ψυχήν, ἀλλὰ καὶ πρὸς τὰς τῆς μάχης διαλύσεις εὐγνώμων τε καὶ οὐκ ἄχαρις, πράγματα μὲν συνιδεῖν ἱκανός, ἐξικέσθαι δὲ πρὸς τὰ συνεωραμένα δραστήριος, οἰκτίρμων τε τὸ ἦθος καὶ χρηστός, καὶ τῇ μὲν εὐτολμίᾳ δεινῶς ἀπότομος, τῇ δὲ μετριότητι φιλάνθρωπός τε καὶ μειλίχιος. Διὸ σφόδρα μὲν περιὼν τοῖς πολεμίοις φοβερὸς ἦν, καὶ πάντες αὐτὸν κατωρρώδουν ἐπειδὰν ἀπεχθάνοιτο, τοῖς δ´ ἀρχομένοις γλυκύς τε καὶ ἥμερος. Ἔνθεν καὶ τελευτῶν πόθον αὑτοῦ κατέλιπε πολύν, καὶ πένθος ἤγειρε τῷ πόθῳ ἐνάμιλλον.
3 Ὁ δὲ τούτου ἀδελφὸς Διονύσιος καίει μὲν τὸ σῶμα πολυτελῶς, σπένδει δὲ αὐτῷ καὶ τὰ ἀπὸ βλεφάρων δάκρυα καὶ τὰς ἀπὸ τῶν σπλάγχνων οἰμωγάς, ἐπιτελεῖ δὲ καὶ ἀγῶνας ἱππικούς, οὐχ ἱππικοὺς δὲ μόνον ἀλλὰ καὶ σκηνικοὺς καὶ θυμελικοὺς καὶ γυμνικούς, τοὺς μὲν αὐτίκα, τοὺς δὲ λαμπροτέρους καὶ ὕστερον. Ἀλλὰ ταῦτα μὲν ἡ θʹ καὶ ιʹ τοῦ Μέμνονος, ὡς ἐν ἐπιδρομῇ φάναι, διαγράφει ἱστορία.
[4] Τὴν δὲ ἀρχὴν διαδεξάμενος Διονύσιος ηὔξησε ταύτην, Πέρσας ἐπὶ Γρανικῷ τοῦ Ἀλεξάνδρου μάχῃ καταγωνισαμένου καὶ παρασχόντος ἄδειαν τοῖς βουλομένοις αὔξειν τὰ ἑαυτῶν, τῆς τέως ἐμποδὼν πᾶσιν ἱσταμένης Περσικῆς ἰσχύος ὑποστελλομένης. Ὕστερον δὲ ποικίλας ὑπέστη περιστάσεις, μάλιστά γε τῶν τῆς Ἡρακλείας φυγάδων πρὸς Ἀλέξανδρον περιφανῶς ἤδη τῆς Ἀσίας κρατοῦντα διαπρεσβευομένων, καὶ κάθοδον καὶ τὴν τῆς πόλεως πάτριον δημοκρατίαν ἐξαιτουμένων. Δι´ ἅπερ ἐγγὺς μὲν κατέστη τοῦ ἐκπεσεῖν τῆς ἀρχῆς, καὶ ἐξέπεσεν ἂν εἰ μὴ συνέσει πολλῇ καὶ ἀγχινοίᾳ καὶ τῇ τῶν ὑπηκόων εὐνοίᾳ καὶ θεραπείᾳ Κλεοπάτρας τοὺς ἀπειληθέντας αὐτῷ πολέμους διέφυγε, τὰ μὲν ὑπείκων καὶ τὴν ὀργὴν ἐκλύων καὶ μεθοδεύων ταῖς ἀναβολαῖς, τὰ δὲ ἀντιπαρασκευαζόμενος.
2 Ἐπεὶ δὲ ἢ θανάτῳ ἢ νόσῳ κατὰ Βαβυλῶνα γεγονὼς Ἀλέξανδρος τὸν βίον διέδραμεν, εὐθυμίας μὲν ὁ Διονύσιος ἄγαλμα τὴν ἀγγελίαν ἀκούσας ἱδρύσατο, παθὼν τῇ πρώτῃ προσβολῇ τῆς φήμης ὑπὸ τῆς πολλῆς χαρᾶς ὅσα ἂν ἡ σφόδρα λύπη δράσειε· μικροῦ γὰρ περιτραπεὶς εἰς τὸ πεσεῖν ὑπήχθη καὶ ἄνους ὤφθη γενόμενος. 3 Περδίκκα δὲ τῶν ὅλων ἐπιστάντος οἱ μὲν τῆς Ἡρακλείας φυγάδες πρὸς τὰ αὐτὰ καὶ τοῦτον παρώξυνον, Διονύσιος δὲ ταῖς ὁμοίαις μεθόδοις χρώμενος ἐπὶ ξυροῦ ἀκμῆς πολλοὺς κινδύνους κατ´ αὐτοῦ συστάντας πάντας διέδρασεν. Ἀλλ´ ὁ μὲν Περδίκκας ὑπὸ τῶν ἀρχομένων μοχθηρὸς γεγονὼς ἀνῄρηται, καὶ αἱ τῶν φυγάδων ἐλπίδες ἐσβέννυντο, Διονυσίῳ δὲ πανταχόθεν τὰ πράγματα πρὸς τὸ εὐδαιμονέστερον μετεβάλοντο.
4 Ἡ δὲ πλείστη ῥοπὴ τῆς εὐδαιμονίας ὁ δεύτερος αὐτῷ κατέστη γάμος. Ἠγάγετο μὲν γὰρ Ἄμαστριν, αὕτη δὲ ἦν Ὀξάθρου θυγάτηρ· ἀδελφὸς δὲ ἦν οὗτος Δαρείου, ὃν καθελὼν Ἀλέξανδρος Στάτειραν τὴν αὐτοῦ θυγατέρα γυναῖκα ἠγάγετο, ὡς εἶναι τὰς γυναῖκας ἀλλήλαις ἀνεψιάς, ἔχειν δέ τι πρὸς ἑαυτὰς καὶ φίλτρον ἐξαίρετον, ὃ τὸ συντρόφους ὑπάρξαι ταύταις ἐνέφυσεν. Ἀλλὰ ταύτην τὴν Ἄμαστριν Ἀλέξανδρος, ὅτε Στατείρᾳ συνήπτετο, Κρατερῷ (τῶν φιλουμένων ἦν οὗτος ὡς μάλιστα) συναρμόζει. Ἀλεξάνδρου δὲ ἐξ ἀνθρώπων ἀποπτάντος, καὶ Κρατεροῦ πρὸς Φίλαν τὴν Ἀντιπάτρου ἀποκλίναντος, γνώμῃ τοῦ λιπόντος Διονυσίῳ ἡ Ἄμαστρις συνοικίζεται. 5 Ἐξ οὗ ἐπὶ μέγα ἡ ἀρχὴ αὐτῷ διήρθη πλούτου τε περιβολῇ τῇ διὰ τῆς ἐπιγαμίας προστεθείσῃ καὶ ἰδίᾳ φιλοκαλίᾳ· καὶ γὰρ καὶ τὴν τοῦ Διονυσίου πᾶσαν ἐπισκευὴν τοῦ Σικελίας τυραννήσαντος αὐτὸν ἐπῆλθεν ἐξωνήσασθαι, τῆς ἀρχῆς ἐκείνου διαφθαρείσης.
6 Οὐ ταῦτα δὲ μόνον αὐτῷ τὴν ἀρχὴν ἐπεκράτυνεν, ἀλλὰ καὶ εὐπραγία καὶ εὔνοια τῶν ὑπηκόων, καὶ πολλῶν ὧν οὐκ ἐκράτει πρότερον ἡ κυριότης. Καὶ Ἀντιγόνῳ δὲ τὴν Ἀσίαν κατέχοντι λαμπρῶς συμμαχήσας, ὁπότε τὴν Κύπρον ἐπολιόρκει, τὸν ἀδελφιδοῦν Πτολεμαῖον (στρατηγὸς δὲ οὗτος ἦν τῶν περὶ τὸν Ἑλλήσποντον) φιλοτιμίας ἀμοιβὴν εὕρατο παρὰ Ἀντιγόνῳ γαμβρὸν λαβεῖν ἐπὶ θυγατρί· ἡ δὲ παῖς ἐκ προτέρων ἦν αὐτῷ γεγενημένη γάμων. Οὕτω γοῦν εἰς μέγα δόξης ἀνελθὼν καὶ τὸν τύραννον ἀπαξιώσας τὸ βασιλέως ἀντέλαβεν ὄνομα. 7 Φόβων δὲ καὶ φροντίδων ἐλευθεριάσας καὶ ταῖς καθημεριναῖς τρυφαῖς ἐκδιαιτηθεὶς ἐξωγκώθη τε τὸ σῶμα, καὶ τοῦ κατὰ φύσιν πολὺ πλέον ἐλιπάνθη. Ὑφ´ ὧν οὐ μόνον περὶ τὴν ἀρχὴν ῥᾳθύμως εἶχεν, ἀλλὰ καὶ ἐπειδὰν ἀφυπνώσειε, βελόναις μακραῖς τὸ σῶμα διαπειρόμενος (τοῦτο γὰρ ἄκος μόνον τοῦ κάρου καὶ τῆς ἀναισθησίας ὑπελείπετο) μόλις τῆς κατὰ τὸν ὕπνον καταφορᾶς ἐξανίστατο.
8 Τεκνωσάμενος δὲ τρεῖς παῖδας ἐκ τῆς Ἀμάστριος, Κλέαρχον, Ὀξάθρην καὶ θυγατέρα ὁμώνυμον τῇ μητρί, μέλλων τελευτᾶν ταύτην τε τῶν ὅλων δέσποιναν καταλιμπάνει καὶ τῶν παίδων κομιδῇ νηπίων ὄντων σύν τισιν ἑτέροις ἐπίτροπον, βιοὺς μὲν ἔτη εʹ καὶ νʹ, ὧν ἐπὶ τῆς ἀρχῆς λʹ ἐγνωρίζετο, πρᾳότατος ἐν αὐτῇ, ὡς εἴρηται, γεγονὼς καὶ τὸ χρηστὸς ἐπίκλησιν ἐκ τῶν ἠθῶν ἐνεγκάμενος, καὶ πολὺν πόθον τοῖς ὑπὸ χεῖρα καὶ πένθος λιπών.
9 Οὐδὲν δὲ ἧττον καὶ μετὰ τὴν ἐκείνου ἐξ ἀνθρώπων ἀναχώρησιν τὰ τῆς πόλεως πρὸς εὐδαιμονίαν ἐφέρετο, Ἀντιγόνου τῶν τε παίδων Διονυσίου καὶ τῶν πολιτῶν οὐ παρέργως προνοουμένου. Ἐκείνου δὲ πρὸς ἕτερα τὰς φροντίδας τρεψαμένου, Λυσίμαχος πάλιν τῶν περὶ Ἡράκλειαν καὶ τῶν παίδων ἐπεμελεῖτο, ὃς καὶ Ἄμαστριν ποιεῖται γυναῖκα. Καὶ κατ´ ἀρχὰς μὲν λίαν ἔστερξε, πραγμάτων δὲ αὐτῷ προσπεσόντων αὐτὴν μὲν ἐν Ἡρακλείᾳ λείπει, αὐτὸς δ´ εἴχετο τῶν ἐπειγόντων. Εἰς Σάρδεις δὲ μετ´ οὐ πολὺν χρόνον, τῶν πολλῶν πόνων ῥαΐσας, μετεπέμψατο ταύτην, καὶ ἔστεργεν ὁμοίως. Ὕστερον δὲ πρὸς τὴν θυγατέρα Πτολεμαίου τοῦ Φιλαδέλφου (Ἀρσινόη δὲ ἦν ὄνομα) τὸν ἔρωτα μεταθείς, διαζυγῆναι τὴν Ἄμαστριν αὐτοῦ παρέσχεν αἰτίαν καὶ καταλιποῦσαν τοῦτον καταλαβεῖν τὴν Ἡράκλειαν. Ἐγείρει δὲ αὕτη παραγενομένη καὶ συνοικίζει πόλιν Ἄμαστριν.
[5] Κλέαρχος δὲ ἀνδρωθεὶς ἤδη τῆς τε πόλεως ἦρχε, καὶ πολέμοις οὐκ ὀλίγοις τὰ μὲν συμμαχῶν ἄλλοις, τὰ δὲ καὶ τοῖς ἐπιφερομένοις αὐτῷ ἐξητάζετο. Ἐν οἷς καὶ κατὰ Γετῶν Λυσιμάχῳ συστρατευόμενος ἑάλω τε σὺν αὐτῷ, καὶ ἀνεθέντος τῆς αἰχμαλωσίας ἐκείνου καὶ αὐτὸς ὕστερον τῇ Λυσιμάχου προνοίᾳ ἀφίετο.
2 Οὗτος ὁ Κλέαρχος ἅμα τῷ ἀδελφῷ τῆς ἀρχῆς καταστάντες διάδοχοι πρὸς μὲν ἡμερότητα καὶ χρηστότητα πολὺ τοῦ πατρὸς ἐλάττους τοῖς ὑπηκόοις ἀπέβησαν, εἰς ἔκθεσμον δὲ καὶ μιαρώτατον ἔργον ἐξέπεσον· τὴν γὰρ μητέρα μηδὲν περὶ αὐτοὺς μέγα πλημμελήσασαν, μηχανῇ δεινῇ καὶ κακουργίᾳ ἐπιβᾶσαν νηὸς θαλάσσῃ ἀποπνιγῆναι κατειργάσαντο.
3 Δι´ ἣν αἰτίαν καὶ Λυσίμαχος ὁ πολλάκις ῥηθείς (Μακεδονίας δὲ ἐβασίλευεν) εἰ καὶ τὴν Ἄμαστριν διὰ τὴν συνάφειαν Ἀρσινόης λιπεῖν αὐτὸν παρεσκευάσατο, ἀλλ´ οὖν τοῦ τε προτέρου πόθου φέρων ἐν ἑαυτῷ τὸ ἐμπύρευμα, καὶ τὸ μυσαρὸν καὶ ὠμὸν τῆς πράξεως οὐκ ἀνασχετὸν ποιούμενος, στεγανώτατα μὲν τὴν αὑτοῦ κατεῖχεν ἔνδον γνώμην, τὴν ἀρχαίαν δὲ φιλίαν πρὸς τοὺς περὶ Κλέαρχον τῷ σχήματι ἐπιδεικνύς, διὰ πολλῶν τε μηχανῶν καὶ τῶν τοῦ λανθάνειν στρατηγημάτων (κρύψαι γὰρ τὸ βουλόμενον δεινότατος ἀνθρώπων γεγονέναι λέγεται) ἐν Ἡρακλείᾳ μὲν ὡς ἐπὶ τῷ τῶν δεχομένων συνοίσοντι παραγίνεται, πατρὸς δὲ στοργὴν τῷ προσωπείῳ τοῖς περὶ Κλέαρχον προβαλλόμενος ἀναιρεῖ μὲν τοὺς μητροκτόνους, πρῶτον μὲν Κλέαρχον, εἶτα καὶ Ὀξάθρην, μητρικῆς ἀπαιτήσας μιαιφονίας δίκας· καὶ τὴν πόλιν ποιησάμενος ὑπὸ τὴν πρόνοιαν τὴν αὑτοῦ, καὶ τὰ πολλὰ δὲ λαφυραγωγήσας ὧν ἡ τυραννὶς ἠθροίκει χρημάτων, ἄδειάν τε δοὺς δημοκρατεῖσθαι τοὺς πολίτας, οὗ ἐφίεντο, πρὸς τὴν ἰδίαν βασιλείαν ἐστέλλετο. 4 Λυσίμαχος δὲ τὴν ἰδίαν ἀρχὴν καταλαβών, δι´ ἐπαίνων μὲν τὴν Ἄμαστριν εἶχεν, ἐθαύμαζε δὲ αὐτῆς τούς τε τρόπους καὶ τὴν ἀρχὴν πρὸς ὄγκον καὶ μέγεθος καὶ ἰσχὺν ὡς ἐκρατύνατο, ἐξαίρων μὲν τὴν Ἡράκλειαν, μέρος δὲ τῶν ἐπαίνων καὶ τὴν Τῖον καὶ τὴν Ἄμαστριν, ἣν ἐπώνυμον ἤγειρεν ἐκείνη, ποιούμενος. Καὶ ταῦτα λέγων τὴν Ἀρσινόην ἠρέθιζε δεσπότιν τῶν ἐπαινουμένων γενέσθαι. Ἡ δὲ ἐδεῖτο τυχεῖν ὧν ἐπόθει. Καὶ ὁ Λυσίμαχος σεμνύνων τὸ δῶρον κατ´ ἀρχὰς μὲν οὐ προσίετο, ἐκλιπαρηθεὶς δὲ χρόνῳ παρέσχεν· ἦν γὰρ δεινὴ περιελθεῖν ἡ Ἀρσινόη, καὶ τὸ γῆρας ἤδη Λυσίμαχον παρεῖχεν εὐεπιχείρητον.
5 Δεξαμένη δ´ οὖν ἡ Ἀρσινόη τῆς Ἡρακλείας τὴν ἀρχὴν πέμπει τὸν Κυμαῖον Ἡρακλείδην, ἄνδρα μὲν εὔνουν αὐτῇ, ἀπότομον δὲ ἄλλως καὶ δεινὸν ἐν βουλευμάτων ἐντρεχείᾳ καὶ ὀξύτητι. Ὁ δὲ τῆς Ἡρακλείας ἐπιβὰς τά τε ἄλλα σφόδρα ἐπιστρόφως τῶν πραγμάτων ἐξηγεῖτο, καὶ πολλοὺς αἰτίαις ὑποβάλλων τῶν πολιτῶν οὐκ ἐλάττους ἐτιμωρεῖτο, ὡς πάλιν ἀποβαλεῖν αὐτοὺς τὴν μόλις ἐπιφανεῖσαν εὐδαιμονίαν.
6 Ὁ μέντοι Λυσίμαχος περιδρομῇ Ἀρσινόης τὸν ἄριστον τῶν παίδων καὶ πρεσβύτερον Ἀγαθοκλέα (ἐκ προτέρων δὲ φὺς ἦν αὐτῷ γάμων) κατ´ ἀρχὰς μὲν λανθάνοντι φαρμάκῳ, ἐκείνου δὲ κατὰ πρόνοιαν ἐξεμεθέντος, ἀναιδεστάτῃ διαχειρίζεται γνώμῃ· δεσμωτηρίῳ ἐμβαλὼν κελεύει κατακοπῆναι, ἐπιβουλὴν αὑτῷ καταψευσάμενος. Ὁ δὲ Πτολεμαῖος, ὃς αὐτόχειρ τοῦ μιάσματος ἐγεγόνει, ἀδελφὸς ἦν Ἀρσινόης καὶ ἐπώνυμον διὰ τὴν σκαιότητα καὶ ἀπόνοιαν τὸν κεραυνὸν ἔφερεν. 7 Ὁ τοίνυν Λυσίμαχος διὰ τὴν παιδοκτονίαν μῖσός τε δίκαιον παρὰ τῶν ὑπηκόων ἐλάμβανε, καὶ Σέλευκος ταῦτα πυθόμενος, καὶ ὡς εὐχερὲς εἴη τοῦτον παραλῦσαι τῆς ἀρχῆς τῶν πόλεων ἀφισταμένων αὐτοῦ, μάχην συνάπτει πρὸς αὐτόν. Καὶ πίπτει ἐν τῷ πολέμῳ Λυσίμαχος παλτῷ βληθείς· ὁ δὲ βαλὼν ἀνὴρ Ἡρακλεώτης ἦν, ὄνομα Μαλάκων, ὑπὸ Σελεύκῳ ταττόμενος. Πεσόντος δὲ ἡ τούτου ἀρχὴ προσχωρήσασα τῇ τοῦ Σελεύκου μέρος κατέστη. Ἀλλ´ ἐνταῦθα μὲν καὶ τὸ ιβʹ τῆς Μέμνονος ἱστορίας λήγει.
[6] Ἐν δὲ τῷ ιγʹ τοὺς Ἡρακλεώτας λέγει πυθομένους τὴν ἀναίρεσιν Λυσιμάχου καὶ ὡς εἴη ὁ τοῦτον ἀπεκτονὼς Ἡρακλεώτης, τάς τε γνώμας ἀναρρώννυσθαι καὶ πρὸς τὸν τῆς ἐλευθερίας ἀνδραγαθίζεσθαι πόθον, ἣν δʹ καὶ πʹ ἔτεσιν ὑπό τε τῶν ἐμφυλίων τυράννων καὶ μετ´ ἐκείνους ὑπὸ Λυσιμάχου ἀφῄρηντο. 2 Προσῆλθον οὖν πρότερον Ἡρακλείδῃ, πείθοντες αὐτὸν μὲν ἐκχωρεῖν τῆς πόλεως, οὐκ ἀπαθῆ κακῶν μόνον ἀλλὰ καὶ λαμπροῖς δώροις ἐφοδιαζόμενον, ἐφ´ ᾧ τὴν ἐλευθερίαν ἐκείνους ἀναλαβεῖν. Ὡς δὲ οὐ μόνον οὐκ ἔπειθον, ἀλλὰ καὶ εἰς ὀργὴν ἐκπεσόντα εἶδον καί τινας αὐτῶν καὶ τιμωρίαις ὑπάγοντα, συνθήκας θέμενοι πρὸς τοὺς φρουράρχους οἱ πολῖται, αἳ τήν τε ἰσοπολιτείαν αὐτοῖς ἔνεμον καὶ τοὺς μισθοὺς λαβεῖν ὧν ἐστέρηντο, συλλαμβάνουσι τὸν Ἡρακλείδην καὶ φυλαττόμενον εἶχον ἐπὶ χρόνον. Ἐκεῖθεν λαμπρὰς ἀδείας λαβόντες, τῆς τε ἀκροπόλεως μέχρις ἐδάφους τὰ τείχη κατέβαλον, καὶ πρὸς Σέλευκον διεπρεσβεύοντο, τῆς πόλεως ἐπιμελετὴν προστησάμενοι Φώκριτον.
3 Ζιποίτης δὲ ὁ Βιθυνῶν ἐπάρχων, ἐχθρῶς ἔχων Ἡρακλεώταις πρότερον μὲν διὰ Λυσίμαχον, τότε δὲ διὰ Σέλευκον (διάφορος γὰρ ἦν ἑκατέρῳ), τὴν κατ´ αὐτῶν ἐπιδρομήν, ἔργα κακώσεως ἀποδεικνύς, ἐποιεῖτο· οὐ μὴν οὐδὲ τὸ αὐτοῦ στράτευμα κακῶν ἀπαθεῖς ἔπραττον ἅπερ ἔπραττον, ἔπασχον δὲ καὶ αὐτοὶ ὧν ἔδρων οὐ κατὰ πολὺ ἀνεκτότερα.
[7] Ἐν τούτῳ δὲ Σέλευκος Ἀφροδίσιον πέμπει διοικητὴν εἴς τε τὰς ἐν Φρυγίᾳ πόλεις καὶ τὰς ὑπερκειμένας τοῦ Πόντου. Ὁ δέ, διαπραξάμενος ἃ ἐβούλετο καὶ ἐπανιών, τῶν μὲν ἄλλων πόλεων ἐν ἐπαίνοις ἦν, Ἡρακλεωτῶν δὲ κατηγόρει μὴ εὐνοϊκῶς ἔχειν τοῖς τοῦ Σελεύκου πράγμασιν· ὑφ´ οὗ Σέλευκος παροξυνθεὶς τούς τε πρὸς αὐτὸν ἀφικομένους πρέσβεις ἀπειλητικοῖς ἐξεφαύλιζε λόγοις καὶ κατέπληττεν, ἑνὸς τοῦ Χαμαιλέοντος οὐδὲν ὀρρωδήσαντος τὰς ἀπειλάς, ἀλλὰ φαμένου »Ἡρακλῆς κάρρων Σέλευκε« (κάρρων δὲ ὁ ἰσχυρότερος παρὰ Δωριεῦσιν). Ὁ δ´ οὖν Σέλευκος τὸ μὲν ῥηθὲν οὐ συνῆκεν, ὀργῆς δ´ ὡς εἶχε, καὶ ἀπετρέπετο. Τοῖς δὲ οὔτε τὸ ἀναχωρεῖν οἴκαδε οὔτε τὸ προσμένειν λυσιτελὲς ἐδόκει.
2 Ταῦτα δὲ Ἡρακλεῶται πυθόμενοι τά τε ἄλλα παρεσκευάζοντο καὶ συμμάχους ἤθροιζον πρός τε Μιθριδάτην τὸν Πόντου βασιλέα διαπρεσβευόμενοι καὶ πρὸς Βυζαντίους καὶ Καλχηδονίους. 3 Οἱ δὲ περιλειπόμενοι τῶν ἀπὸ Ἡρακλείας φυγάδων, Νύμφιδος, καὶ αὐτοῦ ἑνὸς ὑπάρχοντος τούτων, κάθοδον βουλεύσαντος αὐτοῖς καὶ ῥᾳδίαν εἶναι ταύτην ἐπιδεικνύντος, εἰ μηδὲν ὧν οἱ πρόγονοι ἀπεστέρηντο αὐτοὶ φανεῖεν διοχλοῦντες ἀναλήψεσθαι, ἔπεισέ τε σὺν τῷ ῥᾴστῳ, καὶ τῆς καθόδου ὃν ἐβούλευσε τρόπον γεγενημένης οἵ τε καταχθέντες καὶ ἡ δεξαμένη πόλις ἐν ὁμοίαις ἡδοναῖς καὶ εὐφροσύναις ἀνεστρέφοντο, φιλοφρόνως τῶν ἐν τῇ πόλει τούτους δεξιωσαμένων καὶ μηδὲν τῶν εἰς αὐτάρκειαν αὐτοῖς συντελούντων παραλελοιπότων. 4 Καὶ οἱ Ἡρακλεῶται τὸν εἰρημένον τρόπον τῆς παλαιᾶς εὐγενείας τε καὶ πολιτείας ἐπελαμβάνοντο.
[8] Σέλευκος δὲ τοῖς κατωρθωμένοις κατὰ Λυσιμάχου ἐπαρθείς, εἰς τὴν Μακεδονίαν διαβαίνειν ὥρμητο, πόθον ἔχων τῆς πατρίδος, ἐξ ἧς σὺν Ἀλεξάνδρῳ ἐστράτευτο, κἀκεῖ τοῦ βίου τὸ λεῖπον διανύσαι γηραιὸς ἤδη ὢν διανοούμενος, τὴν δὲ Ἀσίαν Ἀντιόχῳ παραθέσθαι τῷ παιδί. 2 Πτολεμαῖος δὲ ὁ Κεραυνὸς τῶν Λυσιμάχου πραγμάτων ὑπὸ Σελεύκῳ γεγενημένων καὶ αὐτὸς ὑπ´ αὐτὸν ἐτέλει, οὐχ ὡς αἰχμάλωτος παρορώμενος, ἀλλ´ οἷα δὴ παῖς βασιλέως τιμῆς τε καὶ προνοίας ἀξιούμενος, οὐ μὴν ἀλλὰ καὶ ὑποσχέσεσι λαμπρυνόμενος, ἃς αὐτῷ Σέλευκος προὔτεινεν εἰ τελευτήσειεν ὁ γεινάμενος, εἰς τὴν Αἴγυπτον, πατρῴαν οὖσαν ἀρχὴν, καταγαγεῖν. 3 Ἀλλ´ ὁ μὲν τοιαύτης κηδεμονίας ἠξίωτο, κακὸν δὲ ἄρα αἱ εὐεργεσίαι οὐδὲν ἐβελτίουν. Ἐπιβουλὴν γὰρ συστήσας προσπεσὼν τὸν εὐεργέτην ἀναιρεῖ, καὶ ἵππου ἐπιβὰς πρὸς Λυσιμαχίαν φεύγει· ἐν ᾗ διάδημα περιθέμενος μετὰ λαμπρᾶς δορυφορίας κατέβαινεν εἰς τὸ στράτευμα, δεχομένων αὐτὸν ὑπὸ τῆς ἀνάγκης καὶ βασιλέα καλούντων οἳ πρότερον Σελεύκῳ ὑπήκουον.
4 Ἀντίγονος δὲ ὁ Δημητρίου τὰ συνενεχθέντα μαθὼν ἐπὶ Μακεδονίαν διαβαίνειν ἐπεχείρει πεζῷ καὶ νηΐτῃ στρατεύματι, προφθάσαι σπεύδων τὸν Πτολεμαῖον. Ὁ δὲ Πτολεμαῖος τὰς Λυσιμάχου νῆας ἔχων ἀπήντα καὶ ἀντιπαρετάττετο. 5 Ἦσαν δ´ ἐν αὐταῖς ἄλλαι τε καὶ τῆς Ἡρακλείας αἱ μετάπεμπτοι, ἑξήρεις τε καὶ πεντήρεις καὶ ἄφρακτοι καὶ ὀκτήρης μία ἡ Λεοντοφόρος καλουμένη, μεγέθους ἕνεκα καὶ κάλλους ἥκουσα εἰς θαῦμα· ἐν ταύτῃ γὰρ ρʹ μὲν ἄνδρες ἕκαστον στοῖχον ἤρεττον, ὡς ωʹ ἐκ θατέρου μέρους γενέσθαι, ἐξ ἑκατέρων δὲ χιλίους καὶ χʹ· οἱ δὲ ἀπὸ τῶν καταστρωμάτων μαχησόμενοι χίλιοι καὶ ςʹ, καὶ κυβερνῆται βʹ. 6 Τῆς οὖν συμβολῆς γενομένης, κρατεῖ Πτολεμαῖος τὸ ναυτικὸν τρεψάμενος τοῦ Ἀντιγόνου, ἀνδρειότερον τῶν ἄλλων ἀγωνισαμένων αἳ ἦσαν ἐξ Ἡρακλειώτιδος· αὐτῶν δὲ τῶν Ἡρακλειωτίδων τὸ ἐξαίρετον ἔφερεν ἡ Λεοντοφόρος ὀκτήρης. Οὕτω κακῶς Ἀντίγονος τῷ στόλῳ πράξας εἰς τὴν Βοιωτίαν ἀνεχώρησε. Πτολεμαῖος δὲ ἐπὶ Μακεδονίαν διέβη, καὶ βεβαίως ἔσχε τὴν ἀρχήν. Αὐτίκα γοῦν τὴν οἰκείαν μᾶλλον ἐκφαίνων σκαιότητα Ἀρσινόην μέν, ὡς πάτριον τοῦτο τοῖς Αἰγυπτίοις, τὴν ἀδελφὴν γαμεῖ, τοὺς ἐκ Λυσιμάχου δὲ παῖδας αὐτῇ γεγενημένους ἀναιρεῖ· μεθ´ οὓς κἀκείνην τῆς βασιλείας ἐξεκήρυξε. Καὶ πολλὰ καὶ παράνομα ἐν δυσὶ διαπραξάμενος ἔτεσι, Γαλακτικοῦ μέρους τῆς πατρίδος μεταναστάντος διὰ λιμόν, καὶ Μακεδονίαν καταλαβόντων καὶ εἰς μάχην αὐτῷ συναψάντων, ἀξίως τῆς ὠμότητος καταστρέφει τὸν βίον, διασπαραχθεὶς ὑπὸ τῶν Γαλατῶν· ζῶν γὰρ ἐλήφθη, τοῦ ἐλέφαντος, ἐν ᾧ ὠχεῖτο, τρωθέντος καὶ καταβαλόντος αὐτόν. Ἀντίγονος δὲ ὁ Δημητρίου ἡττηθεὶς τῷ ναυτικῷ, Πτολεμαίου ἀνῃρημένου τὴν Μακεδόνων λαμβάνει ἀρχήν.
[9] Ὁ δὲ Σελεύκου Ἀντίοχος πολλοῖς πολέμοις, εἰ καὶ μόλις, καὶ οὐδὲ πᾶσαν, ὅμως ἀνασωσάμενος τὴν πατρῴαν ἀρχήν, πέμπει στρατηγὸν Πατροκλέα σὺν ἐκστρατεύματι εἰς τὴν ἐπιτάδε τοῦ Ταύρου· ὁ δὲ Ἑρμογένην προσαιρεῖται, τὸ γένος Ἀσπένδιον, ὃς ἐπί τε πόλεις ἄλλας καὶ ἐπὶ τὴν Ἡράκλειαν ὥρμητο εἰσβαλεῖν. 2 Τῶν δὲ Ἡρακλεωτῶν πρὸς αὐτὸν πρεσβευσαμένων τῆς χώρας ἀναχωρεῖ καὶ φιλίαν συντίθεται, ἐπὶ τὴν Βιθυνίαν διὰ τῆς Φρυγίας τραπόμενος. Ἐνεδρευθεὶς δὲ ὑπὸ τῶν Βιθυνῶν διεφθάρη τε αὐτὸς καὶ ἡ σὺν αὐτῷ στρατιά, ἀνδρὸς ἔργα τὸ καθ´ ἑαυτὸν εἰς πολεμίους ἐπιδειξάμενος.
3 Διὰ ταῦτα δὴ ἐπιστρατεύειν ἐγνωκότος Ἀντιόχου κατὰ Βιθυνῶν, ὁ τούτων βασιλεὺς Νικομήδης διαπρεσβεύεται πρὸς Ἡράκλειαν συμμαχίαν αἰτῶν, καὶ τυγχάνει τῆς σπουδῆς, ἐν ὁμοίοις καιροῖς καὶ χρείαις τὴν ἀμοιβὴν ὑποσχόμενος. Ἐν τούτῳ δὲ Ἡρακλεῶται τήν τε Κίερον καὶ τὴν Τῖον ἀνεσώσαντο καὶ τὴν Θυνίδα γῆν, πολλὰ τῶν χρημάτων δαπανήσαντες·
4 τὴν δὲ Ἄμαστριν (ἦν γὰρ καὶ αὐτὴ μετὰ τῶν ἄλλων ἀφῃρημένη) καὶ πολέμῳ καὶ χρήμασι βουληθέντες τέως ἀναλαβεῖν αὐτὴν οὐ κατώρθωσαν, τοῦ κατέχοντος αὐτὴν Εὐμένους Ἀριοβαρζάνῃ τῷ Μιθριδάτου παιδὶ προῖκα μᾶλλον παραδοῦναι ταύτην, ἢ παρέχουσι χρήματα τοῖς Ἡρακλεώταις, διὰ τὸ τῆς ὀργῆς ὑπαχθέντος ἀλόγιστον. 5 Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἐκδέχεται τοὺς Ἡρακλεώτας ὁ πρὸς Ζιποίτην τὸν Βιθυνὸν πόλεμος, ὃς τῆς Θυνιακῆς ἐπῆρχε Θρᾴκης, ἐν ᾧ πολέμῳ πολλοὶ τῶν Ἡρακλεωτῶν γενναίως ἀνδρισάμενοι κατεκόπησαν, καὶ νικᾷ μὲν κατὰ κράτος ὁ Ζιποίτης, συμμαχίδος δὲ δυνάμεως τοῖς Ἡρακλεώταις ἐπελθούσης, φυγῇ τὴν νίκην καταισχύνει. Οἱ δὲ ἡττημένοι τοὺς σφετέρους νεκροὺς ἀδεῶς ἀναλαβόντες καὶ καύσαντες, εἶτα καὶ πάντων κύριοι περὶ ὧν ἦν ὁ πόλεμος καταστάντες, καὶ τὰ ὀστᾶ τῶν ἀνῃρημένων ἀνακομίσαντες εἰς τὴν πόλιν, ἐπιφανῶς ἐν τῷ τῶν ἀριστέων ἔθαψαν μνήματι. Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους,
[10] Ἀντιόχῳ τῷ Σελεύκου καὶ Ἀντιγόνῳ τῷ Δημητρίου μεγάλων ἑκατέρωθεν στρατευμάτων ἀντιπαραταττομένων, κινεῖται ὁ πόλεμος καὶ χρόνον συχνὸν κατέτριψε. Συνεμάχει δὲ τῷ μὲν ὁ τῆς Βιθυνίας βασιλεὺς Νικομήδης, Ἀντιόχῳ δὲ πολλοὶ ἕτεροι. Οὕτω δὲ συρραγεὶς Ἀντίοχος Ἀντιγόνῳ τὸν πρὸς Νικομήδην χειρίζεται πόλεμον· ὁ δὲ Νικομήδης ἀλλαχόθεν τε δυνάμεις ἀθροίζει, καὶ συμμαχεῖν πρὸς Ἡρακλεώτας διαπρεσβευσάμενος, τριήρεις ιγʹ συμμάχους λαμβάνει, καὶ λοιπὸν ἀντικαθίσταται τῷ τοῦ Ἀντιόχου στόλῳ. Ἐπὶ χρόνον δέ τινα ἀντικαταστάντες ἀλλήλοις, οὐδέτεροι μάχης ἦρξαν, ἀλλ´ ἄπρακτοι διελύθησαν.
[11] Ἐπεὶ δὲ Γαλάται πρὸς τὸ Βυζάντιον ἧκον καὶ τὴν πλείστην αὐτῆς ἐδῄωσαν, τῷ πολέμῳ ταπεινωθέντες οἱ ἐν Βυζαντίῳ πέμπουσι πρὸς τοὺς συμμάχους, δεόμενοι ὠφελείας. Καὶ παρέσχον μὲν πάντες ὡς εἶχον ἰσχύος, παρέσχον δὲ καὶ οἱ τῆς Ἡρακλείας (τοσοῦτον γὰρ ἡ πρεσβεία ᾔτει) χρυσοῦς τετρακισχιλίους. 2 Μετ´ οὐ πολὺ δὲ Νικομήδης τοὺς Γαλάτας, οἷς ἡ καταδρομὴ τῶν Βυζαντίων ἐγεγένητο, πολλάκις μὲν ἐπιχειρήσαντας εἰς τὴν Ἀσίαν περαιωθῆναι, τοσαυτάκις δὲ ἀποτυχόντας οὐκ ἀνεχομένων τὴν πρᾶξιν Βυζαντίων, ἐπὶ συνθήκαις ὅμως παρασκευάζει περαιωθῆναι. Αἱ δὲ συνθῆκαι Νικομήδει μὲν καὶ τοῖς ἐκγόνοις ἀεὶ φίλα φρονεῖν τοὺς βαρβάρους, καὶ τῆς γνώμης τοῦ Νικομήδους χωρὶς μηδενὶ συμμαχεῖν τῶν πρὸς αὐτοὺς διαπρεσβευομένων, ἀλλ´ εἶναι φίλους μὲν τοῖς φίλοις πολεμίους δὲ τοῖς οὐ φιλοῦσι, συμμαχεῖν δὲ καὶ Βυζαντίοις, εἴ που δεήσοι, καὶ Τιανοῖς δὲ καὶ Ἡρακλεώταις καὶ Καλχηδονίοις καὶ Κιερανοῖς καί τισιν ἑτέροις ἐθνῶν ἄρχουσιν.
3 Ἐπὶ ταύταις μὲν ταῖς συνθήκαις Νικομήδης τὸ Γαλακτικὸν πλῆθος εἰς Ἀσίαν διαβιβάζει, ὧν περιφανεῖς μὲν ἐπὶ τῷ ἄρχειν ιζʹ τὸν ἀριθμὸν ἦσαν, οἱ δὲ καὶ αὐτῶν τούτων προκεκριμένοι καὶ κορυφαῖοι Λεωννώριος ἤστην καὶ Λουτούριος.
4 Αὕτη τοίνυν τῶν Γαλατῶν ἡ ἐπὶ τὴν Ἀσίαν διάβασις κατ´ ἀρχὰς μὲν ἐπὶ κακῷ τῶν οἰκητόρων προελθεῖν ἐνομίσθη, τὸ δὲ τέλος ἔδειξεν ἀποκριθὲν πρὸς τὸ συμφέρον· τῶν γὰρ βασιλέων τὴν τῶν πόλεων δημοκρατίαν ἀφελεῖν σπουδαζόντων αὐτοὶ μᾶλλον ταύτην ἐβεβαίουν, ἀντικαθιστάμενοι τοῖς ἐπιτιθεμένοις. 5 Νικομήδης δὲ κατὰ Βιθυνῶν πρῶτον, συμμαχούντων αὐτῷ καὶ τῶν ἐξ Ἡρακλείας, τοὺς βαρβάρους ἐξοπλίσας, τῆς τε χώρας ἐκράτησε καὶ τοὺς ἐνοικοῦντας κατέκοψε, τὴν ἄλλην λείαν τῶν Γαλατῶν ἑαυτοῖς διανειμαμένων. 6 Οὗτοι δὲ πολλὴν ἐπελθόντες χώραν αὖθις ἀνεχώρησαν, καὶ τῆς αἱρεθείσης αὐτοῖς ἀπετέμοντο τὴν νῦν Γαλατίαν καλουμένην, εἰς τρεῖς μοίρας ταύτην διανείμαντες, καὶ τοὺς μὲν Τρωγμοὺς ὀνομάσαντες, τοὺς δὲ Τολοστοβογίους, τοὺς δὲ Τεκτοσάγας. Ἐδείμαντο δὲ πόλεις Τρωγμοὶ μὲν Ἄγκυραν, Τολοστοβόγιοι δὲ Ταβίαν, Τεκτοσάγες δὲ Πισινοῦντα.
[12] Ὁ δὲ Νικομήδης εἰς λαμπρὰν εὐδαιμονίαν ἀρθεὶς πόλιν ἑαυτῷ ὁμώνυμον ἀνεγείρει ἀντικρὺ Ἀστακοῦ. 2 Τὴν Ἀστακὸν δὲ Μεγαρέων ᾤκισαν ἄποικοι ὀλυμπιάδος ἱσταμένης ιζʹ, Ἀστακὸν ἐπίκλην κατὰ χρησμὸν θέμενοι ἀπό τινος τῶν λεγομένων Σπαρτῶν καὶ γηγενῶν ἀπογόνων τῶν ἐν Θήβαις, Ἀστακοῦ τὴν κλῆσιν, ἀνδρὸς γενναίου καὶ μεγαλόφρονος. 3 Αὕτη πολλὰς ἐπιθέσεις παρά τε τῶν ὁμορούντων ὑποστᾶσα καὶ πολέμοις πολλάκις ἐκτρυχωθεῖσα, Ἀθηναίων αὐτὴν μετὰ Μεγαρέας ἐπῳκηκότων ἔληξέ τε τῶν συμφορῶν καὶ ἐπὶ μέγα δόξης καὶ ἰσχύος ἐγένετο, Δυδαλσοῦ τηνικαῦτα τὴν Βιθυνῶν ἀρχὴν ἔχοντος·
4 οὗ τελευτήσαντος ἄρχει Βοτείρας, ζήσας Ϛʹ καὶ οʹ ἔτη. Τοῦτον διαδέχεται Βᾶς ὁ υἱός, ὃς καὶ Κάλαν τὸν Ἀλεξάνδρου στρατηγόν, καίτοι γε λίαν παρεσκευασμένον πρὸς τὴν μάχην, κατηγωνίσατο, καὶ τῆς Βιθυνίας παρεσκεύασε τοὺς Μακεδόνας ἀποσχέσθαι. Τούτου βίος μὲν ἐγεγόνει ἐτῶν αʹ καὶ οʹ, ὧν ἐβασίλευσε νʹ. 5 Οὗ παῖς τῆς ἀρχῆς διάδοχος, Ζιποίτης, λαμπρὸς ἐν πολέμοις γεγονώς, καὶ τοὺς Λυσιμάχου στρατηγοὺς τὸν μὲν ἀνελών, τὸν δὲ ἐπὶ μήκιστον τῆς οἰκείας ἀπελάσας ἀρχῆς, ἀλλὰ καὶ αὐτοῦ Λυσιμάχου, εἶτα καὶ Ἀντιόχου τοῦ παιδὸς Σελεύκου ἐπικρατέστερος γεγονώς, τοῦ τε τῆς Ἀσίας βασιλεύοντος καὶ τοῦ Μακεδόνων, κτίζει πόλιν ὑπὸ τῷ Λυπερῷ ὄρει, τῇ αὑτοῦ κλήσει ἐπώνυμον. Οὗτος βιοὺς μὲν ἔτη Ϛʹ καὶ οʹ, κρατήσας δὲ τῆς ἀρχῆς ηʹ καὶ μʹ, καταλείπει παῖδας δʹ. 6 Τοῦτον ὁ πρεσβύτερος τῶν παίδων Νικομήδης διαδέχεται, τοῖς ἀδελφοῖς οὐκ ἀδελφὸς ἀλλὰ δήμιος γεγονώς. Ἐκρατύνατο μέντοι καὶ οὗτος τὴν Βιθυνῶν ἀρχήν, μάλιστά γε τοὺς Γαλάτας ἐπὶ τὴν Ἀσίαν διαπεραιωθῆναι συναράμενος· καὶ πόλιν, ὡς προείρηται, τὴν αὑτοῦ προσηγορίαν ἀνέστησε φέρουσαν.
[13] Οὐ πολλῷ δὲ ὕστερον χρόνῳ πόλεμος ἀνερράγη Βυζαντίοις πρὸς Καλατιανούς (ἄποικοι δὲ οὗτοι Ἡρακλεωτῶν ἦσαν) καὶ πρὸς Ἰστριανοὺς περὶ Τόμεως τοῦ ἐμπορίου, ὃ τοῖς Καλατιανοῖς ὅμορον ἦν, μονοπώλιον τοῦτο διανοουμένων κατασκευάσαι τῶν Καλατιανῶν. Διεπρεσβεύοντο οὖν πρὸς Ἡρακλεώτας ἐπὶ συμμαχίαν ἑκάτεροι. Οἱ δὲ πολεμικὴν μὲν ῥοπὴν οὐδετέρῳ ἔνεμον μέρει, διαλλακτηρίους δὲ ἄνδρας ἑκατέροις ἀπέστελλον, κἂν ἄπρακτος αὐτῶν ἡ σπουδὴ τότε γέγονε. Πολλὰ δὲ οἱ τῆς Καλατίδος ὑπὸ τῶν πολεμίων παθόντες, ὕστερον εἰς διαλύσεις ἦλθον, ἀπὸ ταύτης τῆς συμφορᾶς οὐκέτι σχεδὸν ἀναλαβεῖν αὑτοὺς δυνηθέντες.
[14] Οὐ πολλοῦ δὲ πάνυ ῥυέντος χρόνου, ὁ τῶν Βιθυνῶν βασιλεὺς Νικομήδης, ἐπεὶ ὁ μὲν ἐκ προτέρων αὐτῷ γάμων γεγονὼς παῖς Ζηΐλας φυγὰς ἦν πρὸς τὸν τῶν Ἀρμενίων βασιλέα ταῖς τῆς μητρυιᾶς Ἐταζέτας μηχαναῖς ἐλαθείς, οἱ δὲ ἐκ ταύτης αὐτῷ γεγονότες ἐνηπίαζον, πρὸς τῷ τελευτᾶν γεγονώς, κληρονόμους μὲν τοὺς ἐκ τῆς δευτέρας γυναικὸς γράφει παῖδας, ἐπιτρόπους δὲ Πτολεμαῖον καὶ Ἀντίγονον καὶ τὸν δῆμον τῶν Βυζαντίων καὶ δὴ καὶ τῶν Ἡρακλεωτῶν καὶ τὸν τῶν Κιανῶν ἐφίστησιν. 2 Ὁ μέντοι Ζηΐλας μετὰ δυνάμεως ἣν αὐτῷ τῶν Γαλατῶν οἱ Τολοστοβόγιοι θάρσους ἐπλήρουν, ἐπὶ τὴν βασιλείαν κατῄει. Βιθυνοὶ δὲ τὴν ἀρχὴν σῴζειν τοῖς νηπίοις σπουδάζοντες, τὴν μὲν τούτων μητέρα ἀδελφῷ συνοικίζουσι τῷ Νικομήδους, αὐτοὶ δὲ στράτευμα παρὰ τῶν εἰρημένων ἐπιτρόπων λαβόντες ὑπέμενον τὸν Ζηΐλαν. Συχναῖς δὲ μάχαις καὶ μεταβολαῖς ἑκάτεροι ἀποχρησάμενοι, τὸ τελευταῖον κατέστησαν εἰς διαλύσεις, Ἡρακλεωτῶν ἐν ταῖς μάχαις ἀριστευόντων κἀν ταῖς συμβάσεσι τὸ συμφέρον καταπραττόντων. 3 Διὸ Γαλάται ὡς ἐχθρὰν τὴν Ἡράκλειαν κατέδραμον ἕως Κάλλητος ποταμοῦ, καὶ πολλῆς κύριοι γεγονότες λείας, οἴκαδε ἀνεχώρησαν.
[15] Βυζαντίους δὲ Ἀντιόχου πολεμοῦντος τριήρεσι συνεμάχησαν μʹ οἱ Ἡρακλεῶται, καὶ τὸν πόλεμον παρεσκεύασαν μέχρις ἀπειλῶν προκόψαι.
[16] Συνέβη δὲ μετ´ οὐ πολὺ ἐξ ἀνθρώπων Ἀριοβαρζάνην γενέσθαι, παῖδα Μιθριδάτην καταλιπόντα καὶ ἐν διαφορᾷ πρὸς τοὺς Γαλάτας γεγονότα· δι´ ἣν αἰτίαν καταφρονήσαντες τοῦ παιδὸς οὗτοι τὴν αὐτοῦ βασιλείαν ἐσίνοντο. 2 Καὶ ἀπορίας αὐτοὺς καταλαβούσης, ἀνελάμβανον οἱ ἀπὸ τῆς Ἡρακλείας, σῖτον εἰς Ἄμισον πέμποντες, ἐξ ἧς ῥᾷον ἦν τοὺς τοῦ Μιθριδάτου σιτηγεῖν ἑαυτοῖς καὶ ἐξακεῖσθαι τὴν ἔνδειαν. Διὰ ταῦτα πάλιν οἱ Γαλάται εἰς τὴν Ἡρακλεῶτιν ἔπεμψαν στράτευμα, καὶ ταύτην κατέτρεχον, μέχρις ἂν οἱ Ἡρακλεῶται διεπρεσβεύσαντο πρὸς αὐτούς. 3 Νύμφις δὲ ἦν ὁ ἱστορικὸς ὁ κορυφαῖος τῶν πρέσβεων, ὃς τὸν μὲν στρατὸν ἐν τῷ κοινῷ χρυσοῖς πεντακισχιλίοις, τοὺς δὲ ἡγεμόνας ἰδίᾳ διακοσίοις ὑποθεραπεύσας τῆς χώρας ἀπαναστῆναι παρεσκεύασε.
[17] Πτολεμαῖος δὲ ὁ τῆς Αἰγύπτου βασιλεὺς εἰς ἄκρον εὐδαιμονίας ἀναβάς, λαμπροτάταις μὲν δωρεαῖς εὐεργετεῖν τὰς πόλεις προήγετο, ἔπεμψε δὲ καὶ τοῖς Ἡρακλεώταις ἀρτάβας πυροῦ πεντακοσίας, καὶ νεὼν αὐτοῖς Προκοννησίας πέτρας ἐν τῇ ἀκροπόλει Ἡρακλέος ἀνεδείματο.
[18] Μέχρι τούτου φθάσας ὁ συγγραφεὺς εἰς τὴν τῶν Ῥωμαίων ἐπικράτειαν τὴν ἐκβολὴν ποιεῖται, ὅθεν τε γένους ἔφυσαν, καὶ τίνα τρόπον τῆς Ἰταλίας ἐνταῦθα κατῴκησαν, ὅσα τε εἰς τὴν τῆς Ῥώμης κτίσιν προὔλαβέ τε καὶ ἐπράχθη, καὶ τῶν ἐπαρξάντων αὐτῶν ἐπιτρέχων, καὶ πρὸς οὓς πολέμοις διηγωνίσαντο, καὶ τήν τε τῶν βασιλέων κατάστασιν καὶ τὴν εἰς ὑπάτους τῆς μοναρχίας μεταβολήν· ὅπως τε ὑπὸ Γαλατῶν Ῥωμαῖοι ἡττήθησαν, καὶ ἥλω ἂν ἡ πόλις, εἰ μὴ Κάμιλλος ἐπιβοηθήσας τὴν πόλιν ἐρρύσατο. 2 Ὅπως τε ἐπὶ τὴν Ἀσίαν Ἀλεξάνδρῳ διαβαίνοντι, καὶ γράψαντι ἢ κρατεῖν, ἐὰν ἄρχειν δύνωνται, ἢ τοῖς κρείττοσιν ὑπείκειν, στέφανον χρυσοῦν ἀπὸ ἱκανῶν ταλάντων Ῥωμαῖοι ἐξέπεμψαν· καὶ ὡς πρὸς Ταραντίνους καὶ Πύρρον τὸν Ἠπειρώτην συμμαχοῦντα τούτοις ἐπολέμησαν, καὶ τὰ μὲν παθόντες τὰ δὲ κακῶς τοὺς πολεμίους διαθέμενοι Ταραντίνους μὲν ὑπηγάγοντο, Πύρρον δὲ τῶν τῆς Ἰταλίας ἀπήλασαν. 3 Ὅσα τε πρὸς Καρχηδονίους καὶ Ἀννίβαν Ῥωμαίοις ἐπράχθη, καὶ ὅσα πρὸς Ἴβηρας ἄλλοις τε καὶ Σκιπίωνι κατωρθώθη, καὶ ὡς παρὰ τῶν Ἰβήρων βασιλεὺς ψηφισθεὶς οὐκ ἐδέξατο, ὅπως τε καταπολεμηθεὶς ἔφυγεν Ἀννίβας. 4 Καὶ ὡς πέραν τοῦ Ἰονίου Ῥωμαῖοι διέβησαν· καὶ ὡς Περσεὺς ὁ Φιλίππου τὴν Μακεδόνων ἀρχὴν ἐκδεξάμενος, καὶ τὰς συνθήκας τὰς πρὸς τὸν αὐτοῦ πατέρα Ῥωμαίοις γεγενημένας νεότητι κινῶν, κατεπολεμήθη, Παύλου τὸ κατ´ αὐτὸν ἀναστήσαντος τρόπαιον· 5 ὅπως τε πρὸς Ἀντίοχον τὸν Συρίας καὶ Κομαγήνης καὶ Ἰουδαίας βασιλέα δυσὶ μάχαις νικήσαντες τῆς Εὐρώπης ἐξέβαλον.
6 Τὰ μὲν οὖν περὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς μέχρι τοῦδε δίεισιν ὁ συγγραφεύς· ἀναλαβὼν δὲ γράφει ὅπως Ἡρακλεῶται διαπρεσβευσάμενοι πρὸς τοὺς τῶν Ῥωμαίων στρατηγοὺς ἐπὶ τὴν Ἀσίαν διαβεβηκότας, ἀσμένως τε ἀπεδέχθησαν καὶ ἐπιστολῆς φιλοφρονούμενοι ἔτυχον, Ποπλίου Αἰμιλίου ταύτην ἀποστείλαντος, ἐν ᾗ φιλίαν τε πρὸς αὐτοὺς τῆς συγκλήτου βουλῆς ὑπισχνεῖτο, καὶ τὰ ἄλλα προνοίας τε καὶ ἐπιμελείας, ἐπειδάν τινος αὐτῶν δέοιντο, μηδεμιᾶς ὑστερεῖσθαι. 7 Ὕστερον δὲ καὶ πρὸς Κορνήλιον Σκιπίωνα τὸν τὴν Λιβύην Ῥωμαίοις κτησάμενον, διαπέμπουσι πρεσβείαν, τὴν ὡμολογημένην φιλίαν ἐπικυροῦντες.
8 Μετὰ ταῦτα δὲ πάλιν πρὸς τὸν αὐτὸν διαπρεσβεύονται, διαλλάττειν πρὸς Ῥωμαίους ἀξιοῦντες τὸν βασιλέα Ἀντίοχον· καὶ ψήφισμα πρὸς αὐτὸν ἔγραψαν, παραινοῦντες αὐτὸν τὴν πρὸς Ῥωμαίους διαλύσασθαι ἔχθραν. Ὁ δὲ Κορνήλιος Σκιπίων ἀντεπιστέλλων τοῖς Ἡρακλεώταις ἐπιγράφει οὕτω· «Σκιπίων στρατηγός, ἀνθύπατος Ῥωμαίων, Ἡρακλεωτῶν τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν,» ἐν ταύτῃ τήν τε πρὸς αὐτοὺς εὔνοιαν ἐπιβεβαιῶν, καὶ ὡς διαλύσαιντο Ῥωμαῖοι τὴν πρὸς Ἀντίοχον μάχην. Τὰ αὐτὰ δὲ Λευκίῳ Πόπλιος Κορνήλιος Σκιπίων ὁ ἀδελφὸς καὶ στρατηγὸς τοῦ ναυτικοῦ τοῖς Ἡρακλεώταις διαπρεσβευσαμένοις ἀντέγραψε. 9 Μετ´ οὐ πολὺ δὲ πάλιν εἰς μάχην Ἀντίοχος Ῥωμαίοις κατέστη, καὶ ἀνὰ κράτος ἡττηθεὶς ἐπὶ συνθήκαις διελύσατο τὴν ἔχθραν, αἳ καὶ τῆς Ἀσίας αὐτὸν ἁπάσης ἀπεῖργον καὶ τοὺς ἐλέφαντας καὶ τῶν νηῶν συναφῃροῦντο τὸν στόλον, τῆς Κομαγήνης αὐτῷ καὶ τῆς Ἰουδαίας εἰς ἀρχὴν ὑπολειπομένων.
10 Ἡ δὲ τῶν Ἡρακλεωτῶν πόλις πρὸς τοὺς ἐκπεμπομένους παρὰ τῶν Ῥωμαίων τῶν στρατηγῶν διαδόχους τὰ αὐτά τε διεπρεσβεύετο, καὶ ταῖς ὁμοίαις ἀντεδεξιοῦτο εὐνοίαις καὶ φιλοφρονήσεσι. Καὶ τέλος συνθῆκαι προῆλθον Ῥωμαίοις τε καὶ Ἡρακλεώταις, μὴ φίλους εἶναι μόνον ἀλλὰ καὶ συμμάχους ἀλλήλοις, καθ´ ὧν τε καὶ ὑπὲρ ὧν δεηθεῖεν ἑκάτεροι. Καὶ χαλκοῖ πίνακες δύο τὰς ὁμολογίας ἴσους καὶ ὁμοίας ἔφερον· ὧν ὁ μὲν παρὰ Ῥωμαίοις ἐν τῷ κατὰ τὸ Καπητώλιον ἱερῷ τοῦ Διὸς καθηλώθη, ὁ δὲ κατὰ τὴν Ἡράκλειαν καὶ αὐτὸς ἐν τῷ τοῦ Διὸς ἱερῷ.
[19] Ταῦτα διεξελθὼν ὁ συγγραφεὺς κατὰ τὸ ιγʹ καὶ ιδʹ τῆς ἱστορίας, εἰς τὴν ιεʹ εἰσβαλὼν διηγεῖται ὅπως Προυσίας ὁ Βιθυνῶν βασιλεύς, δραστήριος ὢν καὶ πολλὰ πράξας, μετὰ τῶν ἄλλων καὶ Κίερον πόλιν Ἡρακλεωτῶν οὖσαν ὑφ´ ἑαυτὸν ἔθετο τῷ πολέμῳ, ἀντὶ Κιέρου Προυσιάδα καλέσας· εἷλε δὲ καὶ τὴν Τῖον, καὶ αὐτὴν ὑπήκοον αὐτοῖς οὖσαν, ὥστε ἐκ θαλάττης εἰς θάλασσαν τὴν Ἡράκλειαν περιγράψαι. 2 Ἐφ´ αἷς κἀκείνην κραταιῶς ἐπολιόρκει, καὶ πολλοὺς μὲν τῶν πολιορκουμένων ἀπέκτεινεν, ἐγγὺς δ´ ἂν καὶ ἡ πόλις τοῦ ἁλῶναι κατέστη εἰ μὴ ἐπὶ τῆς κλίμακος ἀναβαίνων Προυσίας λίθῳ βαλόντος ἑνὸς τῶν ἀπὸ τῆς ἐπάλξεως συνετρίβη τὸ σκέλος καὶ τὴν πολιορκίαν τὸ πάθος διέλυσε· 3 φοράδην γὰρ ὁ βληθείς, οὐκ ἄνευ ἀγῶνος ὑπὸ τῶν Βιθυνῶν ἀνακομισθεὶς εἰς τὰ οἰκεῖα ἀνέστρεψε, κἀκεῖ βιοὺς ἔτη οὐ πολλά, καὶ χωλὸς καὶ ὢν καὶ καλούμενος τὸν βίον κατέστρεψεν.
[20] Οἱ δὲ ὑπὲρ τὸν Πόντον Γαλάται, οὔπω τῶν Ῥωμαίων εἰς τὴν Ἀσίαν διαβεβηκότων, πόθον ἔχοντες πεῖραν λαβεῖν τῆς θαλάσσης προελεῖν ἐπεχείρουν τὴν Ἡράκλειαν, καὶ οὐ χαλεπὸν ἐνόμιζον· πολὺ γὰρ τῆς παλαιᾶς ῥώμης ὑφεῖτο καὶ πρὸς τὸ καταφρονούμενον ὑπέρρει. Στρατεύουσι δὴ κατ´ αὐτῆς ἁπάσαις ταῖς δυνάμεσιν, οὐδ´ αὐτῆς συμμάχων ἀμελούσης, ἀλλ´ εἰς ὅσα παρεῖχεν ὁ καιρὸς παρασκευαζομένης. 2 Ἐπολιορκεῖτο μὲν οὖν αὕτη, καὶ χρόνος ἐτρίβετο, ὃς τοὺς Γαλάτας εἰς ἔνδειαν τῶν ἀναγκαίων συνήλαυνε· θυμῷ γὰρ καὶ οὐ παρασκευῇ τῇ δεούσῃ Γαλάτης ἀνὴρ τὸν πόλεμον διαφέρειν οἶδε. Πρὸς οὖν συλλογὴν τῶν ἐπιτηδείων τὸ στρατόπεδον ἀπολελοιπότων, ἐκδραμόντες οἱ τῆς πόλεως καὶ ἀδοκήτοις ἐπιπεσόντες αὐτό τε εἷλον καὶ πολλοὺς ἀνεῖλον καὶ τοὺς ἐπὶ τῆς χώρας σκεδασθέντας οὐ χαλεπῶς συνελάμβανον, ὡς μηδὲ τὴν τρίτην μοῖραν τοῦ Γαλακτικοῦ στρατεύματος εἰς Γαλατίαν ἀναστρέψαι. 3 Ἐκ δὲ τοῦ κατορθώματος πάλιν εἰς τὴν προτέραν εὔκλειαν καὶ εὐδαιμονίαν ἐλπίδας ἐλάμβανον ἀναβῆναι.
[21] Ῥωμαίοις δὲ πρὸς Μάρσους τε καὶ Πελιγνοὺς καὶ Μαρουκίνους (ἔθνη δέ εἰσι ταῦτα ὑπὲρ Λιβύης κατῳκημένα, Γαδείρων ὅμορα) δυσὶ τετρήρεσι καταφράκτοις Ἡρακλεῶται συνεμάχησαν, καὶ συγκατορθώσαντες τὸν πόλεμον καὶ πολλῶν ἀριστειῶν ἀξιωθέντες ιαʹ ἔτει πρὸς τὴν πατρίδα ἀνεκομίσθησαν.
[22] Μετὰ ταῦτα δὲ ὁ πρὸς Ῥωμαίους βαρὺς Μιθριδάτῃ τῷ Πόντου βασιλεῖ συνέστη πόλεμος, φαινομένην λαβὼν αἰτίαν τὴν τῆς Καππαδοκίας κατάληψιν· ταύτης γὰρ δι´ ἀπάτης καὶ ὅρκων συμβατηρίων τὸν ἀδελφιδοῦν Ἀράθην συλλαβὼν ὁ Μιθριδάτης, αὐτοχειρίᾳ ἀποσφάξας, ἐκράτησε· παῖς δὲ ὁ Ἀράθης ἐκ τῆς ἀδελφῆς τοῦ Μιθριδάτου Ἀριαράθῳ γεγένητο. 2 Φονικώτατος δ´ ἐκ παιδὸς ὁ Μιθριδάτης ἦν· τὴν γὰρ ἀρχὴν τρισκαιδεκαέτης παραλαβών, μετ´ οὐ πολὺ τὴν μητέρα, κοινωνὸν αὐτῷ παρὰ τοῦ πατρὸς τῆς βασιλείας καταλειφθεῖσαν, δεσμωτηρίῳ κατασχὼν βίᾳ καὶ χρόνῳ ἐξανάλωσε, καὶ τὸν ἀδελφὸν ἀπέκτεινε. 3 Κατεστρέψατο δὲ πολέμῳ καὶ τοὺς περὶ τὸν Φᾶσιν βασιλεῖς ἕως τῶν κλιμάτων τῶν ὑπὲρ τὸν Καύκασον, καὶ τὴν ἀρχὴν ηὔξησε, καὶ ἐπὶ μέγα ἀλαζονείας ἐξώγκωτο. 4 Δι´ ἃ μᾶλλον Ῥωμαῖοι τὴν αὐτοῦ διάνοιαν ὕποπτον ποιούμενοι, τοῖς Σκυθῶν βασιλεῦσιν ἐψηφίσαντο τὰς πατρῴας αὐτὸν ἀρχὰς ἀποκαταστῆσαι. Ὁ δὲ μετρίως μὲν τοῖς προσταττομένοις ὑπήκουε, συμμάχους δὲ Πάρθους καὶ Μήδους καὶ Τιγράνην Ἀρμένιον καὶ τοὺς Φρυγῶν βασιλεῖς καὶ τὸν Ἴβηρα προσηταιρίζετο. 5 Προσετίθει δὲ καὶ ἑτέρας τοῦ πολέμου αἰτίας. Τῆς γὰρ ἐν τῇ Ῥώμῃ συγκλήτου Νικομήδην τὸν ἐκ Νικομήδους καὶ Νύσης βασιλέα Βιθυνίας καθιστώσης, Μιθριδάτης τὸν χρηστὸν ἐπικληθέντα Νικομήδην ἀντεκαθίστη· ἐπεκράτει δ´ ὅμως ἡ Ῥωμαίων κρίσις καὶ ἄκοντος Μιθριδάτου.
6 Ὕστερον δὲ Σύλλα καὶ Μαρίου περὶ τὴν Ῥωμαϊκὴν πολιτείαν ἀναρριπισάντων τὴν στάσιν, τέσσαρας μυριάδας πεζῶν καὶ μυρίους ἱππέας Ἀρχελάῳ τῷ στρατηγῷ παραδοὺς ὁ Μιθριδάτης κατὰ Βιθυνῶν ἐκέλευσε στρατεύειν. Καὶ κρατεῖ τῆς μάχης συμβαλὼν Ἀρχέλαος, φεύγει δὲ καὶ Νικομήδης μετ´ ὀλίγων. Ταῦτα μαθὼν Μιθριδάτης παραγεγονότος αὐτῷ καὶ τοῦ συμμαχικοῦ, ἄρας ἀπὸ τοῦ πρὸς τῇ Ἀμασείᾳ πεδίου διὰ τῆς Παφλαγονίας ᾔει, πεντεκαίδεκα μυριάδας στρατὸν ἐπαγόμενος. 7 Μάνιος δὲ τῶν ἀμφὶ Νικομήδην συστρατευομένων αὐτῷ μόνῃ τῇ τοῦ Μιθριδάτου φήμῃ διασκεδασθέντων, μετὰ Ῥωμαίων ὀλίγων ἀντιπαρατάσσεται Μηνοφάνει τῷ Μιθριδάτου στρατηγῷ καὶ τραπεὶς φεύγει, πᾶσαν τὴν δύναμιν ἀποβαλών. 8 Ἐμβαλὼν δὲ σὺν ἀδείᾳ Μιθριδάτης εἰς τὴν Βιθυνίαν τάς τε πόλεις καὶ τὴν χώραν ἀμαχεὶ κατέσχε· καὶ τῶν ἄλλων δὲ πόλεων τῶν κατὰ τὴν Ἀσίαν αἱ μὲν ἡλίσκοντο αἱ δὲ προσεχώρουν τῷ βασιλεῖ, καὶ μεταβολὴ τῶν ὅλων ἀθρόα καθίστατο, Ῥοδίων μόνων τὴν πρὸς Ῥωμαίους στεργόντων φιλίαν. Δι´ ἣν κατ´ αὐτῶν Μιθριδάτης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐκίνει τὸν πόλεμον, εἰ καὶ τὸ πλέον Ῥόδιοι ἔσχον, ὡς καὶ αὐτὸν Μιθριδάτην ναυμαχοῦντα ἐγγὺς τοῦ ἁλῶναι ἐλθεῖν. 9 Μετὰ δὲ ταῦτα μαθὼν Μιθριδάτης ὡς οἱ κατὰ τὰς πόλεις σποράδες Ῥωμαῖοι τῶν παρ´ αὐτοῦ διανοουμένων ἐμποδὼν ἵστανται, γράφει πρὸς πάσας ὑπὸ μίαν ἡμέραν τοὺς παρ´ αὐταῖς Ῥωμαίους φονεύειν· καὶ πολλοὶ πεισθέντες τοσοῦτον φόνον εἰργάσαντο, ὡς μυριάδας ὀκτὼ ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τὸν διὰ ξίφους ὄλεθρον ὑποστῆναι.
10 Ἐρετρίας δὲ καὶ Χαλκίδος καὶ ὅλης Εὐβοίας τοῖς τοῦ Μιθριδάτου προσθεμένων, καὶ ἄλλων πόλεων αὐτῷ προσχωρούντων, καὶ μὴν καὶ Λακεδαιμονίων ἡττηθέντων, Σύλλαν ἐκπέμπουσιν οἱ Ῥωμαῖοι, ἱκανὴν αὐτῷ συνεκπέμψαντες στρατιάν. 11 Ὁ δὲ παραγεγονὼς τῶν πόλεων τὰς μὲν ἑκουσιότητι μεταβαλλομένας τὰς δὲ καὶ βίᾳ κατέσχεν, οὐκ ὀλίγον στράτευμα τῶν Ποντικῶν μάχῃ τρεψάμενος. Εἷλε δὲ καὶ τὰς Ἀθήνας· καὶ κατέσκαπτο ἂν ἡ πόλις, εἰ μὴ θᾶττον ἡ σύγκλητος Ῥωμαίων τὴν τοῦ Σύλλα γνώμην ἀνέκοψε. 12 Συχνῶν δὲ παρατάξεων συνισταμένων, ἐν αἷς τὸ πλεῖον εἶχον οἱ Ποντικοί, καὶ συμμεταβαλλομένων τῶν πραγμάτων τοῖς κατορθουμένοις, ἔνδεια τοῖς βασιλικοῖς τῆς διαίτης ἐπέστη, ἀσώτως τε πρὸς ταύτην διακειμένοις καὶ ταμιεύειν τὰ κτηθέντα μὴ ἐπισταμένοις. Καὶ εἰς συμφορῶν ἂν ἐξέπεσον τὴν ἐσχάτην, εἰ μὴ Ταξίλλης Ἀμφίπολιν ἑλών, καὶ διὰ ταῦτα τῆς Μακεδονίας πρὸς αὐτὸν μεταβαλλομένης, ἐκεῖθεν τὴν ἀφθονίαν ἐχορήγησε τῶν ἐπιτηδείων. 13 Οὗτος δὲ καὶ Ἀρχέλαος συμμίξαντες τὰ στρατεύματα ὑπὲρ τὰς ἓξ μυριάδας τὸ πλῆθος ἦγον. Καὶ στρατοπεδεύονται κατὰ τὴν Φωκίδα χώραν, ὑπαντιάσοντες τῷ Σύλλᾳ. Ὁ δὲ καὶ Λούκιον Ὁρτήνσιον ὑπὲρ τὰς ἓξ χιλιάδας ἄγοντα ἐξ Ἰταλίας συμπαραλαβών, ἀπὸ συχνοῦ διαστήματος ἀντεστρατοπεδεύετο. Ἐπὶ σιτολογίαν δὲ παρὰ τὸ πρέπον τῶν περὶ τὸν Ἀρχέλαον τραπέντων, ἀπροόπτως Σύλλας ἐπιτίθεται τῷ τῶν πολεμίων στρατοπέδῳ, καὶ τοὺς μὲν εὐρώστους τῶν ἁλόντων αὐτίκα κτείνει, ἐξ ὧν δὲ φόβον ἐπιθέσεως οὐκ εἶχε, τούτους περιίστησι τῷ χωρίῳ καὶ πυρὰ κελεύει καίειν, ὡς τοὺς ἀπὸ τῆς σιτολογίας ἀφικνουμένους δέχοιντο, μηδεμίαν ὑπόνοιαν παρεχόμενοι τοῦ πάθους. Καὶ συνέβη ὡς ἐστρατηγήθη, καὶ λαμπρὰν τὴν νίκην ἔσχον οἱ περὶ τὸν Σύλλαν.
[23] Χίους δὲ ὡς Ῥοδίοις συμμαχήσαντας αἰτιασάμενος ὁ Μιθριδάτης, κατ´ αὐτῶν Δορύλαον ἐκπέμπει, ὃς εἰ καὶ πολλῷ πόνῳ τὴν πόλιν κατέσχε, καὶ τὴν μὲν χώραν κατένειμε τοῖς Ποντικοῖς, τοὺς δὲ πολίτας πλοίοις ἐμβαλὼν διέφερεν ἐπὶ τὸν Πόντον. Ἡρακλεῶται δέ, ἐπεὶ φιλία αὐτοῖς πρὸς Χίους ἦν, ἐν τῷ παράπλῳ τὰς Ποντικὰς νῆας, αἳ τοὺς αἰχμαλώτους ἦγον, ἐφορμήσαντες αὐταῖς οὐδ´ ἀνθισταμέναις (οὐδὲ γὰρ ἐξήρκουν) κατῆγον ἐπὶ τὴν πόλιν. Καὶ παραυτίκα τὰ πρὸς τὴν χρείαν χορηγοῦντες ἀφθόνως τοῖς Χιώταις, τούτους ἀνελάμβανον, καὶ ὕστερον μεγαλοπρεπῶς δωρησάμενοι ἐν τῇ πατρίδι ἀποκατέστησαν.
[24] Ἡ δὲ σύγκλητος Φλάκκον Οὐαλλέριον καὶ Φιμβρίαν πέμπει πολεμεῖν Μιθριδάτῃ, ἐπιτρέψασα καὶ Σύλλᾳ συλλαμβάνειν τοῦ πολέμου, ὅμοια φρονοῦντι τῇ συγκλήτῳ· εἰ δὲ μή, τὴν πρὸς αὐτὸν πρότερον συνάψαι μάχην. 2 Οὗτος κατ´ ἀρχὰς μὲν ποικίλαις ἐπάλαιε συμφοραῖς (λιμόν τε γὰρ καὶ τὰ ἀπὸ τῆς μάχης πταίσματα ἔσχε), κατώρθωσε μέντοι τὰ πλείω· διὰ δὲ Βυζαντίων ἐπὶ Βιθυνίαν διαβαλών, κακεῖθεν ἐπὶ Νίκαιαν, τῆς πορείας ἔστη. Ὡσαύτως δὲ καὶ Φιμβρίας ἅμα τοῖς σὺν αὐτῷ διεπεραιώθη. 3 Φλάκκου δὲ δυσχεραίνοντος ὅτι Φιμβρίαν μᾶλλον, ἅτε δὴ φιλανθρώπως ἄρχοντα, τὸ πλῆθος ἄρχειν ἠγάπα, καὶ διαλοιδορουμένου αὐτῷ τε καὶ τῶν στρατιωτῶν τοῖς ἐπιφανεστέροις, δύο τῶν ἄλλων πλέον εἰς ὀργὴν ἐξαφθέντες ἀποσφάττουσιν αὐτόν. Ἐφ´ οἷς ἡ σύγκλητος κατὰ Φιμβρίου ἠγανάκτησεν. Ὅμως οὖν τὴν ἀγανάκτησιν κρύπτουσα ὑπατείαν αὐτῷ ψηφισθῆναι διεπράξατο. Ὁ δὲ πάσης γεγονὼς ἡγεμὼν τῆς δυνάμεως, τὰς μὲν ἑκούσας τὰς δὲ καὶ βιαζόμενος τῶν πόλεων προσήγετο. 4 Ὁ δὲ τοῦ Μιθριδάτου υἱός, Ταξίλλην καὶ Διόφαντον καὶ Μένανδρον τοὺς ἀρίστους τῶν στρατηγῶν ἔχων μεθ´ ἑαυτοῦ καὶ πολλὴν ἄγων δύναμιν, τῷ Φιμβρίᾳ ὑπηντίαζε. Τὰ μὲν οὖν πρῶτα τὸ ἐπικρατέστερον οἱ βάρβαροι ἔφερον· Φιμβρίας δὲ ἀνασώσασθαι στρατηγήματι τὰς ἐκ παρατάξεως ἐλαττώσεις διανοούμενος (τὸ γὰρ πολέμιον ὑπερεῖχε πλήθει), ὡς ἐπί τινα ποταμὸν τῶν μαχομένων ἑκατέρα δύναμις ἧκε, καὶ μέσον ἀμφοῖν τοῦτον ἐποιήσαντο, ὄμβρου περὶ ὄρθρον ῥαγέντος ἀπροσδόκητος ὁ τῶν Ῥωμαίων στρατηγὸς διαβαίνει τὸν ποταμόν, καὶ ὕπνῳ τῶν πολεμίων ἐν ταῖς σκηναῖς κατεχομένων, ἐπιπεσὼν μηδ´ αἰσθανομένους κατέκτεινεν, ὀλίγων τῶν ἐν ἡγεμονίαις διαπεφευγότων τὸν ὄλεθρον καὶ τῶν ἱππέων, μεθ´ ὧν καὶ Μιθριδάτης ὁ Μιθριδάτου· καὶ πρὸς τὸ Πέργαμον πρὸς τὸν πατέρα Μιθριδάτην ἅμα τοῖς συνεξιππασαμένοις διασῴζεται. 5 Οὕτω δὲ βαρείας τῆς συμφορᾶς καὶ λαμπρᾶς τοῖς βασιλικοῖς συμπεσούσης, αἱ πλεῖσται τῶν πόλεων πρὸς τοὺς Ῥωμαίους μετέθεντο.
[25] Μαρίου δὲ ἀπὸ τῆς φυγῆς ἀνασωθέντος εἰς τὴν Ῥώμην, Σύλλας δεδιώς (τῶν ἀντιστασιωτῶν γὰρ ἦν ἐκεῖνος) μὴ τῇ ὁμοίᾳ φυγῇ τὴν εἰς αὐτὸν ὕβριν ἀποτίσῃ, πρὸς Μιθριδάτην διεπρεσβεύετο, συμβάσεις αὐτῷ τὰς πρὸς Ῥωμαίους ὑποβαλλόμενος. Τοῦ δὲ καὶ ταῖς συμβάσεσιν ἀσμενίσαντος, ἀφικέσθαι τε ἐπὶ ταύταις αἰτήσαντος, αὐτὸς προθύμως ἐστέλλετο. 2 Οὕτω γοῦν τῶν ἀναμεταξὺ ἀλλήλων προεληλυθότων, Δάρδανον αὐτοὺς ἐπὶ ταῖς συνθήκαις ὑποδέχεται, καὶ τῶν περὶ αὐτοὺς ὑποχωρησάντων ὁμολογίαι γίνονται, Μιθριδάτην μὲν Ῥωμαίοις ἐκχωρεῖν τῆς Ἀσίας, καὶ Βιθυνῶν δὲ καὶ Καππαδοκίας ἄρχειν τοὺς ἐκ γένους βασιλέας, βεβαιωθῆναι δὲ Μιθριδάτῃ τοῦ Πόντου παντὸς τὴν βασιλείαν, παρασχεῖν δὲ ἰδίως Σύλλᾳ τριήρεις πʹ καὶ τάλαντα τρισχίλια πρὸς τὴν ἰδίαν ἐπὶ τὴν Ῥώμην κάθοδον, καὶ Ῥωμαίους μηδὲν ταῖς πόλεσι μνησικακῆσαι ἀνθ´ ὧν μετέβαλον εἰς Μιθριδάτην, εἰ καὶ μὴ κατὰ τὰς ὁμολογίας τοῦτο συνέβη· πολλὰς γὰρ ὕστερον τῶν πόλεων ἐδουλώσαντο. 3 Σύλλας μὲν οὖν οὕτω λαμπρῶς εἰς τὴν Ἰταλίαν ἀφίκετο, καὶ Μάριος αὖθις τῆς πόλεως ὑπεχώρησε, καὶ Μιθριδάτης ἀνέστρεψεν οἴκαδε, πολλὰ τῶν διὰ τὴν ἐν ᾗ κατηνέχθη συμφορὰν ἀποστάντων ἐθνῶν, ἐξ ὑπαρχῆς χειρωσάμενος.
[26] Παρὰ τῆς συγκλήτου δὲ Μουρήνας ἡγεμὼν πέμπεται, καὶ Μιθριδάτης διαπρεσβεύεται πρὸς αὐτόν, τὰς πρὸς Σύλλαν ὁμολογίας ἅμα τε προτείνων καὶ βεβαίους ἀξιῶν εἶναι. Ὁ δὲ μὴ θέμενος τῇ πρεσβείᾳ (καὶ γὰρ καὶ οἱ πρέσβεις, Ἕλληνες ὄντες καὶ τὸν βίον φιλόσοφοι, τὸν Μιθριδάτην μᾶλλον διέσυρον ἢ συνίστων) ὥρμητο ἐπὶ τὸν Μιθριδάτην. Καὶ τῷ τε Καππαδοκίας Ἀριοβαρζάνῃ τὴν ἀρχὴν βεβαιοτέραν ἐποίει, καὶ ἐπὶ ταῖς εἰσβολαῖς τῆς Μιθριδάτου βασιλείας κτίζει πόλιν (?) Ἐκίνειαν.
2 Ἐν τούτοις ὅ τε Μουρήνας καὶ ὁ Μιθριδάτης διαπρεσβεύονται πρὸς Ἡρακλεώτας, ἀνὰ μέρος ἑκάτερος κατὰ τοῦ ἑτέρου καλῶν ἐπὶ συμμαχίᾳ. Τῶν μὲν οὖν Ῥωμαίων τὴν ἰσχὺν φοβερὰν ἡγοῦντο, ὠρρώδουν δὲ καὶ τὴν γειτνίασιν τοῦ Μιθριδάτου. Διὸ ἀποκρίνονται τοῖς παρ´ αὐτῶν πρέσβεσιν, ὡς τοσούτων πολέμων ἀναρραγέντων μόλις ἂν τὴν ἰδίαν τηρεῖν δύνασθαι, μήτι γε ἑτέροις ἐπικουρεῖν. 3 Ἀλλὰ γὰρ Μουρήνᾳ μὲν συνεβούλευον οὐκ ὀλίγοι πρὸς τὴν Σινώπην ὁρμᾶν καὶ περὶ τοῦ βασιλείου κινεῖν τὸν πόλεμον, ὡς εἰ ταύτην ἕλοι, τῶν λοιπῶν κρατήσει ῥᾳδίως. Ὁ δὲ Μιθριδάτης πολλῇ δυνάμει κατασφαλισάμενος ταύτην εἰς αὐτοπρόσωπον πόλεμον καθειστήκει. 4 Καὶ πείραις μὲν ταῖς κατ´ ἀρχὰς ἐπικρατέστερα ἦν τὰ τοῦ βασιλέως· εἶτα εἰς ἀγχώμαλον ἡ μάχη συνεστράφη, καὶ εἰς ὄκνον ἡ μάχη τὸ πρόθυμον περιέστησε τῶν πολεμίων. Διὸ καὶ Μιθριδάτης μὲν εἰς τὰ περὶ τὸν Φᾶσιν καὶ τὸν Καύκασον ἐτράπετο, Μουρήνας δὲ ἀπῇρεν εἰς τὴν Ἀσίαν, καὶ τὰ οἰκεῖα ἕκαστος διετίθει.
[27] Μετ´ οὐ πολὺν δὲ χρόνον Σύλλας ἐν Ῥώμῃ τελευτᾷ, καὶ πέμπουσιν ἡ σύγκλητος ἐπὶ μὲν τὴν Βιθυνίαν Αὐρήλιον Κότταν, ἐπὶ δὲ τὴν Ἀσίαν Λεύκιον Λεύκολλον, οἷς ἡ ἐντολὴ πολεμεῖν Μιθριδάτῃ. 2 Μιθριδάτης δὲ ἄλλον τε στρατὸν συχνὸν παρεσκευάζετο, καὶ τριήρεις μὲν υʹ, τῶν δὲ μικροτέρων νηῶν πεντηκοντήρων τε καὶ κερκούρων ἀριθμὸς ἦν οὐκ ὀλίγος. Διοφάντῳ δὲ τῷ Μιθάρῳ δύναμιν δούς, πέμπει πρὸς τὴν Καππαδοκίαν φρουρὰς ταῖς πόλεσιν ἐγκαθιστάναι, εἰ δὲ Λεύκολλος εἰς τὸν Πόντον ἀφίκοιτο, ὑπαντιάζειν καὶ τῆς πρόσω πορείας ἀπείργειν. 3 Αὐτὸς δὲ μεθ´ ἑαυτοῦ πεζὸν μὲν στρατὸν ἦγε ιεʹ μυριάδας, ἱππεῖς δὲ δισχιλίους ἐπὶ τοῖς μυρίοις, ἅρματά τε δρεπανηφόρα συνεπῆγε κʹ καὶ ρʹ, καὶ πᾶσαν ἄλλην μηχανοποιὸν οὐκ ἐνδέουσαν πληθύν. Ἠπείγετο δὲ διὰ τῆς Τιμωνιτίδος Παφλαγονίας εἰς τὴν Γαλατίαν, καὶ ἐναταῖος εἰς τὴν Βιθυνίαν ἀφικνεῖται. 4 Λεύκολλος δὲ Κότταν μὲν ἐφορμεῖν κελεύει τῷ Καλχηδονίων λιμένι παντὶ τῷ ναυτικῷ. 5 Τὸ δὲ Μιθριδάτου ναυτικὸν παραπλέον τὴν Ἡράκλειαν παρ´ αὐτῆς οὐκ ἐδέχθη, ἀλλ´ ἀγορὰν μὲν αἰτησαμένων παρέσχον. Οἷα δὲ εἰκὸς ἐπιμιξίας γενομένης, Ἀρχέλαος ὁ τοῦ ναυτικοῦ στρατηγὸς συνέλαβε Σιλῆνον καὶ Σάτυρον, ἐπιφανεῖς τῆς Ἡρακλείας ἄνδρας, καὶ οὐκ ἀνῆκεν ἕως ἂν ἔπεισε λαβεῖν πέντε τριήρεις συμμαχίδας εἰς τὸν κατὰ τῶν Ῥωμαίων πόλεμον. Καὶ ἀπὸ ταύτης τῆς πράξεως (ὅπερ καὶ Ἀρχέλαος ἐμηχανᾶτο) τὴν Ῥωμαίων ἀπέχθειαν ὁ Ἡρακλεώτης δῆμος ἐκτήσατο. Δημοσιωνίας δὲ τῶν Ῥωμαίων ἐν ταῖς ἄλλαις πόλεσι καθιστώντων, καὶ τὴν Ἡράκλειαν διὰ τὴν εἰρημένην αἰτίαν ταύταις ὑπέβαλλον. 6 Οἱ δὲ δημοσιῶναι πρὸς τὴν πόλιν ἀφικόμενοι παρὰ τὰ ἔθη τῆς πολιτείας καὶ ἀργύριον ἀπαιτοῦντες τοὺς πολίτας ἐλύπουν, ἀρχήν τινα δουλείας τοῦτο νομίζοντας. Οἱ δέ, διαπρεσβεύσασθαι δέον πρὸς τὴν σύγκλητον ὥστε τῆς δημοσιωνίας ἀπολυθῆναι, ἀναπεισθέντες ὑπό τινος θρασυτάτου τῶν ἐν τῇ πόλει, τοὺς τελώνας ἀφανεῖς ἐποίησαν, ὡς καὶ τὸν θάνατον αὐτῶν ἀγνοεῖσθαι.
7 Πολέμου δὲ ναυτικοῦ κατὰ Καλχηδόνα πόλιν Ῥωμαίοις τε καὶ Ποντικοῖς συστάντος, καὶ πεζῆς δὲ δυνάμεως τῆς τε βασιλικῆς καὶ τῆς Ῥωμαϊκῆς εἰς μάχην ἀλλήλαις συρραγείσης (ἐστρατήγει δὲ τῆς μὲν Κόττας, τῆς δὲ Μιθριδάτης) τρέπουσιν οἱ Βαστέρναι κατὰ τὸ πεζὸν τοὺς Ἰταλούς, καὶ πολὺν αὐτῶν φόνον εἰργάσαντο. Τὰ αὐτὰ δὲ καὶ περὶ τὰς ναῦς ἐγένετο, καὶ ὑπὸ μίαν ἡμέραν γῆ τε καὶ θάλασσα τοῖς Ῥωμαίων διελελύμαστο σώμασι, διαφθαρέντων ἐν μὲν τῇ ναυμαχίᾳ ὀκτακισχιλίων, τετρακισχιλίων δὲ καὶ πεντακοσίων ἑαλωκότων· τοῦ δὲ πεζοῦ στρατεύματος Ἰταλοὶ μὲν τριακόσιοι καὶ πεντακισχίλιοι, τῶν δὲ Μιθριδατείων Βαστέρναι μὲν περὶ τριάκοντα, τοῦ δὲ λοιποῦ πλήθους ἑπτακόσιοι. Οὕτως ἀρθέντα τὰ Μιθριδάτου πάντων τὸ φρόνημα κατεδούλου. 8 Λεύκολλος δὲ ἐπὶ τοῦ Σαγγαρίου ποταμοῦ στρατοπεδεύων, καὶ μαθὼν τὸ πάθος, λόγοις ἀνελάμβανεν ἀθυμήσαντας τοὺς στρατιώτας.
[28] Τρεπομένου δὲ ἐπὶ Κύζικον σὺν μεγάλῳ φρονήματι Μιθριδάτου καὶ πολιορκεῖν τὴν πόλιν βουλομένου, Λεύκολλος ἐπακολουθήσας καὶ συμβαλὼν πολέμῳ νικᾷ τοὺς Ποντικοὺς ἀνὰ κράτος, βραχεῖ μὲν πλείους μυριάδος ἀνελών, τρισχιλίους δὲ καὶ μυρίους λαβὼν αἰχμαλώτους. 2 Τὸ δὲ Φιμβριανῶν στράτευμα ὑπόπτως ἔχον ὡς διὰ τὸ περὶ Φλάκκον τόλμημα οὐκ ἂν αὐτοὺς ἔτι νομίσειαν οἱ ἡγεμόνες εὔνους, ἔπεμπον κρύφα πρὸς Μιθριδάτην αὐτομολίαν ὑπισχνούμενοι. Ὁ δὲ ἕρμαιον τὴν πρόσκλησιν ἡγησάμενος, ὡς νὺξ ἐπέλαβεν, Ἀρχέλαον πέμπει βεβαιῶσαί τε τὰς ὁμολογίας καὶ τοὺς προσχωρήσαντας ἄγειν. Οἱ δὲ Φιμβριανοί, ἐπεὶ τούτοις Ἀρχέλαος παρεγένετο, αὐτὸν μὲν συνέλαβον, τοὺς δὲ σὺν αὐτῷ διεχειρίσαντο.
3 Ἐπὶ τούτῳ τῷ τοῦ βασιλέως ἀτυχήματι, καὶ λιμὸς ἐπιπίπτει αὐτοῦ τῇ στρατιᾷ, καὶ πολλοὺς ἀπώλλυε. Πλὴν οὕτω πολλοῖς παθήμασι κάμνων, Κυζίκου τῆς πολιορκίας τέως οὐκ ἀφίστατο· μετ´ ὀλίγον δὲ πολλὰ καὶ παθὼν καὶ πράξας, ὅμως ἀνάλωτον λιπὼν τὴν πόλιν ἀνεχώρησε, τοῦ μὲν πεζοῦ Ἑρμαῖον καὶ Μάριον ἡγεῖσθαι καταστησάμενος, στρατὸν ὑπὲρ τρισμυρίους ἄγοντας, αὐτὸς δὲ διὰ θαλάσσης ποιούμενος τὴν ἀνάζευξιν. Ἐπιβαίνοντος δὲ αὐτοῦ τῶν τριήρων πολλαὶ παθῶν ἰδέαι συνέπιπτον· οἱ γὰρ ἐμβαίνειν μέλλοντες εἰς αὐτάς, τὰς μὲν ἤδη πεπληρωμένας τὰς δὲ καὶ μελλούσας κατεῖχον ἐξαρτώμενοι, καὶ παρὰ τὸ πλῆθος τῶν τοῦτο δρώντων αἱ μὲν κατεδύοντο αἱ δὲ περιετρέποντο. 4 Τοῦτο Κυζικηνοὶ θεασάμενοι ὥρμησαν ἐπὶ τὰ τῶν Ποντικῶν στρατόπεδα, καὶ τοὺς ὑπολειφθέντας καματηροὺς διαφθείροντες, εἴ τι παρῆν ὑπολελειμμένον τῷ στρατοπέδῳ, διήρπαζον. Λεύκολλος δὲ διώξας ἐπὶ τὸν Αἴσηπον ποταμὸν τὸ πεζὸν ἀπροσδόκητος καταλαμβάνει, καὶ φόνον πολὺν τῶν πολεμίων ποιεῖται. Μιθριδάτης δὲ ἀναλαβὼν ἑαυτὸν ὡς ἠδύνατο, Πείρινθον ἐπολιόρκει, ταύτης δὲ διαμαρτὼν ἐπὶ Βιθυνίαν διαπεραιοῦται.
5 Ἐπεὶ δὲ καὶ Βάρβας συχνοὺς Ἰταλῶν ἐπάγων ἧκε, καὶ μὴν καὶ Τριάριος ὁ Ῥωμαίων ἡγεμὼν ἀνασκευασάμενος τῇ Ἀπαμείᾳ πολιορκεῖν ἐπέστη, οἱ Ἀπαμεῖς ἀντίσχοντες ὅσα ἠδύναντο, τέλος ἀνοίξαντες τὰς πύλας τούτους εἰσεδέξαντο. 6 Εἷλον δὲ καὶ Προῦσαν τὴν πόλιν ἡ Ῥωμαίων δύναμις· ὑπὸ δὲ τὸν Ἀσιανὸν Ὄλυμπον διέκειτο αὕτη. 7 Ἐκεῖθεν ὁ Τριάριος ἐπὶ Προυσιάδα τὴν ἐπιθαλάσσιον μετὰ τῆς δυνάμεως παραγίνεται· αὕτη δὲ Κίερος τὸ παλαιὸν ἐκαλεῖτο, ἐν ᾗ καὶ ἡ τῆς Ἀργοῦς ἄφιξις λέγεται καὶ ὁ τοῦ Ὕλα ἀφανισμὸς καὶ ἡ τοῦ Ἡρακλέος ἐπὶ τὴν τούτου ἀναζήτησιν πλάνη καὶ πολλὰ τοιαῦτα ἕτερα. Παραγεγονότα δὲ ῥᾳδίως οἱ Προυσαεῖς ἐδέξαντο, τοὺς Ποντικοὺς διωσάμενοι. 8 Ἐκεῖθεν ἐπὶ Νίκαιαν φρουρουμένην Μιθριδατείῳ φρουρᾷ παραγίνεται. Οἱ δὲ Ποντικοὶ τὸν νοῦν τῶν ἐν Νικαίᾳ συνιδόντες ἐπὶ Ῥωμαίους ἀποκλίνοντα διὰ νυκτὸς πρὸς Μιθριδάτην εἰς Νικομήδειαν ἀνεχώρησαν, καὶ Ῥωμαῖοι ἀταλαιπώρως κρατοῦσι τῆς πόλεως. 9 Αὕτη δὲ ἡ πόλις ἡ Νίκαια τὴν μὲν κλῆσιν ἄγει ἀπὸ ναΐδος νύμφης, ὄνομα λαχούσης τὴν Νίκαιαν, ἔργον δὲ γεγονὸς Νικαέων τῶν μετὰ Ἀλεξάνδρου μὲν συστρατευσάντων, μετὰ δὲ τὸν ἐκείνου θάνατον κατὰ ζήτησιν πατρίδος ταύτην τε κτισάντων καὶ συνοικισαμένων. Ἡ μὲν οὖν ναῒς ἡ Νίκαια παῖς λέγεται φῦναι Σαγγαρίου τοῦ κατὰ τὴν χώραν δυνάστου καὶ Κυβέλης· παρθενίαν δὲ μᾶλλον ἢ τὴν πρὸς ἄνδρα ποθοῦσα ὁμιλίαν, ἐν ὄρεσι καὶ θήραις τὸν βίον ἔσχε. Ταύτης δὲ Διόνυσος μὲν ἤρα, ἐρῶν δὲ οὐκ ἐτύγχανε. Μὴ τυγχάνων δὲ μηχαναῖς τὸ λεῖπον τῇ γνώμῃ ἀναπληροῦν ἐπεχείρει. Πληροῖ τοίνυν τὴν κρήνην, ἀφ´ ἧς εἴωθεν ἡ Νίκαια πίνειν ἐπειδὰν ἀπὸ τῆς θήρας κοπωθείη, ἀντὶ τοῦ ὕδατος οἴνου. Ἡ δὲ μηδὲν συνειδυῖα καὶ τὸ εἰωθὸς ποιοῦσα, ἐμφορεῖταί τε τοῦ ἐπιβούλου νάματος, καὶ ὑπηρετεῖ καὶ ἄκουσα τῷ βουλήματι τοῦ ἐραστοῦ· μέθης γὰρ αὐτὴν καὶ ὕπνου λαβόντων ὅ τε Διόνυσος αὐτῇ ἐπιμίγνυται, καὶ παῖδας ἐξ αὐτῆς φύει Σάτυρόν τε καὶ ἑτέρους.
10 Οἱ δὲ Νικαεῖς, οἳ τὴν πόλιν ἤγειραν καὶ συνῴκεσαν, Νίκαιαν εἶχον πατρίδα Φωκίδος γείτονα· πρὸς ἣν καὶ πολλάκις στασιάσαντες ὑπ´ αὐτῆς ἐκείνης ὕστερον τὴν πατρίδα ἀφῃρέθησαν, καταστροφὴν ταύτης καὶ ἀφανισμὸν τῶν ἐν τῇ Φωκίδι πολλῇ σπουδῇ καταπραξαμένων. 11 Ἀλλ´ ἡ μὲν Νίκαια οὕτω τε τὴν κλῆσιν καὶ τὴν οἰκοδομὴν ἔσχε, καὶ οὕτω προσεχώρησε Ῥωμαίοις.
[29] Μιθριδάτης δὲ ἐν τῇ Νικομηδείᾳ διέτριβε. Κόττας δὲ βουλόμενός τι τῶν προδιημαρτημένων ἀναλαβεῖν ἧκεν ἀπὸ Καλχηδόνος ἐν ᾧ ἥττητο, πρὸς τὴν Νικομήδειαν, καὶ στρατοπεδεύει νʹ καὶ ρʹ σταδίων πόλεως ἄποθεν, τὴν συμβολὴν τῆς μάχης ὑπευλαβούμενος. Καταλαμβάνει δὲ Κότταν σπουδῇ πολλῇ αὐτόκλητος ὁ Τριάριος, καὶ Μιθριδάτου ὑποχωρήσαντος εἰς τὴν πόλιν ἑκατέρωθεν ταύτην πολιορκεῖν τὸ Ῥωμαϊκὸν παρεσκευάζετο στράτευμα. 2 Ἐπεὶ δὲ ὁ βασιλεὺς ἐπυνθάνετο δυσὶ ναυμαχίαις, τῇ μὲν περὶ Τένεδον τῇ δὲ κατὰ τὸν Αἴγαιον, Λευκόλλου πολεμοῦντος τοὺς Ποντικοὺς νενικῆσθαι, καὶ οὐκ ἀξιόμαχον αὑτὸν πρὸς τὴν παροῦσαν δύναμιν Ῥωμαίων ἡγεῖτο, τὴν ἐπίβασιν τῷ στόλῳ εἰς τὸν ποταμὸν ἀνέπλει, καὶ σφοδρῷ χειμῶνι περιπεσών τινας μὲν τῶν τριήρων ἀποβάλλει, αὐτὸς δὲ μετὰ τῶν πλειόνων εἰς τὸν Ὕπιον ποταμὸν κατηνέχθη. 3 Ἐκεῖ δὲ διὰ τὸν χειμῶνα διατρίβων Λάμαχον τὸν Ἡρακλεώτην, φιλίαν ἔχων πρὸς αὐτὸν παλαιάν, καὶ μαθὼν ἄρχειν τῆς πολιτείας, πολλαῖς ὑποσχέσεσιν εἷλκεν ὥστε παρασκευάσαι αὐτὸν ἐν τῇ πόλει παραδεχθῆναι. Ἔπεμπε δὲ καὶ χρήματα. Ὁ δὲ ἀντεδίδου τὴν αἴτησιν, καὶ δημοθοινίαν ἔξω τῆς πόλεως λαμπροτάτην παρασκευασάμενος τοῖς πολίταις, καὶ ταύτῃ μηδὲ τὰς πύλας ἔχειν παρεγγυησάμενος κεκλεισμένας, μεθύσας τε τὸν δῆμον, ἐκ συνθήματος κατὰ τὴν αὐτὴν ἡμέραν ἐφεστάναι λάθρᾳ προπαρασκευάζει τὸν Μιθριδάτην. Καὶ οὕτως ἡ πόλις, μηδὲ τὴν ἄφιξιν αἰσθομένων τῶν Ἡρακλεωτῶν, ὑπὸ χεῖρα Μιθριδάτῃ γίνεται. 4 Τῇ ἐπαύριον δὲ συγκαλέσας τὸ πλῆθος ὁ βασιλεύς, καὶ φιλίοις δεξιωσάμενος λόγοις, καὶ τὴν εὔνοιαν πρὸς αὐτὸν παραινέσας σῴζειν, τετρακισχιλίους τε φρουροὺς ἐγκαταστήσας καὶ φρούραρχον Κοννακόρηκα, προφάσει τοῦ εἰ Ῥωμαῖοι βουληθεῖεν ἐπιβουλεύειν, τῆς πόλεως ἐκείνους ὑπερμαχεῖν καὶ σωτῆρας εἶναι τῶν ἐνοικούντων, εἶτα δὲ καὶ χρήματα διανείμας τοῖς ἐν αὐτῇ, μάλιστα δὲ τοῖς ἐν τέλει, ἐπὶ τῆς Σινώπης ἐξέπλευσε.
5 Λεύκολλος δὲ καὶ Κόττας καὶ ὁ Τριάριος οἱ Ῥωμαίων αὐτοκράτορες στρατηγοί, ἐπὶ τῆς Νικομηδείας καθὲν γενόμενοι ὥρμηντο εἰς τὸν Πόντον ἐμβαλεῖν· ἐπεὶ δὲ αὐτοῖς ἡ τῆς Ἡρακλείας κατάληψις ἠγγέλθη, ἡ δὲ προδοσία οὐκ ἐγνώσθη, ἀλλὰ τῆς πόλεως ὅλης ἡ ἀπόστασις ἐνομίσθη, Λεύκολλον μὲν ἐδόκει μετὰ τῆς πλείστης δυνάμεως εἰς τὴν Καππαδοκίαν διὰ τῆς μεσογείου χωρεῖν ἐπί τε Μιθριδάτην καὶ τὴν πᾶσαν βασιλείαν, Κότταν δὲ ἐπὶ Ἡρακλείας, Τριάριον δὲ τὸ ναυτικὸν ἀναλαβόντα περὶ τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα τὰς ἐπὶ Κρήτην καὶ Ἰβηρίαν ἀπεσταλμένας Μιθριδατείους ναῦς ὑποστρεφούσας λοχᾶν. 6 Μιθριδάτης δὲ ταῦτα ἀκούων παρεσκευάζετο, καὶ διεπρεσβεύετο πρός τε τοὺς Σκυθῶν βασιλεῖς καὶ πρὸς τὸν Πάρθον καὶ πρὸς τὸν γαμβρὸν αὑτοῦ Τιγράνην τὸν Ἀρμένιον. Ἀλλ´ οἱ μὲν ἀπεῖπον, Τιγράνης δὲ ὑπὸ τῆς Μιθριδάτου θυγατρὸς πολλάκις ἐνοχληθεὶς καὶ ἀναβαλλόμενος, ὅμως ὑπέστη τὴν συμμαχίαν. 7 Καὶ Μιθριδάτης διαφόρους πέμπων κατὰ Λευκόλλου στρατηγούς, καὶ τῆς συμπλοκῆς ἐπιγενομένης, πολύτροποι μὲν συνέβαινον αἱ μεταβολαί, ἐν τοῖς πλείστοις δὲ τὰ Ῥωμαίων ὅμως κατώρθου. 8 Ἠθύμει μὲν ὁ βασιλεύς. Ἀθροίσας δ´ οὖν πεζῶν μὲν δʹ μυριάδας, ἱππεῖς δὲ ὀκτακισχιλίους ἐξέπεμψε Διόφαντον καὶ Ταξίλλην ἐπὶ τοῖς προαπεσταλμένοις. Τῶν δὲ τοῖς προλαβοῦσι συναφθέντων, κατ´ ἀρχὰς μὲν ἀκροβολισμοῖς ἀλλήλων οἱ πολέμιοι καθ´ ἑκάστην σχεδὸν ἀπεπειρῶντο, εἶτα ἱππομαχίαι συνέστησαν βʹ, ὧν τὴν μὲν ἐνίκων οἱ Ῥωμαῖοι, τὴν δευτέραν δὲ οἱ Ποντικοί. 9 Τριβομένου δὲ τοῦ πολέμου, Λεύκολλος ἀγορὰν ἄξοντας εἰς Καππαδοκίαν ἐκπέμπει, καὶ μαθὼν Ταξίλλης καὶ Διόφαντος πεζοὺς ἐκπέμπουσι τετρακισχιλίους καὶ ἱππεῖς δισχιλίους, ἐφ´ ᾧ ἐπιθέμενοι ἀφαιρήσονται τοὺς ἀποκομίζοντας τὰς ἀγοράς. Καὶ συμβαλόντων ἀλλήλοις ἐπικρατέστεροι γεγόνασιν οἱ Ῥωμαῖοι· πέμψαντος δὲ Λευκόλλου βοήθειαν τοῖς οἰκείοις, τροπὴ γίνεται βαρβάρων περιφανής. Καὶ τῇ φυγῇ τούτων ἡ Ῥωμαίων δύναμις ὁδηγουμένη ἐπὶ τὸ στρατόπεδον τὸ περὶ Διόφαντον καὶ Ταξίλλην ἧκον, καὶ καρτερᾶς πρὸς αὐτοὺς τῆς μάχης γενομένης, ἐπ´ ὀλίγον μὲν ἀντέσχον οἱ Ποντικοί, εἶτα τῶν στρατηγῶν πρῶτον ἀποχωρούντων, πάντες ἐνέκλιναν, καὶ Μιθριδάτῃ τοῦ πταίσματος οἱ στρατηγοὶ αὐτάγγελοι παρεγένοντο, καὶ πολὺ πλῆθος τότε τῶν βαρβάρων ἀπώλετο.
[30] Οὕτω Μιθριδάτῃ τῶν πραγμάτων περιφανῶς ἀποκεκλιμένων τῶν τε βασιλίδων γυναικῶν ἡ ἀναίρεσις ἐπεποίητο, καὶ φεύγειν ἐκ τῶν Καβήρων αὐτῷ, ἐν οἷς διέτριβε, λάθρᾳ τῶν ἄλλων ὑπηκόων ὁρμὴ γέγονε. Καὶ ἥλω ἂν ἐν τῇ φυγῇ, τῶν Γαλατῶν ἐπιδιωκόντων, καίπερ τὸν φεύγοντα ἀγνοούντων, εἰ μὴ περιτυχόντες ἡμιόνῳ χρυσὸν καὶ ἄργυρον τῶν Μιθριδατείων χρημάτων φερούσῃ περὶ τὴν ἁρπαγὴν τούτων ἐσχόλασαν. Καὶ αὐτὸς εἰς Ἀρμενίαν διασῴζεται. 2 Λεύκολλος δὲ ἐπὶ μὲν τὸν Μιθριδάτην Μάρκον Πομπήϊον ἡγεμόνα ἐξέπεμψεν, αὐτὸς δὲ ἐπὶ Καβήρων μεθ´ ὅλης ἠπείγετο τῆς δυνάμεως, καὶ τὴν πόλιν περικαθισάμενος σφᾶς αὐτοὺς παραδεδωκότας τοὺς βαρβάρους ὑποσπόνδους ἔσχε καὶ τῶν τειχῶν ἐκυρίευσεν. 3 Ἐκεῖθεν δὲ πρὸς τὴν Ἄμισον παραγεγονώς, καὶ λόγοις παραινῶν τοὺς ἐν αὐτῇ Ῥωμαίοις προσχωρεῖν, ἐπεὶ οὐκ ἔπειθε, ταύτην λιπὼν εἰς τὴν Εὐπατορίαν μεθίστη τὴν πολιορκίαν. Καὶ ῥᾳθύμως καταγωνίζεσθαι ταύτης προσεποιεῖτο, ὡς ἂν καὶ τοὺς πολεμίους εἰς ὅμοιον ῥᾳθυμίας ζῆλον ἐκκαλεσάμενος ἐξ αἰφνιδίου μεταβολῆς κατορθώσῃ τὸ μελετώμενον. Ὃ καὶ γέγονε, καὶ τὴν πόλιν οὕτως εἷλε τῷ στρατηγήματι· ἄφνω γὰρ κλίμακας ἁρπάσαι κελεύσας τοὺς στρατιώτας, τῶν φυλάκων οὐδὲν τοιοῦτον προσδεδοκηκότων, ἀλλ´ ἐν ὀλιγωρίᾳ διακειμένων, διὰ τῶν κλιμάκων τὸ τεῖχος ὑπερβαίνειν τοὺς στρατιώτας ἐπέτρεψε, καὶ οὕτως ἥλω Εὐπατορία, καὶ αὐτίκα κατέσκαπτο. 4 Μετ´ ὀλίγον δὲ καὶ Ἀμισὸς ἑάλω, διὰ τῶν κλιμάκων καὶ αὐτῆς ὁμοίως τῶν πολεμίων ἐπιβάντων τοῖς τείχεσι. Καὶ κατ´ ἀρχὰς μὲν φόνος τῶν πολιτῶν οὐκ ὀλίγος γέγονεν, ὕστερον δὲ τὸν ὄλεθρον Λεύκολλος ἐπέσχε, καὶ τὴν πόλιν αὐτοῖς καὶ τὴν χώραν τοῖς διασωθεῖσιν ἀποκατέστησε, καὶ οἰκειότερον ἐχρῆτο.
[31] Μιθριδάτης δὲ πρὸς τὸν γαμβρὸν παραγεγονώς, καὶ συνουσίας τυχεῖν ἀξιῶν, ταύτης μὲν οὐ τυγχάνει, φρουρὰν δὲ τοῦ σώματος παρ´ αὐτοῦ λαμβάνει καὶ τῆς ἄλλης δεξιώσεως μετεῖχεν. 2 Ἔπεμψε δὲ καὶ Λεύκολλος πρὸς Τιγράνην πρεσβευτὴν Ἄππιον Κλώδιον, Μιθριδάτην ἐξαιτῶν. Ὁ δὲ οὐκ ἔδωκε, φήσας τὴν ὑπὸ πάντων ἀνθρώπων, εἰ τῆς γαμετῆς πατέρα προδοίη, διευλαβεῖσθαι μομφήν· ἀλλὰ μοχθηρὸς μὲν ὡς εἴη Μιθριδάτης καὶ αὐτὸν εἰδέναι, δυσωπεῖσθαι δὲ τὴν ἐπικηδείαν. 3 Γράφει δὲ καὶ ἐπιστολὴν πρὸς Λεύκολλον τοὺς εἰρημένους λόγους ἔχουσαν, ἥτις παρώξυνε τὸν δεξάμενον· οὐ γὰρ ἐνέγραψεν αὐτὸν αὐτοκράτορα, ἐγκαλῶν ὅτι μηδὲ αὐτὸς ἐκεῖνον κατὰ τὰς ἐπιστολὰς βασιλέα βασιλέων προσηγόρευσεν. Ἐνταῦθα μὲν καὶ ἡ πεντεκαιδεκάτη καταλήγει ἱστορία.
[32] Ἱστορία δὲ ἡ ἐφεξῆς τάδε ἀφηγεῖται. Ἀναλαβὼν Κόττας τὰ Ῥωμαϊκὰ στρατεύματα κατὰ τῆς Ἡρακλείας ἐχώρει, ἀλλὰ πρῶτον μὲν ἐπὶ Προυσιάδος ἦγεν (ἡ δὲ Προυσιὰς πρὶν μὲν ἀπὸ τοῦ παραρρέοντος αὐτὴν ποταμοῦ Κίερος ἐκαλεῖτο· ὁ δὲ τῆς Βιθυνίας βασιλεὺς τῶν Ἡρακλεωτῶν ταύτην ἀφελόμενος ἐξ ἑαυτοῦ μετωνόμασεν). Ἐντεῦθεν ἐπὶ τὴν Ποντικὴν κατῆλθε θάλασσαν, καὶ παρελθὼν τὴν παραλίαν τοῖς κατὰ κορυφὴν τείχεσι τὸ στράτευμα περιέστησεν. 2 Ἐθάρρουν μὲν τῇ τοῦ χωρίου οἱ Ἡρακλεῶται ὀχυρότητι, καὶ καρτερῶς τοῦ Κόττα πολιορκοῦντος σὺν τοῖς φρουροῖς ἀντεμάχοντο· καὶ φόνος ἦν τοῦ Ῥωμαϊκοῦ πλήθους πλέον, τραύματα δὲ πολλὰ τῶν Ἡρακλεωτῶν ἐκ τῶν βελῶν. Κόττας οὖν ἀνακαλεῖται τῆς τειχομαχίας τὸ στράτευμα, καὶ μικρὸν στρατοπεδεύων ἄποθεν ὅλον ἔτρεπε τὸν σκοπὸν εἰς τὸ τὰς ἐπὶ ταῖς χρείαις ἐξόδους εἴργειν τῶν πολιορκουμένων. Σπανιζόντων δὲ τῇ πόλει τῶν ἐπιτηδείων πρεσβεία πρὸς τοὺς ἀποίκους ἐξεπέμπετο, τροφῆς δι´ ὠνῆς αἰτοῦσα χορηγίαν. Οἱ δὲ τῇ πρεσβείᾳ ἠσμένιζον.
[33] Πρὸ βραχέος δὲ ὁ Τριάριος τὸν Ῥωμαϊκὸν στόλον ἔχων ὥρμησεν ἀπὸ Νικομηδείας ἐπὶ τὰς ποντικὰς τριήρεις, ἃς προεῖπεν ὁ λόγος περί τε Κρήτην καὶ Ἰβηρίαν ἐξαποσταλῆναι. Μαθὼν δὲ τὰς ὑπολοίπους ἐς τὸν Πόντον ἀνακεχωρηκέναι (πολλαὶ γὰρ αὐτῶν καὶ χειμῶνι καὶ ταῖς κατὰ μέρος ναυμαχίαις εἰς διαφθορὰν ἔδυσαν) καταλαμβάνει τε ταύτας, καὶ τὴν μάχην περὶ τὴν Τένεδον συγκροτεῖ, οʹ μὲν ἔχων τριήρεις αὐτός, τῶν δὲ Ποντικῶν ἀγόντων βραχὺ δεούσας τῶν πʹ. 2 Ἐπεὶ δὲ συνέστη ὁ πόλεμος, κατ´ ἀρχὰς μὲν ἀντεῖχον οἱ τοῦ βασιλέως, ὕστερον δὲ τροπῆς αὐτῶν λαμπρᾶς γενομένης, τὸ Ῥωμαίων ἀνὰ κράτος ἐνίκησε στράτευμα, καὶ οὕτως ἅπας ὁ Μιθριδάτειος στόλος, ὅσος ἐπὶ τὴν Ἀσίαν αὐτῷ συνεξέπλευσεν, ἑάλω.
[34] Κόττας δὲ παρὰ τὴν Ἡράκλειαν στρατοπεδεύων ὅλῳ μὲν οὐ προσέβαλε τῇ πολιορκίᾳ τέως τῷ στρατῷ, κατὰ μέρος δὲ προσῆγεν, ἐνίους μὲν τῶν Ῥωμαίων, πολλοὺς δὲ προβαλλόμενος τῶν Βιθυνῶν· πολλῶν δὲ καὶ τιτρωσκομένων καὶ ἀναιρουμένων, μηχανὰς ἐπενόει, ὧν ἐδόκει τοῖς πολιορκουμένοις ἡ χελώνη φοβερωτέρα. Ἐπάγει γοῦν ταύτην ὅλην τὴν δύναμιν συγκινήσας πύργῳ τινὶ ὑπόπτως ἔχοντι πρὸς τὸ παθεῖν· ὡς δὲ ἅπαξ καὶ δεύτερον πληγεὶς οὐ μόνον παρὰ δόξαν διεκαρτέρει, ἀλλὰ καὶ ὁ κριὸς τῆς ἄλλης ἐμβολῆς προαπεκλάσθη, εὐθυμίαν μὲν τοῖς Ἡρακλεώταις, ἀγωνίαν δὲ παρέσχε Κόττᾳ διαταράττουσαν αὐτόν, ὡς οὐκ ἂν ἡ πόλις αἱρεθείη ποτέ. 2 Τῇ ὑστεραίᾳ δ´ οὖν πάλιν ἐπαγαγὼν τὴν μηχανὴν καὶ μηδὲν ἀνύσας, κατακαίει μὲν τὸ μηχάνημα, ἀποτέμνει δὲ καὶ τὰς τῶν μηχανοποιῶν κεφαλάς, καὶ φρουρὰν τοῖς τείχεσι καταλιπών, μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὸ καλούμενον πεδίον Λύκαιαν διέτριβεν, ἀφθονίαν ἔχοντος τῶν ἐπιτηδείων τοῦ χωρίου, κἀκεῖθεν τὴν περὶ τὴν Ἡράκλειαν χώραν ἅπασαν ἐδῄου, εἰς πολλὴν ἀμηχανίαν τοὺς πολίτας συνελαύνων. 3 Διεπρεσβεύετο γοῦν πάλιν πρός τε τοὺς ἐν Σκυθίᾳ Χεροννησίτας καὶ Θεοδοσιανοὺς καὶ τοὺς περὶ τὸν Βόσπορον δυνάστας ὑπὲρ συμμαχίας· καὶ ἡ πρεσβεία ἀνέστρεφεν ἔμπρακτος. 4 Τῶν δὲ πολεμίων ἐπικειμένων τῇ πόλει, οὐ πολὺ ἔλαττον αὐτῇ τὰ λυποῦντα ἔνδον ἐπετίθετο. Οὐ γὰρ ἠρκοῦντο οἱ φρουροὶ οἷς διέζη τὸ δημοτικόν, τύπτοντες δὲ τοὺς πολίτας χορηγεῖν ἃ μὴ ῥᾷον ἦν αὐτοῖς ἐξ ἀνάγκης ἐκέλευον. Καὶ τῶν φρουρῶν ἔτι μᾶλλον ἦν χαλεπώτερος ὁ ἐφεστηκὼς αὐτῶν Κοννακόρηξ, οὐκ ἀπείργων ἀλλ´ ἐπιτρέπων τοῖς ὑπὸ χεῖρα τὴν βίαν.
5 Τεμὼν δὲ τὴν χώραν ὁ Κόττας πάλιν προσβάλλει τοῖς τείχεσιν· ἀθύμους δὲ τοὺς στρατιώτας πρὸς πολιορκίαν ὁρῶν ἀπάγει τῆς τειχομαχίας, καὶ πέμπει καλῶν Τριάριον τάχος ταῖς τριήρεσιν ἀφικνεῖσθαι καὶ κωλύειν τὸν διὰ τῆς θαλάσσης ἐπισιτισμὸν τῇ πόλει.
6 Λαβὼν οὖν ἃς εἶχεν ὁ Τριάριος καὶ Ῥοδίους κʹ ναῦς, ὧν σύμπαν τὸ πλῆθος εἰς γʹ καὶ μʹ ἐτέλει, εἰς τὸν Πόντον διαβαίνει, καὶ μηνύει Κόττᾳ καὶ τὸν καιρὸν καὶ τὴν ἄφιξιν· ὑπὸ δὲ τὴν αὐτὴν ἡμέραν Κόττας τε τοῖς τείχεσι τὸν στρατὸν προσῆγε καὶ ὁ κατάπλους τῶν Τριαρίου νεῶν ἐπεφαίνετο. 7 Συνταραχθέντες οὖν οἱ Ἡρακλεῶται πρὸς τὸ αἰφνίδιον τῆς τῶν νηῶν ἐφόδου, ναῦς μὲν ἐπὶ τὴν θάλασσαν λʹ καθεῖλκον, οὐδὲ ταύτας ἀκριβῶς πληροῦντες, τὸ δὲ λοιπὸν πρὸς τὴν πολιορκίαν ἐτρέποντο. Ἀνήγετο μὲν ὁ Ἡρακλεωτικὸς στόλος πρὸς τὰς ἐπιπλεούσας τῶν πολεμίων. Πρῶτοι γοῦν Ῥόδιοι (καὶ γὰρ ἐδόκουν ἐμπειρίᾳ τε καὶ ἀνδρείᾳ τῶν ἄλλων προέχειν) ἐνερράγησαν ταῖς ἐξ Ἡρακλείας, καὶ παραχρῆμα μὲν κατέδυσαν Ῥοδίων μὲν γʹ Ἡρακλεώτιδες δὲ εʹ. Ἐπιγενόμενοι δὲ τῇ ναυμαχίᾳ καὶ Ῥωμαῖοι, καὶ πολλὰ παθόντες καὶ ποιήσαντες τοῖς πολεμίοις, πλέον δὲ ὅμως κακώσαντες, ἐτρέψαντο τὰς ἐξ Ἡρακλείας καὶ φεύγειν ἠνάγκασαν πρὸς τὴν πόλιν, δʹ ἀποβαλούσας καὶ ιʹ. Αἱ τρεψάμεναι δὲ πρὸς τὸν μέγαν ἐνωρμίζοντο λιμένα.
8 Ἀνίστη δ´ οὖν καὶ τὸ πεζὸν τῆς πολιορκίας ὁ Κόττας· οἱ δὲ περὶ Τριάριον ἀναγόμενοι καθ´ ἑκάστην ἀπὸ τοῦ λιμένος τοὺς σιτηγεῖν ὡρμημένους τοῖς πολιορκουμένοις ἀπεκώλυον, καὶ σπάνις χαλεπὴ τὴν πόλιν κατεῖχεν, ὡς πʹ Ἀττικῶν τὴν λεγομένην χοίνικα τοῦ σίτου προκόψαι. 9 Ἐπὶ δὲ τοῖς ἄλλοις κακοῖς καὶ λοιμὸς αὐτοῖς ἐπιπεσών (εἴτε ἐκ τροπῆς ἀέρων εἴτε ἐκ τῆς ἀσυνήθους διαίτης) ποικίλην ἐπὶ ποικίλαις παθημάτων ἰδέαις τὴν φθορὰν ἀπειργάζετο· ἐν οἷς καὶ Λάμαχος πικροτέρῳ καὶ μακροτέρῳ τῶν ἄλλων ὀλέθρῳ διέφθαρτο. Ἥψατο δὲ μάλιστα καὶ τῶν φρουρῶν ἡ νόσος, ὡς ἀπὸ τρισχιλίων χιλίους ἀποθανεῖν. Τοὺς Ῥωμαίους δὲ τὸ πάθος οὐκ ἐλάνθανε.
[35] Καὶ ὁ Κοννακόρηξ κακοπαθῶν ταῖς συμφοραῖς ἔγνω τοῖς Ῥωμαίοις προδιδόναι τὴν πόλιν καὶ τῇ τῶν Ἡρακλεωτῶν ἀπωλείᾳ τὴν ἰδίαν σωτηρίαν ἀλλάξασθαι. Συνελαμβάνετο δὲ αὐτῷ καὶ Ἡρακλεώτης ἀνήρ, ζηλωτὴς τῆς Λαμάχου προαιρέσεως, Δαμωφέλης ὄνομα, φρούραρχος καὶ αὐτὸς τῇ πόλει μετὰ τὴν Λαμάχου φθορὰν καταστάς. 2 Ὁ τοίνυν Κοννακόρηξ τὸν Κότταν μὲν ὡς βαρὺν τὸ ἦθος καὶ ἄπιστον ἐφυλάττετο, πρὸς Τριάριον δὲ συνετίθετο. Συνέτρεχε δὲ τούτοις καὶ Δαμωφελὴς οὐκ ἐνδεέστερον. Καὶ λαβόντες συνθήκας, αἷς εὐδαιμονήσειν αὐτοὶ ἤλπιζον, πρὸς τὴν προδοσίαν παρεσκευάζοντο.
3 Ἐξ ἐπιπολῆς οὖν τὰ πραττόμενα τοῖς προδόταις διέπιπτεν εἰς τὸν δῆμον. Εἰς ἐκκλησίαν οὖν ἡ πόλις συνέδραμον καὶ τὸν φρούραρχον ἐκάλουν. Βριθαγόρας δὲ τῶν ἐν τῷ δήμῳ ἀνὴρ ἐπιφανὴς πρὸς Κοννακόρηκα παραγεγονὼς τά τε κατέχοντα τὴν Ἡράκλειαν διεξῄει, καὶ εἰ κἀκείνῳ δοκεῖ, ἐπὶ κοινῇ πάντων σωτηρίᾳ διελάμβανεν Τριαρίῳ διαλέξασθαι. Ταῦτα Βριθαγόρου μετὰ πολλῆς οἰκτισαμένου δεήσεως, διαναστὰς ὁ Κοννακόρηξ τοιαύτην μὲν συνθήκην ἀπεῖπε πράττεσθαι, ἔχεσθαι δὲ τῆς ἐλευθερίας καὶ τῶν κρειττόνων ὑπεκρίνατο ἐλπίδων· καὶ γὰρ καὶ τὸν βασιλέα μαθεῖν διὰ γραμμάτων ὑπὸ Τιγράνους τε τοῦ γαμβροῦ φιλοφρόνως δεδέχθαι, καὶ οὐκ εἰς μακρὰν ἐκεῖθεν προσδοκᾶν τὴν ἀποχρῶσαν βοήθειαν. Ἀλλ´ ἐκείνοις μὲν ταῦτα ὁ Κοννακόρηξ ἐσκηνικεύετο· οἱ δὲ Ἡρακλεῶται τούτοις τοῖς λόγοις ἐξηπατημένοι (ἀεὶ γὰρ αἱρετὸν τὸ ἐράσμιον) ὡς ἀληθέσι τοῖς τερατευθεῖσιν ἐπίστευον. 4 Ὁ δὲ Κοννακόρηξ, ὡς ἠπατημένους ἔγνω, κατὰ μέσας νύκτας ἐπιβιβάσας ἡσύχως ταῖς τριήρεσι τὸ στράτευμα (αἱ γὰρ πρὸς Τριάριον συνθῆκαι κακῶν ἀπαθεῖς ἀπιέναι, καὶ εἴ τι κεκερδαγκότες εἴησαν, μεθ´ ἑαυτῶν ἄγειν ἐπέτρεπον), καὶ αὐτὸς τούτοις συνεξέπλευσε. Δαμωφελὴς δὲ τὰς πύλας ἀνοίξας εἰσχεόμενον τὸν ῥωμαϊκὸν στρατὸν καὶ τὸν Τριάριον εἰσεδέχετο, τοὺς μὲν διὰ τῆς πύλης, ἐνίους δὲ καὶ τὴν στεφάνην ὑπερβαίνοντας, καὶ τότε τῆς προδοσίας οἱ Ἡρακλεῶται ἐπῄσθοντο. 5 Καὶ οἱ μὲν σφᾶς αὐτοὺς παρεδίδοσαν, οἱ δὲ ἐκτείνοντο, τά τε κειμήλια καὶ τὰ ἔπιπλα διηρπάζετο, καὶ πολλὴ τοὺς πολίτας ὠμότης ἐλάμβανε, μεμνημένων Ῥωμαίων ὅσα τε παρὰ τὴν ναυμαχίαν πάθοιεν καὶ ὅσα τεταλαιπωρηκότες ἐπὶ τῇ πολιορκίᾳ ὑπέστησαν. Οὐκ ἀπείχοντο γοῦν οὐδὲ τῶν ἐπὶ τοῖς ἱεροῖς πεφευγότων, ἀλλὰ παρά τε τοῖς βωμοῖς καὶ τοῖς ἀγάλμασιν αὐτοὺς ἔσφαττον. 6 Διὸ πολλοὶ διαπίπτοντες ἐκ τῶν τειχῶν φόβῳ τοῦ ἀφύκτου θανάτου κατὰ πᾶσαν ἐσκεδάννυντο χώραν· οἱ δὲ αὐτομολεῖν πρὸς τὸν Κότταν ἠναγκάζοντο. Ἐξ ὧν ἐκεῖνος τήν τε ἅλωσιν καὶ τὸν φθόρον τῶν ἀνθρώπων καὶ τὴν διαρπαγὴν τῶν χρημάτων πυθόμενος, ὀργῆς ἀνεπίμπλατο, καὶ διὰ ταχέων πρὸς τὴν πόλιν ἠπείγετο. Συνεχαλέπαινε δὲ καὶ τὸ στράτευμα, ὡς μὴ μόνον τὴν ἐπὶ τοῖς κατωρθωμένοις εὐδοξίαν ἀφῃρημένοι ἀλλὰ καὶ τῶν λυσιτελειῶν ἁπάσας παρὰ τῶν αὐτῶν διηρπασμένοι. Καὶ εἰς μάχην ἂν τοῖς ὁμοφύλοις κατέστησαν ἄσπονδον, καὶ κατεκόπησαν ἂν ὑπ´ ἀλλήλων, εἰ μὴ ὁ Τριάριος ἐπιγνοὺς τὴν ὁρμὴν αὐτῶν, πολλοῖς ἐκμειλίξας λόγοις τόν τε Κότταν καὶ τὸν στρατόν, καὶ εἰς τὸ κοινὸν τὰ κέρδη καταθεῖναι βεβαιωσάμενος, τὸν ἐμφύλιον ἀνεχαίτισε πόλεμον.
7 Ἐπεὶ δὲ ἐπυνθάνοντο τὸν Κοννακόρηκα κατειληφότα τὴν Τῖον καὶ τὴν Ἄμαστριν, αὐτίκα Κόττας Τριάριον ἐκπέμπει ἀφαιρησόμενον αὐτὸν τὰς πόλεις. Αὐτὸς δὲ τούς τε προσκεχωρηκότας ἄνδρας λαβὼν καὶ τοὺς ἐκ τῆς αἰχμαλωσίας ἀνθρώπους, τὰ λοιπὰ μετὰ πάσης διεῖπεν ὠμότητος. Χρήματα γοῦν διερευνώμενος οὐδὲ τῶν ἐν ἱεροῖς ἐφείδετο, ἀλλὰ τούς τε ἀνδρίαντας καὶ τὰ ἀγάλματα ἐκίνει, πολλὰ καὶ καλὰ ὄντα. 8 Καὶ δὴ καὶ τὸν Ἡρακλέα τὸν ἐκ τῆς ἀγορᾶς ἀνῄρει, καὶ σκευὴν αὐτοῦ τὴν ἀπὸ τῆς πυραμίδος, πολυτελείας καὶ μεγέθους καὶ δὴ καὶ ῥυθμοῦ καὶ χάριτος καὶ τέχνης οὐδενὸς τῶν ἐπαινουμένων ἀπολειπομένην. Ἦν δὲ ῥόπαλον σφυρήλατον ἀπέφθου χρυσοῦ πεποιημένον, κατὰ δὲ αὐτοῦ λεοντῆ μεγάλη ἐκέχυτο, καὶ γωρυτὸς τῆς αὐτῆς μὲν ὕλης, βελῶν δὲ γέμων καὶ τόξου. Πολλὰ δὲ καὶ ἄλλα καλὰ καὶ θαυμαστὰ ἀναθήματα ἔκ τε τῶν ἱερῶν καὶ τῆς πόλεως ἀφελών, ταῖς ναυσὶν ἐγκατέθετο. Καὶ τὸ τελευταῖον πῦρ ἐνεῖναι τοῖς στρατιώταις κελεύσας τῇ πόλει, κατὰ πολλὰ ταύτην ὑπέπρησε μέρη. 9 Ἑάλω δὲ ἡ πόλις ἐπὶ δύο ἔτη τῇ πολιορκίᾳ ἀντισχοῦσα.
[36] Ὁ δὲ Τριάριος παραγεγονὼς ἐν αἷς ἀπέσταλτο πόλεσι, Κοννακόρηκι (οὗτος γὰρ τὴν τῆς Ἡρακλείας προδοσίαν ἑτέρων κατασχέσει συγκαλύπτειν διενοεῖτο) δοὺς ἄδειαν τῆς ἀναχωρήσεως, καθ´ ὁμολογίαν λαμβάνει τὰς πόλεις. Ὁ δὲ Κόττας ἅπερ εἴρηται διαπραξάμενος, τὸ μὲν πεζὸν καὶ τοὺς ἱππεῖς ἐκπέμπει Λευκόλλῳ, καὶ τοὺς συμμάχους ἀφῆκεν ἐπὶ τῶν πατρίδων, αὐτὸς δ´ ἀνήγετο τῷ στόλῳ. Τῶν δὲ νεῶν αἳ τὰ τῆς πόλεως λάφυρα ἦγον, αἱ μὲν κατάφορτοι γενόμεναι μικρὸν ἄποθεν τῆς γῆς διελύθησαν, αἱ δὲ ἀπαρκτίου πνεύσαντος ἐξεβράσθησαν εἰς τὰ τενάγη, καὶ πολλὰ τῶν ἀγωγίμων ἀπεβάλοντο.
[37] Λεόνιππος δὲ ὁ σὺν Κλεοχάρει παρὰ Μιθριδάτου τὴν Σινώπην ἐπιτραπείς, ἀπεγνωκὼς τῶν πραγμάτων, πέμπει περὶ προδοσίας πρὸς Λεύκολλον. Ὁ δὲ Κλεοχάρης ἅμα Σελεύκῳ (καὶ γὰρ οὗτος τῶν Μιθριδάτου στρατηγὸς ἰσοστάσιος τῶν εἰρημένων ἦν) τὴν Λεονίππου μαθόντες προδοσίαν, ἐκκλησίαν ἀθροίσαντες κατηγόρουν αὐτοῦ. Οἱ δὲ οὐ προσίεντο· ἐδόκει γὰρ αὐτοῖς εἶναι χρηστός. Καὶ οἱ περὶ Κλεοχάρην δείσαντες τοῦ πλήθους τὴν εὔνοιαν ἐξ ἐνέδρας νυκτὸς ἀποσφάττουσι τὸν ἄνδρα. Καὶ τὸ μὲν δημοτικὸν ἤχθετο τῷ πάθει, οἱ δὲ περὶ Κλεοχάρην τῶν πραγμάτων κύριοι καταστάντες τυραννικῶς ἦρχον, ταύτῃ νομίζοντες διαφυγεῖν τῆς ἐπὶ Λεονίππῳ μιαιφονίας τὴν δίκην. 2 Ἐν τούτῳ Κηνσωρῖνος ναύαρχος Ῥωμαίων, τριήρεις ἄγων ιεʹ σῖτον ἀπὸ Βοσπόρου τῷ Ῥωμαίων κομιζούσας στρατοπέδῳ, πλησίον Σινώπης κατῆγε. Καὶ οἱ περὶ Κλεοχάρην καὶ Σέλευκον ἀνταναχθέντες σινωπικαῖς τριήρεσιν, ἡγουνένου Σελεύκου, καθίστανται εἰς ναυμαχίαν καὶ νικῶσι τοὺς Ἰταλούς, καὶ τὰς φορτηγοὺς ἐπὶ τῷ σφῶν ἀφαιροῦνται κέρδει. 3 Ἐπήρθησαν οὖν οἱ περὶ Κλεοχάρην τῷ κατορθώματι, καὶ τυραννικώτερον ἔτι τῆς πόλεως ἦρχον, φόνους τε ἀκρίτους τῶν πολιτῶν ποιοῦντες καὶ τὰ ἄλλα τῇ ὠμότητι ἀποχρώμενοι.
4 Ἐγένετο δὲ καὶ στάσις πρὸς ἀλλήλους Κλεοχάρῃ καὶ Σελεύκῳ· τῷ μὲν γὰρ ἤρεσκε διακαρτερεῖν τῷ πολέμῳ, Σελεύκῳ δὲ πάντας Σινωπεῖς ἀναιρεῖν καὶ Ῥωμαίοις ἐπὶ δωρεαῖς μεγάλαις παρασχεῖν τὴν πόλιν. Πλὴν οὐδεμία τῶν γνωμῶν κρίσιν ἔσχε, τὰ δὲ ὑπάρχοντα λαθραίως ναυσὶ στρογγύλαις ἐνθέμενοι πρὸς Μαχάρην τὸν Μιθριδάτου υἱόν, ὃς κατ´ ἐκεῖνο καιροῦ περὶ τὴν Κολχίδα ἦν, ἐξέπεμπον.
5 Ἐν τούτῳ δὲ Λεύκολλος ὁ τῶν Ῥωμαίων αὐτοκράτωρ παραγίνεται τῇ πόλει, καὶ κραταιῶς ἐπολιόρκει. 6 Ἐπρεσβεύετο δὲ καὶ Μαχάρης ὁ τοῦ Μιθριδάτου πρὸς Λεύκολλον περὶ φιλίας τε καὶ συμμαχίας. Ὁ δὲ ἀσμένως ἐδέχετο, εἰπὼν βεβαίους νομιεῖν τὰς συμβάσεις, εἰ μὴ καὶ τοῖς Σινωπεῦσιν ἀγορὰν διαπέμποι. Ὁ δὲ οὐ μόνον τὸ κελευόμενον ἔπραττεν, ἀλλὰ καὶ ἃ παρεσκεύαστο πέμπειν τοῖς Μιθριδατείοις, ἐξαπέστειλε Λευκόλλῳ. 7 Ταῦτα οἱ περὶ Κλεοχάρην θεασάμενοι καὶ τέλεον ἀπογνόντες, πλοῦτον πολὺν ταῖς ναυσὶν ἐνθέμενοι καὶ τὴν πόλιν διαρπάσαι τοῖς στρατιώταις ἐφέντες, (ὑπὸ νύκτα δὲ ταῦτα ἐπράττετο) διὰ τῶν πλοίων ἔφευγον εἰς τὰ ἐσώτερα τοῦ Πόντου (Σάνηγας δὲ καὶ Λαζοὺς ἐποίκους εἶχον τὰ χωρία), ταῖς ὑπολειφθείσαις τῶν νεῶν πῦρ ἐνέντες. 8 Αἰρομένης δὲ τῆς φλογός, ᾔσθετο Λεύκολλος τοῦ ἔργου, καὶ κλίμακας κελεύει προσάγειν τῷ τείχει· οἱ δὲ ὑπερέβαινον, καὶ φθόρος ἦν κατ´ ἀρχὰς οὐκ ὀλίγος, ἀλλὰ τὸ πάθος Λεύκολλος οἰκτείρας, τὴν σφαγὴν ἐπέσχεν. 9 Οὕτω μὲν οὖν ἥλω καὶ ἡ Σινώπη. Ἔτι δὲ ἡ Ἀμάσεια ἀντεῖχεν, ἀλλ´ οὐ μετ´ οὐ πολὺ καὶ αὐτὴ προσεχώρησε Ῥωμαίοις.
[38] Μιθριδάτης δὲ ἐνιαυτὸν καὶ μῆνας ηʹ ἐν τοῖς μέρεσι τῆς Ἀρμενίας διατρίβων, οὔπω εἰς ὄψιν κατέστη Τιγράνου· ἐπεὶ δὲ Τιγράνης ἐδυσωπήθη εἰς θέαν αὐτὸν καταστῆσαι, μετὰ λαμπρᾶς τε τῆς πομπῆς ἀπήντα, καὶ βασιλικῶς ἐδεξιοῦτο. Ἐπὶ δὲ τρεῖς ἡμέρας ἀπορρήτως αὐτῷ ὁμιλήσας, ἔπειτα λαμπροτάταις ἑστιάσεσι φιλοφρονησάμενος, μυρίους δίδωσιν ἱππεῖς καὶ ἐπὶ τὸν Πόντον ἐκπέμπει.
2 Λεύκολλος δὲ εἰς τὴν Καππαδοκίαν ἐληλυθώς, καὶ φίλον ἔχων τὸν ἐπάρχοντα ταύτης Ἀριοβαρζάνην, διέβη τε παρὰ δόξαν πεζῇ τὸν Εὐφράτην, καὶ προσῆγε τὸν στρατὸν τῇ πόλει, ἐν ᾧ τάς τε Τιγράνου παλλακίδας φυλάττεσθαι μεμαθήκει καὶ πολλὰ τῶν σφόδρα τιμίων. Καταλελοίπει δὲ καὶ τοὺς Τιγρανόκερτα πολιορκήσοντας, καὶ στράτευμα ἄλλο ἐπὶ τῶν πολισμάτων τὰ σπουδαιότερα. 3 Οὕτω δὲ τῆς Ἀρμενίας κατὰ πολλὰ μέρη πολιορκουμένης ἔπεμπε Τιγράνης ἀνακαλῶν Μιθριδάτην. Καὶ στρατὸν δὲ περὶ τὴν πόλιν, ἐν ᾧ τὰς παλλακίδας ἔθετο, διέπεμπεν, οἳ καὶ παραγεγονότες, καὶ τοξείᾳ τοῦ Ῥωμαίων στρατοπέδου τὰς ἐξόδους διακλείσαντες, τάς τε παλλακίδας καὶ τὰ τιμιώτατα τῶν κειμηλίων διὰ νυκτὸς προεξέπεμψαν. Ἡμέρας δὲ ἀνασχούσης, καὶ τῶν Ῥωμαίων ἅμα τῶν Θρᾳκῶν ἀνδρείως ἀγωνιζομένων, φόνος τε πολὺς τῶν Ἀρμενίων γίνεται, καὶ ζωγρίαι τῶν ἀνῃρημένων ἑάλωσαν οὐκ ἐλάττους· τὰ μέντοι γε προαποσταλέντα διεσῴζετο πρὸς Τιγράνην.
4 Δύναμιν δὲ οὗτος ἀθροίσας ὀκτὼ μυριάδας κατέβαινε, τήν τε Τιγρανόκερτα ἐξαιρησόμενος τῶν συνεχόντων καὶ ἀμυνούμενος τοὺς πολεμίους. Φθάσας δὲ καὶ ἰδὼν τὸ Ῥωμαίων ὀλίγον στρατόπεδον, ὑπεροπτικοὺς ἠφίει λόγους, ὡς εἰ μὲν πρεσβευταὶ παρεῖεν, πολλοὶ φάμενος, συνῆλθον, εἰ δὲ πολέμιοι, παντελῶς ὀλίγοι· καὶ ταῦτα εἰπὼν ἐστρατοπεδεύετο. 5 Λεύκολλος δὲ τέχνῃ καὶ μελέτῃ πρὸς τὴν μάχην παραταξάμενος, καὶ θαρρύνας τοὺς ὑπ´ αὐτόν, τρέπει τε τὸ δεξιὸν εὐθὺς κέρας, εἶτα τούτῳ συναπέκλινε τὸ πλησίον, ἑξῆς δὲ σύμπαντες. Καὶ δεινή τις καὶ ἀνεπίσχετος τοὺς Ἀρμενίους ἐπέσχε τροπή, καὶ κατὰ λόγον ἡ τῶν ἀνθρώπων εἵπετο φθορά. Τιγράνης δὲ τὸ διάδημα καὶ τὰ παράσημα τῆς ἀρχῆς ἐπιθεὶς τῷ παιδὶ πρός τι τῶν ἐρυμάτων διαφεύγει. 6 Ὁ δὲ Λεύκολλος ἐπὶ τὰ Τιγρανόκερτα ἀναστρέψας προθυμότερον ἐπολιόρκει. Οἱ δὲ κατὰ τὴν πόλιν Μιθριδάτου στρατηγοί, τῶν ὅλων ἀπεγνωκότες, ἐπὶ τῇ σφετέρᾳ σωτηρίᾳ Λευκόλλῳ παρέδοσαν τὴν πόλιν. 7 Ὁ μέντοι Μιθριδάτης πρὸς Τιγράνην παραγεγονὼς ἀνελάμβανέ τε αὐτὸν καὶ βασιλικὴν ἐσθῆτα περιετίθει τῆς συνήθους οὐκ ἐλαττουμένην, καὶ λαὸν ἀθροίζειν συνεβούλευεν, ἔχων καὶ αὐτὸς δύναμιν οὐκ ὀλίγην, ὡς πάλιν ἀναμαχούμενον τὴν νίκην. Ὁ δὲ πάντα τῷ Μιθριδάτῃ ἐπέτρεπεν, ἔν τε τῷ γενναίῳ καὶ συνετῷ τὸ πλέον νέμων αὐτῷ καὶ μᾶλλον ἀνέχειν εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον δυνάμενον. 8 Αὐτὸς δὲ πρὸς τὸν Πάρθον Φραδάτην διεπρεσβεύετο παραχωρεῖν αὐτῷ τὴν Μεσοποταμίαν καὶ τὴν Ἀδιαβηνὴν καὶ τοὺς Μεγάλους Αὐλῶνας. Ἀφικομένων δὲ πρὸς τὸν Πάρθον καὶ παρὰ Λευκόλλου πρέσβεων, τοῖς μὲν Ῥωμαίοις ἰδίᾳ φίλος εἶναι ὑπεκρίνατο καὶ σύμμαχος, ἰδίᾳ δὲ τὰ αὐτὰ πρὸς τοὺς Ἀρμενίους διετίθετο.
[39] Ὁ δὲ δὴ Κόττας ὡς εἰς τὴν Ῥώμην ἀφίκετο, τιμῆς παρὰ τῆς συγκλήτου τυγχάνει Ποντικὸς αὐτοκράτωρ καλεῖσθαι, ὅτι ἕλοι τὴν Ἡράκλειαν. Διαβολῆς δὲ εἰς τὴν Ῥώμην ἀφικνουμένης ὡς οἰκείων κερδῶν ἕνεκα τηλικαύτην πόλιν ἐξαφανίσειε, μῖσός τε δημόσιον ἐλάμβανε, καὶ ὁ περὶ αὐτὸν τοσοῦτος πλοῦτος φθόνον ἀνεκίνει. Διὸ καὶ πολλὰ τῶν λαφύρων εἰς τὸ τῶν Ῥωμαίων εἰσεκόμιζε ταμιεῖον, τὸν ἐπὶ τῷ πλούτῳ φθόνον ἐκκρούων, εἰ καὶ μηδὲν αὐτοὺς πρᾳοτέρους ἀπειργάζετο, ἀπὸ πολλῶν ὀλίγα νέμειν ὑπολαμβάνοντας. Ἐψηφίσαντο δὲ αὐτίκα καὶ τοὺς αἰχμαλώτους τῆς Ἡρακλείας ἀφίεσθαι. 2 Θρασυμήδης δὲ τῶν ἐξ Ἡρακλείας εἷς κατηγόρησεν ἐπ´ ἐκκλησίας τοῦ Κόττα, τάς τε τῆς πόλεως εἰσηγούμενος πρὸς Ῥωμαίους εὐνοίας, καὶ εἴ τι ταύτης ἀποκλίνοιεν, οὐχὶ γνώμῃ τῆς πόλεως τοῦτο δρᾶν, ἀλλ´ ἤ τινος τῶν ἐφεστηκότων τοῖς πράγμασιν ἐξαπάτῃ ἢ καὶ βίᾳ τῶν ἐπιτιθεμένων. Ἀπῳκτίζετο δὲ τόν τε τῆς πόλεως ἐμπρησμόν, καὶ ὅσα τὸ πῦρ ἀφανίσοι, ὅπως τε τὰ ἀγάλματα Κόττας καθῄρει καὶ λείαν ἐποιεῖτο τούς τε ναοὺς κατέσπα, καὶ ὅσα ἄλλα δι´ ὠμότητος ἐλθὼν ἐπεπράγει, τόν τε χρυσὸν καὶ τὸν ἄργυρον τῆς πόλεως ἀναγράφων ἀναρίθμητον, καὶ τὴν ἄλλην τῆς Ἡρακλείας ἣν ἐσφετερίσατο εὐδαιμονίαν. 3 Τοιαῦτα τοῦ Θρασυμήδους μετ´ οἰμωγῆς καὶ δακρύων διεληλυθότος, καὶ τῶν ἡγεμόνων ἐπικλασθέντων τῷ πάθει (καὶ γὰρ παρῆλθε καὶ τὸ τῶν αἰχμαλώτων πλῆθος, ἄνδρες ὁμοῦ καὶ γυναῖκες μετὰ τέκνων ἐν πενθίμοις ἐσθήσεσι θαλλοὺς ἱκεσίους μετ´ ὀλοφυρμῶν προτείνοντες), ἀντιπαρελθὼν ὁ Κόττας βραχέα τῇ πατρίῳ διελέχθη γλώττῃ, εἶτα ἐκαθέσθη. Καὶ Κάρβων ἀναστάς· Ἡμεῖς, ὦ Κόττα, φησί, πόλιν ἑλεῖν ἀλλ´ οὐχὶ καθελεῖν ἐπετρέψαμεν. Μετ´ αὐτὸν δὲ καὶ ἄλλοι ὁμοίως Κότταν ᾐτιάσαντο. Πολλοῖς μὲν οὖν ἄξιος ὁ Κόττας ἐδόκει φυγῆς· μετριάσαντες δ´ ὅμως ἀπεψηφίσαντο τὴν πλατύσημον αὐτοῦ, Ἡρακλεώταις δὲ τήν τε χώραν καὶ τὴν θάλασσαν καὶ τοὺς λιμένας ἀποκατέστησαν, καὶ μηδένα δουλεύειν ψῆφον ἔθεντο.
[40] Ταῦτα Θρασυμήδους διαπραξαμένου, ἐπὶ τὴν πατρίδα μὲν τοὺς πολλοὺς ἐξέπεμψεν, αὐτὸς δὲ μετὰ Βριθαγόρου τε καὶ Προπύλου (παῖς δὲ ἦν ὁ Πρόπυλος Βριθαγόρου) κατὰ τοὺς ἑξῆς ἐπιμένων χρόνους τὰ λοιπὰ τῶν ἐπειγόντων καθίστατο. Καί τινων ἐτῶν ἀνυσθέντων τρισὶν ἐπακτρίσιν εἰς τὴν Ἡράκλειαν ἐπανάγεται. 2 Ἀφικόμενος δὲ πάντα τρόπον ἐπενόει ἀνοικίζεσθαι τὴν πόλιν, καθάπερ εἰς παλιγγενεσίαν ἀνακαλούμενος· ἀλλὰ πάντα πράττων μόλις εἰς ὀκτακισχιλίους, ἅμα τοῖς οἰκετικοῖς σώμασι, συλλεγῆναι κατεπράξατο.
3 Βριθαγόρας δέ, ἤδη τῆς πόλεως αὐξομένης, ἐλπίδας ἐποιήσατο πρὸς ἐλευθερίαν τὸν δῆμον ἀνενεγκεῖν, καὶ διαγεγονότων μὲν πολλῶν ἐτῶν, ἤδη δὲ τῆς Ῥωμαίων ἡγεμονίας εἰς ἕνα περιϊσταμένης ἄνδρα Γάϊον Ἰούλιον Καίσαρα, πρὸς τοῦτον ἠπείγετο. Συνεπρέσβευον δὲ αὐτῷ ἄλλοι τέ τινες τῶν ἐπιφανῶν καὶ ὁ υἱὸς Πρόπυλος. Γνωσθεὶς οὖν τῷ Καίσαρι Βριθαγόρας, καὶ διαπραξάμενος ἐγγυτέρω τῇ φιλίᾳ προσελθεῖν, δι´ ὑποσχέσεως ἐγένετο, οὐ μὴν ἐξ ἐφόδου γε λαβεῖν τὴν ἐλευθερίαν ἠδυνήθη, ἅτε δὴ οὐκ ἐν τῇ Ῥώμῃ ἀλλ´ ἐφ´ ἕτερα τοῦ Γαΐου περιτρέχοντος. Οὐκ ἀφίστατο μέντοι γε Βριθαγόρας, ἀλλὰ περὶ πᾶσαν τὴν οἰκουμένην αὐτός τε καὶ Πρόπυλος συμπεριαγόμενος τῷ Καίσαρι ἐβλέπετο παρ´ αὐτοῦ, ὡς ἐπισημειούμενον τὸν αὐτοκράτορα τῆς λιπαρήσεως αὐτὸν ἀποδέχεσθαι. 4 Δωδεκαετίας δὲ τὴν παρεδρίαν διαμετρούσης, καὶ περὶ τῆς εἰς Ῥώμην ἐπανόδου τοῦ Καίσαρος διανοουμένου, ὑπό τε τοῦ γήρους καὶ τῶν συνεχῶν πόνων κατατρυχωθεὶς Βριθαγόρας τελευτᾷ, μέγα πένθος τῇ πατρίδι καταλιπών.
Εἰς τοιοῦτον μὲν τέλος καὶ ὁ ιϚʹ λόγος τῆς Μέμνονος ἱστορίας τελευτᾷ. Ἔστι δὲ ἡ συγγραφὴ νουνεχὴς μὲν καὶ τὸν ἰσχνὸν μεταδιώκουσα χαρακτῆρα, οὐ μὴν οὐδὲ τοῦ σαφοῦς ἀμελοῦσα, εὐλαβουμένη δὲ καὶ τὰς ἐκβολάς, πλὴν εἰ μή πού τις ἀνάγκη συνυφαίνειν καὶ τὰ ἔξωθεν ἐγκελεύεται τῆς προθέσεως. Οὐδὲ πρὸς ταύτην δὲ ἐπὶ τὸ συχνὸν ἀποκλίνει, ἀλλὰ τὸ κατεπεῖγον ἐπιμνησθεῖσα ἔχεται πάλιν εὐεπιστρόφως τῆς προτεθείσης αὐτῇ κατ´ ἀρχὰς γνώμης. Καὶ λέξεσι δέ, εἰ μή που σπανίως ἐξαλαττούσαις, ταῖς συνήθεσι χρᾶται. Τὰς δὲ πρώτας ηʹ ἱστορίας καὶ τὰς μετὰ τὴν ιϚʹ οὔπω εἰπεῖν εἰς θέαν ἡμῶν ἀφιγμένας ἔχομεν.
(Φώτιος, Μυριόβιβλος, κώδικας 224)