Περίπλους της θαλάσσης της οικουμένης Ευρώπης και Ασίας και Λιβύης
Περίπλους τῆς θαλάσσης τῆς οἰκουμένης Εὐρώπης καὶ Ἀσίας καὶ Λιβύης Συγγραφέας: |
Δείτε επίσης: σχετικό λήμμα. έκδοση C. Müller, Geographi Graeci Minores I, Παρίσι 1855, το έργο δεν θεωρείται ότι είναι του Σκύλακος, και πλέον αποδίδεται στον ψευδο-Σκύλακα |
Ἄρξομαι δὲ ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῇ Εὐρώπῃ * μέχρι Ἡρακλείων στηλῶν τῶν ἐν τῇ Λιβύῃ, καὶ μέχρι Αἰθιόπων τῶν μεγάλων. Εἰσὶ δὲ ἀλλήλων καταντικρὺ αἱ Ἡράκλειοι στῆλαι, καὶ ἀπέχουσιν ἀλλήλων πλοῦν ἡμέρας. [Καὶ νῆσοι ἐνταῦθα ἔπεισι δύο, αἷς ὄνομα Γάδειρα. Τούτων ἡ ἑτέρα πόλιν ἔχει ἀπέχουσαν ἡμέρας πλοῦν ἀπὸ Ἡρακλείων στηλῶν.] Ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῇ Εὐρώπῇ ἐμπόρια πολλὰ Καρχηδονίων καὶ πηλὸς καὶ πλημμυρίδες καὶ πελάγη.
2 Ἰβηρες. Τῆς Εὐρώπης εἰσὶ πρῶτοι Ἴβηρες, Ἰβηρίας ἔθνος, καὶ ποταμὸς Ἴβηρ... Εἶτα Ἐμπόριον (πόλιν Ἑλληνίδα ᾗ ὄνομα Ἐμπόριον)· εἰσὶ δὲ οὗτοι Μασσαλιωτῶν ἄποικοι. Παράπλους τῆς Ἰβηρίας ἑπτὰ ἡμερῶν καὶ ἑπτὰ νυκτῶν.
3. Λιγυες και ιβηρες. Ἀπὸ δὲ Ἰβήρων ἔχονται Λίγυες καὶ Ἴβηρες μιγάδες μέχρι ποταμοῦ Ῥοδανοῦ. Παράπλους Λιγύων ἀπὸ Ἐμπορίου μέχρι Ῥοδανοῦ ποταμοῦ δύο ἡμερῶν καὶ μιᾶς νυκτός.
4. Λιγυες. Ἀπὸ Ῥοδανοῦ ποταμοῦ ἔχονται Λίγυες μέχρι Ἀντίου. Ἐν ταύτηι τῆι χώραι πόλις ἐστὶν Ἑλληνὶς Μασσιλία καὶ λιμήν **. Ἄποικοι αὗται Μασσαλίας εἰσὶ. Παράπλους δ᾽ ἐστὶ ταύτης ἀπὸ Ῥοδανοῦ ποταμοῦ μέχρι Ἀντίου ἡμερῶν δʹ καὶ νυκτῶν τεσσάρων. Ἀπὸ δὲ Ἡρακλείων στηλῶν μέχρι Ἀντίου ἡ χώρα πᾶσα αὕτη εὐλίμενος.
5. Τυρρηνοι. Ἀπὸ δὲ Ἀντίου Τυρρηνοὶ ἔθνος μέχρι Ῥώμης πόλεως. Παράπλους ἡμερῶν τεσσάρων καὶ νυκτῶν τεσσάρων.
6. Κυρνος. Κατὰ δὲ Τυρρηνίαν κεῖται νῆσος Κύρνος. Ἔστι δὲ ἀπὸ Τυρρηνίας ὁ πλοῦς εἰς Κύρνον ἡμέρας καὶ ἡμίσεως· καὶ νῆσος ἐν μέσῳ τῷ πλῷ τούτω οἰκουμένη, ᾗ ὄνομα Αἰθαλία, καὶ ἄλλαι πολλαὶ ἔρημοι νῆσοι.
7. Σαρδω. Ἀπὸ δὲ Κύρνου νήσου εἰς Σαρδὼ νῆσον πλοῦς ἡμέρας τρίτον μέρος. Καὶ νῆσος ἐρήμη ἐν τῷ μεταξύ. Ἀπὸ Σαρδοῦς δὲ εἰς Λιβύην πλοῦς ἡμέρας καὶ νυκτός, εἰς δὲ Σικελίαν ἀπὸ Σαρδοῦς πλοῦς ἡμερῶν δύο καὶ νυκτός. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν εἰς τὴν Κύρνον ἐξετραπόμην.
8. Λατινοι. Τυρρηνίας ἔχονται Λατῖνοι μέχρι τοῦ Κιρκαίου. Καὶ τὸ τοῦ Ἐλπήνορος μνῆμά ἐστι Λατίνων. Λατίνων παράπλους ἡμέρας καὶ νυκτός.
9. Ολσοι. Λατίνων δὲ ἔχονται Ὀλσοί. Ὀλσῶν δὲ παράπλους ἡμέρας μιᾶς.
10. Καμπανοι. Ὀλσῶν δὲ ἔχονται Καμπανοί. Καὶ εἰσὶ πόλεις Ἑλληνίδες αὗται ἐν τῇ Καμπανίᾳ· Κύμη, Νεάπολις. Κατὰ ταῦτά ἐστι Πιθηκοῦσσα νῆσος καὶ πόλις Ἑλληνίς. Παράπλους δὲ τῆς Καμπανίας ἐστὶν ἡμέρας μιᾶς.
11. Σαυνιται. Καμπανῶν δὲ ἔχονται Σαυνῖται· καὶ παράπλους ἐστὶ Σαυνιτῶν ἡμέρας ἥμισυ.
12. Λευκανοι. Σαυνιτῶν δὲ ἔχονται Λευκανοὶ μέχρι Θουρίας. Ὁ πλοῦς δέ ἐστι παρὰ Λευκανίαν ἡμερῶν Ϛʹ καὶ νυκτῶν Ϛʹ. Ἡ δὲ Λευκανία ἐστὶν ἀκτή. Ἐν ταύτῃ πόλεις εἰσὶν Ἑλληνίδες αἵδε· Ποσειδωνία, Ἐλέα, Λᾶος Θουρίων ἀποικία, Πανδοσία, Πλατεεῖς, Τερίνα, Ἱππώνιον, Μέσμα, Ῥήγιον ἀκρωτήριον καὶ πόλις.
13. Σικελια. Κατὰ δὲ Ῥήγιόν ἐστι Σικελία νῆσος ἀπὸ τῆς Εὐρώπης ἀπέχουσα στάδια ιβʹ εἰς Πελωριάδα ἀπὸ Ῥηγίου. Ἐν δὲ Σικελίᾳ ἔθνη βάρβαρα τάδε ἐστίν· Ἐλυμοι, Σικανοί, Σικελοί, Φοίνικες, Τρῶες. Οὗτοι μὲν βάρβαροι, οἰκοῦσι δὲ καὶ Ἕλληνες. Ἀκρωτήριον δὲ Σικελίας Πελωριάς. Πόλεις δ᾽ εἰσὶν ἀπὸ Πελωριάδος Ἑλληνίδες αἵδε· Μεσσήνη καὶ λιμήν, Ταυρομένιον, Νάξος, Κατάνη, Λεοντῖνοι· εἰς τοὺς Λεοντίνους δὲ κατὰ Τηρίαν ποταμὸν ἀνάπλους κʹ σταδίων· Σύμαιθος ποταμὸς καὶ πόλις Μεγαρὶς καὶ λιμὴν Ξιφώνειος. Ἐχομένη δὲ Μεγαρίδος πόλις ἐστὶ Συράκουσαι, καὶ λιμένες ἐν αὐτῇ δύο· τούτων ὁ ἕτερος ἐντὸς τείχους, ὁ δ᾽ ἄλλος ἔξω. Μετὰ δὲ ταύτην πόλις Ἕλωρον καὶ Πάχυνος ἀκρωτήριον. Ἀπὸ Πανύχου δὲ πόλεις Ἑλληνίδες αἵδε· Καμάρινα, Γέλα, Ἀκράγας, Σελινοῦς, Λιλύβαιον ἀκρωτήριον. Ἀπὸ δὲ Λιλυβαίου πόλις ἐστὶν Ἑλληνὶς Ἱμέρα, μετὰ δὲ Ἱμέραν πόλιν Λιπάρα νῆσός ἐστι, καὶ πόλις Ἑλληνὶς Μύλαι καὶ λιμήν. Ἔστι δὲ ἀπὸ Μυλῶν ἐπὶ Λιπάραν νῆσον πλοῦς ἡμέρας ἥμισυ. [Ἔστι δὲ ἡ Σικελία τρίγωνος· τὸ δὲ κῶλον ἕκαστον αὐτῆς ἐστὶ μάλιστα σταδίων ͵αφʹ.]
Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. Ἀπὸ γὰρ Ῥηγίου πόλεις εἰσὶν αἵδε· Λοκροί, Καυλωνία, Κρότων, Λακίνιον ἱερὸν Ἥρας καὶ νῆσος Καλυψοῦς, ἐν ᾗ Ὀδυσσεὺς ᾤικει παρὰ Καλυψοῖ, καὶ ποταμὸς Κρᾶθις καὶ Σύβαρις καὶ Θουρία πόλις. Οὗτοι ἐν τῇ Λευκανίᾳ Ἕλληνες.
14. Ιαπυγια. Μετὰ δὲ τὴν Λευκανίαν Ἰάπυγές εἰσιν ἔθνος μέχρι Ὠρίωνος ὄρους τοῦ ἐν τῷ κόλπῳ τῷ Ἀδρίαι. Παράπλους παρὰ τὴν Ἰαπυγίαν ἓξ ἡμερῶν καὶ ἓξ νυκτῶν. Ἐν δὲ τῇ Ἰαπυγίᾳ οἰκοῦσιν Ἕλληνες, καὶ πόλεις εἰσὶν αἵδε· Ἡράκλειον, Μεταπόντιον, Τάρας καὶ λιμὴν Ὑδροῦς ἐπὶ τῷ τοῦ Ἀδρίου ἢ τῷ τοῦ Ἰονίου κόλπου στόματι.
15. Σαυνιται. Μετὰ δὲ Ἰάπυγας ἀπὸ Ὠρίωνος Σαυνῖται ἔθνος ἐστίν [ἐν δὲ τούτῳ τῷ ἔθνει γλῶσσαι ἤτοι στόματα τάδε· Λατέρνιοι, Ὀπικοί, Κραμόνες, Βορεοντῖνοι, Πευκετιεῖς], διήκοντες ἀπὸ τοῦ Τυρσηνικοῦ πελάγους εἰς τὸν Ἀδρίαν. Παράπλους τῆς Σαυνίτιδος χώρας ἡμερῶν δύο καὶ νυκτός.
16. Ομβρικοι. Μετὰ δὲ Σαυνίτας ἔθνος ἐστὶν Ὀμβρικοί, καὶ πόλις ἐν αὐτῇ Ἀγκών ἐστι. Τοῦτο δὲ τὸ ἔθνος τιμᾶ Διομήδην, εὐεργετηθὲν ὑπ᾽ αὐτοῦ· καὶ ἱερόν ἐστιν αὐτοῦ. Παράπλους δὲ τῆς Ὀμβρικῆς ἐστὶν ἡμερῶν δύο καὶ νυκτός.
17. Τυρρηνοι. Μετὰ δὲ τὸ Ὀμβρικὸν Τυρρηνοί. Διήκουσι δὲ καὶ οὗτοι ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους ἔξωθεν εἰς τὸν Ἀδρίαν· καὶ πόλις ἐν αὐτῇ Ἑλληνὶς [Σπῖνα], καὶ ποταμός· καὶ ἀνάπλους εἰς τὴν πόλιν κατὰ ποταμὸν ὡς κʹ σταδίων. Καί ἐστιν ἐπὶ αὐτῆς ἀπὸ Πίσης πόλεως ὁδὸς ἡμερῶν τριῶν.
18. Κελτοι. Μετὰ δὲ Τυρρηνούς εἰσι Κελτοὶ ἔθνος, ἀπολειφθέντες τῆς στρατείας, ἐπὶ στενῶν μέχρι Ἀδρίου [διήκοντες]. Ἐνταῦθα δέ ἐστιν ὁ μυχὸς τοῦ Ἀδρίου κόλπου.
19. Ενετοι. Μετὰ δὲ Κελτοὺς Ἐνετοί εἰσιν ἔθνος, καὶ ποταμὸς Ἠριδανὸς ἐν αὐτοῖς. Ἐντεῦθεν δὲ παράπλους ἐστὶν ἡμέρας μιᾶς.
20. Ιστροι. Μετὰ δὲ Ἐνετούς εἰσιν Ἴστροι ἔθνος, καὶ ποταμὸς Ἴστρος. Οὗτος ὁ ποταμὸς καὶ εἰς τὸν Πόντον ἐκβάλλει ἐνδιεσκευνῶς * εἰς Αἴγυπτον. Παράπλους δὲ τῆς Ἰστριανῶν χώρας ἡμέρας καὶ νυκτός.
21. Λιβυρνοι. Μετὰ δὲ Ἴστρους Λιβυρνοί εἰσιν ἔθνος. Ἐν δὲ τούτῳ τῷ ἔθνει πόλεις εἰσὶ παρὰ θάλατταν Λιὰς, Ἴδασσα, Ἀττιενίτης, Δυύρτα, Ἀλουψοί, Ὀλσοί, Πεδῆται, Ἡμίονοι. Οὗτοι γυναικοκρατοῦνται καὶ εἰσὶν αἱ γυναῖκες ἀνδρῶν ἐλευθέρων· μίσγονται δὲ τοῖς ἑαυτῶν δούλοις καὶ τοῖς πλησιοχώροις ἀνδράσι. Κατὰ ταύτην τὴν χώραν αἵδε νῆσοί εἰσιν, ὧν ἔχω εἰπεῖν τὰ ὀνόματα (εἰσὶ δὲ καὶ ἄλλαι ἀνώνυμοι πολλαί)· Ἴστρις νῆσος σταδίων τιʹ, πλάτος δὲ ρκʹ· Ἠλεκτρίδες, Μεντορίδες. Αὗται δὲ αἱ νῆσοί εἰσι μεγάλαι. Καταρβάτης ποταμός. Παράπλους τῆς Λιβυρνίδος χώρας ἡμερῶν δύο.
22. Ιλλυριοι. Μετὰ δὲ Λιβυρνούς εἰσιν Ἰλλυριοὶ ἔθνος, καὶ παροικοῦσιν οἱ Ἰλλυριοὶ παρὰ θάλατταν μέχρι Χαονίας τῆς κατὰ Κέρκυραν τὴν Ἀλκινόου νῆσον. Καὶ πόλις ἐστὶν Ἑλληνὶς ἐνταῦθα, ᾗ ὄνομα Ἡράκλεια, καὶ λιμήν. Εἰσὶ δὲ καὶ οἱ λωτοφάγοι καλούμενοι βάρβαροι οἵδε· Ἱεραστάμναι, Βουλινοὶ (Ὑλλινοί)· Βουλινῶν ὁμοτέρμονες Ὕλλοι. Οὗτοι δέ φασιν Ὕλλον τὸν Ἡρακλέους αὐτοὺς κατοικίσαι· εἰσὶ δὲ βάρβαροι. Κατοικοῦσι δὲ χερρόνησον ὀλίγῳ ἐλάσσω τῆς Πελοποννήσου. Ἀπὸ δὲ χερρονήσου παραστόνιον * ὀρθόν· ταύτην παροικοῦσι Βουλινοί. Βουλινοὶ δ᾽ εἰσὶν ἔθνος Ἰλλυρικόν. Παράπλους δ᾽ ἐστὶ τῆς Βουλινῶν χώρας ἡμέρας μακρᾶς ἐπὶ Νέστον ποταμόν.
23. Νεστοι. Ἀπὸ δὲ Νέστου πλοῦς ἐστὶ κολπώδης. Καλεῖται δὲ Μανιὸς ἅπας οὗτος ὁ κόλπος. Παράπλους δέ ἐστιν ἡμέρας μιᾶς. Εἰσὶ δὲ ἐν τούτῳ τῷ κόλπῳ νῆσοι, Προτερὰς, Κρατειαὶ, Ὀλύντα. Αὗται δὲ ἀπ᾽ ἀλλήλων ἀπέχουσι στάδια βʹ, ἢ ὀλίγῳ πλέον, κατὰ Φάρον καὶ Ἴσσαν. Ἐνταῦθα γάρ ἐστι νέος Φάρος, νῆσος Ἑλληνίς, καὶ Ἴσσα νῆσος, καὶ πόλεις Ἑλληνίδες αὗται. Πρὶν ἐπὶ τὸν Νάρωνα ποταμὸν παραπλεῦσαι πολλὴ χώρα ἀνήκει σφόδρα εἰς θάλασσαν. Καὶ νῆσος τῆς παραλίας χώρας ἐγγύς, ᾗ ὄνομα Μελίτη, καὶ ἑτέρα νῆσος ἐγγὺς ταύτης, ᾗ ὄνομα Κέρκυρα ἡ μέλαινα· καὶ ἐκτρέχει τῷ ἑνὶ τῶν ἀκρωτηρίον νῆσος αὕτη τῆς παραλίας χώρας σφόδρα, τῷ δὲ ἑτέρῳ ἀκρωτηρίῳ καθήκει ἐπὶ τὸν Νάρωνα ποταμόν. Ἀπὸ δὲ τῆς Μελίτης ἀπέχει στάδια κʹ, τῆς δὲ παραλίας χώρας ἀπέχει στάδια ηʹ.
24. Μανιοι. Ἀπὸ δὲ Νέστων ἐστὶν ὁ Νάρων ποταμός· ὁ δὲ εἴσπλους ὁ εἰς τὸν Νάρονά ἐστιν οὐ στενός· εἰσπλεῖ δὲ εἰς αὐτὸν καὶ τριήρης, καὶ πλοῖα εἰς τὸ ἄνω ἐμπόριον, ἀπέχον ἀπὸ θαλάσσης στάδια πʹ. Οὗτοι δέ εἰσιν Ἰλλυριοὶ ἔθνος Μανιοί. Λίμνη ἐστὶ τὸ εἴσω τοῦ ἐμπορίου μεγάλη, καὶ ἀνήκει ἡ λίμνη εἰς Αὐταριάτας, ἔθνος Ἰλλυρικόν. Καὶ νῆσος ἐν τῇ λίμνῃ ἔνεστι σταδίων ρκʹ· ἡ δὲ νῆσος αὕτη ἐστὶ εὐγέωργος σφόδρα. Ἀπὸ δὲ ταύτης τῆς λίμνης ὁ Νάρων ποταμὸς ἀπορρεῖ. Καὶ ἀπὸ τοῦ Νάρωνος ἐπὶ τὸν Ἀρίωνα ποταμὸν ἡμέρας ἐστὶ πλοῦς· ἀπὸ δὲ τοῦ Ἀρίωνος ποταμοῦ [ἐπὶ τὸν Ῥιζοῦντα ποταμὸν] πλοῦς ἡμέρας ἥμισυ· καὶ Κάδμου καὶ Ἁρμονίας οἱ λίθοι εἰσιν ἐνταῦθα, καὶ ἱερὸν [οὐκ] ἄπωθεν τοῦ Ῥιζοῦντος ποταμοῦ. Ἀπὸ δὲ τοῦ Ῥιζοῦντος ποταμοῦ εἰς Βουθόην ὁ πλοῦς ** καὶ τὸ ἐμπόριον.
25. Εγχελεις. Ἰλλυριῶν ἔθνος εἰσὶν οἱ Ἐγχελεῖς, ἐχόμενοι τοῦ Ῥιζοῦντος. Ἐκ Βουθόης δὲ εἰς Ἐπίδαμνον, πόλιν Ἑλληνίδα, πλοῦς ἡμέρας καὶ νυκτός, ὁδὸς δὲ τριῶν ἡμερῶν.
26. Ταυλαντιοι. Ταυλαντίων δέ ἐστι τὸ Ἰλλυρικὸν ἔθνος, ἐν ὧι ἡ Ἐπίδαμνός ἐστι, καὶ ποταμὸς παρὰ τὴν πόλιν παραρρεῖ, ᾧ ὄνομα Πάλαμνος. Ἐκ δὲ Ἐπιδάμνου εἰς Ἀπολλωνίαν πόλιν Ἑλληνίδα ὁδὸς ἡμερῶν δύο. Ἡ δὲ Ἀπολλωνία ἀπὸ τῆς θαλάττης ἀπέχει στάδια νʹ, καὶ ποταμὸς Αἴας παραρρεῖ τὴν πόλιν. Ἀπὸ δὲ Ἀπολλωνίας εἰς Ἀμαντίαν ἐστὶ στάδια τκʹ. [Καὶ ὁ Αἴας ποταμὸς ἀπὸ τοῦ Πίνδου ὄρους παρὰ τὴν Ἀπολλωνίαν παραρρεῖ]. Πρὸς [δ᾽ Ἀμαντίας] εἴσω μᾶλλον εἰς τὸν Ἰόνιον Ὠρικός. Τῆς Ὠρικίας καθήκει εἰς θάλατταν στάδια π΄, τῆς δὲ Ἀμαντίας στάδια ξ΄. Ἅπασιν ὅμοροι ἐν μεσογείᾳ Ἀτιντᾶνες ὑπὲρ τῆς Ὠρικίας καὶ Καρίας * μέχρι Δωδωνίας. [Ἐν τῇ Κέστριδι χώραι εἶναι λέγεται πεδίον, ὄνομα Ἐρύθεια. Ἐνταῦθα ὁ Γηρυόνης λέγεται ἥκειν, καὶ τοὺς βοῦς βουκολεῖν.] Κατὰ ταῦτά ἐστι τὰ Κεραύνια ὄρη ἐν τῇ Ἠπείρῳ, καὶ νῆσος παρὰ ταῦτά ἐστι μικρά, ᾗ ὄνομα Σάσων. Ἐντεῦθεν εἰς Ὠρικὸν πόλιν ἐστὶ παράπλους ἡμέρας τρίτον μέρος.
27. (Ωρικοι. Οἱ δὲ Ὠρικοὶ κατοικοῦσι τῆς Ἀμαντίας χώρας.) Οἱ δὲ (Ἀμαντιεῖς) εἰσὶ μέχρι ἐνταῦθα Ἰλλυριοὶ ἀπὸ Βουλινῶν. Τὸ δὲ στόμα τοῦ Ἰονίου κόλπου ἐστὶν ἀπὸ Κεραυνίων ὀρῶν μέχρι ἄκρας Ἰαπυγίας. Ἐπὶ δὲ Ὑδρόεντα πόλιν ἐν τῇ Ἰαπυγίαι ἀπὸ τῶν Κεραυνίων στάδια τοῦ διάπλου ὡς φʹ, [ ὅ] ἐστι τὸ στόμα τοῦ κόλπου· τὰ δὲ ἐντὸς ὁ Ἰόνιος. Λιμένες εἰσὶ πολλοὶ ἐν τῷ Ἀδρίαι· τὸ δὲ αὐτὸ Ἀδρίας ἐστὶ καὶ Ἰόνιος.
28. Χαονες. Μετὰ δὲ Ἰλλυριοὺς Χάονες. Ἡ δὲ Χαονία ἐστὶν εὐλίμενος· οἰκοῦσι δὲ κατὰ κώμας οἱ Χάονες. Παράπλους δ᾽ ἐστὶ Χαονίας ἥμισυ ἡμέρας.
29. Κορκυρα. Κατὰ δὲ Χαονίαν νῆσός ἐστι Κόρκυρα, καὶ πόλις Ἑλληνὶς ἐν αὐτῇ, λιμένας ἔχουσα τρεῖς κατὰ τὴν πόλιν· τούτων ὁ εἷς κλειστός. Ἐπιβάλλει δὲ Κόρκυρα καὶ ἐπὶ τὴν Θεσπρωτίαν πλεῖον ἢ ἐπὶ τὴν Χαονίαν. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
30. Θεσπρωτοι. Μετὰ δὲ Χαονίαν Θεσπρωτοί εἰσιν ἔθνος. Οἰκοῦσι δὲ καὶ κατὰ κώμας· ἔστι δὲ καὶ αὕτη εὐλίμενος. Ἐνταῦθά ἐστι λιμήν, ὧι ὄνομα Ἐλαία. Εἰς τοῦτον τὸν λιμένα ποταμὸς ἐξίησιν Ἀχέρων· καὶ λίμνη Ἀχερουσία, ἐξ ἧς ὁ Ἀχέρων ῥεῖ ποταμός. Παράπλους δὲ τῆς Θεσπρωτίας ἥμισυ ἡμέρας.
31. Κασσωποι. Μετὰ δὲ Θεσπρωτίαν Κασσωπία ἐστὶν ἔθνος. Οἰκοῦσι δὲ καὶ οὗτοι κατὰ κώμας. Παροικοῦσι δὲ οὗτοι ἕως εἰς τὸν Ἀνακτορικὸν κόλπον. Παράπλους δ᾽ ἐστὶ τῆς Κασσωπῶν χώρας ἥμισυ ἡμέρας. Μικρῷ δὲ ἐλάττων ὁ Ἀνακτορικὸς κόλπος ἐστὶν ἀπὸ τοῦ στόματος ἕως εἰς τὸν μυχὸν σταδίων ρκʹ. Τὸ δὲ στόμα εὖρος σταδίων δʹ.
32. Μολοττια. Μετὰ δὲ Κασσωπίαν Μολοττοί εἰσιν ἔθνος. Οἰκοῦσι δὲ οὗτοι κατὰ κώμας· καθήκουσι δὲ κατὰ μικρὸν ἐνταῦθα ἐπὶ τὴν θάλατταν, εἰς μεσογείαν δὲ πωλλῇ. Παράπλους δ᾽ ἐστὶ τῆς Μολοττίας χώρας σταδίων μʹ.
33. Αμβρακια. Μετὰ δὲ Μολοττίαν Ἀμβρακία πόλις Ἑλληνίς· ἀπέχει δὲ αὕτη ἀπὸ θαλάττης στάδια πʹ. Ἔστι δὲ καὶ ἐπὶ θαλάττης τεῖχος καὶ λιμὴν κλειστός. Ἐντεῦθεν ἄρχεται ἡ Ἑλλὰς συνεχὴς εἶναι μέχρι Πηνειοῦ ποταμοῦ καὶ Ὁμολίου Μαγνητικῆς πόλεως, ἥ ἐστι παρὰ τὸν ποταμόν. Παράπλους δὲ τῆς Ἀμβρακίας σταδίων ρκʹ.
34. Ακαρνανια. Μετὰ δὲ Ἀμβρακίαν Ἀκαρνανία ἔθνος ἐστί, καὶ πρώτη πόλις αὐτόθι Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Ἀνακτόριον καὶ λιμήν, καὶ ἔξω τοῦ Ἀνακορικοῦ κόλπου αἵδε· Ἀκτὴ καὶ πόλις Λευκὰς καὶ λιμήν· αὕτη ἀπέχει ἐπὶ τὸν Λευκάταν, ὅ ἐστιν ἀκρωτήριον πόρρωθεν ἐν τῇ θαλάττῃ *. Αὕτη ἡ πόλις τὸ πρὶν καὶ Ἐπιλευκάδιοι ὠνομάζοντο. Ἀκαρνᾶνες δὲ στασιάσαντες ἔλαβον ἐκ Κορίνθου ἐποίκους χιλίους· οἱ δὲ ἔποικοι ἀποκτείναντες, τούτων τὴν χώραν αὐτοὶ ἔχουσιν. Αὕτη δ᾽ ἐστὶ νῦν νῆσος τὸν ἰσθμὸν ἀποτεταφρευμένη [Εὔριπος Διόρυκτος ἐν τῷ ἰσθμῷ]. Μετὰ δὲ ταῦτα πόλις Φαρὰ καὶ κατὰ ταῦτα νῆσός ἐστιν Ἰθάκη, καὶ πόλις καὶ λιμήν· μετὰ ταῦτα νῆσος Κεφαληνία. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἀπέλιπον. Μετὰ δὲ ταῦτα πόλις Ἀλυζία, καὶ κατὰ ταύτην νῆσος Κάρνος, καὶ πόλις Ἀστακὸς καὶ λιμὴν καὶ ποταμὸς Ἀχελῷος καὶ Οἰνιάδαι πόλις· καὶ εἰς ταύτας (τὰς πόλεις) ἀνάπλους ἐστὶ κατὰ τὸν Ἀχελῷον. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Ἀκαρνάνων ἐν μεσογείαι. Παράπλους δὲ Ἀκαρνανίας ἐστὶν ἡμερῶν δύο *. Ἡ δὲ Ἀκαρνανία ἐστὶ πᾶσα εὐλίμενος· καὶ κατὰ ταῦτα νῆσοι παράκεινται πολλαί, ἃς ὁ Ἀχελῷος προσχωννύων ἤπειρον ποεῖ. Καλοῦνται Ἐχινάδες οἱ νῆσοι· εἰσὶ δὲ ἔρημοι.
35. Αἰτωλια. Μετὰ δὲ Ἀκαρνανίαν Αἰτωλία ἐστὶν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ εἰσὶν αἵδε· Καλυδών, Ἁλίκαρνα, Μολύκρεια· καὶ ὁ Δελφικὸς κόλπος· στόμα δὲ τοῦ κόλπου ἐστὶ στάδια ιʹ, καὶ ἐπ᾽ αὐτοῦ ἱερόν· καὶ Ναύπακτος πόλις· καὶ ἐπ᾽ αὐτῇ πόλεις εἰσὶν ἄλλαι πολλαὶ Αἰτωλοῖς ἐν μεσογείαι. Παράπλους δ᾽ ἐστὶ τῆς Αἰτωλίας ἡμέρας μιᾶς. Ἡ δὲ Αἰτωλία παρήκει τὴν Λοκρίδα πᾶσαν ἀπὸ μεσογείας μέχρι Αἰνιανῶν.
36. Λοκροι. Μετὰ δὲ Αἰτωλοὺς Λοκροί εἰσιν ἔθνος, ἐν οἷς εἰσὶν Ὀζόλαι καλούμενοι, καὶ πόλεις αἵδε· Εὐάνθις, Ἄμφισσα. Εἰσὶ δὲ καὶ τούτοις πόλεις ἐν μεσογείαι. Παράπλους δ᾽ ἐστὶ τῆς Λοκρῶν χώρας τὸ ἥμισυ ἡμέρας.
37. Φωκεις. Εὰ δὲ Λοκροὺς Φωκεῖς ἔθνος κατὰ τὸ Κιρραῖον πεδίον, καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ Δελφοὶ πόλις καὶ Ἀντίκυρα πόλις, οὗ βέλτιστα ἑλλεβορίζονται. Παράπλους δὲ τῆς Φωκέων χώρας ἥμισυ ἡμέρας.
38. Βοιωτοι. Μετὰ δὲ Φωκεῖς Βοιωτοί εἰσιν ἔθνος, καὶ πόλεις αἵδε· Κορσιαὶ, Σίφαι καὶ λιμήν, Εὔτρητος καὶ τεῖχος Βοιωτῶν. Παράπλους δὲ τῆς Βοιωτίας ἥμισυ ἡμέρας ἔλαττον.
39. Μεγαρεις. Μετὰ δὲ Βοιωτοὺς Μεγαρεῖς εἰσιν ἔθνος, καὶ πόλεις αἵδε· Αἰγόσθενα, Πηγαί, τεῖχος Γεράνεια, Ἄρις. Παράπλους δὲ τῆς Μεγαρέων χώρας στάδια ρʹ.
40. Κορινθος. Μετὰ δὲ Μεγαρεῖς ἡ Κόρινθος πόλις καὶ ἱερόν, Λέχαιον, Ἰσθμός. Ἐντεῦθεν ἤδε ἄρχεται ἡ Πελοπόννησος. Ἔστι δ᾽ἀπὸ θαλάσσης ἡ ὁδὸς πρὸς τὴν ἐπὶ ἡμῶν θάλασσαν διὰ τοῦ ἰσθμοῦ στάδια μʹ. Ταῦτα κολπώδη πάντα. Παράπλους δὲ τῆς Κορινθίων χώρας ἥμισυ ἡμέρας.
41. Σικυων. Μετὰ δὲ Κόρινθον Σικυὼν πόλις. Ταύτης παράπλους σταδίων ρκʹ.
42. Αχαιοι. Μετὰ δὲ Σικυῶνα Ἀχαιοὶ ἔθνος, καὶ πόλεις εἰσὶν ἐν αὐτοῖς αἵδε· Πελλήνη, Αἴγειρα, Αἰγαί, Αἴγιον, Ῥύπες, ἔξω δὲ Ῥίου Πάτραι, Δύμη. Παράπλους δὲ τῆς Ἀχαίας χώρας στάδια ψʹ.
43. Ηλις. Μετὰ δὲ Ἀχαιοὺς Ἦλίς ἐστιν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ αἵδε· Κυλλήνη καὶ λιμήν, <Ὀλυμπία> καὶ ποταμὸς Ἀλφειός. Ἔστι δὲ καὶ ἄλλη συνοικία πόλεων Ἦλις ἐν μεσογείαι. Κατὰ ταύτην τὴν χώραν ἐστὶ νῆσος Ζάκυνθος, ἐν ἧι καὶ πόλις καὶ λιμήν. Παράπλους δὲ τῆς Ἠλείων χώρας ἄχρι ἐπὶ τοὺς Λεπρεατῶν <ὅρους> στάδια ψʹ.
44. Αρκαδια. Μετὰ δὲ Ἦλιν Ἀρκαδία ἔθνος ἐστί. Καθήκει δὲ ἡ Ἀρκαδία ἐπὶ θάλατταν κατὰ Λεπρέον ἐκ μεσογείας. Εἰσὶ δὲ αὐτῶν πόλεις ἐν μεσογείαι αἱ μεγάλαι αἵδε· Τέγεα, Μαντίνεια, Ἡραία, Ὀρχομενός, Στύμφαλος. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις. Παράπλους δὲ τῆς Λεπρεατῶν χώρας στάδια ρʹ.
45. Μεσσηνη. Μετὰ δὲ Ἀρκαδίαν ἐστὶν ἔθνος Μεσσήνη, καὶ πόλεις ἐν αὐτῇ αἵδε· (πρώτη Μεσσήνη καὶ λιμήν·) Κυπάρισσος ἀπέχουσα ἀπὸ θαλάττης στάδια ζʹ, Ἰθώμη ἐν μεσογείαι ἀπέχουσα ἀπὸ θαλάττης στάδια πʹ. Παράπλους δὲ τῆς Μεσσηνίας χώρας στάδια τʹ.
46. Λακεδαιμων. ** Λακεδαίμων ἔθνος, καὶ πόλεις ἐν αὐτῇ εἰσὶν αἵδε· Ἀσίνη, Μοθώνη, Ἀχίλλειος λιμὴν καὶ ἀντίπυγος τούτου Ψαμαθοῦς λιμήν. Τούτων ἀμφοτέρων ἐν μέσῳ προέχον εἰς θάλασσαν ἱερὸν Ποσειδῶνος, Ταίναρος· καὶ Λᾶς πόλις καὶ λιμήν, Γύθειον ἐν ὧι νεώριον, καὶ τεῖχος, καὶ ποταμὸς Εὐρώτας, καὶ Βοΐα πόλις, καὶ Μαλέα ἄκρα. [Κυθηρα.] Κατὰ ταύτην κεῖται Κύθηρα νῆσος καὶ πόλις καὶ λιμήν. Κατὰ δὲ ταύτην ἐστὶ Κρήτη νῆσος. Μετὰ δὲ ταύτην τὴν προειρημένην ἄκραν Μαλέαν Σίδη πόλις καὶ λιμήν, Ἐπίδαυρος πόλις καὶ λιμήν, Πρασία πόλις καὶ λιμήν, Μέθανα πόλις καὶ λιμήν. Εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ πόλεις Λακεδαιμονίων. Ἐν μεσογείαι δ᾽ ἐστὶ Σπάρτη καὶ ἄλλαι πολλαί. Παράπλους δὲ τῆς Λακεδαιμονίων χώρας ἡμερῶν τριῶν.
47. Κρητη. Κατὰ Λακεδαίμονα νῆσος κεῖται Κρήτη· ἐγγυτάτω γὰρ Λακεδαίμων κεῖται τῆς Εὐρώπης. Διάπλους δὲ ἀπὸ Λακεδαίμονος ἕως ἐπὶ τὸ ἀκρωτήριον τῆς Κρήτης, ἐφ᾽ ὧι ἐστὶ πόλις Φαλάσαρνα, ἡμέρας δρόμος. Ἀπὸ δὲ Φαλασάρνων Κριοῦ μέτωπόν ἐστιν ἀκρωτήριον. Πρὸς νότον δὲ ἄνεμον πλοῦς εἰς Λιβύην, ἐπὶ Χερρονήσου δὲ τὰς Ἁλιάδας τὰς Κυρηναίων πλοῦς ἡμέρας καὶ νυκτός. Ἔστι δὲ ἡ Κρήτη μακρὰ στάδια βφʹ, στενὴ δέ, καὶ τέταται ἀπὸ ἡλίου δυσμῶν πρὸς ἡλίου ἀνατολάς. Οἰκοῦσι δὲ ἐν Κρήτῃ Ἕλληνες, οἱ μὲν ἄποικοι Λακεδαιμονίων, οἱ δὲ Ἀργείων, οἱ δὲ Ἀθηναίων, οἱ δὲ ἀπὸ τῆς Ἑλλάδος τῆς ἄλλης ὁπόθεν ἔτυχεν. Εἰσὶ δέ τινες αὐτῶν καὶ αὐτόχθονες. Πόλεις πολλαὶ ἐν Κρήτηι. [Κρητης θεσις.] * ὡς ἀκρωτηρίῳ ἐστὶ πρώτη πόλις πρὸς ἥλιον δυόμενον ἡ προειρημένη Φαλασάρνα καὶ λιμὴν κλειστός· Πολυρρηνία, καὶ διήκει ἀπὸ βορέου πρὸς νότον· Δικτυνναῖον Ἀρτέμιδος ἱερὸν πρὸς βορέαν ἄνεμον, τῆς χώρας Περγαμίας· πρὸς νότον δὲ Ὑρτακίνα· Κυδωνία καὶ λιμὴν κλειστὸς πρὸς βορέαν· ἐν μεσογείᾳ δὲ Ἐλυρος πόλις· πρὸς νότον δὲ Λίσσα πόλις καὶ λιμὴν παρὰ Κριοῦ μέτωπον· πρὸς βορέαν δὲ ἄνεμον ἡ Ἀπτεραία χώρα· εἶτα ἡ Λαμπαία, καὶ διήκει αὕτη ἀμφοτέρωθεν, καὶ ποταμὸς Μεσάπιος ἐν αὐτῇ ἐστί· ** μετὰ δὲ Ὀσμίδαν Ἐλεύθερναι πρὸς βορέαν· πρὸς νότον δὲ Σύβριτα· ** καὶ λιμήν· πρὸς νότον Φαιστός· πρὸς βορέαν Ὀαξὸς καὶ Κνωσσός· πρὸς δὲ νότον Γόρτυνα, Ῥαῦκος· ἐν μεσογείᾳ δὲ Λύκτος, καὶ διήκει αὕτη ἀμφοτέρωθεν· πρὸς βορέαν δὲ ἄνεμον ὄρος Κάδιστον καὶ λιμὴν ἐν αὐτῷ Ὀλοῦς καὶ *· Πραισὸς διήκει ἀμφοτέρωθεν· Γρᾶνος ἀκρωτήριον Κρήτης πρὸς ἥλιον ἀνίσχοντα. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις ἐν Κρήτῃ· λέγεται δὲ εἶναι ἑκατόμπολις.
48. Κυκλαδες νησοι. Κυκλάδες δὲ αἵδε εἰσὶ κατὰ τὴν Λακεδαιμονίαν χώραν οἰκούμεναι· Μῆλος καὶ λιμήν, κατὰ δὲ ταύτην Κίμωλος, κατὰ δὲ ταύτην Ὠλίαρος, κατὰ δὲ ταύτην Σίκινος, αὕτη καὶ πόλις· κατὰ δὲ ταύτην Θήρα, κατὰ δὲ ταύτην Ἀνάφη, κατὰ δὲ ταύτην Ἀστυπάλαια. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
49. Αργος. Μετὰ δὲ Λακεδαίμονα πόλις ἐστὶν Ἄργος, καὶ ἐν αὐτῇ Ναυπλία καὶ λιμήν· ἐν μεσογείαι δὲ Κλεωναὶ καὶ Μυκῆναι καὶ Τίρυνς. Παράπλους τῆς Ἀργείας χώρας κύκλῳ (ἔστι γὰρ κόλπος ὁ Ἀργολικὸς καλούμενος) στάδια ρνʹ.
50. Επιδαυρος. Μετὰ δὲ Ἄργος ἡ Ἐπίδαυρος χώρα· καθήκει γὰρ εἰς τὸν κόλπον τοῦτον στάδια λʹ. Μετὰ δὲ τὴν Ἐπιδαυρίαν χώραν Ἁλία καὶ λιμήν. Αὕτη ἐστὶ ἐπὶ τῷ στόματι τοῦ Ἀργολικοῦ κόλπου. Περίπλους ταύτης ἐστὶ σταδίων ἑκατόν.
51. Ερμιων. Μετὰ δὲ ταύτην Ἑρμιὼν πόλις ἐστὶ καὶ λιμήν. Ταύτης δὲ περίπλους σταδίων πʹ. Μετὰ δὲ Ἑρμιόνα Σκύλλαιόν ἐστιν ἀκρωτήριον τοῦ κόλπου τοῦ πρὸς ἰσθμόν· ἔστι δὲ τὸ Σκύλλαιον τῆς Τροιζηνίας. Καταντικρὺ δὲ αὐτοῦ ἐστὶ Σούνιον ἀκρωτήριον τῆς Ἀθηναίων χώρας. Κατὰ δὲ τοῦτό ἐστι νῆσος Βέλβινα καὶ πόλις. Τούτου τοῦ κόλπου ἀπὸ τούτου τοῦ στόματος εἴσω εἰς τὸν ἰσθμὸν στάδιά ἐστι ψμʹ. Ἔστι δὲ ὁ κόλπος οὗτος αὐτὸς κατὰ στόμα εὐθύτατος.
52. Τροιζηνια. Μετὰ δὲ Ἑρμιόνα Τροιζηνία πόλις καὶ λιμήν. Παράπλους δ᾽ ἔστιν αὐτῆς στάδια λʹ. Μετὰ δὲ ταῦτα νῆσός ἐστι Καλαυρία καὶ πόλις καὶ λιμήν. Παράπλους δ᾽ ἐστὶν αὐτῆς στάδια τʹ.
53. Αιγινα. Κατὰ δὲ ταύτην νῆσός ἐστι καὶ πόλις Αἴγινα καὶ λιμένες δύο. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
54. Επιδαυρος. Μετὰ δὲ Τροιζηνίαν πόλις Ἐπίδαυρος καὶ λιμήν. Παράπλους δὲ τῆς Ἐπιδαύρου χώρας στάδια [ρ]λʹ.
55. Κορινθια. Μετὰ δὲ Ἐπίδαυρον ἡ Κορινθίων χώρα ἐστὶν [ἡ] πρὸς ἠῶ, καὶ τεῖχος Κεγχρειαὶ καὶ ἰσθμός, οὗ ἱερὸν Ποσειδῶνος. Ἐνταῦθα ἡ Πελοπόννησος λήγει. Ἔστι δὲ καὶ ἔξω τοῦ ἰσθμοῦ χώρα Κορινθίοις, καὶ τεῖχος Σιδοῦς καὶ ἕτερον τεῖχος Κρεμμυών. Παράπλους δὲ τῆς Κορινθίων χώρας μέχρι τῶν ὁρίων τῶν Μεγαρέων στάδια τʹ.
56. Μεγαρα. Ἀπὸ δὲ τῆς Κορινθίων χώρας Μέγαρα πόλις ἐστί, καὶ λιμὴν καὶ Νίσαια τεῖχος. Παράπλους δὲ τῆς Μεγαρέων χώρας μέχρι Ἰαπίδος (ἔστι γὰρ οὗτος ὅρος τῆς Ἀθηναίων χώρας) στάδια ρμʹ.
57. Αττικη. Μετὰ δὲ Μεγαρεῖς εἰσὶν Ἀθηναίων πόλεις. Καὶ πρῶτον τῆς Ἀττικῆς Ἐλευσίς, οὗ ἱερὸν Δήμητρός ἐστι, καὶ τεῖχος. Κατὰ τοῦτό ἐστι Σαλαμὶς νῆσος καὶ πόλις καὶ λιμήν. Ἔπειτα ὁ Πειραιεὺς καὶ τὰ σκέλη καὶ Ἀθῆναι. Ὁ δὲ Πειραιεὺς λιμένας ἔχει γʹ. Ἀνάφλυστος τεῖχος καὶ λιμήν· Σούνιον ἀκρωτήριον καὶ τεῖχος· ἱερὸν Ποσειδῶνος· Θορικὸς τεῖχος καὶ λιμένες δύο· Ῥαμνοῦς τεῖχος. Εἰσὶ δὲ καὶ ἄλλοι λιμένες ἐν τῇ Ἀττικῇ πολλοί. Περίπλους τῆς Ἀθηναίων χώρας στάδια ͵αρμʹ· ἀπὸ Ἰαπίδος χώρας ἐπὶ Σούνιον στάδια υϞʹ· ἀπὸ Σουνίου μέχρι τῶν ὅρων τῶν Βοιωτίων στάδια χνʹ.
58. Νησοι Κυκλαδες. Κατὰ δὲ τὴν Ἀττικήν εἰσι νῆσοι αἱ Κυκλάδες καλούμεναι, καὶ πόλεις αἵδε ἐν ταῖς νήσοις· Κέως· (αὕτη τετράπολις· [Ποιήεσσα πόλις] καὶ λιμήν, Κορησσία, Ἰουλὶς, Καρθαία·) Ἑλένη· Κύθνος νῆσος καὶ πόλις· Σέριφος νῆσος καὶ πόλις καὶ λιμήν· Σίφνος· Πάρος λιμένας ἔχουσα δύο, ὧν τὸν ἕνα κλειστόν· Νάξος· Δῆλος· Ῥήνη· Σῦρος· Μύκονος (αὕτη δίπολις)· Τῆνος καὶ λιμήν· Ἄνδρος καὶ λιμήν. Αὗται μὲν αἱ Κυκλάδες νῆσοι. ὑπὸ δὲ ταύταις ἕτεραι νῆσοι αἵδε πρὸς νότον· Ἴος καὶ λιμήν (ἐν ταύτῃ Ὃμηρος τέθαπται)· Ἀμοργός, αὕτη τρίπολις καὶ λιμήν· Ἴκαρος, δίπολις.
Μετὰ δὲ Ἄνδρον Εὔβοια νῆσος· αὕτη τετράπολις· εἰσὶ δὲ ἐν αὐτῇ Κάρυστος, Ἐρέτρια καὶ λιμήν, Χαλκὶς καὶ λιμήν, Ἑστίαια καὶ λιμήν. Ἡ δὲ Εὔβοια ἀπὸ Κηναίου Διὸς ἱεροῦ ἐπὶ Γεραιστόν, Ποσειδῶνος ἱερόν, ἔχει στάδια ͵ατνʹ· τὸ δὲ πλάτος στενή ἐστιν ἡ Εὔβοια.
Ἐν δὲ τῷ Αἰγαίῳ πελάγει εἰσὶ νῆσοι αἵδε· κατ᾽ Ἐρέτριαν Σκῦρος καὶ πόλις· Ἴκος, αὕτη δίπολις· Πεπάρηθος, αὕτη τρίπολις καὶ λιμήν· Σκίαθος, αὕτη δίπολις καὶ λιμήν. Μετὰ ταῦτα ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
59. Βοιωτοι. Μετὰ δὲ Ἀθήνας εἰσὶ Βοιωτοὶ ἔθνος· καθήκουσι γὰρ καὶ οὗτοι ἐπὶ ταύτην τὴν θάλασσαν. Καί ἐστιν ἐν αὐτῇ πρῶτον ἱερὸν Δήλιον, Αὐλὶς ἱερόν, Εὔρίπος, τεῖχος, Ἀνθηδὼν τεῖχος, Θῆβαι, Θεσπιαί, Ὀρχομενὸς ἐν μεσογείαι. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις. Παράπλους δὲ τῆς Βοιωτίας χώρας ἀπὸ Δηλίου μέχρι τῶν Λοκρῶν ὁρίων στάδια σνʹ.
60. Λοκροι. Μετὰ δὲ Βοιωτούς εἰσι Λοκροὶ ἔθνος. Καί εἰσι κατ᾽ Εὔβοιαν αὐτοῖς πόλεις αἵδε· Λάρυμνα, Κῦνος, Ὀποῦς, Ἀλόπη· εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ Λοκροῖς. Παράπλους δὲ τῆς χώρας αὐτῶν στάδια σʹ.
61. Φωκεις. Μετὰ δὲ Λοκρούς εἰσι Φωκεῖς· διήκουσι γὰρ καὶ οὕτοι εἰς τὴν θάλασσαν ταύτην. Καὶ πόλεις αὐτοῖς εἰσὶν αἵδε· Θρόνιον, Κνημίς, Ἐλάτεια, Πανοπεύς. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις αὐτοῖς ἐν μεσογείαι. Παράπλους δ᾽ ἐστὶ τῆς Φωκέων χώρας στάδια σʹ
62. Μηλιεις. Μετὰ δὲ Φωκεῖς εἰσὶ Μηλιεῖς καὶ ὁ κόλπος ὁ Μηλιεύς. (Ἐν τούτῳ [τῷ] κόλπῳ εἰσὶν οἱ Λιμοδωριεῖς καλούμενοι οἵδε· Ἐριννεός, Βοῖον, Κυτίνιον). Ἐνταῦθα Θερμοπύλαι, Τραχίς, Οἴτη, Ἡράκλεια, Σπερχειὸς ποταμός. Μαλιεις. Μετὰ δὲ Μηλιεῖς [Μαλιεῖς] ἔθνος. Ἔστι δὲ Μαλιεῦσιν ἡ πρώτη πόλεις Λάμια, ἐσχάτη δὲ Ἐχῖνος· εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Μαλιεῦσι, μέχρι οὗ ὁ κόλπος ἐπιθίγῃ. Καὶ τῇ Μαλιέων χώραι ἐποικοῦσιν ἄνοθεν ἀπὸ μεσογείας Αἰνιᾶνες, καὶ δι᾽ αὐτῶν ῥεῖ ὁ Σπερχειὸς ποταμός.
63. Αχαιοι. Ἔξω δὲ τοῦ Μαλιαίου κόλπου εἰσὶν Ἀχαιοὶ Φθιῶται ἔθνος· εἰσὶ δὲ καὶ ἐν τῷ Παγασητικῷ κόλπῳ ἐπ᾽ ἀριστερᾷ εἰσπλέοντι, ὡς ἐπὶ τὸ ἥμισυ τοῦ κόλπου. Ἀχαιῶν πόλεις αἵδε· Ἀντρῶνες, Λάρισσα, Μελιταία, Δημήτριον, Θῆβαι· εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Ἀχαιοῖς ἐν μεσογείαι.
64. Θετταλια. Μετὰ δὲ Ἀχαιοὺς Θετταλία καθήκει ἐπὶ θάλατταν ἐκ μεσογείας κατὰ στενὸν εἰς τὸν Παγασητικὸν κόλπον στάδιοι λʹ. Καί εἰσι Θετταλίας πόλεις αἵδε ἐπὶ θαλάττηι· Ἀμφαναῖον, Παγασαί· ἐν δὲ μεσογείαι Φεραί, Λάρισσα, Φάρσαλος, Κίερον, Πελινναῖον, Σκοτοῦσα, Κραννών. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Θετταλῶν ἐν μεσογείαι. Ἡ δὲ Θετταλία παρήκει ἐν μεσογείαι ὑπὲρ Αἰνιάνων καὶ Δολόπων καὶ Μαλιέων καὶ Ἀχαιῶν καὶ Μαγνήτων μέχρι Τεμπῶν. Τοῦ δὲ Παγασητικοῦ κόλπου μῆκός ἐστιν ἀπὸ στόματος εἰς τὸν μυχὸν Παγασῶν πλοῦς προαριστίδιος. Τὸ δὲ στόμα αὐτοῦ ἐστὶ στάδια εʹ. Ἐν δὲ τῷ Παγασητικῷ κόλπῳ ἐστὶ νῆσος Κικύνηθος καὶ πόλις.
65. Μαγνητες. Ἔθνος ἐστὶ Μαγνήτων παρὰ θάλατταν, καὶ πόλεις αἵδε· Ἰωλκός, Μεθώνη, Κορακαί, Σπάλαυθρα, Ὀλιζών, Ἴσαι λιμήν. Ἔξω δὲ τοῦ κόλπου Παγασητικοῦ Μελίβοια, Ῥιζοῦς, Εὐρυμεναί, Μύραι. Ἐν μεσογείᾳ δὲ ἐποικοῦσιν ἔθνος Περραιβοί, Ἕλληνες. Μέχρι ἐνταῦθά ἐστιν ἀπὸ Ἀμβρακίας συνεχὴς ἡ Ἑλλάς· ἐπιεικῶς δὲ καὶ [ἡ] ἐπὶ θαλάττηι πᾶσα [ἐν] Ἑλλάδι ὁμοίως ἐστί.
66. Μακεδονια. Ἀπὸ δὲ Πηνειοῦ ποταμοῦ Μακεδόνες εἰσὶν ἔθνος, καὶ κόλπος Θερμαῖος. Πρώτη πόλις Μακεδονίας Ἡράκλειον· Δῖον, Πύδνα πόλις Ἑλληνίς, Μεθώνη πόλις Ἑλληνὶς καὶ Ἁλιάκμων ποταμός, Ἀλωρὸς πόλις καὶ ποταμὸς Λυδίας, Πέλλα πόλις καὶ βασίλειον ἐν αὐτῇ καὶ ἀνάπλους εἰς αὐτὴν ἀνὰ τὸν Λυδίαν· Ἄξιος ποταμός, Ἐχέδωρος ποταμός, Θέρμη πόλις, Αἴνεια Ἑλληνίς, Παλλήνη ἄκρα μακρὰ εἰς τὸ πέλαγος ἀνατείνουσα, καὶ πόλεις αἵδε ἐν τῇ Παλλήνῃ Ἑλληνίδες· Ποτίδαια ἐν τῷ μέσῳ τὸν ἰσθμὸν ἐμφράττουσα, Μένδη, Ἄφυτις, Θραμβηΐς, Σκιώνη, Κανάστραιον τῆς Παλλήνης ἱερὸν ἀκρωτήριον. Ἔξω δὲ τοῦ ἰσθμοῦ πόλεις αἵδε· Ὄλυνθος Ἑλληνίς, Μηκύβερνα Ἑλληνίς, Σερμυλία Ἑλληνὶς καὶ κόλπος Σερμυλικός, Τορώνη πόλις Ἑλληνὶς καὶ λιμήν, Δῖον Ἑλληνίς, Θυσσὸς Ἑλληνίς, Κλεωναὶ Ἑλληνίς, Ἄθος ὄρος, Ἀκρόθωοι Ἑλληνίς, Χαραδροῦς Ἑλληνίς, Ὀλόφυξος Ἑλληνίς, Ἄκανθος Ἑλληνίς, Ἄλαπτα Ἑλληνίς, Ἀρέθουσα Ἑλληνίς, Βολβὴ λίμη, Ἀπολλονία Ἑλληνίς. Εἰσὶ δὲ καὶ ἄλλαι Μακεδονίας ἐν μεσογείαι πολλαί. Ἔστι δὲ κολπώδης· παράπλους δὲ περὶ τοὺς κόλπους δύο ἡμερῶν. Μετὰ δὲ Μακεδονίαν Στρυμὼν ποταμός· οὗτος ὁρίζει Μακεδονίαν καὶ Θρᾴκην.
67. Θρᾳκη. Διήκει δὲ ἡ Θρᾴκη ἀπὸ Στρυμόνος ποταμοῦ μέχρι Ἴστρου ποταμοῦ τοῦ ἐν τῷ Εὐξείνῳ Πόντῳ. Εἰσὶ δὲ ἐν Θρᾴκῃ πόλεις Ἑλληνίδες αἵδε· Ἀμφίπολις, Φάγρης, Γαληψός, Οἰσύμη καὶ ἄλλα ἐμπόρια Θασίων. Κατὰ ταῦτά ἐστι Θάσος νῆσος καὶ πόλις καὶ λιμένες δύο· τούτων ὁ εἷς κλειστός. Ἐπάνειμι δὲ πάλιν ὅθεν ἐξετραπόμην. Νεάπολις, κατὰ ταύτην Δάτον πόλις Ἑλληνίς, ἣν ὤικισε Καλλίστρατος Ἀθηναῖος, καὶ ποταμὸς Νέστος, Ἄβδηρα πόλις, Κούδητος ποταμὸς καὶ Μαρώνεια. Κατὰ ταῦτα Σαμοθρᾴκη νῆσος καὶ λιμήν. Κατὰ ταύτην ἐν τῇ ἠμείρῳ ἐμπόρια Δρῦς, Ζώνη, ποταμὸς Ἕβρος καὶ ἐπ᾽ αὐτῷ τεῖχος Δουρίσκος, Αἶνος πόλις καὶ λιμήν, τείχη Αἰνίων ἐν τῇ Θρᾴκη, Μέλας κόλπος, Μέλας ποταμός, Δερὶς ἐμπόριον, Κῶβρυς ἐμπόριον Καρδιανῶν καὶ ἄλλο Κύπασις. Κατὰ τὸν Μέλανα κόλπον Ἴμβρος ἐστὶ νῆσος καὶ πόλις, καὶ Λῆμνος νῆσος καὶ λιμήν. Ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. Μετὰ δὲ τὸν Μέλανα κόλπον ἐστὶν ἡ Θρᾳκία Χερρόνητος καὶ πόλεις ἐν αὐτῇ αἵδε· Καρδία, Ἴθη, Παιών, Ἀλωπεκόννησος, Ἄραπλος, Ἐλαιοῦς, Μάδυτος, Σηστὸς ἐπὶ τοῦ στόματος τῆς Προποντίδος, [ὅ] ἐστι σταδίων Ϛʹ. Ἐντὸς δὲ Αἰγὸς ποταμοῦ Κρῆσσα, Κριθώτη, Πακτύη. Μέχρις ἐνταῦθα ἡ Θραικία Χερρόνησος. Ἐκ Πακτύης δὲ εἰς Καρδίαν διὰ τοῦ αὐχένος πεζῇ στάδια μʹ, ἐκ θαλάττης εἰς θάλατταν· καὶ πόλις ἐν τῷ μέσῷ, ἧι ὄνομα Ἀγορά. Χερρονήσου μῆκος ἐκ Καρδίας εἰς Ἐλαιοῦντα (ταύτῃ γάρ ἐστι μακροτάτη) στάδια υʹ. Μετὰ δὲ τὴν Χερρόνησόν ἐστι Θράικια τείχη τάδε· πρῶτον Λευκὴ ἀκτὴ, Τειρίστασις, Ἡράκλεια, Γάνος, Γανίαι, Νέον τεῖχος, Πέρινθος πόλις καὶ λιμήν, Δαμινὸν τεῖχος, Σηλυμβρία πόλις καὶ λιμήν. Ἀπὸ τούτου ἐπὶ τοῦ στόματος τοῦ Πόντου εἰσὶ στάδιοι φʹ. Καλεῖται δὲ Ἀνάπλους ὁ τόπος ἀνὰ Βόσπορον μέχρι ἂν ἔλθηις ἐφ᾽ Ἱερόν. Ἀφ᾽ Ἱεροῦ δὲ τοῦ στόματός ἐστι τοῦ Πόντου εὖρος στάδια ζʹ. Εἰσὶ δὲ ἐν τῷ Πόντῳ πόλεις Ἑλληνίδες αἵδε ἐν Θρᾴκηι· Ἀπολλωνία, Μεσημβρία, Ὀδησσόπολις, Κάλλατις καὶ ποταμὸς Ἴστρος. Παράπλους δὲ τῆς Θρᾴκης ἀπὸ Στρυμόνος ποταμοῦ μέχρι Σηστοῦ δύο ἡμερῶν καὶ νυκτῶν δύο, ἀπὸ δὲ Σηστοῦ μέχρι στόματός τοῦ Πόντου δύο ἡμερῶν καὶ νυκτῶν δύο, ἀπὸ δὲ τοῦ στόματός μέχρι τοῦ Ἴστρου ποταμοῦ ἡμερῶν τριῶν καὶ νυκτῶν τριῶν. Ὁ σύμπας περίπλους ἀπὸ Θρᾴκης καὶ ποταμοῦ Στρυμόνος μέχρι τοῦ Ἴστρου ποταμοῦ ὀκτὼ ἡμερῶν καὶ ὀκτὼ νυκτῶν.
68. Σκυθια. Ταυροι. Μετὰ δὲ Θρᾴκην καὶ Σκύθαι ἔθνος καὶ πόλεις ἐν αὐτοῖς Ἑλληνίδες αἵδε· Τύρις ποταμός, Νικώνιον πόλις, Ὀφιοῦσα πόλις. Ἐπὶ δὲ τῇ Σκυθικῇ ἐποικοῦσι Ταῦροι ἔθνος ἀκρωτήριον τῆς ἠπείρου· εἰς θάλατταν δὲ τὸ ἀκρωτήριόν ἐστιν. Ἐν δὲ τῇ Ταυρικῇ οἰκοῦσιν Ἕλληνες <καὶ πόλεις αὐτῶν> αἵδε· Χερρόνησος ἐμπόριον, Κριοῦ μέτωπον, ἀκρωτήριον τῆς Ταυρικῆς. Μετὰ δὲ ταῦτά εἰσι Σκύθαι πάλιν, πόλεις δὲ Ἑλληνίδες αἵδε ἐν αὐτῇ· Θευδοσία, Κύταια καὶ Νυμφαία, Παντικάπαιον, Μυρμήκειον. Παράπλους εὐθὺς ἀπὸ Ἴστρου ἐπὶ Κριοῦ μέτωπον τριῶν ἡμερῶν καὶ τριῶν νυκτῶν, ὁ δὲ παρὰ γῆν διπλάσιος· ἔστι γὰρ κόλπος. Ἐν δὲ τῷ κόλπῳ τούτῳ νῆσός ἐστι, νῆσος δὲ ἐρήμη, ἧι ὄνομα Λευκή, ἱερὰ τοῦ Ἀχιλλέως. Ἀπὸ δὲ Κριοῦ μέτωπον πλοῦς εἰς Παντικάπαιον ἡμέρας καὶ νυκτός· ἀπὸ δὲ Παντικαπαίου ἐπὶ τὸ στόμα τῆς Μαιώτιδος λίμνης ἐστὶ στάδια κʹ. Ἡ δὲ Μαιῶτις λίμνη λέγεται ἥμισυ εἶναι τοῦ Πόντου. Ἐν δὲ τῇ Μαιώτιδι λίμνηι εὐθὺς εἰσπλέοντί εἰσιν ἐπ᾽ ἀριστερᾶς Σκύθαι· καθήκουσι γὰρ ἐκ τῆς ἔξω θαλὰσσης ὑπὲρ τῆς Ταυρικῆς εἰς τὴν Μαιῶτιν λίμνην.
Συρμαται. Μετὰ δὲ Σκύθας Συρμάται ἔθνος καὶ ποταμὸς Τάναις, ὃς ὁρίζει Ἀσίαν καὶ Εὐρώπην.
69. Παραπλους απασης της ευρωπης. Ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῇ Εὐρώπηι περιπλέοντι τοὺς κόλπους παρὰ γῆν, λογιζομένῳ δὲ ὅσαι γεγραμμέναι εἰσί, νύκτες ἀντὶ τούτων ἡμέρας, καὶ, ὅπου στάδιά εἰσι γεγραμμένα, ἀντὶ τῶν φʹ σταδίων ἡμεραῖον τὸν πλοῦν, γίνεται τῆς Εὐρώπης ὁ παράπλους, τοῦ ἡμίσεος μέρους τοῦ Πόντου ὄντος ἴσου τῆς Μαιώτιδος λίμνης, ἡμερῶν ρνʹ τριῶν.
Μέγιστοι δὲ ποταμοί εἰσιν ἐν Εὐρώπηι ὁ Τάναις, ὁ Ἴστρος, ὁ Ῥοδανός.
70. Σαυρομαται. Ἀπὸ Τανάϊδος δὲ ποταμοῦ ἄρχεται ἡ Ἀσία, καὶ πρῶτον ἔθνος αὐτῆς ἐστὶν ἐν τῷ Πόντῳ Σαυρομάται. Σαυροματῶν δέ ἐστιν ἔθνος γυναικοκρατούμενον.
71. Μαιωται. Τῶν γυναικοκρατουμένων ἔχονται Μαιῶται.
72. Σινδοι. Μετὰ δὲ Μαιώτας Σίνδοι ἔθνος· διήκουσι γὰρ οὗτοι καὶ εἰς τὸ ἔξω τῆς λίμνης· καί εἰσιν πόλεις ἐν αὐτοῖς Ἑλληνίδες αἵδε· Φαναγόρου πόλις, Κῆποι, Σινδικὸς λιμήν, Πάτους.
73. Κερκεται. Μετὰ δὲ Σινδικὸν λιμένα Κερκέται ἔθνος.
74. Τορεται. Μετὰ δὲ Κερκέτας Τορέται ἔθνος καὶ πόλις Ἑλληνὶς Τορικὸς καὶ λιμήν.
75. Αχαιοι. Μετὰ δὲ Τορέτας Ἀχαιοὶ ἔθνος.
76. Ηνιοχοι. Μετὰ δὲ Ἀχαιοὺς Ἡνίοχοι ἔθνος.
77. Κοραξοι. Μετὰ δὲ Ἡνιόχους Κοραξοὶ ἔθνος.
78. Κωλικη. Μετὰ δὲ Κοραξοὺς Κωλικὴ ἔθνος.
79. Μελαγχλαινοι. Μετὰ δὲ Κωλικὴν Μελάγχλαινοι ἔθνος, καὶ ποταμὸς ἐν αὐτοῖς Μετάσωρις καὶ Αἰγίπιος ποταμός.
80. Γελωνες. Μετὰ δὲ Μελαγχλαίνους Γέλωνες.
81. Κολχοι. Μετὰ δὲ τούτους Κόλχοι ἔθνος καὶ Διοσκουρὶς πόλις καὶ Γυηνὸς πόλις Ἑλληνὶς καὶ Γυηνὸς ποταμὸς καὶ Χερόβιος ποταμός, Χόρσος ποταμός, Ἄριος ποταμός, Φᾶσις ποταμὸς Φᾶσις Ἑλληνὶς πόλις, καὶ ἀνάπλους ἀνὰ τὸν ποταμὸν σταδίων ρπʹ, εἰς πόλιν (μάλην) μεγάλην βάρβαρον, ὅθεν ἡ Μήδεια ἦν· ἐνταῦθά ἐστι Ῥὶς ποταμός· Ἴσις ποταμός, Ληιστῶν ποταμός, Ἄψαρος ποταμός.
82. Βυζηρες. Μετὰ δὲ τοὺς Κόλχους Βύζηρες ἔθνος καὶ Δαραανῶν ποταμὸς καὶ Ἀρίων ποταμός.
83. Εκεχειριεις. Μετὰ δὲ Βύζηρας Ἐκεχειριεῖς ἔθνος, καὶ ποταμὸς Πορδανίς, καὶ Ἀραβὶς ποταμός, Λίμνη πόλις, Ὠδείνιος πόλις Ἑλληνίς.
84. Βεχειρικη. Μετὰ Ἐκεχειριεῖς Βέχειροι ἔθνος, Βεχειρικὸς λιμήν, Βεχειριὰς πόλις Ἑλληνίς.
85. Μακροκεφαλοι. Μετὰ δὲ Βεχειρὰς Μακροκέφαλοι ἔθνος, καὶ Ψωρῶν λιμήν, Τραπεζοῦς πόλις Ἑλληνίς.
86. Μοσσυνοικοι. Μετὰ δὲ Μακροκεφάλους Μοσσύνοικοι ἔθνος, καὶ Ζεφύριος λιμήν, Χοιράδες πόλις Ἑλληνίς, Ἄρεως νῆσος. Οὗτοι ὄρη κατοικοῦσιν.
87. Τιβαρηνοι. Μετὰ δὲ Μοσσύνους ἔθνος ἐστὶ Τιβαρηνοί.
88. Χαλυβες. Μετὰ δὲ Τιβαρηνοὺς Χάλυβές εἰσιν ἔθνος, καὶ Γενήτης λιμὴν κλειστός, Σταμένεια πόλις Ἑλληνίς, καὶ Ἰασονία ἀκρόπολις Ἑλληνίς.
89. Ασσυρια. Μετὰ δὲ Χάλυβας Ἀσσυρία ἐστὶν ἔθνος καὶ ποταμὸς Θερμώδων καὶ πόλις Ἑλληνὶς Θεμίσκυρα, Λύκαστος ποταμὸς καὶ πόλις Ἑλληνίς, Ἅλυς ποταμὸς καὶ Κάρουσσα πόλις Ἑλληνὶς, Σινώπη πόλις Ἑλληνὶς, Κερασοῦς πόλις Ἑλληνὶς καὶ Ὀχέραινος ποταμός, Ἁρμένη πόλις Ἑλληνὶς καὶ λιμήν, Τετράκις πόλις Ἑλληνίς.
90. Παφλαγονια. Μετὰ δὲ Ἀσσυρίαν ἐστὶ Παφλαγονία ἔθνος. Ἔστι δὲ ἐν αὐτῇ Στεφάνη λιμήν, Κόλουσσα πόλις Ἑλληνίς, Κίνωλις πόλις Ἑλληνίς, Κάραμβις πόλις Ἑλληνίς, Κύτωρις πόλις Ἑλληνίς, Σησαμὸς πόλις Ἑλληνίς καὶ Παρθένιος ποταμός, Τίειον πόλις Ἑλληνὶς καὶ λιμήν, Ψύλλα καὶ ποταμὸς Καλλίχορος.
91. Μαριανδυνοι. Μετὰ δὲ Παφλαγονίαν Μαριάνδυνοί εἰσιν ἔθνος. Ἐνταῦθα πόλις ἐστὶν Ἡράκλεια Ἑλληνίς, καὶ ποταμὸς Λύκος καὶ ἄλλος ποταμὸς Ὕπιος.
92. Βιθυνοι. Μετὰ δὲ Μαριανδύνους εἰσὶ Θρᾶικες Βιθυνοὶ ἔθνος, καὶ ποταμὸς Σαγάριος καὶ ἄλλος ποταμὸς Ἀρτάνης καὶ νῆσος Θυνιὰς (οἰκοῦσι δὲ αὐτὴν Ἡρακλεῶται) καὶ ποταμὸς Ῥήβας. Εἶθ᾽ εὐθὺς ὁ πόρος καὶ τὸ προειρημένον ἱερὸν ἐν τῷ στόματι τοῦ Πόντου, καὶ μέτα τοῦτο πόλις Χαλκηδὼν ἔξω * Θρᾷκης, μεθ᾽ ἣν ὁ κόλπος ὁ Ὀλβιανός. Παράπλους ἀπὸ Μαριανδύνων μέχρι τοῦ μυχοῦ τοῦ κόλπου τοῦ Ὀλβιανοῦ (τοσαὐτὴ γάρ ἐστιν Βιθυνῶν Θρᾷκη) ἡμερῶν τριῶν. Ἀπὸ δὲ τοῦ στόματος τοῦ Πόντου, ἕως [ἐπὶ] τὸ στόμα τῆς Μαιώτιδος λίμνης παραπλήσιός ἐστιν ὁ πλοῦς, ὅ τε παρὰ τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν.
93. Μυσια. Μετὰ δὲ Θρᾷκην Μυσία ἔθνος. Ἔστι δὲ τὸ ἐπ᾽ ἀριστερᾷ τοῦ Ὀλβιανοῦ κόλπου ἐκπλέοντι εἰς τὸν Κιανὸν κόλπου μέχρι Κίου. Ἡ δὲ Μυσία ἀκτή ἐστι. Πόλεις δ᾽ ἐν αὐτῇ Ἑλληνίδες εἰσὶν αἵδε· Ὀλβία καὶ λιμήν, Καλλίπολις καὶ λιμήν, ἀκρωτήριον τοῦ Κιανοῦ κόλπου, καὶ ἐν ἀριστερᾷ Κίος πόλις καὶ Κίος ποταμός. Παράπλους δὲ τῆς Μυσίας εἰς Κίον ἡμέρας μιᾶς.
94. Φρυγια. Μετὰ δὲ Μυσίαν Φρυγία ἐστὶν ἔθνος, καὶ πόλεις Ἑλληνίδες αἵδε· Μύρλεια καὶ Ῥύνδακος ποταμὸς καὶ ἐπ᾽ αὐτῷ Βέσβικος νῆσος, καὶ πόλις Πλακία καὶ Κύζικος ἐν τῷ ἰσθμῷ ἐμφράττουσα τὸν ἰσθμόν, καὶ ἐντὸς τοῦ ἰσθμοῦ Ἀρτάκη. Κατὰ ταύτην νῆσός ἐστι καὶ πόλις Προκόννησος καὶ ἑτέρα νῆσος εὐλιμενος Ἑλαφόννησος· γεωργοῦσι δ᾽ αὐτὴν Προκοννήσιοι. Ἐν δὲ τῇ ἠπείρῳ πόλις ἐστὶ Πρίαπος, Πάριον, Λάμψακος, Περκώτη, Ἄβυδος, καὶ τὸ στόμα κατὰ Σηστὸν τῆς Προποντίδος τοῦτό ἐστι.
95. Τρωας. Ἐντεῦθεν δὲ Τρωὰς ἄρχεται, καὶ πόλεις Ἑλληνίδες εἰσὶν ἐν αὐτῇ αἵδε· Δάρδανος, Ῥοίτειον, Ἴλιον (ἀπέχει δὲ ἀπὸ τῆς θαλάττης στάδια κεʹ) καὶ ἐν αὐτῇ ποταμὸς Σκάμανδρος. Καὶ νῆσος κατὰ ταῦτα κεῖται Τένεδος καὶ λιμήν, ὅθεν Κλεόστρατος ὁ ἀστρόλογός ἐστι. Καὶ ἐν τῇ ἠπείρῳ Σίγη καὶ Ἀχίλλειον καὶ Κρατῆρες Ἀχαιῶν, Κολωναί, Λάρισσα, Ἁμαξιτὸς καὶ ἱερὸν Ἀπόλλωνος, ἵνα Χρύσες ἱερᾶτο.
96. Αιολις. Ἐντεῦθεν δὲ Αἰολὶς χώρα καλεῖται. Αἰολίδες δὲ πόλεις ἐν αὐτῇ εἰσὶν ἐπὶ θαλάττῃ αἵδε· ** Κεβρήν, Σκῆψις, Νεάνδρεια, Πιτύεια. Παράπλους Φρυγίας ἀπὸ Μυσίας μέχρι Ἀντάνδρου **.
97. Λεσβος. Κατὰ ταῦτά ἐστι νῆσος Αἰολὶς Λέσβος, εʹ πόλεις ἔχουσα ἐν αὐτῇ τάσδε· Μήθυμναν, Ἄντισσαν, Ἐρεσόν, Πύρραν καὶ λιμένα, Μιτυλήνην λιμένας ἔχουσαν δύο. Κατὰ δὲ ταύτην νῆσός ἐστι καὶ πόλις· ὄνομα δὲ ταύτης Πορδοσελήνη. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην ἐπὶ τὰς νήσους.
98. Λυδια. Ἀπὸ Ἀντάνδρου καὶ τῆς Αἰολικῆς τὸ κάτω ἦν πρότερον μὲν δι᾽ αὑτὴν ἡ χώρα Μυσία μέχρι Τευθρανίας, νῦν δὲ Λυδία. Μυσοὶ δ᾽ ἐξανέστησαν εἰς τὴν ἤπειρον ἄνω. Εἰσὶ δὲ πόλεις ἐν αὐτῇ Ἑλληνίδες καὶ ἐν τῇ Λυδίαι αἵδε· Ἄστυρα, οὗ τὸ ἱερὸν [Ἀρτέμιδος, καὶ] Ἀδραμύττιον. Ἡ δὲ χώρα Λεσβία· καὶ ὑπὲρ ταύτης ἡ Χίων χώρα καὶ πόλις Ἀταρνεύς· ὑπὸ δὲ ταῦτα ἐπὶ θάλατταν λιμὴν Πιτάνη καὶ ποταμὸς Κάϊκος. Μέτα Πιτάνην Ἐλαία, Γρύνειον, Ἀχαιῶν λιμήν· ἐν τούτῳ λέγονται Ἀχαιοὶ βουλεύσασθαι ἐπὶ τὸν Τήλεφον πότερον στρατεύοιεν ἢ ἀπίοιεν· πόλις Μύρινα καὶ λιμήν, Κύμη καὶ λιμὴν (ὑπὲρ δὲ Κύμης ἐν μεσογείαι πόλις Ἑλληνίς ἐστιν Αἰγαὶ) καὶ Λεῦκαι καὶ λιμένες καὶ Σμύρνα, ἐν ᾗ Ὅμηρος ἦν, Φώκαια καὶ λιμὴν καὶ Ἕρμος ποταμός, Κλαζομεναὶ καὶ λιμήν, Ἐρυθραὶ καὶ λιμήν. Κατὰ δὲ ταύτας νῆσός ἐστι Χίος καὶ λιμήν. Ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον. Γέραι πόλις καὶ λιμήν, Τέως πόλις καὶ λιμήν, Λέβεδος, Κολοφὼν ἐν μεσογείᾳ, Νότιον καὶ λιμήν, Ἀπόλλωνος Κλαρίου ἱερόν, Καϋστρος ποταμός, Ἔφεσος καὶ λιμήν, Μαραθήσιον καὶ ἐν τῇ ἠπείρῳ Μαγνησία πόλις Ἑλληνίς, Ἄναια, Πανιώνιον, Ἐρασιστράτιος, Χαραδροῦς, Φώκαια, Ἀκαδαμίς, Μυκάλη· ἐν τῇ Σαμίων χώρᾳ ταῦτά ἐστι. Πρὸ δὲ τῆς Μυκάλης Σάμος ἐστὶ νῆσος πόλιν ἔχουσα καὶ λιμένα κλειστόν. Αὕτη ἡ νῆσος οὐκ ἐλάσσων ἐστὶ Χίου. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. Ἐπὶ τῆς Μυκάλης ἐστὶ πόλις Πριήνη λιμένας ἔχουσα δύο, ὧν τὸν ἕνα κλειστόν· εἶτα ποταμὸς Μαίανδρος. Παράπλους δὲ Μυσίας καὶ Λυδίας, ἀπὸ Ἀστύρων μέχρι Μαιάνδρου ποταμοῦ, δύο ἡμερῶν καὶ νυκτὸς μιᾶς.
99. Καρια. Μετὰ δὲ Λυδίαν Καρία ἐστὶν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ Ἑλληνίδες αἵδε· Ἡράκλεια, εἶτα Μίλητος, εἶτα Μύνδος καὶ λιμήν, Ἁλικαρνασσὸς καὶ λιμὴν κλειστὸς καὶ ἄλλος λιμὴν περὶ τὴν νῆσον καὶ ποταμός, Κάλυμνα νῆσος, Καρύανδα νῆσος καὶ πόλις καὶ λιμὴν (οὗτοι Κᾶρες), νῆσος Κῶς καὶ πόλις καὶ λιμὴν κλειστός. Κατὰ ταῦτα Κεραμιακὸς κόλπος τῆς Καρίας, καὶ νῆσος καὶ λιμήν. Ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον. Ἀκρωτήριον ἱερὸν Τριόπιον, Κνίδος πόλις Ἑλληνίς καὶ χώρα ἡ Ῥοδίων ἡ ἐν τῇ ἠπείρῳ, Καῦνος Καρικὴ πόλις καὶ λιμὴν κλειστός, Κρυασσὸς ἀκρωτήριον. Ῥόδος κατὰ τοῦτο νῆσος καὶ πόλις· καὶ τρίπολις ἀρχαία ἐν αὐτῇ, πόλεις αἵδε· Ἴαλυσος, Λίνδος, Κάμειρος. Κατὰ δὲ τὴν Ῥόδον αἵδε νῆσοί εἰσιν οἰκούμενοι· Χάλκεια, Τῆλος, Κάσος, Κάρπαθος· αὕτη τρίπολις. Καὶ ὁ παράπλους Καρίας, ἀπὸ Μαιάνδρου ποταμοῦ ἐπὶ τὸν Κρυασσόν, ὅ ἐστι Καρίας ἀκρωτήριον, δύο ἡμερῶν. Ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
100. Λυκια. Ἀπὸ δὲ Καρίας Λυκία ἐστὶν ἔθνος· καὶ πόλεις Λυκίοις αἵδε· Τελμισσὸς καὶ λιμήν, καὶ ποταμὸς Ξάνθος, δι᾽ οὗ ἀνάπλους εἰς [Ξάνθον πόλιν,] Πάταρα πόλις [ἣ] καὶ λιμένα ἔχει· Φέλλος πόλις καὶ λιμήν· κατὰ ταῦτα νῆσός ἐστι Ῥοδίων Μεγίστη· Λίμυρα πόλις, εἰς ἣν ὁ ἀνάπλους κατὰ τὸν ποταμόν· εἶτα Γαγαία πόλις, εἶτα Χελιδονίαι, ἀκρωτήριον καὶ λιμὴν Σιδηροῦς. Ὑπὲρ τούτου ἐστὶν ἱερὸν Ἡφαίστου ἐν τῷ ὄρει καὶ πῦρ πολὺ αὐτόματον ἐκ τῆς γῆς καίεται καὶ οὐδέποτε σβέννυται. Καὶ ἐὰν προέλθῃς ἀπὸ θαλάττης ἀνώτερον, ἔστι Φασηλίς πόλις καὶ λιμὴν (ἔστι δὲ τοῦτο κόλπος) καὶ Ἴδυρος πόλις, νῆσος Λυρνάτεια, Ὀλβία, Μάγυτος καὶ ποταμὸς Καταρράκτης, Πέργη πόλις καὶ ἱερὸν Ἀρτέμιδος. Ἐπ᾽ εὐθείας δὲ παράπλους ἐστὶν Λυκίας ἀπὸ * ἡμέρας καὶ νυκτός· ὁ δὲ παρὰ γῆν διπλάσιος τούτου· ἔστι γὰρ κολπώδης.
101. Παμφυλια. Μετὰ δὲ Λυκίαν ἐστὶ Παμφυλία ἔθνος, καὶ πόλεις ἐν αὐτῇ αἵδε· Ἄσπενδος πόλις· εἰς ταύτην ὁ ἀνάπλους γίνεται κατὰ ποταμόν· ὁ δὲ ποταμός ἐστιν Εὐρυμέδων· εἶτα πόλις Σύλλειον, ἄλλη πόλις Σίδη, Κυμαίων ἀποικία, καὶ λιμήν. Παράπλους Παμφυλίας ἀπὸ Πέγνης ἥμισυ ἡμέρας. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Παμφυλίας, Κίβυρα, εἶτα Κορακήσιον.
102. Κιλικια. Μετὰ δὲ Παμφυλίαν Κιλικία ἐστὶν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ αἵδε· Σελινοῦς, Χαραδροῦς πόλις καὶ λιμήν, Ἀνεμούριον ἄκρα καὶ πόλις, Νάγιδος πόλις [ἣ] καὶ νῆσον ἔχει. Πρὸς δὲ τὴν Σητὸν λιμένα Ποσείδειον, Σάλον, Μυοῦς, Κελένδερις πόλις, καὶ λιμὴν Ἀφροδίσιος καὶ λιμὴν ἕτερος, Ὅλμοι πόλις Ἑλληνὶς * ἀπέχουσα, Σαρπηδὼν πόλις ἔρημος, καὶ ποταμός, Σόλοι πόλις Ἑλληνίς, Ζεφύριον πόλις, ποταμὸς Πύραμος καὶ πόλις Μαλλός, εἰς ἣν ὁ ἀνάπλους κατὰ τὸν ποταμόν, ἐμπόριον Ἀδάνη καὶ λιμὴν Μυρίανδος Φοινίκων, Θάψακος ποταμός. Παράπλους Κιλικίας ἀπὸ τῶν Παμφυλίας ὁρίων μέχρι Θαψάκου ποταμοῦ, τριῶν ἡμερῶν καὶ νυκτῶν δύο. Ἐκ δὲ Σινώπης τῆς ἐν τῷ Πόντῳ διὰ τῆς ἠπείρου καὶ τῆς Κιλικίας εἰς Σόλους ὁδός ἐστιν ἀπὸ θαλάσσης εἰς θαλάσσαν ἡμερῶν εʹ.
103. Κυπρος. Κατὰ δὲ Κιλικίαν ἐστὶ νῆσος Κύπρος, καὶ πόλεις ἐν αὐτῇ αἵδε· Σαλαμὶς Ἑλληνίς, λιμένα ἔχουσα κλειστὸν χειμερινόν, Καρπάσεια, Κερύνεια, Λήπηθις Φοινίκων, Σόλοι (καὶ αὕτη λιμένα ἔχει χειμερινόν), Μάριον Ἑλληνίς, Ἀμαθοῦς (αὐτόχθονές εἰσιν)· αὗται πᾶσαι λιμένας ἔχουσαι ἐρήμους. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις ἐν μεσογείαι βάρβροι. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
104. Συρια και Φοινικη. Ἔστι μετὰ Κιλικίαν ἔθνος Σύροι. Ἐν δὲ τῇ Συρίαι οἰκοῦσι τὰ παρὰ θάλατταν Φοίνικες ἔθνος, ἐπὶ στενὸν ἔλαττον ἢ ἐπὶ τετταράκοντα σταδίους ἀπὸ θαλάττης, ἐνιαχῆ δὲ οὐδὲ ἐπὶ σταδίους ιʹ τὸ πλάτος. Ἀπὸ δὲ Θαψάκου ποταμοῦ ἐστὶ Τρίπολις Φοινίκων, Ἄραδος νῆσος καὶ λιμήν, βασίλεια Τύρου, ὅσον ηʹ στάδια ἀπὸ τῆς γῆς, καὶ ἐν τῇ χερρονήσῳ ἑτέρα πόλις Τρίπολις· αἵτη ἐστὶν Ἀράδου καὶ Τύρου καὶ Σιδῶνος· ἐν τῷ αὐτῷ τρεῖς πόλεις καὶ περίβολον ἑκάστῃ τοῦ τείχους ἴδιον ἔχει· καὶ ὄρος Θεοῦ πρόσωπον, Τριήρης [πόλις] καὶ λιμήν, Βηρυτὸς πόλις καὶ λιμήν, Βορινός, Πορφυρέων πόλις, Σιδὼν πόλις καὶ λιμὴν κλειστός, Ὀρνίθων πόλις Σιδωνίων (Ἀπὸ Λεόντων πόλεως μέχρι Ὀρνίθων πόλεως **), Τυρίων πόλις Σάραπτα, ἄλλη πόλις Τύρος λιμένα ἔχουσα ἐντὸς τείχους· αὕτη δὲ ἡ νῆσος βασίλεια Τυρίων, καὶ ἀπέχει στάδια ἀπὸ θαλάττης γʹ.
Παλαίτυρος πόλις καὶ ποταμὸς [ὃς] διὰ μέσης ῥεῖ, καὶ πόλις τῶν [Ἐκδίππων]
καὶ ποταμὸς καὶ Ἄκη πόλις, ἔξω πἠ πόλις Τυ[ρίων· Κάρμηλος]
ὄρος ἱερὸν Διός· Ἄραδος πόλις Σιδονίων . . . . . . . . . . . . . . . . . . . . . . .
καὶ ποταμὸς Τυρίων· Δῶρος πόλις Σιδονίων· [Ἰόππη πόλις ἐκτε-]
θῆναί φασιν ἐνταῦθα τὴν Ἀνδρομ[έδαν τῷ κήτει· Ἀσκά-]
λων πόλις Τυρίων καὶ βασίλεια. Ἐνταῦ[θα ὅρος ἐστὶ τῆς Κοίλης]
Συρίας. Παράπλους Κοίλης Συρίας [ἀπὸ Θαψάκου ποταμοῦ μέχρι]
Ἀσκάλωνος στάδια ͵βψʹ. Ἀ[ραβία. [Μετὰ δὲ Συρίαν εἰσὶν Ἄραβες]
ἔθνος, νομάδες ἱππεύοντες [καὶ νομὰς ἔχοντες παντοδαπῶν βοσ-]
κημάτων, οἰῶν καὶ αἰ[γῶν]. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
καὶ καμήλων· ἔστι δὲ αὕ[τη] . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
ἔστι τὰ πολλὰ ἄ. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
τε τὴν Αἴγυπτον. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
ἐν αὐτῇ κολ. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
ἔστιν ἐκ τῆς . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . [ἔξω-]
θεν θαλ<αττ> . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . [θάλα-]
τταν . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
καὶ. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . Παράπλους . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . Ἀ]ραβίας δὲ (αὐ)τῆς ἀπὸ Συρίας ὁρίων μέχρι στόματος τοῦ
[Νείλου τοῦ ἐ]ν Πηλουσίῳ, τοῦτο γάρ ἐστιν Ἀραβίας ὅρος, στάδ. ͵ατʹ.
. .. . . . . . . . . . . . . . Ἀ]ραβίαν Αἰγύπτου μέχρι τοῦ Νείλου ἐξ ἧς Ἀρα-
.. . . . . . . . . . . . . . . . . . . . . . . . . . Αἰγύπτιοι· φόρον δὲ φέρουσιν Αἰγύ-
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ἀεὶ τοῖς Ἄραψιν. Αἴγυπτος
[Μετὰ δὲ Ἀραβίαν Αἴγυπτος] ἐστὶν ἔθνος· καὶ πόλεις ἐν αὐτῇ
[αἵδε· Πηλούσιον πόλις καὶ λιμὴν] καὶ βασίλειον· οὗ τὸ στόμα
[τοῦ Νείλου ποταμοῦ Πηλουσιακόν ἐστι] πρῶτον, τῆς Ἀραβίας
[ὅρος· δεύτερον Τανικόν, ἐφ᾽ ὧι καὶ πόλις βασιλι]κή· τρίτον
[Μενδήσιον καὶ πόλις· δ᾽ Φατνιτικ]όν· πέμπτον Σεβεννυ-
[τικὸν καὶ πόλις Σεβέννυτος· Βοῦτος λίμνη, ἔν]θα πόλις καὶ βα-
[σίλειον· ἕκτον Βολβιτικὸν καὶ πόλις βασιλι]κή· ἕβδομον
[Κανωβικόν, καὶ Θῶνις πόλις· μετὰ ταῦτα λίμνη] ᾗ ὄνομά
[ἐστι Μάρεια, αὕτη δὲ ἡ λίμνη ἤδη ἐστὶν ἐν τ]ῇ Λιβύῃ
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .ει δὲ ἐ
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .β]ουλήν
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ε.
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
(Cod. p. 95) τὸ δὲ Πηλουσιακόν. Καὶ πάλιν σχίζεται δίχα. Τὸ δὲ Σεβεννυτικόν, τὸ μὲν εἰς τὸ Μενδήσιον, τὸ δὲ εἰς θάλασσαν· ἀπὸ δὲ τοῦ Μενδήσιου εἰς τὸ Φατνιτικὸν στόμα· ἀπὸ δὲ τοῦ Πηλουσιακοῦ εἰς τὸ Τανικὸν στόμα· τὸ δὲ ἀπὸ Κανωπικοῦ μέχρι Σεβεννυτικῆς λίμνης, καὶ στόμα τὸ Βολβιτικὸν ῥεῖ ἐκ τῆς λίμνης. Ἔστι δὲ τὰ πολλὰ τὰ παρὰ θάλατταν Αἰγύπτου λίμναι καὶ ἕλη. Ἔστι δὲ ἡ Αἰγύπτος τοιάδε τὴν ἰδέαν ὁμοίαν πελέκει. Ἔστι γὰρ κατὰ θάλατταν πἁτεῖα, κατὰ δὲ μεσογείαν στενωτέρα, κατὰ δὲ Μέμφιν στενωτάτη αὑτῆς· ἔπειτα δὲ εἰς μεσογείαν ἀπὸ Μέμφεως ἰόντι πλατυτέρα, κατὰ δὲ τὸ ἀνώτερον αὑτῆς πλατυτάτη. Τὸ μέρος τὸ ἄνωθεν Μέμφιδος Αἰγύπτου ἐστὶ τὸ πλεῖστον ἢ τὸ παρὰ θάλατταν. Τὸ δὲ Κανωπικὸν στόμα ὁρίζει Ἀσίαν καὶ Λιβύην. Παράπλους δ᾽ ἐστὶν Αἰγύπτου ἀπὸ Πηλουσίου στόματος στάδια ͵ατʹ. Τῆς δὲ Ἀσίας ὁ περίπλους (ἔστι γὰρ περιφερής), λογιζομένῳ κατὰ τὸν αὐτὸν τρόπον ὃν περὶ Εὐρώπης γέγραπται, ἡμερῶν ἐστὶ πζʹ. Ἐπὶ δὲ τῷ στόματι τῷ Κανωπικῷ ἐστι νῆσος ἐρήμη, ἧι ὄνομα Κάνωπος· καὶ σημεῖά ἐστιν ἐν αὐτῇ τοῦ Μενέλεω, τοῦ κυβερνήτου τοῦ ἀπὸ Τροίας, ὧι ὄνομα Κάνωπος, τὸ μνῆμα. Λέγουσι δὲ Αἰγύπτιοί τε καὶ οἱ προσχώριοι οἱ τοῖς τόποις Πηλούσιον ἥκειν ἐπὶ τὸ Κάσιον, καὶ Κάνωπον ἥκειν ἐπὶ τὴν νῆσον, οὗ τὸ μνῆμα τοῦ κυβερνήτου.
107. Ἄρχεται ἡ Λιβύη ἀπὸ τοῦ Κανωπικοῦ στόματος τοῦ Νείλου. Ἀδυρμαχίδαι Ἔθνος Λιβύων Ἀδυρμαχίδαι. Ἐκ Θώνιδος δὲ πλοῦς εἰς Φάρον νῆσον ἔρημον [εὐλίμενος δὲ καὶ ἄνυδρος] στάδια ρνʹ. Ἐν δὲ Φάρῳ λιμένες πολλοί. Ὕδωρ δὲ ἐκ τῆς Μαρείας λίμνης ὑδρεύονται· ἔστι γὰρ πότιμος. Ὁ δὲ ἀνάπλους εἰς τὴν λίμνην βραχὺς ἐκ Φάρου. Ἔστι δὲ καὶ Χερρόνησος καὶ λιμήν· ἔστι δὲ τοῦ παράπλου στάδια σʹ. Ἀπὸ Χερρονήσου δὲ Πλίνθινός ἐστι κόλπος. Τὸ δὲ στόμα ἐστὶ τοῦ Πλινθίνου κόλπου εἰς Λευκὴν ἀκτὴν πλοῦς ἡμέρας καὶ νυκτός· τὸ δὲ εἰς τὸν μυχὸν τοῦ Πλινθίνου κόλπου δὶς τοσοῦτον. Περιοικεῖται δὲ κύκλῳ. Ἀπὸ δὲ Λευκῆς ἀκτῆς εἰς Λαοδαμάντειον λιμένα πλοῦς ἥμισυ ἡμέρας. Ἀπὸ δὲ Λαοδαμαντείου λιμένος εἰς Παραιτόνιον λιμένα πλοῦς ἥμισυ ἡμέρας. Ἔχεται Ἆπις πόλις. Μέχρις οὖν ἐνταῦθα Αἰγύπτιοι ἄρχουσιν.
108. Μαρμαριδαι. Ἀπὸ δὲ Ἄπιδος ἔθνος Λιβύων ἐστὶν οἱ Μαρμαρίδαι μέχρις εἰς Ἑσπερίδας. Ἀπὸ δὲ Ἄπιδος ἐπὶ Τυνδαρίους σκοπέλους πλοῦς ἡμέρας. Καὶ ἀπὸ Τυνδαρίων σκοπέλων εἰς Πλύνους λιμένα πλοῦς ἡμέρας. Ἐκ Πλύνων εἰς Πέτραντα τὸν μέγαν πλοῦς ἥμισυ ἡμέρας. Ἐκ Πέτραντος εἰς Μενέλαον πλοῦς ἡμέρας. Ἐκ Μενελάου εἰς Κυρθάνειον ἥμισυ ἡμέρας. Ἀπὸ Κυρθανείου Ἀντίπυγος λιμήν· πλοῦς ἥμισυ ἡμέρας. Ἀπὸ δὲ Ἀντιπύγου Πέτρας ὁ μικρός, λιμήν· πλοῦς ἥμισυ ἡμέρας. Ἀπὸ Πέτραντος [τοῦ] μικροῦ Χερρόνησοι Ἀχιλίδες, λιμήν (ταῦτα τῆς Κυρηναίων χώρας ἐστί)· πλοῦς ἡμέρας. Ἐν δὲ τῷ μέσῳ Πέτραντος καὶ Χερρονήσου εἰσὶ νῆσοι Ἀηδωνία καὶ Πλατείαι. Ὕφορμοι δὲ ὑπ᾽ αὐταῖς εἰσίν. Ἐντεῦθεν ἄρχεται τὸ σίλφιον φύεσθαι γύης *· παρήκει δὲ ἀπὸ Χερρονήσου διὰ τῆς μεσογείας μέχρι Ἑσπερίδων, παρὰ γῆς ἐγγὺς στάδια ͵αφʹ μάλιστα. Ἀφροδισίας νῆσος ὕφορμος· Ναύσταθμος λιμήν. Πλοῦς ἀπὸ Χερρονήσου ἡμέρας μίας, ἀπὸ δὲ Ναυστάθμου εἰς λιμένα τὸν Κυρήνης στάδια ρʹ. Ἐκ δὲ τοῦ λιμένος εἰς Κυρήνην στάδια ὀγδοήκοντα. Ἔστι δὲ Κυρήνη ἐν μεσογείᾳ. Εἰσὶ δὲ οὗτοι λιμένες πάνορμοι. Καὶ ἄλλαι δὲ καταφυγαὶ ὑπὸ νησιδίοις καὶ ὕφορμοι καὶ ἀκταὶ πολλαὶ ἐν τῇ μεταξὺ χώρᾳ. Ἐκ δὲ λιμένος τῆς Κυρήνης μέχρι λιμένος τοῦ κατὰ Βάρκην στάδια φʹ· ἡ δὲ πόλις ἡ δὲ Βαρκαίων ἀπὸ θαλάσσης ἀπέχει στάδια ρʹ. Ἐκ δὲ λιμένος τοῦ κατὰ Βάρκην ἐφ᾽ Ἑσπερίδας στάδια χκʹ. Ἐκ δὲ Κυρήνης εἰσὶ λιμένες, καὶ χωρία ἐστὶν ἐσχισμένα μέχρι Ἑσπερίδων τάδε· Φυκοῦς κόλπος· ἄνω δὲ ἐνταῦθά ἐστιν ὁ κῆπος τῶν Ἑσπερίδων. Ἔστι δὲ τόπος βαθὺς ὀργυιῶν ιηʹ, ἀπότομος κύκλῳ, οὐδαμοῦ ἔχων κατάβασιν· ἔστι δὲ δύο σταδίων πανταχῆ, οὐκ ἔλλατον, εὖρος καὶ μῆκος. Οὗτός ἐστι σύσκιος δένδρεσιν ἐμπεπλεγμένοις ἐν ἀλλήλοις, ὡς ὅτι μάλιστα πυγνοτάτοις. Τὰ δένδρα ἐστὶ λωτός, μηλέαι παντοδαπαί, ῥοαί, ἄπιοι, μιμαίκυλα, συκάμινα, ἄμπελοι, μυρσίναι, δάφναι, κισσός, ἐλαίαι, κότινοι, ἀμυγδαλαί, καρύαι. Τῶν δὲ χωρίων ἃ οὐκ εἴρηται, ἐστὶ (δὲ) κατὰ τὸν κῆπον Ἄμπελος, Ἄπιος, ἀλλάσσει στάδια λʹ, Χερρόνησος κῆποι πλεῖστοι, Ζηνερτίς, Ταύχειρα, Καυκαλοῦ κώμη, Ἑσπερίδες πόλις καὶ λιμήν, καὶ ποταμὸς ἐπὶ τῇ πόλει Ἐκκειός. Κατὰ ταῦτα τὰ χωρία ἀπὸ Χερρονήσων τῶν Ἀντίδων τὰ μὲν Κυρηναίων, τὰ δὲ Βαρκαίων ἐστὶ μέχρι Ἑσπερίδων.
109. Νασαμωνες καὶ μακαι. Ἀπὸ δὲ Ἑσπερίδων κόλπος ἐστὶ μέγας, ὧι ὄνομα Σύρτις, ὡς δὲ εἰπεῖν ὅτι μάλιστα εἰκάζοντι σταδίων ͵ε. Ἔστιν αὐτῇ τὸ πλάτος ἀπὸ Ἑσπερίδων εἰς Νέαν πόλιν τὴν πέραν πλοῦς ἡμερῶν τριῶν καὶ νυκτῶν τριῶν. Περιοικοῦσι δὲ αὐτὴν Λιβύων ἔθνος Νασαμῶνες μέχρι τοῦ μυχοῦ τοῦ ἐπ᾽ ἀριστερᾷ· τούτων δὲ ἔχονται Λιβύων ἔθνος παρὰ τὴν Σύρτιν μέχρι τοῦ στόματος τῆς Σύρτιδος Μάκαι. Εἰς δὲ τὴν Σύρτιν ἀπὸ Ἑσπερίδων εἰσπλέοντι Ἡράκλειοι θῖνες· ἔχονται δὲ τούτων Δρέπανον, νῆσοι Πόντιαι τρεῖς, εἶτα τούτων Λευκαὶ [αἷ] καλοῦνται. Ἐν δὲ τῷ κοιλατάτῳ τῆς Σύρτιδος (ἐν τῷ μυχῷ) Φιλαίνου βωμοί, ἐπῖνειον, Ἄμμωνος [ἁλοῦς] ἄλσος τῆς Σύρτιδος. Ἀπὸ τούτου τὴν Σύρτιν παροικοῦντες οἱ Μάκαι χειμαζοῦσιν ἐπὶ θαλάττῇ τὰ βοσκήματα κλείοντες, τοῦ δὲ θέρους, ὑπεκλειπόντων τῶν ὑδάτων, ἀπελάνουσι τὰ βοσκήματα εἰς μεσογείαν ἄνω μεθ᾽ ἑαυτῶν. Μετὰ δὲ τὴν Σύρτιν [ἔξω τῆς Σύρτιδος] ἐστὶ χωρίον καλὸν καὶ πόλις, ἧι ὄνομα Κίνυψ· ἔστι δὲ ἔρημος. Ἀπὸ δὲ Νέας πόλεως ἀπέχει εἰς τὴν Σύρτιν στάδια πʹ (πάντη)· ὑπ᾽ αὐτῶν δ᾽ ἐστὶ ποταμὸς Κίνυψ, καὶ νῆσος ὔπεστι πρὸς τὸν ποταμόν. Τὸ δὲ βάθος τῆς Σύρτιδος ἔσω τῶν Ἑσπερίδων πρὸς τοὺς Φιλαίνου βωμοὺς εἰς τὸν μύχον τοῦ κόλπου πλοῦς ἡμερῶν γʹ καὶ νυκτῶν· πλάτος δὲ ἀπὸ Κίνυφος ποταμοῦ πρὸς τὰς Λευκὰς νήσους πλοῦς ἡμερῶν τεσσάρων καὶ νυκτῶν τεσσάρων.
110. Λωτοφαγοι. Τὰ δὲ ἔξω τῆς Σύρτιδος παροικοῦσι Λιβύες Λωτοφάγοι ἔθνος μέχρι τοῦ στόματο τῆς ἑτέρας Σύρτιδος. Οὗτοι λωτῷ χρῶνται σίτῳ καὶ ποτῷ. Ἀπὸ δὲ Νέας πόλεως τῆς Καρχηδονίων χώρας Γράφαρα πόλις. Ταύτης παράπλους ἡμέρας μιᾶς ἀπὸ Νέας πόλεως. Ἀπὸ δὲ Γραφάρων Ἀβρότονον πόλις καὶ λιμήν. Ταύτης ὁ παράπλους ἡμέρας μιᾶς. Ἀπὸ δὲ Ἀβροτόνου Ταριχεῖαι, πόλις καὶ λιμήν. Παράπλους ἀπὸ Ἀβροτόνου ἡμέρας μιᾶς. Κατὰ δὲ ταῦτα ἐστὶ νῆσος, ᾗ ὄνομα Βραχείων, μετὰ Λωτοφάγους κατὰ Ταριχείας. Ἔστι δὲ ἡ νῆσος αὕτη σταδίων τʹ, πλάτος δὲ μικρῷ ἐλάττων. Ἀπέχει δὲ ἀπὸ τῆς ἠπείρου ὡσεὶ στάδια γʹ. Ἐν δὲ τῇ νήσῳ γίνεται λωτός, ὃν ἐσθίουσι, καὶ ἕτερος, ἐξ οὗ οἶνον ποιοῦσιν. Ὁ δὲ τοῦ λωτοῦ καρπός ἐστι τῷ μεγέθει ὅσον μιμαίκυλον. Ποιοῦσι δὲ καὶ ἔλαιον πολὺ ἐκ κοτίνων. Φέρει δὲ καρπὸν ἡ νῆσος πολύν, πυροὺς καὶ κριθάς. Ἔστι δὲ ἡ νῆσος εὔγειος. Πλοῦς ἀπὸ Ταριχειῶν εἰς τὴν νῆσον ἡμέρας μιᾶς. Μετὰ δὲ τὴν νῆσόν ἐστι Ἔπιχος πόλις. Ἀπὸ δὲ τῆς νήσου εἰς Ἔπιχον πλοῦς ἡμέρας ἡμισείας. Ἀπὸ δὲ Ἐσχιοδων [εἰς Μακομάδα ἢ Νεάπολιν] πλοῦς ἡμέρας· καὶ νῆσος ἔπεστιν ἐπ᾽ αὐτῇ ἐρήμη. Μετὰ δὲ ταύτην Κερκινῖτις νῆσος καὶ πόλις, καὶ κατὰ ταύτην Θάψος. Παράπλους ἀπὸ ταύτης εἰς Θάψον ἡμέρας καὶ ἡμίσεως. Ἀπὸ δὲ Θάψου ** [καὶ Λέπτεως] τῆς μικρὰς καὶ Ἀδρύμετός ἐστι κόλπος μέγας εἴσω, ἐν ὧι ἡ Σύρτις ἐστὶ ἡ μικρά, Κερκινῖτις καλουμένη, πολὺ τῆς ἄλλης Συρτίδος χαλεπωτέρα καὶ δυσπλοωτέρα, ἧς τὸ περίμετρον στάδια ͵β. Ἐν ταύτῃ τῇ Σύρτιδι ἐνέστηκεν ἡ νῆσος Τριτωνὶς καλουμένη καὶ ποταμὸς Τρίτων, καὶ αὐτόθεν ἐστὶν Ἀθηνᾶς Τριτωνίδος ἱερόν. Στόμα δὲ ἔχει λίμνη μικρόν, καὶ ἐν τῷ στόματι νῆσος ἔπεστι· καὶ ὅταν ἀνάπωτις ἦι, ἐνίοτε ἡ λίμνη οὐκ ἔχειν εἴσπλουν ἐστὶ φαίνουσα. Ἡ δὲ λίμνη αὕτη ἐστὶ μεγάλη, τὸ περίμετρον ἔχουσα ὡς σταδίων χιλίων. Περιοικοῦσι δὲ αὐτὴν Λιβύες πάντες * ἔθνος, καὶ πόλις τὰ ἐπέκεινα πρὸς ἡλίου δυσμάς· οὗτοι γὰρ ἅπαντες * Λιβύες λέγονται ξανθοί, ἄπαστοι * καὶ κάλλιστοι. Καὶ ἡ χώρα αὕτη ἀρίστη καὶ παμφορωτάτη, καὶ βοσκήματα παρ᾽ αὐτοῖς ἐστὶ καὶ μέγιστα καὶ πλεῖστα· καὶ αὐτοὶ πλουσιώτατοι (καὶ κάλλιστοι). Μετὰ δὲ τὴν Σύρτιν ταύτην Νεάπολίς ἐστι. Παράπλους δὲ ἀπὸ Ἀδρύμητος ἐπὶ Νέαν πόλιν ἡμέρας ἐστί. Μετὰ δὲ Νέαν πόλιν Ἑρμαία ἄκρα καὶ πόλις. Παράπλους ἀπὸ Νέας πόλεως εἰς Ἑρμαίαν ἡμέρας καὶ ἡμίσεως. Ἀπὸ δὲ Νέας πόλεώς ἐστιν εἰς ἰσθμὸν στάδια ρπʹ πεζῇ πρὸς τὴν ἑτέραν θάλασσαν τὴν πρὸς Καρχηδόνα. Ἔστι δὲ ἀκτή, δι᾽ ἧς ἰσθμός ἐστι. Παράπλους ἀπὸ τοῦ ποταμοῦ ἐντεῦθεν εἰς Καρχηδόνα ἥμισυ ἡμέρας. Ἡ δὲ Καρχηδονίων χώρα ἐστὶν ἐν κόλπῳ.
111. Καρχηδων. Μετὰ δὲ τὸν ἰσθμὸν Καρχηδών ἐστι, πόλις Φοινίκων καὶ λιμήν. Παράπλους ἀπὸ Ἑρμαίας ἥμισυ ἡμέρας εἰς Καρχηδόνα. Ἔπεισι δὲ νησία ἐν τῇ Ἑρμαίᾳ ἄκρᾳ, Ποντία νῆσος καὶ Κόσυρος. Πλοῦς δὲ ἀπὸ Ἑρμαίας ἐπὶ Κόσυρον ἡμέρας. Ἀπὸ Ἑρμαίας ἄκρας πρὸς ἥλιον ἀνίσχοντα [μικρὸν ἀπὸ Ἑρμαίας] εἰσὶ νῆσοι τρεῖς μικραὶ κατὰ τοῦτο, ὑπὸ Καρχηδονίων οἰκούμεναι· Μελίτη πόλις καὶ λιμήν, Γαῦλος πόλις, Λαμπάς· αὕτη πύργους ἔχει δύο ἢ τρεῖς. Ἀπὸ δὲ Κοσύρου ἐπὶ Λιλύβαιον ἀκρωτήριον Σικελίας πλοῦς ἡμέρας μιᾶς. Μετὰ Καρχηδόνα Ἰτύκη πόλις καὶ λιμήν. Παράπλους δὲ ἀπὸ Καρχηδόνος εἰς Ἰτύκην μιᾶς ἡμέρας. Ἀπὸ Ἰτύκης Ἵππου Ἄκρα [ἢ] Ἱππὼν πόλις, καὶ λίμνη ἐπ᾽ αὐτῇ ἐστί, καὶ νῆσοι ἐν τῇ λίμνῃ, καὶ περὶ τὴν λίμνην πόλεις (ἐν ταῖς νήσοις) αἵδε· Ψέγας πόλις, καὶ ἀπαντίον αὐτῆς νῆσοι Ναξικαὶ πολλαί· Πιθηκοῦσαι καὶ λιμήν· κατ᾽ ἐναντίον αὐτῶν καὶ νῆσος καὶ πόλις ἐν τῇ νήσῳ Εὔβοια· Θάψα καὶ πόλις καὶ λιμήν, Καύκασις πόλις καὶ λιμήν, Σίδα πόλις, Ἰουλίου ἄκρα, πόλις καὶ λιμήν, Ἕβδομος πόλις καὶ λιμήν, Ἀξίον νῆσος, πόλις καὶ λιμὴν ἔπεστι, Ψαμαθὸς νῆσος, πόλις καὶ λιμήν· καὶ κόλπος. Ἐν δὲ τῷ κόλπῳ Βαρτὰς νῆσος καὶ λιμήν, Χάλκας πόλις ἐν τῷ ποταμῷ, Ἀρύλων πόλις, Μὴς πόλις καὶ λιμήν, Σίγη πόλις ἐν τῷ ποταμῷ, καὶ πρὸ τοῦ ποταμοῦ νῆσος Ἄκρα, πόλις μεγάλη [καὶ] λιμήν, Ἄκρος ἡ πόλις καὶ ὁ κόλπος ἐν αὐτῇ, ἔρημος νῆσος Δρίναυπα ὄνομα, Ἡράκλειος στήλη [ἡ] ἐν Λιβύῃ, ἄκρα Ἀβιλυκὴ [καὶ] πόλις ἐν ποταμῷ καὶ ἀντίον αὐτῆς τὰ Γάδειρα νῆσοι. Ἀπὸ Καρχηδόνος ταύτῃ ἐστὶν ἐφ᾽ Ἡρακλείους στήλας τοῦ καλλίστου πλοῦ παράπλους ἡμερῶν ἑπτὰ καὶ νυκτῶν ἑπτά.ΓΑΔΕΙΡΑ. Εἰσὶ νῆσοι αὗται πρὸς τῆι Εὐρώπηι· τούτων ἡ ἑτέρα πόλιν ἔχει· καὶ Ἡράκλειοι στῆλαι κατὰ ταύτας, ἡ μὲν ἐν τῇ Λιβύῃ ταπεινή, ἡ δὲ ἐν τῆι Εὐρώπῃ ὑψηλή. Αὗται δέ εἰσιν ἄκραι καταντικρὺ ἀλλήλων· διέχουσι δὲ αὗται ἀπ᾿ ἀλλήλων πλοῦν ἡμέρας. Παράπλους Λιβύης ἀπ᾿ Αἰγύτου τοῦ Κανωπικοῦ στόματος μέχρι Ἡρακλείων στηλῶν, τιθεμένου τοῦ λογισμοῦ κατὰ ταὐτά, ἅπερ ἐν Ἀσίαι καὶ Εὐρώπηι γέγραπται, κατὰ τοὺς κόλπους κύκλωι περιπλέοντι ἡμερῶν οδʹ. Ὅσα γέγραπται πολίσματα ἢ ἐμπόρια ἐν τῇ Λιβύῃ, ἀπὸ τῆς Σύρτιδος τῆς παρ᾿ Ἑσπερίδας μέχρι Ἡρακλείων στηλῶν ἐν Λιβύῃ, πάντα ἐστὶ Καρχηδονίων.
112. Μετὰ δὲ Ἡρακλείους στήλας εἰς τὸ ἔξω πλέοντι, ἔχοντι τὴν Λιβύην ἐν ἀριστερᾷ, κόλπος ἐστὶ μέγας μέχρι Ἑρμαίας ἄκρας. Ἔστι γὰρ καὶ ἐνταῦθα Ἑρμαία ἄκρα. Κατὰ δὲ μέσον τὸν κόλπον κεῖται Ποντίον τόπος καὶ πόλις. Περὶ δὲ τὴν πόλιν λίμνη κεῖται μεγάλη, ἐν δὲ τῇ λίμνη ταύτῃ κεῖνται νῆσοι πολλαί. Περὶ δὲ τὴν λίμνην πέφυκε κάλαμος καὶ κύπειρος καὶ φλέως καὶ θρυόν. Αἱ δὲ ὄρνιθες αἱ Μελεαγρίδες ἐνταῦθά εἰσιν, ἄλλου δὲ οὐδαμοῦ, ἂν μὴ ἐντεῦθεν ἐξαχθῶσιν. Τῇ δὲ λίμνῃ ταύτῃ ὄνομα Κηφησίας, τῷ δὲ κόλπῳ Κῶτης. Ἔστι δὲ Ἡρακλείων στηλῶν καὶ Ἑρμαίας ἄκρας ἐν τῇ μεταξύ. Ἀπὸ δὲ τῆς Ἑρμαίας ἄκρας ἕρματα τέταται μεγάλα, ἀπὸ δὴ τῆς Λιβύης ἐπὶ τὴν Εὐρώπην, οὐχ ὑπερέχοντα τῆς θαλάττης· ἐπικλύζει δὲ ἐπ᾿ αὐτὰ ἐνιαχῆ. Τέταται δὲ τὸ ἕρμα ἐπὶ ἑτέραν ἄκραν τῆς Εὐρώπης τὸ καταντικρύ· τῇ δὲ ἄκρᾳ ταύτῃ ὄνομα Ἱερὸν ἀκρωτήριον. Ἀπὸ δὲ τῆς Ἑρμαίας ἄκρας ποταμός ἐστιν Ἀνίδες· ἐξίησι δὲ οὗτος εἰς λίμνην μεγάλην. Μετὰ δὲ Ἀνίδην (εἶτά) ἐστιν ἄλλος ποταμὸς μέγας Λίξος καὶ πόλις Φοινίκων Λίξος, καὶ ἑτέρα πόλις Λιβύων ἐστὶ πέραν τοῦ ποταμοῦ καὶ λιμήν. Μετὰ δὲ Λίξον Κράβις ποταμὸς καὶ λιμὴν καὶ πόλις Φοινίκων Θυμιατηρία ὄνομα. Ἀπὸ Θυμιατηρίας * εἰς Σολόεντα ἄκραν, ἣ ἀνέχει μάλιστα εἰς τὸν πόντον. Τῆς δὲ Λιβύης πᾶσα αὕτη ἡ χώρα ὀνομαστοτάτη καὶ ἱερωτάτη. Ἐπὶ δὲ τῷ ἀκρωτηρίῳ τῆς ἄκρας ἔπεστι βωμὸς μέγας, ποινής *, Ποσειδῶνος. Ἐν δὲ τῷ βωμῷ εἰσὶ γεγραμμένοι ἀνδριάντες, λέοντες, δελφῖνες· Δαίδαλον δέ φασι ποιῆσαι. Ἀπὸ δὲ Σολόεντος ἄκρας ποταμός ἐστιν, ᾧ ὄνομα Ξιῶν. Περὶ τοῦτον τὸν ποταμὸν περιοικοῦσι Αἰθίοπες ἱεροί. Κατὰ δὲ ταῦτα νῆσός ἐστιν, ᾧ ὄνομα Κέρνη. Παράπλους δὲ ἀπὸ Ἡρακλείων στηλῶν ἐπὶ Ἑρμαῖαν ἄκραν ἡμερῶν δύο. Ἀπὸ δὲ Ἑρμαίας ἄκρας εἰς Σολόεντα ἄκραν παράπλους ἡμερῶν τριῶν. Ἀπὸ δὲ Σολόεντος εἰς Κέρνην παράπλους ἡμερῶν ἑπτά. Σύμπας δὲ ὁ παράπλους οὗτός ἐστι ἀπὸ Ἡρακλείων στηλῶν εἰς Κέρνην νῆσον ἡμερῶν δώδεκα. Τῆς Κέρνης δὲ νήσου τὰ ἐπέκεινα οὐκέτι ἐστὶ πλωτὰ διὰ βραχύτητα θαλάττης καὶ πηλὸν καὶ φῦκος. Ἔστι δὲ τὸ φῦκος τῆς δοχμῆς τὸ πλάτος καὶ ἄνωθεν ὀξύ, ὥστε κεντεῖν. Οἱ δὲ ἐμποροί εἰσι μὲν Φοίνικες· ἐπᾶν δὲ ἀφίκωνται εἰς τὴν νῆσον τὴν Κέρνην, τοὺς μὲν γαύλους καθορμίζουσιν, ἐν τῇ Κέρνῃ σκηνὰς ποιησάμενοι αὑτοῖς· τὸν δὲ φόρτον ἐξελόμενοι αὐτοὶ διακομίζουσιν ἐν μικροῖς πλοίοις εἰς τὴν ἤπειρον. Εἰσὶ δὲ Αἰθίοπες πρὸς τὴν ἤπειρον. Εἰσὶ δὲ οὗτοι οἱ Αἰθίοπες, πρὸς οὓς διατίθενται. Πωλοῦσι δὲ πρὸς δέρματα ἐλάφων καὶ λεόντων καὶ παρδάλεων καὶ δέρματα ἐλεφάντων καὶ ὀδόντας, καὶ τῶν ἡμέρων βοσκημάτων. Οἱ Αἰθίοπες χρῶνται κόσμῳ * στίκτοις, καὶ ἐκπώμασι τοῦ ἐλέφαντος φιάλαις· καὶ αἱ γυναῖκες αὐτῶν χρῶνται κόσμῳ ψελίοις τοῦ ἐλέφαντος· χρῶνται δὲ καὶ πρὸς τοὺς ἵππους ἐλεφαντίνωι κόσμῳ. Εἰσὶ δὲ οὗτοι οἱ Αἰθίοπες μέγιστοι ἀνθρώπων πάντων ὧν ἡμεῖς ἴσμεν, μείζους ἢ τετραπήχεις· εἰσὶ δέ τινες αὐτῶν καὶ πενταπήχεις· καὶ πωγωνοφόροι εἰσὶ καὶ κομῆται, καὶ κάλλιστοι πάντων ἀνδρώπων οὗτοί εἰσι. Καὶ βασιλεύει αὐτῶν οὗτος, ὃς ἂν ᾗ μέγιστος. Εἰσὶ καὶ ἱππηλάται καὶ ἀκοντισταὶ καὶ τοξόται, καὶ χρῶνται τοῖς βέλεσι πεπυρακτωμένοις. Οἱ δὲ Φοίνικες ἔμποροι εἰσάγουσιν αὐτοῖς μύρον, λίθον Αἰγυπτίαν, ἄπρους ἐξαράκτους, κέραμον Ἀττικὸν καὶ χοῦς· τὰ γὰρ πλάσματά ἐστιν ὤνια ἐν τοῖς Χουσὶ τῇ ἑορτῇ. Εἰσὶ δὲ οἱ Αἰθίοπες οὗτοι κρεοφάγοι, γαλακτοπόται, οἶνον δὲ ποιοῦσι πολὺν ἀπὸ ἀμπέλων· τὸν δὲ καὶ αὐτὸν οἱ Φοίνικες ἄγουσιν. Ἔστι δὲ αὐτοῖς καὶ πόλις μεγάλη, πρὸς ἣν οἱ Φοίνικες εἰσπλέουσιν οἱ ἔμποροι. Λέγουσι δέ τινες τούτους τοὺς Αἰθίοπας παρήκειν συνεχῶς οἰκοῦντας ἐντεῦθεν εἰς Αἴγυπτον, καὶ εἶναι ταύτην [τὴν] θάλατταν συνεχῆ, ἀκτὴν δὲ εἶναι τὴν Λιβύην.
Ἄρχεται δὲ τὸ διάφραγμα ἀπὸ Εὐρίπου τοῦ κατὰ Χαλκίδα καὶ ἔστιν ἐπὶ Γεραιστὸν στάδια [ψʹ καὶ νʹ].
Ἀπὸ Γεραιστοῦ ἐπὶ Παιώνιον τῆς Ἄνδρου στάδια πʹ.
Ἀπὸ [Παιωνίου] τῆς Ἄνδρου ἐπὶ τὸν Αὐλῶνα στάδια σπʹ.
Τοῦ Αὐλῶνος διάπλους εἰς Τῆνον στάδια ιβʹ.
Αὐτῆς δὲ τῆς νήσου ἐπὶ τὸ ἀκρωτήριον τὸ κατὰ Ῥηναίαν στάδια ρνʹ.
Τοῦ δὲ διάπλου εἰς Ῥηναίαν στάδια μʹ.
Αὐτῆς δὲ Ῥηναίας καὶ τοῦ διάπλου εἰς Μύκονον στάδια μʹ.
Ἀπὸ δὲ Μυκόνου διάπλους ἐπὶ τοὺς Μελαντίους σκοπέλους προαριστιδίου μικρῶι ἐλάττων, σταδίων [ρ]μʹ.
Ἀπὸ δὲ Μελαντίων σκοπέλων πλοῦς εἰς Ἴκαρον προαριστιδίος.
Αὐτῆς δὲ τῆς Ἰκάρου στάδια τʹ ἐπὶ μῆκος.
Ἀπὸ δὲ Ἰκάρου πλοῦς εἰς Σάμον προαριστιδίος.
Αὐτῆς δὲ Σάμου στάδια σʹ.
Ἐκ Σάμου εἰς Μυκάλην τοῦ διάπλου στάδια ζʹ (ιζʹ?).
Τὸ πᾶν, ἐὰν ἐκ Σάμου πλέωσι πρὸ ἀρίστου, στάδια ͵βτοʹ, μὴ προσλογιζομένου τοῦ πλοῦ [τοῦ ἐκ Μυκάλης εἰς Σάμον].
113. Ἕτερον διάφραγμα ὀρθόν κατ᾽ εὐθὺ.
[Ἀπὸ Μαλέας] ἕως Κυθήρων στάδια λʹ (ρλʹ?).
Αὐτῶν δὲ Κυθήρων μῆκος στάδια ρʹ (σʹ?).
Εἰς Αἰγιλίαν πλοῦς προαριστιδίος.
[Αὐτῆς Αἰγιλίας μῆκος στάδια νʹ.
Ἀπ᾽ Αἰγιλίας εἰς Κρήτην, πλοῦς προαριστιδίος.]
Κρήτης αὐτῆς μῆκος στάδια βφʹ (͵αφʹ?).
Ἀπὸ Κρήτης εἰς Καρπάθον στάδια ρʹ (φʹ?).
Αὐτῆς Καρπάθου μῆκος στάδια ρʹ (τʹ?).
Εἰς Ῥόδον ἀπὸ Καρπάθου πλοῦς στάδια ρʹ (τʹ?).
Αὐτῆς Ῥόδου μῆκος στάδια χʹ.
Ἀπὸ Ῥόδου εἰς τὴν Ἀσίαν στάδια ρʹ.
Ἔστι δὲ τοῦ διάπλου τὸ διάφραγμα στάδια ͵δσοʹ.
Μεγίστη Σαρδώ. Δευτέρα Σικελία. Τρίτη Κρήτη. Τετάρτη Κύπρος. Πέμπτη Εὔβοια. Ἕκτη Κύρνος. Ἑβδόμη Λέσβος. Ὀγδόη Ῥόδος. Ἐνάτη Χίος. Δεκάτη Σάμος. Ἑνδεκάτη Κόρκυρα. Δωδεκάτη Κάσος. Τρισκαιδεκάτη Κεφαλληνία. Τεσσαρεσκαιδεκάτη Νάξος. Πεντεκαιδεκάτη Κῶς. Ἑξκαιδεκάτη Ζάκυνθος. Ἑπτακαιδεκάτη Λῆμνος. Ὀκτωκαιδεκάτη Αἴγινα. Ἐννακαιδεκάτη Ἴμβρος. Εἰκοστὴ Θάσος.