Πελιάδες
Πελιάδες Συγγραφέας: Αποσπάσματα |
Ο Ευριπίδης για πρώτη φορά συμμετείχε σε ποιητικό αγώνα το 455 π.Χ. με το συγκεκριμένο έργο. Κέρδισε την τρίτη θέση. |
Μήδεια πρὸς μὲν δώμασιν τυραννικοῖς
τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
αἰνῶ· διδάξαι δ᾽ ὦ τέκνον σε βούλομαι.
ὅταν μὲν ᾖς παῖς, μὴ πλέον παιδὸς φρονεῖν,
ἐν παρθένοις δὲ παρθένου τρόπους ἔχειν,
ὅταν δ᾽ ὑπ᾽ ἀνδρὸς χλαῖναν εὐγενοῦς πέσῃς,
. . . . . . . . . . . .
τὰ δ᾽ ἄλλ᾽ ἀφεῖναι μηχανήματ᾽ ἀνδράσιν.
πρὸς κέντρα μὴ λάκτιζε τοῖς κρατοῦσί σου.
τὸ δ᾽ ἔσχατον δὴ τοῦτο θαυμαστὸν βροτοῖς
τυραννίς, οὐχ εὕροις ἂν ἀθλιώτερον.
φίλους τε πορθεῖν καὶ κατακτανεῖν χρεών,
πλεῖστος φόβος πρόσεστι μὴ δράσωσί τι.
οὐκ ἔστι τὰ θεῶν ἄδικ᾽, ἐν ἀνθρώποισι δὲ
κακοῖς νοσοῦντα σύγχυσιν πολλὴν ἔχει.
ὁρῶσι δ᾽ οἱ διδόντες εἰς τὰ χρήματα.
ἐν τοῖσι μὲν δεινοῖσιν ὡς φίλοι φίλων·
ὅταν δὲ πράξωσ᾽ εὖ, διωθοῦνται χάριν
αὐτοὶ δι᾽ αὑτοὺς εὐτυχεῖν ἡγούμενοι.
ὁ γὰρ ξυνὼν κακὸς μὲν ἢν τύχῃ γεγώς,
τοιούσδε τοὺς ξυνόντας ἐκπαιδεύεται,
χρηστοὺς δὲ χρηστός· ἀλλὰ τὰς ὁμιλίας
ἐσθλὰς διώκειν, ὦ νέοι, σπουδάζετε.
φθείρου· τὸ γὰρ δρᾶν οὐκ ἔχων λόγους ἔχεις.
ἀντεμμάσασθαι
ἀρταμεῖν
εὐστόχως
κατηβολή
λύσιμον
ὄβρια