Πατρίδος Εγκώμιον

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Πατρίδος Ἐγκώμιον
Συγγραφέας: Λουκιανός
Lucian. Works. with an English Translation by. A. M. Harmon. Cambridge, MA. Harvard University Press. London. William Heinemann Ltd. 1913. 1.


[1] Ὅτι μὲν οὐδὲν γλύκιον ἧς πατρίδος, φθάνει προτεθρυλημένον. ἆρ' οὖν ἥδιον μὲν οὐδέν, σεμνότερον δέ τι καὶ θειότερον ἄλλο; καὶ μὴν ὅσα σεμνὰ καὶ θεῖα νομίζουσιν ἄνθρωποι, τούτων πατρὶς αἰτία καὶ διδάσκαλος, γεννησαμένη καὶ ἀναθρεψαμένη καὶ παιδευσαμένη. πόλεων μὲν οὖν μεγέθη καὶ λαμπρότητας καὶ πολυτελείας κατασκευῶν θαυμάζουσι πολλοί, πατρίδας δὲ στέργουσι πάντες· καὶ τοσοῦτον οὐδεὶς ἐξηπατήθη τῶν καὶ πάνυ κεκρατημένων ὑπὸ τῆς κατὰ τὴν θέαν ἡδονῆς, ὡς ὑπὸ τῆς ὑπερβολῆς τῶν παρ' ἄλλοις θαυμάτων λήθην ποιήσασθαι τῆς πατρίδος.

[2] Ὅστις μὲν οὖν σεμνύνεται πολίτης ὢν εὐδαίμονος πόλεως, ἀγνοεῖν μοι δοκεῖ τίνα χρὴ τιμὴν ἀπονέμειν τῇ πατρίδι, καὶ ὁ τοιοῦτος δῆλός ἐστιν ἀχθόμενος ἄν, εἰ μετριωτέρας ἔλαχε τῆς πατρίδος· ἐμοὶ δὲ ἥδιον αὐτὸ τιμᾶν τὸ τῆς πατρίδος ὄνομα. πόλεις μὲν γὰρ παραβαλεῖν πειρωμένῳ προσήκει μέγεθος ἐξετάζειν καὶ κάλλος καὶ τὴν τῶν ὠνίων ἀφθονίαν· ὅπου δ' αἵρεσίς ἐστι πόλεων, οὐδεὶς ἂν ἕλοιτο τὴν λαμπροτέραν ἐάσας τὴν πατρίδα, ἀλλ' εὔξαιτο μὲν ἂν εἶναι καὶ τὴν πατρίδα ταῖς εὐδαίμοσι παραπλησίαν, ἕλοιτο δ' ἂν τὴν ὁποιανοῦν.

[3] Τὸ δ' αὐτὸ τοῦτο καὶ οἱ δίκαιοι τῶν παίδων πράττουσιν καὶ οἱ χρηστοὶ τῶν πατέρων· οὔτε γὰρ νέος καλὸς κἀγαθὸς ἄλλον ἂν προτιμήσαι τοῦ πατρὸς οὔτε πατὴρ καταμελήσας τοῦ παιδὸς ἕτερον ἂν στέρξαι νέον, ἀλλὰ τοσοῦτόν γε οἱ πατέρες νικώμενοι προσνέμουσι τοῖς παισίν, ὥστε καὶ κάλλιστοι καὶ μέγιστοι καὶ τοῖς πᾶσιν ἄριστα κεκοσμημένοι οἱ παῖδες αὐτοῖς εἶναι δοκοῦσιν. ὅστις δὲ μὴ τοιοῦτός ἐστι δικαστὴς πρὸς τὸν υἱόν, οὐ δοκεῖ μοι πατρὸς ὀφθαλμοὺς ἔχειν.

[4] Πατρίδος τοίνυν τὸ ὄνομα πρῶτον οἰκειότατον πάντων· οὐδὲν γὰρ ὅ τι τοῦ πατρὸς οἰκειότερον. εἰ δέ τις ἀπονέμει τῷ πατρὶ τὴν δικαίαν τιμήν, ὥσπερ καὶ ὁ νόμος καὶ ἡ φύσις κελεύει, προσηκόντως ἂν τὴν πατρίδα προτιμήσαι· καὶ γὰρ ὁ πατὴρ αὐτὸς τῆς πατρίδος κτῆμα καὶ ὁ τοῦ πατρὸς πατὴρ καὶ οἱ ἐκ τούτων οἰκεῖοι πάντες ἀνωτέρω, καὶ μέχρι θεῶν πατρῴων πρόεισιν ἀναβιβαζόμενον τὸ ὄνομα.

[5] Χαίρουσι καὶ θεοὶ πατρίσι καὶ πάντα μέν, ὡς εἰκός, ἐφορῶσι τὰ τῶν ἀνθρώπων, αὑτῶν ἡγούμενοι κτήματα πᾶσαν γῆν καὶ θάλασσαν, ἐφ' ἧς δὲ ἕκαστος αὐτῶν ἐγένετο, προτιμᾷ τῶν ἄλλων ἁπασῶν πόλεων. καὶ πόλεις σεμνότεραι θεῶν πατρίδες καὶ νῆσοι θειότεραι παρ' αἷς ὑμνεῖται γένεσις θεῶν. ἱερὰ γοῦν κεχαρισμένα ταῦτα νομίζεται τοῖς θεοῖς, ἐπειδὰν εἰς τοὺς οἰκείους ἕκαστος ἀφικόμενος ἱερουργῇ τόπους. εἰ δὲ θεοῖς τίμιον τὸ τῆς πατρίδος ὄνομα, πῶς οὐκ ἀνθρώποις γε πολὺ μᾶλλον;

[6] Καὶ γὰρ εἶδε τὸν ἥλιον πρῶτον ἕκαστος ἀπὸ τῆς πατρίδος, ὡς καὶ τοῦτον τὸν θεόν, εἰ καὶ κοινός ἐστιν, ἀλλ' οὖν ἑκάστῳ νομίζεσθαι πατρῷον διὰ τὴν πρώτην ἀπὸ τοῦ τόπου θέαν· καὶ φωνῆς ἐνταῦθα ἤρξατο τὰ ἐπιχώρια πρῶτα λαλεῖν μανθάνων καὶ θεοὺς ἐγνώρισεν. εἰ δέ τις τοιαύτης ἔλαχε πατρίδος, ὡς ἑτέρας δεηθῆναι πρὸς τὴν τῶν μειζόνων παιδείαν, ἀλλ' οὖν ἐχέτω καὶ τούτων τῶν παιδευμάτων τῇ πατρίδι τὴν χάριν· οὐ γὰρ ἂν ἐγνώρισεν οὐδὲ πόλεως ὄνομα μὴ διὰ τὴν πατρίδα πόλιν εἶναι μαθών.

[7] Πάντα δέ, οἶμαι, παιδεύματα καὶ μαθήματα συλλέγουσιν ἄνθρωποι χρησιμωτέρους αὑτοὺς ἀπὸ τούτων ταῖς πατρίσι παρασκευάζοντες· κτῶνται δὲ καὶ χρήματα φιλοτιμίας ἕνεκεν τῆς εἰς τὰ κοινὰ τῆς πατρίδος δαπανήματα. καὶ εἰκότως, οἶμαι· δεῖ γὰρ οὐκ ἀχαρίστους εἶναι τοὺς τῶν μεγίστων τυχόντας εὐεργεσιῶν. ἀλλ' εἰ τοῖς καθ' ἕνα τις ἀπονέμει χάριν, ὥσπερ ἐστὶ δίκαιον, ἐπειδὰν εὖ πάθῃ πρός τινος, πολὺ μᾶλλον προσήκει τὴν πατρίδα τοῖς καθήκουσιν ἀμείβεσθαι· κακώσεως μὲν γὰρ γονέων εἰσὶ νόμοι παρὰ ταῖς πόλεσι, κοινὴν δὲ προσήκει πάντων μητέρα τὴν πατρίδα νομίζειν καὶ χαριστήρια τροφῶν ἀποδιδόναι καὶ τῆς τῶν νόμων αὐτῶν γνώσεως.

[8] Ὤφθη δὲ οὐδεὶς οὕτως ἀμνήμων τῆς πατρίδος, ὡς ἐν ἄλλῃ πόλει γενόμενος ἀμελεῖν, ἀλλ' οἵ τε κακοπραγοῦντες ἐν ταῖς ἀποδημίαις συνεχῶς ἀνακαλοῦσιν ὡς μέγιστον τῶν ἀγαθῶν ἡ πατρίς, οἵ τε εὐδαιμονοῦντες, ἂν καὶ τὰ ἄλλα εὖ πράττωσιν, τοῦτο γοῦν αὐτοῖς μέγιστον ἐνδεῖν νομίζουσιν τὸ μὴ τὴν πατρίδα οἰκεῖν, ἀλλὰ ξενιτεύειν· ὄνειδος γὰρ τὸ τῆς ξενιτείας. καὶ τοὺς κατὰ τὸν τῆς ἀποδημίας χρόνον λαμπροὺς γενομένους ἢ διὰ χρημάτων κτῆσιν ἢ διὰ τιμῆς δόξαν ἢ διὰ παιδείας μαρτυρίαν ἢ δι' ἀνδρείας ἔπαινον ἔστιν ἰδεῖν εἰς τὴν πατρίδα πάντας ἐπειγομένους, ὡς οὐκ ἂν ἐν ἄλλοις βελτίοσιν ἐπιδειξαμένους τὰ αὑτῶν καλά· καὶ τοσούτῳ γε μᾶλλον ἕκαστος σπεύδει λαβέσθαι τῆς πατρίδος, ὅσῳπερ ἂν φαίνηται μειζόνων παρ' ἄλλοις ἠξιωμένος.

[9] Ποθεινὴ μὲν οὖν καὶ νέοις ἡ πατρίς· τοῖς δὲ ἤδη γεγηρακόσιν ὅσῳ πλεῖον τοῦ φρονεῖν ἢ τοῖς νέοις μέτεστι, τοσούτῳ καὶ πλείων ἐγγίνεται πόθος τῆς πατρίδος· ἕκαστος γοῦν τῶν γεγηρακότων καὶ σπεύδει καὶ εὔχεται καταλῦσαι τὸν βίον ἐπὶ τῆς πατρίδος, ἵν', ὅθεν ἤρξατο βιοῦν, ἐνταῦθα πάλιν καὶ τὸ σῶμα παρακατάθηται τῇ γῇ τῇ θρεψαμένῃ καὶ τῶν πατρῴων κοινωνήσῃ τάφων· δεινὸν γὰρ ἑκάστῳ δοκεῖ ξενίας ἁλίσκεσθαι καὶ μετὰ θάνατον, ἐν ἀλλοτρίᾳ κειμένῳ γῇ.

[10] Ὅσον δὲ τῆς εὐνοίας τῆς πρὸς τὰς πατρίδας μέτεστιν τοῖς ὡς ἀληθῶς γνησίοις πολίταις μάθοι τις ἂν ἐκ τῶν αὐτοχθόνων· οἱ μὲν γὰρ ἐπήλυδες καθάπερ νόθοι ῥᾳδίας ποιοῦνται τὰς μεταναστάσεις, τὸ μὲν τῆς πατρίδος ὄνομα μήτε εἰδότες μήτε στέργοντες, ἡγούμενοι δ' ἁπανταχοῦ τῶν ἐπιτηδείων εὐπορήσειν, μέτρον εὐδαιμονίας τὰς τῆς γαστρὸς ἡδονὰς τιθέμενοι. οἷς δὲ καὶ μήτηρ ἡ πατρίς, ἀγαπῶσι τὴν γῆν ἐφ' ἧς ἐγένοντο καὶ ἐτράφησαν, κἂν ὀλίγην ἔχωσι, κἂν τραχεῖαν καὶ λεπτόγεων· κἂν ἀπορῶσι τῆς γῆς ἐπαινέσαι τὴν ἀρετήν, τῶν γε ὑπὲρ τῆς πατρίδος οὐκ ἀπορήσουσιν ἐγκωμίων. ἀλλὰ κἂν ἴδωσιν ἑτέρους σεμνυνομένους πεδίοις ἀνειμένοις καὶ λειμῶσι φυτοῖς παντοδαποῖς διειλημμένοις, καὶ αὐτοὶ τῶν τῆς πατρίδος ἐγκωμίων οὐκ ἐπιλανθάνονται, τὴν δὲ ἱπποτρόφον ὑπερορῶντες τὴν κουροτρόφον ἐπαινοῦσι.

[11] Καὶ σπεύδει τις εἰς τὴν πατρίδα, κἂν νησιώτης ᾖ, κἂν παρ' ἄλλοις εὐδαιμονεῖν δύνηται, καὶ διδομένην ἀθανασίαν οὐ προσήσεται, προτιμῶν τὸν ἐπὶ τῆς πατρίδος τάφον, καὶ ὁ τῆς πατρίδος αὐτῷ καπνὸς λαμπρότερος ὀφθήσεται τοῦ παρ' ἄλλοις πυρός.

[12] Οὕτω δὲ ἄρα τίμιον εἶναι δοκεῖ παρὰ πᾶσιν ἡ πατρίς, ὥστε καὶ τοὺς πανταχοῦ νομοθέτας ἴδοι τις ἂν ἐπὶ τοῖς μεγίστοις ἀδικήμασιν ὡς χαλεπωτάτην ἐπιβεβληκότας τὴν φυγὴν τιμωρίαν. καὶ οὐχ οἱ νομοθέται μὲν οὕτως ἔχουσιν, οἱ δὲ πιστευόμενοι τὰς στρατηγίας ἑτέρως, ἀλλ' ἐν ταῖς μάχαις τὸ μέγιστόν ἐστι τῶν παραγγελμάτων τοῖς παραταττομένοις, ὡς ὑπὲρ πατρίδος αὐτοῖς ὁ πόλεμος, καὶ οὐδεὶς ὅστις ἂν ἀκούσας τούτου κακὸς εἶναι θέλῃ· ποιεῖ γὰρ τὸν δειλὸν ἀνδρεῖον τὸ τῆς πατρίδος ὄνομα.