Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/XIII/28 Βακχυλίδου ή Σιμωνίδου

Από Βικιθήκη
XIII 28 Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι
Συγγραφέας:
Παλατινή Ανθολογία, XIII (βιβλίο 13ο, Επιγράμματα διαφόρων μέτρων)
Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι, Βακχυλίδου ή Σιμωνίδου, Παλατινή Ανθολογία, Βιβλίο 13ο, Επίγραμμα 28, AP XIII 28


XIII 28 Βακχυλίδου ή Σιμωνίδου

[Επεξεργασία]
Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις
αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν,
οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων ἔθηκαν· εὖ τούσδ' Ἀντιγένης ἐδίδασκεν ἄνδρας,
εὖ δ' ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων Ἀγρεῖος ἡδὺ πνεῦμα χέων καθαροῖς ἐν αὐλοῖς,
τῶν ἐχορήγησεν κύκλον μελίγηρυν Ἱππόνικος, Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς,
αἵ οἱ ἐπ' ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν θεοῦ θ' ἕκατι θῆκαν ἰοστεφάνων τε Μοισᾶν.