Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/XI/64 Αγαθία

Από Βικιθήκη
AP XI 64 Ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχου
Συγγραφέας:
Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα)
Ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχου, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 64 (AP ΧI 64)


XI 64 Αγαθία

[Επεξεργασία]
Ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχου ἄμμιγα βακχευτὴν ῥυθμὸν ἀνεπλέκομεν.
ἤδη δ' ἄσπετον οἶδμα κατέρρεεν· οἷα δὲ λέμβοι κισσύβια γλυκερῶν νήχεθ' ὑπὲρ ῥοθίων,
οἷσιν ἀρυσσάμενοι σχέδιον ποτὸν ἤνομεν ἤδη, θερμῶν Νηϊάδων οὐ μάλα δευόμενοι.
ἡ δὲ καλὴ ποτὶ ληνὸν ὑπερκύπτουσα Ῥοδάνθη μαρμαρυγῆις κάλλους νᾶμα κατηγλάϊσεν.
πάντων δ' ἐκδεδόνηντο θοαὶ φρένες, οὐδέ τις ἡμέων ἦεν, ὃς οὐ Βάκχωι δάμνατο καὶ Παφίηι.
τλήμονες, ἀλλ' ὁ μὲν εἷρπε παραὶ ποσὶν ἄφθονος ἡμῖν· τῆς δ' ἄρ' ὑπ' ἐλπωρῆι μοῦνον ἐπαιζόμεθα.