Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/XI/379 Αγαθία

Από Βικιθήκη
AP XI 379 Οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόντας
Συγγραφέας:
Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα)
Οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόντας, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 379 (AP ΧI 379)


XI 379 Αγαθία

[Επεξεργασία]
Οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόντας ὑμετέρους, ἵνα σοῖς ἐν μεγάροις πελάσηι·
εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ, ναὶ τάχα δαρδάψεις καὶ φίλον ὃν καλέεις.
ἀλλ' οὐ σεῖο μέλαθρά με δέξεται· οὐ γὰρ ἔγωγε βήσομαι ὑμετέρηι γαστρὶ φυλαξόμενος.
εἰ δέ ποτ' ἐς τεὸν οἶκον ἐλεύσομαι, οὐ μέγ' ἄνυσσεν Λαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας·
ἀλλ' ἔσομαι πολύτλας τις ἐγὼ πλέον, εἰ σὲ περήσω, Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον.