Παλατινή Ανθολογία/XI/376 Αγαθία
Εμφάνιση
< Παλατινή Ανθολογία | XI
←Βιβλίο 11o, 375 | AP XI 376 Ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν Συγγραφέας: Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα) |
Βιβλίο 11o, 377→ |
Ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 376 (AP ΧI 376) |
XI 376 Αγαθία
[Επεξεργασία]- Ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν εἴρετό μιν τοίης ἀμφὶ δικασπολίης·
- «ἡμετέρη θεράπαινα φύγεν ποτέ· τὴν δέ τις εὑρὼν ἀλλοτρίην τ' εἶναι λάτριν ἐπιστάμενος
- ζεῦξεν ἑῶι θεράποντι. τέκεν δ' ὑπὸ παῖδας ἐκείνωι· καὶ τίνι δουλεύειν εἰσὶ δικαιότεροι;»
- ὅς δ' ὅτε μερμήριξε καὶ ἔδρακε βίβλον ἑκάστην, εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιον·
- «ἢ σοὶ ἢ τῶι ἑλόντι τεὴν θεράπαιναν ἀνάγκη δουλεύειν κείνους, ὧν χάριν ἐξερέεις·
- δίζεο δ' εὐμενέοντα δικασπόλον, αἶψα δ' ἀποίσηι ψῆφον ἀρειοτέρην, εἴ γε δίκαια λέγεις.»