Παλατινή Ανθολογία/XI/352 Αγαθία
Εμφάνιση
< Παλατινή Ανθολογία | XI
←Βιβλίο 11o, 351 | AP XI 352 Τὸν σοφὸν ἐν κιθάρηι, τὸν μουσικὸν Ἀνδροτίωνα Συγγραφέας: Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα) |
Βιβλίο 11o, 353→ |
Τὸν σοφὸν ἐν κιθάρηι, τὸν μουσικὸν Ἀνδροτίωνα, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 352 (AP ΧI 352) |
XI 352 Αγαθία
[Επεξεργασία]- Τὸν σοφὸν ἐν κιθάρηι, τὸν μουσικὸν Ἀνδροτίωνα εἴρετό τις τοίην κρουματικὴν σοφίην·
- «Δεξιτερὴν ὑπάτην ὁπότε πλήκτροισι δόνησας, ἡ λαιὴ νήτη πάλλεται αὐτομάτως
- λεπτὸν ὑποτρίζουσα, καὶ ἀντίτυπον τερέτισμα πάσχει, τῆς ἰδίης πλησσομένης ὑπάτης·
- ὥστε με θαυμάζειν πῶς ἄπνοα νεῦρα ταθέντα ἡ φύσις ἀλλήλοις θήκατο συμπαθέα.»
- ὃς δὲ τὸν ἐν πλήκτροισιν Ἀριστόξεινον ἀγητὸν ὤμοσε μὴ γνῶναι τήνδε θεημοσύνην·
- «ἔστι δ'» ἔφη «λύσις ἥδε· τὰ νευρία πάντα τέτυκται ἐξ ὄϊος χολάδων ἄμμιγα τερπσομένων·
- τοὔνεκεν εἰσὶν ἀδελφά, καὶ ὡς ξύμφυλα συνηχεῖ, ξυγγενὲς ἀλλήλων φθέγμα μεριζόμενα.
- γνήσια γὰρ τάδε πάντα, μιῆς ἅτε γαστρὸς ἐόντα, καὶ τῶν ἀντιτύπων κληρονομεῖ πατάγων.
- καὶ γὰρ δεξιὸν ὄμμα κακούμενον ὄμματι λαιῶι πολλάκι τοὺς ἰδίους ἀντιδίδωσι πόνους.»