Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/VIII

Από Βικιθήκη
Βιβλίο 8ο, Εκ των επιγραμμάτων του Αγίου Γρηγορίου του Θεολόγου, AP VIII
Παλατινή Ανθολογία
Παλατινή Ανθολογία, Βιβλίο 8o Εκ των επιγραμμάτων του Αγίου Γρηγορίου του Θεολόγου (AP VIII) / Παλατινή Ανθολογία/VIII μετάφραση



ἐκ τῶν ἐπιγραμμάτων τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου

ἐπιτύμβιον εἰς Ἰωάννην καὶ Θεοδόσιον

[Επεξεργασία]

ἐνθάδε τύμβος ἔχει θεοειδέας ἀνέρας ἐσθλούς,
θεῖον Ἰωάννην, τὸν πάνυ Θευδόσιον,
ὧν ἀρετὴ πολύολβος ἐς οὐρανοῦ ἄντυγας ἦλθε,
καὶ φωτὸς μετόχους δεῖξεν ἀκηρασίου,

εἰς τὸν μέγαν Βασίλειον τὸν Καισαρείας ἐπίσκοπον τῆς ἐν Καππαδοκίᾳ

[Επεξεργασία]

σῶμα δίχα ψυχῆς ζώειν πάρος ἢ ἐμὲ σεῖο,
Βασίλιε, Χριστοῦ λάτρι, φίλ᾽, ὠιόμην
ἀλλ᾽ ἔτλην καὶ ἔμεινα. τί μέλλομεν; οὒ μ᾽ ἀναείρας
θήσεις ἐς μακάρων σήν τε χοροστασίην;
μή με λίπῃς, μή, τύμβον ἐπόμνυμι: οὔ ποτε σεῖο
λήσομαι, οὐδὲ θέλων. Γρηγορίοιο λόγος.

εἰς τὸν αὐτὸν Βασίλειον τὸν μέγαν

[Επεξεργασία]

ἡνίκα Βασιλίοιο θεόφρονος ἥρπασε πνεῦμα
ἡ Τριὰς ἀσπασίως ἔνθεν ἐπειγομένου,
πᾶσα μὲν οὐρανίη στρατιὴ γήθησεν ἰόντι,
πᾶσα δὲ Καππαδοκῶν ἐστονάχησε πόλις
οὐκ οἶον κόσμος δὲ μέγ᾽ ἴαχεν

ὤλετο κῆρυξ,
ὤλετο εἰρήνης δεσμὸς ἀριπρεπέος

εἰς τὸν αὐτόν

[Επεξεργασία]

κόσμος ὅλος μύθοισιν ὑπ᾽ ἀντιπάλοισιν ἀεικῶς
σείεται, ὁ Τριάδος κλῆρος ὁμοσθενέος:
αἰαῖ: Βασιλίου δὲ μεμυκότα χείλεα σιγᾷ.
ἔγρεο: καὶ στήτω σοῖσι λόγοισι σάλος
σαῖς τε θυηπολίῃσι: σὺ γὰρ μόνος ἶσον ἔφηνας
καὶ βίοτον ἔφηνας καὶ βιότητι λόγον.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

εἷς θεὸς ὑψιμέδων ἕνα δ᾽ ἄξιον ἀρχιερῆα
ἡμετέρη γενεὴ εἶδέ σε, Βασίλιε,
ἄγγελον ἀτρεκίης ἐριηχέα, ὄμμα φαεινὸν
Χριστιανοῖς, ψυχῆς κάλλεσι λαμπόμενον,
Πόντου Καππαδοκῶν τε μέγα κλέος εἰσέτι καὶ νῦν,
λίσσομ᾽, ὑπὲρ κόσμου ἵστασο δῶρ᾽ ἀνάγων.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

ἐνθάδε Βασιλίοιο Βασίλιον ἀρχιερῆα
θέντο με Καισαρέες, Γρηγορίοιο φίλον,
ὃν περὶ κῆρι φίλησα: θεὸς δέ οἱ ὄλβια δοίη
ἄλλα τε, καὶ ζωῆς ὡς τάχος ἀντιάσαι
ἡμετέρης: τί δ᾽ ὄνειαρ ἐπὶ χθονὶ δηθύνοντα
τήκεσθ᾽, οὐρανίης μνωόμενον φιλίης;

εἰς τὸν αὐτόν

[Επεξεργασία]

τυτθὸν ἔτι πνείεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ
δῶκας ἄγων, ψυχήν, σῶμα, λόγον, παλάμας,
Βασίλιε, Χριστοῖο μέγα κλέος, ἕρμ᾽ ἱερήων,
ἕρμα πολυσχίστου νῦν πλέον ἀτρεκίης. [p. 404]

εἰς τὸν αὐτόν

[Επεξεργασία]

ὦ μύθοι, ὦ ξυνὸς φιλίης δόμος, ὦ φίλ᾽ Ἀθῆναι,
ὦ θείου βιότου τηλόθε συνθεσίαι,
ἴστε τόδ᾽, ὡς Βασίλειος ἐς οὐρανόν, ὡς ποθέεσκεν.,
Γρηγόριος δ᾽ ἐπὶ γῆς χείλεσι δεσμὰ φέρων.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Καισαρέων μέγ᾽ ἄεισμα, φαάντατε ὦ Βασίλειε,
βροντὴ σεῖο λόγος, ἀστεροπὴ δὲ βίος:
ἀλλὰ καὶ ὣς ἕδρην ἱερὴν λίπες: ἤθελεν οὕτω
Χριστός, ὅπως μίξῃ ς1᾽ ὡς τάχος οὐρανίοις.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

βένθεα πάντ᾽ ἐδάης τὰ πνεύματος, ὅσσα τ᾽ ἔασι
τῆς χθονίης σοφίης: ἔμπνοον ἱρὸν ἔης.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

ὀκτάετες λαοῖο θεόφρονος ἡνία τείνας,
τοῦτο μόνον τῶν σῶν, ὦ Βασίλει᾽, ὀλίγον.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

χαίροις, ὦ Βασίλειε, καὶ εἰ λίπες ἡμέας, ἔμπης:
Γρηγορίου τόδε σοι γράμμ᾽ ἐπιτυμβίδιον,
μῦθος ὅδ᾽ ὃν φιλέεσκες: ἔχοις χερός. ὦ Βασίλειε,
τῆς φιλίης καὶ σοὶ δῶρον ἀπευκτότατον.
Γρηγόριος, Βασίλειε, τεῇ κόνι τήνδ᾽ ἀνέθηκα
τῶν ἐπιγραμματίων, θεῖε, δυωδεκάδα. [p. 406]

εἰς τὸν ἑαυτοῦ πατέρα

[Επεξεργασία]

ἔνθ᾽ ἑκατονταέτης, ζωῆς βροτέης καθύπερθε,
πνεύματι καὶ θώκῳ τεσσαρακονταέτης,
μείλιχος, ἡδυεπής, λαμπρὸς Τριάδος ὑποφήτης,
νήδυμον ὕπνον ἔχω, Γρηγορίοιο δέμας:
ψυχὴ δὲ πτερόεσσα λάχεν Θεόν. ἀλλ᾽ ἱερῆες
ἁζόμενοι κείνου καὶ τάφον ἀμφέπετε.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

ἔκ με πικρῆς ἐκάλεσσε Θεός μέγας ἀγριελαίης,
ποίμνης δ᾽ ἡγεμόνα θῆκε τὸν οὐδ᾽ ὀίων
ἔσχατον ἐκ πλευρῆς δὲ θεόφρονος ὄλβον ἔνειμεν
γῆρας δ᾽ ἐς λιπαρὸν ἱκόμεθ᾽ ἀμφότεροι,.
ἱρὸς ἐμῶν τεκέων ἀγανώτατος: εἰ δὲ τελευτὴν
ἔτλην Γρηγόριος, οὐ μέγα: θνητὸς ἔην.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

εἴ τις ὄρους καθύπερθεν ἁγνῆς ὀπὸς ἔπλετο μύστης
Μωσῆς, καὶ μεγάλου Γρηγορίοιο νόος,
ὅν ποτε τηλόθ᾽ ἐόντα χάρις μέγαν ἀρχιερῆα
θήκατο νῦν δ᾽ ἱερῆς ἐγγὺς ἔχει Τριάδος.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

αὐτὸς νηὸν ἔρεψα Θεῷ, καὶ δῶχ᾽ ἱερῆα
Γρηγόριον καθαρῇ λαμπόμενον Τριάδι,
ἄγγελον ἀτρεκίης ἐριηχέα, ποιμένα λαῶν,
ἠίθεον σοφίης ἀμφοτέρης πρύτανιν. [p. 408]

εἰς τὸν αὐτόν

[Επεξεργασία]

τέκνον ἐμόν, τὰ μὲν ἄλλα πατρὸς καὶ φέρτερος εἴης,
τὴν δ᾽ ἀγανοφροσύνην ἄξιος (οὔ τι πλέον
εὔξασθαι θέμις ἐστί): καὶ ἐς βαθὺ γῆρας ἵκοιο,
τοίου κηδεμόνος, ὦ μάκαρ, ἀντιάσας.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

οὐκ ὄις, εἶτ᾽ ὀίων προφερέστατος1: αὐτὰρ ἔπειτα
ποιμήν, εἶτα πατήρ, καὶ νομέων νομέας,
θνητοὺς ἀθάνατόν τε Θεὸν μέγαν εἰς ἓν ἀγείρων,
κεῖμαι Γρηγόριος Γρηγορίου γενέτης.
ὄλβιος, εὐγήρως, εὔπαις θάνον, ἀρχιερῆος
ἀρχιερεύς τε πατήρ, Γρηγόριος: τί πλέον;

εἰς τὸν αὐτόν

[Επεξεργασία]

οὔτι μὲν ἐς πολύκαρπον ἀλωὴν ὄρθριος ἦλθον,
ἔμπα δὲ τῶν προτέρων πλείονα μισθὸν ἔχω
Γρηγόριος, ποιμήν τε καλὸς καὶ πλείονα ποίμνην
Χριστῷ ἀναθρέψας ἤθεσι μειλιχίοις.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

οὐχ ὁσίης ῥίζης μὲν ἐγὼ θάλος, εὐαγέος δὲ
συζυγίης κεφαλὴ καὶ τεκέων τριάδος:
ποίμνης ἡγεμόνευσα ὁμόφρονος: ἔνθεν ἀπῆλθον
πλήρης καὶ χθονίων κοὐρανίων ἐτέων.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Γρηγόριος, τὸ δὲ θαῦμα, χάριν καὶ πνεύματος αἴγλην
ἔνθεν ἀειρόμενος ῥῖψ᾽ ἐπὶ παιδὶ φίλῳ. [p. 410]

εἰς τὸν αὐτόν

[Επεξεργασία]

τυτθὴ μάργαρός ἐστιν, ἀτὰρ λιθάκεσσιν ἀνάσσει,
τυτθὴ καὶ Βηθλέμ, ἔμπα δὲ χριστοφόρος:
ὣς δ᾽ ὀλίγην μὲν ἐγὼ ποίμνην λάχον, ἀλλὰ φερίστην
Γρηγόριος, τὴν σύ, παῖ φίλε, λίσσομ᾽, ἄγοις.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Ποιμενίην σύριγγα τεαῖς ἐν χερσὶν ἔθηκα
Γρηγόριος: σὺ δέ μοι τέκνον ἐπισταμένως
σημαίνειν ζωῆς δὲ θύρας πετάσειας ἅπασιν,
ἐς δὲ τάφον πατέρος ὥριος ἀντιάσαις.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Στράψε μὲν οἷς τὸ πάροιθεν ἐν οὔρεϊ Χριστὸς ἀμείφθη,
στράψε δὲ Γρηγορίου τοῦ καθαροῖο νόῳ, ,
τῆμος ὅτ᾽ εἰδώλων ἔφυγε ζόφον ὡς δ᾽ ἐκαθάρθη,
ᾗσι θυηπολίαις λαὸν ὃν εἰσέτ᾽ ἄγει.

εἰς τὴν μητέρα ἐκ τοὖ θυσιαστηρίου προσληφθεῖσαν

[Επεξεργασία]

παντός σοι μύθοιο καὶ ἔργματος ἦεν ἄριστον
ἦμαρ κυριακόν. πένθεϊ πένθος ἅπαν,
μῆτερ ἐμή, τίουσα, μόναις ὑπόεικες ἑορταῖς.
εὐφροσύνης, ἀχέων ἵστορα νηὸν ἔχεις:
χῶρος ἅπας δάκρυσι τεοῖς σφρηγίζετο, μῆτερ
μούνῳ δὲ σταυρῷ πήγνυτο καὶ δάκρυα.

εἰς τὴν αὐτὴν μητέρα Νόνναν

[Επεξεργασία]

οὔποτε σεῖο τράπεζα, θυηδόχος ἔδρακε νῶτα,
οὐδὲ διὰ στομάτων ἦλθε βέβηλον ἔπος:
οὐδὲ γέλως μαλακῇσιν ἐφίζανε, μύστι, παρειαῖς.
σιγήσω κρυφίους σεῖο, μάκαιρα, πόνους.
καὶ τὰ μὲν ἔνδοθι τοῖα, τὰ δ᾽ ἔκτοθι πᾶσι πέφανται:
τοὔνεκα καὶ θείῳ σῶμ᾽ ἀπέλειπες ἕδει. [p. 412]

εἰς τὴν αὐτήν

[Επεξεργασία]

πῶς ἐλύθη Νόννης καλὰ γούνατα; πῶς δὲ μέμυκεν
χείλεα; πῶς ὄσσων οὐ προχέει λιβάδας;
ἄλλοι δ᾽ αὖ βοόωσι παρ᾽ ἠρίον ἡ δὲ τράπεζα
οὐκέτ᾽ ἔχει καρποὺς τῆς μεγάλης παλάμης:
χῶρος δ᾽ ἐστὶν ἔρημος ἁγνοῦ ποδός, οἱ δ᾽ ἱερῆες
οὐκέτ᾽ ἐπὶ τρομερὴν κρατὶ βαλοῦσι χέρα.
χῆραι δ᾽ ὀρφανικοί τε, τί ῥέξετε; παρθενίη δὲ
καὶ γάμος εὐζυγέων, κέρσατ᾽ ἄπο πλοκάμους,
...
τοῖσιν ἀγαλλομένη κρατὸς φέρε πάντα χαμᾶζε,
τῆμος ὅτ᾽ ἐν νηῷ ῥικνὸν ἀφῆκε δέμας,

εἰς τὴν αὐτήν

[Επεξεργασία]

Σάρρα σοφὴ τίουσα φίλον πόσιν ἀλλὰ σύ, μῆτερ,
πρῶτα Χριστιανόν, εἶθ᾽ ἱερῆα μέγαν,
σὸν πόσιν ἐσθλὸν ἔθηκας ἀπόπροθι φωτὸς ἐόντα.
Ἄννα, σὺ δ᾽ υἷα φίλον καὶ τέκες εὐξαμένη,
καὶ νηῷ μιν ἔδωκας ἁγνὸν θεράποντα Σαμουήλ
ἡ δ᾽ ἑτέρη κόλποις Χριστὸν ἔδεκτο μέγαν
Νόννα δ᾽ ἀμφοτέρων ἔλαχε κλέος: ὑστάτιον δὲ
νηῷ λισσομένη πάρθετο σῶμα φίλον.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

Ἐμπεδόκλεις, σὲ μὲν αὐτίκ᾽ ἐτώσια φυσιόωντα
καὶ βροτὸν Αἰτναίοιο πυρὸς κρητῆρες ἔδειξαν
Νόννα δ᾽ οὐ κρητῆρας ἐσήλατο, πρὸς δὲ τραπέζῃ
τῇδέ ποτ᾽ εὐχομένη καθαρὸν θύος ἔνθεν ἀέρθη,
καὶ νῦν θηλυτέρῃσι μεταπρέπει εὐσεβέεσσι,
Σουσάννῃ, Μαριάμ τε καὶ Ἄνναις, ἕρμα γυναικῶν. [p. 414]

εἰς τὴν αὐτήν

[Επεξεργασία]

Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, εἴξατε μύθων,
καὶ σὺ γ᾽ Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε:
ὑμεῖς μὲν θνητοὶ καὶ οὐ μάκαρες παθέεσσι:
θυμῷ δ᾽ ἄρρενι Νόννα βίου τμήξασα κέλευθον,
χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων,
ἥλατ᾽ ἐπουρανίην εἰς ἄντυγα ὡς ποθέεσκεν,
τρίσμακαρ ἐν νηῷ σῶμ᾽ ἀποδυσαμένη.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

Γρηγόριον βοόωσα παρ᾽ ἀνθοκόμοισιν ἀλωαῖς
ἤντεο, μῆτερ ἐμή, ξείνης ἄπο νισσομένοισι,
χεῖρας δ᾽ ἀμπετάσασα φίλας τεκέεσσι φίλοισι,
Γρηγόριον βοόωσα: τὸ δ᾽ ἔζεεν αἷμα τεκούσης
ἀμφοτέροις ἐπὶ παισί, μάλιστα δὲ θρέμματι θηλῆς:
τοὔνεκα καὶ σὲ τόσοις ἐπιγράμμασι, μῆτερ, ἔτισα.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

ἄλλη μὲν κλεινή τις ἐνοικιδίοισι πόνοισιν,
ἄλλη δ᾽ ἐκ χαρίτων ἠδὲ σαοφροσύνης,
ἄλλη δ᾽ εὐσεβίης ἔργοις καὶ σαρκὸς ἀνίαις,
δάκρυσιν, εὐχωλαῖς, χερσὶ πενητοκόμοις:
Νόννα δ᾽ ἐν πάντεσσιν ἀοίδιμος: εἰ δὲ τελευτὴν
τοῦτο θέμις καλέειν, κάτθανεν εὐχομένη.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

τέκνον ἐμῆς θηλῆς, ἱερὸν θάλος, ὡς ἐπόθησα,
οἴχομαι εἰς ζωήν, Γρηγόρι᾽, οὐρανίην [p. 416]
καὶ γὰρ πόλλ᾽ ἐμόγησας ἐμὸν κομέων πατέρος τε
γῆρας, ἃ καὶ Χριστοῦ βίβλος ἔχει μεγάλη:
ἀλλά, φίλος, τοκέεσσιν ἐφέσπεο, καί σε τάχιστα
δεξόμεθ᾽ ἡμετέροις φάεσι προφρονέως.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

ψυχὴ μὲν πτερόεσσα πρὸς οὐρανὸν ἤλυθε Νόννης,
σῶμα δ᾽ ἄρ᾽ ἐκ νηοῦ Μάρτυσι παρθέμεθα.
Μάρτυρες, ἀλλ᾽ ὑπόδεχθε θύος μέγα, τὴν πολύμοχθον
σάρκα καὶ ὑμετέροις αἵμασιν ἑσπομένην,
αἵμασιν ὑμετέροισιν, ἐπεὶ ψυχῶν ὀλετῆρος
δηναιοῖσι πόνοις κάρτος ἔπαυσε μέγα.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

οὐ μόσχων θυσίην σκιοειδέα, οὐδὲ χιμάρρων,
οὐδὲ πρωτοτόκων Νόνν᾽ ἀνέθηκε Θεῷ:
ταῦτα νόμος προτέροισιν, ὅτ᾽ εἰκόνες: ἡ δ᾽ ἄρ᾽ ἑαυτὴν
δῶκεν ὅλην βιότῳ, μάνθανε, καὶ θανάτῳ.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

εὐχομένη βοόωσα παρ᾽ ἁγνοτάτῃσι τραπέζαις
Νόννα λύθη, φωνὴ δ᾽ ἐδέθη καὶ χείλεα καλὰ
γηραλέης. τί τὸ θαῦμα; θεὸς θέλεν ὑμνήτειραν
γλῶσσαν ἐπ᾽ εὐφήμοισι λόγοις κληῖδα βαλέσθαι:
καὶ νῦν οὐρανόθεν μέγ᾽ ἐπεύχεται ἡμερίοισιν.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

εὐχωλαῖς καὶ πόντον ἐκοίμισε Νόννα θεουδὴς
οἷς τεκέεσσι φίλοισι, καὶ ἐκ περάτων συνάγειρεν
ἀντολίης δύσιός τε, μέγα κλέος, οὐ δοκέοντας,
μητρὸς ἔρως: νοῦσόν τε πικρὴν ἀποέργαθεν ἀνδρός:
λισσομένη, τὸ δὲ θαῦμα, λίπεν βίον ἔνδοθι νηοῦ. [p. 418]

εἰς τὴν αὐτήν

[Επεξεργασία]

πολλάκις ἔκ με νόσων τε καὶ ἀργαλέων ὀρυμαγδῶν,
σεισμῶν τε κρυερῶν, καὶ ἄγρια κυμαίνοντος
οἴδματος ἐξεσάωσας, ἐπεὶ Θεὸν ἵλαον εἶχες:
ἀλλὰ σάω καὶ νῦν με, πάτερ, μεγάλῃσι λιτῇσι,
καὶ σύ, τεκοῦσα, μάκαιρα ἐν εὐχωλῇσι θανοῦσα.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

Νόνναν ἐπουρανίοισιν ἀγαλλομένην φαέεσσι,
καὶ ῥίζης ἱερῆς πτόρθον ἀειθαλέα,
Γρηγορίου ἱερῆος ὁμόζυγα, καὶ πραπίδεσσιν
εὐαγέων τεκέων μητέρα, τύμβος ἔχω.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄυπνοι,
καὶ νηοῖο πέδον δάκρυσι δευόμενον,
σοί, Νόννα ζαθέη, τοίην βιότοιο τελευτὴν
ὤπασαν, ἐν νηῷ ψῆφον ἑλεῖν θανάτου.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

μούνη σοὶ φωνὴ περιλείπετο, Νόννα φαεινή,
πάνθ᾽ ἄμυδις ληνοῖς ἐνθεμένη μεγάλοις,
ἐκ καθαρῆς κραδίης ἁγνὸν θύος: ἀλλ᾽ ἄρα καὶ τὴν
ὑστατίην νηῷ λεῖπες ἀειρομένη.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

οὐδὲ θάνεν νηοῖο θυώδεος ἔκτοθι Νόννα,
φωνὴν δὲ προτέρην ἥρπασε Χριστὸς ἄναξ
λισσομένης: πόθεεν γὰρ ἐν εὐχωλῇσι τελέσσαι
τόνδε βίον πάσης ἁγνότερον θυσίης. [p. 420]

εἰς τὴν αὐτήν

[Επεξεργασία]

Νόνν᾽ ἱερή, σὺ δὲ πάντα Θεῷ βίον ἀντείνασα
ὑστάτιον ψυχὴν δῶκας ἁγνὴν θυσίην
τῇδε γὰρ εὐχομένη ζωὴν λίπες: ἡ δὲ τράπεζα,
μῆτερ ἐμή, τῷ σῷ δῶκε κλέος θανάτῳ.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

τῆσδε πατήρ μὲν ἐμὸς λάτρις μέγας ἦε τραπέζης
μήτηρ δ᾽ εὐχομένη πὰρ ποσὶ λῆξε βίου,
Γρηγόριος Νόννα τε μεγακλέες: εὔχομ᾽ ἄνακτι
τοῖαν ἐμοὶ ζωὴν καὶ τέλος ἀντιάσαι.

εἰς τὴν αὐτήν

[Επεξεργασία]


    πολλά, τράπεζα φίλη, Νόννης καὶ δάκρυ᾽ ἐδέξω:
    δέχνυσο καὶ ψυχήν, τὴν πυμάτην θυσίην.

εἶπε καὶ ἐκ μελέων κέαρ ἔπτατο: ἓν δ᾽ ἄρα μοῦνον,
παῖδ᾽ ἐπόθει, τεκέων τὸν ἔτι λειπόμενον.

==

εἰς τὴν αὐτήν
ἔνθα ποτ᾽ εὐχομένης τόσσον νόος ἔπτατο Νόννης,
μέσφ᾽ ὅτε καὶ ψυχὴ ἕσπετ᾽ ἀειρομένῳ:
εὐχομένης δὲ νέκυς ἱερῇ παρέκειτο τραπέζῃ.
γράψατ᾽ ἐπερχομένοις θαῦμα τόδ᾽, εὐσεβέες.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

τίς θάνεν ὡς θάνε Νόννα, παρ᾽ εὐαγέεσσι τραπέζαις,
τῶν ἱερῶν σανίδων χερσὶν ἐφαπτομένη;
τίς λύσεν εὐχομένης Νόννης τύπον; ὡς ἐπὶ δηρὸν
ἤθελεν ἔνθα μένειν καὶ νέκυς εὐσεβέων. [p. 422]

εἰς τὴν αὐτήν

[Επεξεργασία]

ἔνθα ποτ᾽ εὐχομένῃ Νόννῃ Θεὸς εἶπεν ἄνωθεν
ἔρχεο: ‘’ ἡ δ᾽ ἐλύθη σώματος ἀσπασίως,
χειρῶν ἀμφοτέρων τῇ μὲν κατέχουσα τράπεζαν,
τῇ δ᾽ ἔτι λισσομένη: ‘ἵλαθι, Χριστὲ ἄναξ.’

εἰς τὴν αὐτήν

[Επεξεργασία]

ῥίζης εὐσεβέος γενόμην καὶ σὰρξ ἱερῆος,
καὶ μήτηρ: Χριστῷ σῶμα, βίον, δάκρυα,
πάντ᾽ ἐκένωσα φέρουσα: τὸ δ᾽ ἔσχατον, ἔνθεν ἀέρθην
νηῷ γηραλέον Νόννα λιποῦσα δέμας.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

πίστις Ἐνὼχ μετέθηκε καὶ Ἠλίαν, ἐν δὲ γυναιξὶ
μητέρ᾽ ἐμὴν πρώτην οἶδε τράπεζα τόδε,
ἔνθεν ἀναιμάκτοισιν ὁμοῦ θυέεσσιν ἀέρθη
εἰσέτι λισσομένη σώματι Νόννα φίλη.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

οὐ νόσος, οὐδέ σε γῆρας ὁμοίιον, οὔ σὲ γ᾽ ἀνίη,
καίπερ γηραλέην, μῆτερ ἐμή, δάμασεν
ἀλλ᾽ ἄτρωτος, ἄκαμπτος ἁγνοῖς ὑπὸ ποσσὶ τραπέζης,
εὐχομένη Χριστῷ, Νόνν᾽, ἀπέδωκας ὄπα.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

δῶκε Θεῷ θυσίην Ἀβραὰμ πάιν, ὣς δὲ θύγατρα
κλεινὸς Ἰεφθάε, ἀμφότεροι μεγάλην
μῆτερ ἐμή, σὺ δ᾽ ἔδωκας ἁγνὸν βίον, ὑστάτιον δὲ
ψυχήν, εὐχωλῆς, Νόννα, φίλον σφάγιον. [p. 424]

==εἰς τὴν αὐτήν==

Σάρρα φίλη, πῶς τὸν σὸν Ἰσαὰκ λίπες, ἦ ποθέουσα
τῶν Ἀβραὰμ κόλπων ὡς τάχος ἀντιάσαι,
Νόννα, Γρηγορίοιο θεόφρονος; ἦ μέγα θαῦμα
μηδὲ θανεῖν νηῶν ἔκτοθι καὶ θυέων.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

Μάρτυρες, ἱλήκοιτε: μόγοις γε μὲν οὔτι χερείων
Νόννα φίλη, κρυπτῷ κἀμφαδίῳ πολέμῳ:
τοὔνεκα καὶ τοίης κύρσεν βιότοιο τελευτῆς,
εὐχῆς καὶ ζωῆς ἓν τέλος εὑραμένη.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

ἡ Τριὰς ἣν ποθέεσκες, ὁμὸν σέλας, ἕν τε σέβασμα,
ἐκ νηοῦ μεγάλου σε πρὸς οὐρανὸν ἥρπασε, Νόννα,
εὐχομένην ζωῆς δὲ τέλος καθαρώτερον εὗρες.
οὔποτε χείλεα μίξας ἀνάγνοις χείλεσιν ἁγνά,
οὐδ᾽ ἀθέῳ παλάμῃ καθαρὰν χέρα μέχρις ἐδωδῆς,
μῆτερ ἐμή: μισθὸς δὲ λιπεῖν βίον ἐν θυέεσσιν.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

ἄγγελος αἰγλήεις σὲ φαάντατος ἥρπασε, Νόννα,
ἔνθα ποτ᾽ εὐχομένην, καθαρὴν μελέεσσι νόῳ τε:
καὶ τὸ μὲν ἥρπασε σεῖο, τὸ δ᾽ ἐνθάδε κάλλιπε νηῷ.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

νηὸς ὅδ᾽ ῾οὐ γὰρ ὅλην Νόνναν θέμις ἦεν ἐρύξαἰ,
ψυχῆς οἰχομένης, μοῦνον ἐπέσχε δέμας,
ὡς πάλιν ἐγρομένη καθαρώτερον ἔνθεν ἀερθῇ,
σώματι τῷ μογερῷ δόξαν ἐφεσσομένη. [p. 426]

εἰς τὴν αὐτήν

[Επεξεργασία]

ἄλλοις μὲν Νόννης τις ἁγνῶν ἐσθλοῖσιν ἐρίζοι,
εὐχωλῆς δὲ μέτροισιν ἐριζέμεν οὐ θέμις ἐστὶν
τέκμαρ καὶ βιότοιο τέλος λιτῇσι λυθέντος.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

ὦ στοναχῶν δακρύων τε καὶ ἐννυχίων μελεδώνων
ὦ Νόννης ζαθέης τετρυμένα γυῖα πόνοισι
ποῦ ποτ᾽ ἔην, νηὸς μόχθων λύσε γῆρας ἄκαμπτον.

==εἰς τὴν αὐτήν==

1 Νόννη Φιλτατίου.
2 καὶ ποῦ θάνε;
3 τῷδ᾽ἐνὶ νηῷ.
4 καὶ πῶς;
5 Εὑχομένη.
6 πηνίκα;
7 Γηραλέη.
8 ὦ καλοῦ βιότοιο καὶ εὐαγέος θανάτοιο.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

ἅρματι μὲν πυρόεντι πρὸς οὐρανὸν Ἠλίας ἦλθεν
Νόνναν δ᾽ εὐχομένην Πνεῦμ᾽ ὑπέδεκτο μέγα.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

ἐνθάδε Νόννα φίλη κοιμήσατο τὸν βαθὺν ὕπνον,
ἵλαος ἑσπομένη ᾧ πόσι Γρηγορίῳ.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

τάρβος ὁμοῦ καὶ χάρμα: πρὸς οὐρανὸν ἔνθεν ἀέρθη
εὐχῆς ἐκ μεσάτης Νόννα λιποῦσα βίον.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

εὐχῆς καὶ βιότου Νόννῃ τέλος: ἡ δὲ τράπεζα
μάρτυς ἀφ᾽ ἧς ἤρθη ἄπνοος ἐξαπίνης.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

Νόννης ἠρίον εἰμὶ σαόφρονος, ἥ ῥα πύλῃσιν
ἔχριμψ᾽ οὐρανίαις, πρὶν βιότοιο λυθῇ.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

δακρύετε θνητούς, θνητῶν γένος: εἰ δέ τις οὕτως
ὡς Νόνν᾽ εὐχομένη κάτθανεν, οὐ δακρύω.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

Νόννης ἁζόμενος ἁγνὸν βίον, ἅζεο μᾶλλον
καὶ τέλος: ἐν νηῷ κάτθανεν εὐχομένη.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

ἔνθα ποτ᾽ εὐχομένη πρηνὴς θάνε Νόννα φαεινή
νῦν δ᾽ ἄρ᾽ ἐν εὐσεβέων λίσσεται ἱσταμένη.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

στήλη σοι θανάτου μελιηδέος ἥδε τράπεζα,
Νόννα, παρ᾽ ᾗ λύθης εὐχομένη πύματα.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

μικρὸν ἔτι ψυχῆς ἦν τὸ πνέον ἀλλ᾽ ἄρα καὶ τὸ
Νόνν᾽ ἀπέδωκε Θεῷ ἔνθα ποτ᾽ εὐχομένη. [p. 430]

εἰς τὴν αὐτήν

[Επεξεργασία]

πέμψατε ἐκ νηοῦ θεοειδέα Νόνναν ἅπαντες,
πρέσβειραν μεγάλην πέμψατ᾽ ἀειρομένην.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

ἔκ με Θεὸς καθαροῖο πρὸς οὐρανὸν ἥρπασε νηοῦ
Νόνναν, ἐπειγομένην οὐρανίοις πελάσαι.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

Νόνν᾽ ἀπανισταμένη νηοῦ μεγάλου τόδ᾽ ἔειπε:
‘ τῶν πολλῶν καμάτων μείζονα μισθὸν ἔχω.’

εἰς τὴν αὐτήν

[Επεξεργασία]

Νόννα φίλης εὐχῆς ἱερήιον ἐνθάδε κεῖται:
Νόννα ποτ᾽ εὐχομένη τῇδ᾽ ἐλύθη βιότου.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

ἔνθα ποτ᾽ εὐχομένης ψυχὴ δέμας ἔλλιπε Νόννης
ἔνθεν ἀνηέρθη Νόννα λιποῦσα δέμας.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

Εκ νηοῦ μεγάλοιο θύος μέγα Νόνν᾽ ἀπανέστη:
νηῷ Νόνν᾽ ἐλύθη: χαίρετε, εὐσεβέες.

εἰς τὴν αὐτήν>

[Επεξεργασία]

ἥδε τράπεζα Θεῷ θεοειδέα Νόνναν ἔπεμψεν.

εὐχὴ παρὰ τῶν γονέων εἰς τὸν μέγαν Γρηγόριον

[Επεξεργασία]

εἴη σοι βίος ἐσθλὸς ἐπ᾽ εὐλογίῃσιν ἁπάσαις
ὁσσάτιαι τοκέων υἱέσι γηροκόμοις:
καὶ κούφης βιότοιο τυχεῖν ὁσίης τε τελευτῆς,
οἵην ἡμετέρῳ γήραϊ δῶκεν ἄναξ,
ἠιθέων λογίων τὸ μέγα κράτος, ἠδ᾽ ἱερήων,
καὶ πολιῆς σκίπων, Γρηγόρι᾽, ἡμετέρης.

παρὰ τῶν γονέων

[Επεξεργασία]

ἀσπάσιοι χθόνα τήνδε φίλαις ὑπὸ χείρεσι παιδὸς
ἑσσάμεθ᾽ εὐσεβέος Γρηγορίου τοκέες:
ὃς καὶ γῆρας ἔθηκεν ἑοῖς μόχθοισιν ἐλαφρὸν
ἡμέτερον, καὶ νῦν ἀμφιέπει θυσίαις.
ἄμπνεε γηροκόμων καμάτων, μέγα φέρτατε παίδων
Γρηγόρι᾽, εὐαγέας Μάρτυσι παρθέμενος
σοὺς τοκέας: μισθὸς δὲ μέγαν Πατέρ᾽ ἵλαον εἶναι,
πνευματικῶν τε τυχεῖν εὐσεβέων τεκέων.

εἰς τὸν πάντων αὐτῶν

[Επεξεργασία]

τάφον λᾶας ὁ μὲν γενέτην τε καὶ υἱέα κυδήεντας
κεύθω Γρηγορίους, εἷς λίθος ἶσα φάη,
ἀμφοτέρους ἱερῆας: ὁ δ᾽ εὐπατέρειαν ἐδέγμην
Νόνναν σὺν μεγάλῳ υἱέι Καισαρίῳ.
τὼς ἐδάσαντο τάφους τε καὶ υἱέας: ἡ δὲ πορείη,
πάντες ἄνω: ζωῆς εἷς πόθος οὐρανίης.

τίς πρῶτος καὶ τίς μετέπειτα ἀπῆρε

[Επεξεργασία]

τίς πρῶτος καὶ τίς μετέπειτα ἀπῆρε
πρῶτος Καισάριος ξυνὸν ἄχος: αὐτὰρ ἔπειτα
Γοργόνιον, μετέπειτα πατὴρ φίλος: οὐ μετὰ δηρὸν
μήτηρ. ὦ λυπρὴ παλάμη καὶ γράμματα λυπρὴ
Γρηγορίου: γράψω καὶ ἐμὸν μόρον ὑστατίου περ. [p. 434]

εἰς ἑαυτόν

[Επεξεργασία]

πρῶτα μὲν εὐξαμένῃ με Θεὸς πόρε μητρὶ φαεινῇ:
δεύτερον, ἐκ μητρὸς δῶρον ἔδεκτο φίλον
τὸ τρίτον αὖ, θνῄσκοντά μ᾽ ἁγνὴ ἐσάωσε τράπεζα:
τέτρατον, ἀμφήκη μῦθον ἔδωκε Λόγος:
πέμπτον, παρθενίη με φίλοις προσπτύξατ᾽ ὀνείροις:
ἕκτον, Βασιλίῳ σύμπνοα ἱρὰ φέρον
ἕβδομον, ἐκ βυθίων με Φερέσβιος ἥρπασε κόλπων
ὄγδοον εὗ νούσοις ἐξεκάθηρα χέρας:
εἴνατον ὁπλοτέρῃ Τριάδ᾽ ἤγαγον, ὦ ἄνα, Ῥώμῃ:
βέβλημαι δέκατον λάεσιν ἠδὲ φίλοις.

εἰς ἑαυτόν

[Επεξεργασία]

Ἑλλὰς ἐμὴ, νεότης τε φίλη, καὶ ὅσσα πεπάσμην,
καὶ δέμας, ὡς Χριστῷ εἴξατε προφρονέως.
εἰ δ᾽ ἱερῆα φίλον με Θεῷ θέτο μητέρος εὐχὴ
καὶ πατρὸς παλάμη, τίς φθόνος; ἀλλά, μάκαρ,
σοῖς με, Χριστέ, χοροῖσι δέχου, καὶ κῦδος ὀπάζοις
υἱέι Γρηγορίου σῷ λάτρι Γρηγορίῳ.

ἐπὶ τῷ ἰδίῳ τάφῳ

[Επεξεργασία]

Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖται
τῆς ἱερῆς Τριάδος Γρηγόριος θεράπων,
καὶ σοφίῃ Σοφίης δεδραγμένος, ἠίθεός τε
οἶον πλοῦτον ἔχων ἐλπίδ᾽ ἐπουρανίην.

εἰς ἑαυτόν

[Επεξεργασία]

τυτθὸν ἔτι ζώεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ
δῶκας ἑκών, σὺν τοῖς καὶ πτερόεντα λόγον
νῦν δ᾽ ἱερῆα μέγαν σε καὶ οὐρανίοιο χορείης
οὐρανὸς ἐντὸς ἔχει, κύδιμε Γρηγόριε. [p. 436]

εἰς ἑαυτόν

[Επεξεργασία]

ἔκ με βρέφους ἐκάλεσσε Θεὸς νυχίοισιν ὀνείροις:
ἤλυθον ἐς σοφίης πείρατα, σάρκα Λόγῳ
ἥγνισα καὶ κραδίην: κόσμου φλόγα γυμνὸς ἀλύξας,
ἔστην σὺν Ἀαρὼν Γρηγορίῳ γενέτῃ.

εἰς ἑαυτόν

[Επεξεργασία]

πατρὸς ἐγὼ ζαθέοιο καὶ οὔνομα καὶ θρόνον ἔσχον,
καὶ τάφον: ἀλλά, φίλος, μνώεο Γρηγορίου,
Γρηγορίου, τὸν μητρὶ θεόσδοτον ὤπασε Χριστὸς
φάσμασιν ἐννυχίοις, δῶκε δ᾽ ἔρον σοφίης.

εἰς Καισάριον τὸν ἑαυτοῦ ἀδελφόν

[Επεξεργασία]

σχέτλιός ἐστιν ὁ τύμβος. ἔγωγε μὲν οὔποτ᾽ ἐώλπειν,
ὥς ῥα κατακρύψει τοὺς πυμάτους προτέρους
αὐτὰρ ὃ Καισάριον, ἐρικυδέα υἷα τοκήων,
τῶν προτέρων πρότερον δέξατο: ποῖα δίκη;

εἰς τὸν αὐτόν

[Επεξεργασία]

οὐκ ἔσθ᾽ ὁ τύμβος αἴτιος: μὴ λοιδόρει.
φθόνου τόδ᾽ ἐστὶν ἔργον πῶς δ᾽ ἤνεγκεν ἂν
νέον γερόντων εἰσορῶν σοφώτερον;

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Γρηγόριε, θνητῶν μὲν ὑπείροχον ἔλλαχες υἷα
κάλλεϊ καὶ σοφίῃ, καὶ βασιλῆι φίλον
κρείσσονα δ᾽ οὐκέτι πάμπαν ἀπηλεγέος θανάτοιο.
ἦ μὴν ὠιόμην ἀλλὰ τί φησὶ τάφος;

 τέτλαθι: Καισάριος μὲν ἀπέφθιτο: ἀλλὰ μέγιστον
 υἱέος εὖχος ἔχεις, υἱέος ἀντὶ φίλου.

εἰς τοὺς γονεῖς τοῦ μεγάλου Γρηγορίου καὶ Καισαρίου

[Επεξεργασία]

ὥριοι εἰς τάφον ἦμεν, ὅτ᾽ ἐνθάδε τοῦτον ἔθηκαν
λᾶαν ἐφ᾽ ἡμετέρῳ γήραϊ λαοτόμοι:
ἀλλ᾽ ἡμῖν μὲν ἔθηκαν ἔχει δέ μιν οὐ κατὰ κόσμον
Καισάριος, τεκέων ἡμετέρων πύματος.
ἔτλημεν πανάποτμα, τέκος, τέκος: ἀλλὰ τάχιστα
δέξαι ἐς ὑμέτερον τύμβον ἐπειγομένους.

εἰς τὸν αὐτὸν Καισάριον

[Επεξεργασία]

τόνδε λίθον τοκέες μὲν ἑὸν τάφον ἐστήσαντο,
ἐλπόμενοι ζωῆς μοῖραν ἔχειν ὀλίγην
Καισαρίῳ δ᾽ υἱῆι πικρὴν χάριν οὐκ ἐθέλοντες
δῶκαν, ἐπεὶ πρότερος τοῦδε λύθη βιότου.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

γῆρας ἐμὸν δήθυνεν ἐπὶ χθονί: ἀντὶ δὲ πατρὸς
λᾶαν ἔχεις, τεκέων φίλτατε, Καισάριε.
τίς νόμος; οἷα δίκη; θνητῶν ἄνα, πῶς τόδ᾽ ἔνευσας;
ὦ μακροῦ βιότου, ὦ ταχέος θανάτου.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

οὐκ ἄγαμ᾽, οὐκ ἄγαμαι δῶρον τόδε: τύμβον ἐδέξω
μοῦνον ἀφ᾽ ἡμετέμων, Καισάριε, κτεάνων,
γηραλέων τοκέων πικρὸν λίθον ὁ Φθόνος οὕτως
ἤθελεν. ὦ ζωῆς πήμασι μακροτέρης. [p. 440]

εἰς τὸν αὐτόν

[Επεξεργασία]

πᾶσαν ὅση σοφίη λεπτῆς φρενὸς ἐν μερόπεσσιν
ἀμφὶ γεωμετρίην καὶ θέσιν οὐρανίων,
καὶ λογικῆς τέχνης τὰ παλαίσματα, γραμματικήν τε
ἠδ᾽ ἰητορίην, ῥητορικῆς τε μένος,
Καισάριος πτερόωντι νόῳ μοῦνος καταμάρψας,
αἰαῖ: πᾶσιν ὁμῶς νῦν κόνις ἐστ᾽ ὀλίγη.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

πάντα κασιγνήτοισιν ἑοῖς λίπες: ἀντὶ δὲ πάντων
τύμβον ἔχεις ὀλίγον, κύδιμε Καισάριε:
ἡ δὲ γεωμετρίη τε, καὶ ἀστέρες ὧν θέσιν ἔγνως,
ἥ τ᾽ ἰητορίη οὐδὲν ἄκος θανάτου.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

κάλλιμον ἐκ πατρίης σὲ μεγακλέα τηλόθ᾽ ἐόντα,
ἄκρα φέροντα πάσης, Καισάριε, σοφίης,
πέμψαντες βασιλῆι τὸν ἔξοχον ἰητήρων,
φεῦ, κόνιν ἐκ Βιθυνῶν δεξάμεθ᾽ αὖ σε πέδου.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

σεισμῶν μὲν κρυερῶν ἔφυγες στονόεσσαν ἀπειλήν,
ἡνίκα Νικαίης ἄστυ μίγη δαπέδῳ:
νούσῳ δ᾽ ἀργαλέῃ ζωὴν λίπες. ὦ νεότητος
σώφρονος, ὦ σοφίης, κάλλιμε Καισάριε.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Γρηγορίου Νόννης τε θεουδέος υἷα φέριστον
τύμβος ὅδ᾽ εὐγενέτην Καισάριον κατέχω,
ἔξοχον ἐν λογίοισιν, ὑπείροχον ἐν βασιλῄοις,
ἀστεροπὴν γαίης πείρασι λαμπομένην. [p. 442]

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Καισαρίου φθιμένοιο κατήφησαν βασιλῆος
αὐλαί, Καππαδόκαι δ᾽ ἤμυσαν ἐξαπίνης:
καὶ καλὸν εἴ τι λέλειπτο μετ᾽ ἀνθρώποισιν ὄλωλεν,
οἱ δὲ λόγοι σιγῆς ἀμφεβάλοντο νέφος.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

εἴ τινα δένδρον ἔθηκε γόος, καὶ εἴ τινα πέτρην,
εἴ τις καὶ πηγὴ ῥεῦσεν ὀδυρομένη,
πέτραι καὶ ποταμοὶ καὶ δένδρεα λυπρὰ πέλοισθε,
πάντες Καισαρίῳ γείτονες ἠδὲ φίλοι:
Καισάριος πάντεσσι τετιμένος, εὖχος ἀνάκτων, ῾ αἰαῖ τῶν ἀχέων᾽ ἤλυθεν εἰς ἀίδην.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

χεὶρ τάδε Γρηγορίοιο: κάσιν ποθέων τὸν ἄριστον,
κηρύσσω θνητοῖς τόνδε βίον στυγέειν.
Καισαρίῳ τίς κάλλος ὁμοίιος; ἢ τίς ἁπάντων
τόσσος ἐὼν τόσσης εἷλε κλέος σοφίης;
οὔτις ἐπιχθονίων ἀλλ᾽ ἔπτατο ἐκ βιότοιο
ὡς ῥόδον ἐξ ἀνθέων, ὡς δρόσος ἐκ πετάλων.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

γείτονες εὐμενέοιτε καὶ ἐν κόλποισι δέχοισθε,
Μάρτυρες, ὑμετέροις αἷμα τὸ Γρηγορίου,
Γρηγορίου Νόννης τε μεγακλέος, εὐσεβίῃ τε
καὶ τύμβοις ἱεροῖς εἰς ἓν ἀγειρομένους. [p. 444]

εἰς τὸν αὐτὸν καὶ εἰς Φιλάγριον

[Επεξεργασία]

κλῦθι, Ἀλεξάνδρεια: Φιλάγριος ὤλεσε μορφὴν
τῆς λογικῆς ψυχῆς οὔτι χερειοτέρην,
Καισάριον δὲ νέον Φθόνος ἥρπασεν οὔποτε τοῖα
πέμψεις εὐίπποις ἄνθεα Καππαδόκαις.

εἰς Γοργόνιον τὴν ἑαυτοῦ ἀδελφήν

[Επεξεργασία]

Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖμαι
Γοργόνιον, ζωῆς μύστις ἐπουρανίης.

εἰς Γοργόνιον

[Επεξεργασία]

οὐδὲν Γοργόνιον γαίῃ λίπεν, ὀστέα μοῦνα:
πάντα δ᾽ ἔθηκεν ἄνω, Μάρτυρες ἀθλοφόροι.

εἰς τὴν αὐτήν καὶ εἰς Ἀλύπιον τὸν αὐτῆς ἄνδρα

[Επεξεργασία]

κτῆσιν ἑὴν σάρκας τε καὶ ὀστέα πάντ᾽ ἀναθεῖσα
Γοργόνιον Χριστῷ, μοῦνον ἀφῆκε πόσιν
οὐ μὰν οὐδὲ πόσιν δηρὸν χρόνον ἀλλ᾽ ἄρα καὶ τὸν
ἥρπασεν ἐξαπίνης κύδιμον Ἀλύπιον.
ὄλβιε ὀλβίστης ἀλόχου πόσι: τοῖς ῥα λοετροῖς
λύματ᾽ ἀπωσάμενοι ζῆτε παλιγγενέες.

ἐπιτάφιον εἰς Μαρτινιανόν

[Επεξεργασία]

εἴ τις Τάνταλός ἐστιν ἐν ὕδασιν αὖος ἀπίστοις,
εἴ τις ὑπὲρ κεφαλῆς πέτρος ἀεὶ φοβέων,
δαπτόμενόν τ᾽ ὄρνισιν ἀγήραον ἧπαρ ἀλιτροῦ,
καὶ πυρόεις ποταμὸς, καὶ ζόφος ἀθάνατος,
ταρτάρεοί τε μυχοὶ καὶ δαίμονες ἀγριόθυμοι,
ἄλλαι τε φθιμένων τίσιες εἰν ἀίδι:
ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτο
τύμβον ἀνοχλίζων, δείματα πάντα φέροι.

κατὰ τυμβωρύχου

[Επεξεργασία]

οὔρεά σοι καὶ πόντος, ἀτάσθαλε, καὶ πεδίοισι
τέρπῃ πυροφόροις τετραπόδων τ᾽ ἀγέλαις:
καὶ χρυσοῖο τάλαντα καὶ ἄργυρος, εὐγενέες τε
λᾶες καὶ Σηρῶν νήματα λεπταλέα,
πάντα βίος ζωοῖσι: λίθοι δ᾽ ὀλίγοι τε φίλοι τε
τοῖς φθιμένοις. σὺ δέ μοι κἀνθάδε χεῖρα φέρεις,
οὐδὲ σὸν αἰδόμενος, τλῆμον, τάφον, ὅν τις ὀλέσσει
ἄλλος σοῖσι νόμοις, χερσὶ δικαιοτέραις,

εἰς Μαρτινιανόν

[Επεξεργασία]

ἡνίκα Μαρτινιανὸς ἔδυ χθόνα, μητέρα πάντων,
πᾶσα μὲν Αὐσονίων ἐστονάχησε πόλις:
πᾶσα δὲ Σικανίη τε, καὶ εὐρέα πείρατα γαίης
κείρατ᾽, ἀπ᾽ ἀνθρώπων οἰχομένης Θέμιδος.
ἡμεῖς δ᾽ ἀντί νυ σεῖο τάφον μέγαν ἀμφιέποντες,
αἰὲν ἐπερχομένοις δώσομεν ὥς τι σέβας:

εἰς τὸν αὐτόν

[Επεξεργασία]

οἱ Χριστὸν φορέοντες ἀκούσατε, οἵ τε θέμιστας
εἰδότες ἡμερίων καὶ φθιμένων ὁσίην
πάντα λιπών, βασιλῆα, πάτρην, γένος, εὖχος ὑπάρχων,
αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις εἴμ᾽ ὀλίγη,
Μαρτινιανὸς πᾶσι τετιμένος: ἀλλ᾽ ἐπὶ τύμβῳ
βάλλειν ἡμετέρῳ δάκρυα, μὴ παλάμας. [p. 448]

εἰς τὸν αὐτόν

[Επεξεργασία]

μουσοπόλον, ῥητῆρα, δικασπόλον, ἄκρον ἅπαντα,
τύμβος ὅδ᾽ εὐγενέτην Μαρτινιανὸν ἔχω,
ναυμάχον ἐν πελάγεσσιν, ἀρήιον ἐν πεδίοισιν
ἀλλ᾽ ἀποτῆλε τάφου, πρίν τι κακὸν παθέειν.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

μὴ πόλεμον φθιμένοισιν — ἅλις ζώοντες, ἀλιτροὶ —
μὴ πόλεμον φθιμένοις Μαρτινιανὸς ἐγὼ
ταῦτα πάσιν ζῴοις ἐπιτέλλομαι. οὐ θέμις ἐστὶν
τῶν ὀλίγων φθονέειν τοῖς φθιμένοισι λίθων.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Θέμι, τῆς πολλοῖσιν ἐγὼ νώμησα τάλαντα
ὦ φοβεραὶ ψυχῶν μάστιγες οὐχ ὁσίων
οὗτος ἐμοῖσι λίθοισι φέρει στονόεντα σίδηρον
οὗτος ἐμοί. φεῦ, φεῦ: ποῦ δὲ λίθος Σισύφου ;

εἰς τὸν αὐτόν

[Επεξεργασία]

ὄλβιος, εὐγήρως, ἄνοσος θάνον, ἐν βασιλῆος
πρῶτα φέρων, ἱερῆς ἄκρον ἔχων σοφίης:
εἴ τινα Μαρτινιανὸν ἀκούετε: ἀλλ᾽ ἀπὸ τύμβου,
μηδὲ φέρειν ἐπ᾽ ἐμοὶ δυσμενέας παλάμας.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

χάζεο, χάζεο τῆλε: κακὸν τὸν ἄεθλον ἐγείρεις,
λᾶας ἀνοχλίζων καὶ τάφον ἡμέτερον:
χάζεο: Μαρτινιανὸς ἐγώ, καὶ ζῶσιν ὄνειαρ
καὶ νέκυς οὐκ ὀλίγον ἐνθάδε κάρτος ἔχω. [p. 450]

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Καππαδοκῶν μέγ᾽
ἄεισμα, φαάντατε Μαρτινιανέ,
σεῖο, βροτῶν γενεή, καὶ τάφον αἰδόμεθα:
ὃς ποτ᾽ ἔης βασιλῆος ἐν ἕρκεσι κάρτος ὑπάρχων,
δουρὶ δὲ Σικανίην κτήσαο καὶ Λιβύην.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Ὄμνυμεν ἀθανάτοιο Θεοῦ κράτος ὑψιμέδοντος,
καὶ ψυχὰς νεκύων, κύδιμε, σήν τε κόνιν,
μήποτε, Μαρτινιανέ, τεοῖς ἐπὶ χεῖρας ἐνέγκαι
στήλῃ καὶ τύμβῳ: οὐδὲ γὰρ οὐδ᾽ ἱεροῖς.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Ῥώμη καὶ βασιλῆες ἐμοὶ καὶ πείρατα γαίης
στῆλαι Μαρτινιανῷ, τὰς χρόνος οὐ δαμάσει:
ἀλλ᾽ ἔμπης ὀλίγῳ περιδείδια, μή τι πάθῃσι,
τῷδε τάφῳ πολλῶν οὐχ ὁσίαι παλάμαι.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Μαρτινιανοῦ σῆμα μεγακλέος, εἲ τιν᾽ ἀκούεις
Καππαδοκῶν Ῥώμης πρόθρονον εὐγενέων,
παντοίαις ἀρετῇσι κεκασμένον, ἀλλὰ κόνιν περ
ἁζόμενοι στήλην καὶ τάφον ἀμφιέπειν.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

οὔποτ᾽ ἐγὼ φθιμένοισιν ἐπέχραον, οὐδ᾽ ἀπὸ τύμβων
ἔργον ἔγειρα, Δίκην ὄμνυμι καὶ φθιμένους:
τοὔνεκα μηδ᾽ ἐπ᾽ ἐμοῖσι φέρειν λάεσσι σίδηρον
εἰ δὲ φέροις, τὴν σὴν ἐς κεφαλὴν πεσέτω.
Μαρτινιανὸς ἐγὼ τάδε λίσσομαι: εἴ τις ἐμεῖο
κύδεός ἐστι χάρις, τύμβος ἀεὶ μενέτω. [p. 452]

εἰς Λιβίαν τὴν γαμετὴν Ἀμφιλόχου

[Επεξεργασία]

εἷς δόμος, ἀλλ᾽ ὑπένερθε τάφος, καθύπερθε δὲ σηκός:
τύμβος δειμαμένοις, σηκὸς ἀεθλοφόροις:
καὶ ῥ᾽ οἱ μὲν γλυκερὴν ἤδη κόνιν ἀμφεβάλοντο
ὡς σὺ μάκαιρα δάμαρ Ἀμφιλόχου, Λιβίη,
κάλλιμὲ θ᾽ υἱήων, Εὐφήμιε: τούσδ᾽ ὑπόδεχθε,
μάρτυρες ἀτρεκίης, τοὺς ἔτι λειπομένους.

εἰς τὴν αὐτήν

[Επεξεργασία]

ὤφελες, ὦ Λιβία, ζώειν τεκέεσσι φίλοισιν
ὤφελες ἄχρι πύλης γήραος ἐμπελάσαι:
νῦν δέ σε μοῖρ᾽ ἐδάμασσεν ἀώριον, εἰσέτι καλήν,
εἰσέτι κουριδίοις ἄνθεσι λαμπομένην.
αἰαῖ: Ἀμφίλοχος δὲ τεὸς πόσις ἀντὶ δάμαρτος
ἐσθλῆς καὶ πινυτῆς τλήμονα τύμβον ἔχει.

εἰς τὴν αὐτὴν Λιβίαν

[Επεξεργασία]

αἰαῖ: καὶ Λιβίαν κατέχει κόνις. οὔποτ᾽ ἔγωγε
ὠισάμην θνητὴν ἔμμεναι, εἰσορόων
εἶδος, μειλιχίην τε σαοφροσύνην τε γυναικός,
τοῖς φῦλον πασέων καίνυτο θηλυτέρων
τοὔνεκα καὶ τοίῳ σε τάφῳ κύδηνε θανοῦσαν
σῶν τε τριὰς τεκέων καὶ πόσις Ἀμφίλοχος.

εἰς Εὐφήμιον καὶ Ἀμφίλοχον αὐταδέλφους

[Επεξεργασία]

ἦν δυὰς ἦν ἱερή, ψυχὴ μία, σώματα δισσά,
πάντα κασιγνήτω, αἷμα, κλέος, σοφίην,
υἱέες Ἀμφιλόχου, Εὐφήμιος Ἀμφίλοχός τε,
πᾶσιν Καππαδόκαις ἀστέρες ἐκφανέες.
δεινὸν δ᾽ ἀμφοτέρους Φθόνος ἔδρακε: τὸν μὲν ἄμερσε
ζωῆς, τὸν δ᾽ ἔλιπεν ἥμισυν Ἀμφίλοχον.

εἰς Εὐφήμιον

[Επεξεργασία]

ῥήτωρ ἐν ῥητῆρσιν, ἀοιδοπόλος δ᾽ ἐν ἀοιδοῖς,
κῦδος ἑῆς πάτρης, κῦδος ἑῶν τοκέων,
ἄρτι γενειάσκων Εὐφήμιος, ἄρτι δ᾽ ἔρωτας
ἐς θαλάμους καλέων, ὤλετο: φεῦ παθέων
ἀντὶ δὲ παρθενικῆς τύμβον λάχεν, ἠδ᾽ ὑμεναίων
ἤματα νυμφιδίων ἦμαρ ἐπῆλθε γόων.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Εἰκοσέτης πᾶσαν Εὐφήμιος, ὡς μίαν οὔτις,
Ἑλλάδα κ᾽ Αὐσονίην μοῦσαν ἐφιπτάμενος,
στράπτων ἀγλαΐῃ τε καὶ ἤθεσιν ἦλθ᾽ ὑπὸ γαῖαν.
αἰαῖ: τῶν ἀγαθῶν ὡς μόρος ὠκύτερος.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Χρυσείης γενεῆς Εὐφήμιος ἦν ἔτι τυτθὸν
λείψανον, εὐγενέτης ἤθεα καὶ πραπίδας,
μείλιχος, ἡδυεπής, εἶδος Χαρίτεσσιν ὁμοῖος:
τοὔνεκα καὶ θνητοῖς οὐκ ἐπὶ δὴν ἐμίγη.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Στράψε μέγ᾽ ἀνθρώποις Εὐφήμιος, ἀλλ᾽ ἐπὶ τυτθὸν
καὶ γὰρ καὶ στεροπῆς οὐ μακρόν ἐστι σέλας:
στράψεν ὁμοῦ σοφίῃ τε καὶ εἴδεϊ καὶ πραπίδεσσιν:
τὰ πρὶν Καππαδόκαις ἦν κλέα, νῦν δὲ γόος.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

τίς; τίνος; —

    Ἀμφιλόχου Εὐφήμιος ἐνθάδε κεῖται,
    οὗτος ὁ Καππαδόκαις πᾶσι διὰ στόματος:
    οὗτος ὃν αἱ Χάριτες Μούσαις δόσαν οἱ δ᾽ ὑμέναιοι
    ἀμφὶ θύρας: ἦλθεν δ᾽ ὁ Φθόνος ὠκύτερος.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

ἔρνος ἀμώμητον, Μουσῶν τέκος, εἶαρ ἑταίρων,
καὶ χρύσεον Χαρίτων πλέγμα ἰοστεφέων,
ᾤχετο ἐκ μερόπων Εὐφήμιος: οὑδ᾽ ἔτ᾽ ἀνίσχεν,
αἰαῖ, σοῖς θαλάμοις πυρσὸς ὃν ἧψεν Ἔρως.

—εἰς τὸν αὐτόν

[Επεξεργασία]

αἱ Χάριτες Μούσαισι:

    τί ῥέξομεν; οὐκέτ᾽ ἄγαλμα
    χειρῶν ἡμετέρων Εὐφήμιος ἐν μερόπεσσιν.


χαἰ Μοῦσαι Χαρίτεσσιν

    ἐπεὶ Φθόνος ἐστὶν ἀλιτρός,
    τόσσον ἔχοι: ἡμῖν δὲ τόδ᾽ ὅρκιον ἔμπεδον ἔστω,
    μηκέτ᾽ ἀναστῆσαι τοῖον μερόπεσσιν ἄγαλμα.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

κρῆναι καὶ ποταμοὶ καὶ ἄλσεα, καὶ λαλαγεῦντες
ὄρνιθες λιγυροὶ καλὸν ἐπ᾽ ἀκρεμόνων,
αὖραί τε μαλακὸν συρίγμασι κῶμα φέρουσαι,
καὶ κῆποι Χαρίτων εἰς ἓν ἀγειρομένων,
κλαύσατε. ὦ χαρίεσς1᾽ Εὐφημιάς: ὥς σε θανών περ
Εὐφήμιος κλεινὴν θήκατ᾽ ἐπωνυμίην.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

κάλλιμος ἠιθέων Εὐφήμιος, εἴποτ᾽ ἔην γε:
κάλλιμος ἐν χώροις χῶρος ὅδ᾽ ἠλύσιος:
τοὔνεκεν εἰς ἓν ἄγερθεν ἐπεὶ ζωὴν μὲν ἔλειψεν,
οὔνομα δ᾽ ἐν χώρῳ κάλλιπεν ἠγαθέῳ.

εἰς Ἀμφίλοχον

[Επεξεργασία]

ἤλυθε κ᾽ Ἀμφιλόχοιο φίλον δέμας ἐς μέγα σῆμα,
ψυχὴ δ᾽ ἐς μακάρων ᾤχετ᾽ ἀποπταμένη.
πηοῖς πάντα πέπασσο, μακάρτατε: βίβλον ἔῳξας
πᾶσαν ὅση θνητῶν, κεἴ τις ἐπουρανίη.
γηραλέος φιλίην ὑπέδυς χθόνα: τέκνα λέλοιπας
κρείσσονα καὶ τοκέων τὸ πλέον οὐ μερόπων.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

ἄσμενος ᾗ τε δάμαρτι καὶ υἱέι πάρθετο σῶμα
Ἀμφίλοχος, λιπαροῦ γήραος ἀντιάσας,
ὄλβιος, εὐγενέτης, μύθων κράτος, ἄλκαρ ἁπάντων,
πηῶν, εὐσεβέων, εὐγενέων, λογίων,
καὶ μύθοιο δοτὴρ περιώσιος. ἠνίδ᾽ ἑταίρων
σῶν ἑνός, ὦ φιλότης, γράμμ᾽ ἐπιτυμβίδιον.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

ὦ μάκαρ, ὦ ξυνὸν πενίης ἄκος, ὦ πτερόεντες
μῦθοι, καὶ πηγὴ πᾶσιν ἀρυομένη,
ἄσθματι πάντα λίπες πυμάτῳ: τὸ δ᾽ ἅμ᾽ ἕσπετο μοῦνον
ἔνθεν ἀειρομένῳ κῦδος ἀεὶ θαλέθον.
Γρηγόριος τάδ᾽ ἔγραψα, λόγῳ λόγον ὃν παρὰ σεῖο
Ἀμφίλοχ᾽, ἐξεδάην ἀντιχαριζόμενος.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Ἀμφίλοχος τέθνηκεν ἀπώλετο εἴ τι λέλειπτο
καλὸν ἐν ἀνθρώποις, ῥητορικῆς τε μένος,
καὶ Χάριτες Μούσαισι μεμιγμέναι: ἔξοχα δ᾽ αὖ σε
ἡ Διοκαισαρέων μύρατο πάτρα φίλη.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

τυτθὸν μὲν πτολίεθρον, ἀτάρ πολὺν ἀνέρα δῶκα
βήμασιν ἰθυδίκοις ἡ Διοκαισαρέων,
Ἀμφίλοχον φθιμένῳ δὲ συνέφθιτο καὶ πυρόεσσα
ῥήτρη, καὶ πάτρης εὖχος ἀριστοτόκου.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

τὸν ῥήτρην πυρόεσσαν ἐπ᾽ ἀντιπάλοισι φέροντα,
τὸν μέλιτος γλυκίω ἤθεα καὶ πραπίδας
Ἀμφίλοχον κατέχω τυτθὴ κόνις, ἔκτοθι πάτρης,
υἱέα Φιλτατίου Γοργονίας τε μέγαν.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

ῥητῆρες, φθέγγοισθε: μεμυκότα χείλεα σιγῇ
Ἀμφιλόχου μεγάλου τύμβος ὅδ᾽ ἀμφὶς ἔχω.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

ἠρίον Ἀμφιλόχοιο μελίφρονος, ὅς ποτε ῥήτρῃ
πάντας Καππαδόκας καίνυτο καὶ πραπίσιν.

εἰς Νικομήδην

[Επεξεργασία]

οἴχεαι, ὦ Νικόμηδες, ἐμὸν κλέος ἡ δὲ συνωρὶς
σῶν καθαρὴ τεκέων πῶς βίον ἐξανύσει;
τίς δὲ τέλος νηῷ περικάλλεϊ χεὶρ ἐπιθήσει;
τίς δὲ Θεῷ πέμψει φρὴν τελέην θυσίην,
σεῖο, μάκαρ, μιχθέντος ἐπουρανίοισι τάχιστα;
ὦ γενεὴ τλήμων, οἷα πάθες, μερόπων,

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Δέρκεο καὶ τύμβον Νικομήδεος, εἲ τιν᾽ ἀκούεις,
ὃς νηὸν Χριστῷ δειμάμενος μεγάλῳ,
αὑτὸν μὲν πρώτιστον, ἔπειτα δὲ τὴν περίβωτον
δῶκεν ἁγνὴν θυσίην παρθενίην τεκέων,
φέρτερον οὐδὲν ἔχων, ἱερεύς, γενέτης τε φέριστος.
τοὔνεκα καὶ μεγάλῃ ὦκα μίγη Τριάδι,

εἰς τὸν αὐτόν

[Επεξεργασία]

ὕστατος ἐς βίον ἦλθες ἀοίδιμον, ἀλλὰ τάχιστα
ἔνθεν ἀνηέρθης: τίς τάδ᾽ ἔνευσε δίκη;
Χριστὸς ἄναξ, Νικόμηδες, ὅπως σέο λαὸν ἄνωθεν
ἰθύνοις τεκέων σὺν ἱερῇ δυάδι.

εἰς Καρτέριον ἑταῖρον τοῦ μεγάλου Γρηγορίου

[Επεξεργασία]

πῆ με λιπὼν πολύμοχθον ἐπὶ χθονί, φίλταθ᾽ ἑταίρων,
ἤλυθες ἁρπαλέως, κύδιμε Καρτέριε;
πῆ ποτ᾽ ἔβης νεότητος ἐμῆς οἰήια νωμῶν,
ἦμος ἐπ᾽ ἀλλοδαπῆς μῦθον ἐμετρεόμην,
ὃς βιότῳ μ᾽ ἔζησας ἀσαρκέι; ἦ ῥ᾽ ἐτεόν σοι
Χριστὸς ἄναξ πάντων φίλτερος, ὅν νυν ἔχεις.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Ἀστεροπὴ Χριστοῖο μεγακλέος, ἕρκος ἄριστον
ἠιθέων, ζωῆς ἡνίοχ᾽ ἡμετέρης,
μνώεο Γρηγορίοιο, τὸν ἔπλασας ἤθεσι κεδνοῖς,
ἦν ὅτε ἦν, ἀρετῆς κοίρανε Καρτέριε.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

ὦ πηγαὶ δακρύων, ὦ γούνατα, ὦ θυέεσιν
ἁγνοτάτοις παλάμαι Χριστὸν ἀρεσσάμεναι
Καρτερίου: πῶς λῆξεν ὁμῶς πάντεσσι βροτοῖσιν;
ἤθελεν ὑμνοπόλον κεῖθι χοροστασίη.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

ἥρπασας, ὦ Νικόμηδες, ἐμὸν κέαρ: ἥρπασας ὦκα
Καρτέριον, τῆς σῆς σύζυγον εὐσεβίης. [p. 464]

εἰς τὸν αὐτόν

[Επεξεργασία]

ὦ Ξώλων ζαθέων ἱερὸν πέδον, οἷον ἔρεισμα
σταυροφόρων κόλποις Καρτέριον κατέχεις.

εἰς Βάσσον τινὰ παρὰ λῃστῶν ἀποκτανθέντα

[Επεξεργασία]

Βάσσε φίλος, Χριστῷ μεμελημένος ἔξοχον ἄλλων,
τῆλε τεῆς πάτρης ληΐστορι χειρὶ δαμάσθης,
οὐδέ σε τύμβος ἔχει πατρώϊος: ἀλλὰ καὶ ἔμπης
πᾶσιν Καππαδόκεσσι μέγ᾽ οὔνομα σεῖο λέλειπται,
καὶ στῆλαι παγίων μέγ᾽ ἀμείνονες, αἷς ἐνιγράφθης.
Γρηγορίου τόδε σοι μνημήιον, ὃν φιλέεσκες.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

ὡς Ἀβραὰμ κόλποισι τεθεὶς ὑποδέχνυσο, Βάσσε,
σὸν τέκος Ἀβραὰμ πνεύματι Καρτέριον:
αὐτὰρ ἐγών, εἰ καί σε τάφος σὺν πατρὶ καλύπτοι,
οὔποτ᾽ ἀφ᾽ ὑμετέρης στήσομ᾽ ὁμοζυγίης.

εἰς Φιλτάτιον

[Επεξεργασία]

ἠίθεον μεγάλοιο μέγαν κοσμήτορα λαοῦ
χθὼν ἱερὴ κεύθω Φιλτατίοιο δέμας.

εἰς Εὐσέβειαν καὶ Βασίλισσαν

[Επεξεργασία]

Εὐσέβιον, Βασίλισσα, μεγακλέες, ἐνθάδε κεῖνται,
Ξώλων ἠγαθέων θρέμματα χριστοφόρα,
καὶ Νόννης ζαθέης ἱερὸν δέμας. ὅστις ἀμείβεις
τούσδε τάφους, ψυχῶν μνώεο τῶν μεγάλων. [p. 466]

εἰς Ἑλλάδιον καὶ Εὐλάλιον αὐταδέλφους

[Επεξεργασία]

αἰεί σοι νόος ἦεν ἐς οὐρανὸν, οὐδ᾽ ἐπὶ γαίης
ἤρειδες χθαμαλῆς ἴχνιον οὐδ᾽ ὀλίγον
τοὔνεκεν ὡς τάχος ἦλθες ἀπὸ χθονός: Εὐλάλιος δὲ
σὴν κόνιν ἀμφιέπει σὸς κάσις, Ἑλλάδιε.

εἰς Ἑλλάδιον

[Επεξεργασία]

τὸν νεαρόν, Χριστῷ δὲ μέγαν, πολιόν τε νόημα,
χῶρος ὅδ᾽ ἀθλοφόρων Ἑλλάδιον κατέχω:
οὐ νέμεσις: κείνοις γὰρ ὁμοίιον ἄλγος ἀνέτλη,
σβεννὺς ἀντιπάλου τοῦ φθονεροῖο μόθον.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

μικρὸν μὲν πνείεσκες ἐπὶ χθονὶ σαρκὸς ἀνάγκῃ,
πλείονα δὲ ζωῆς ὑψόθι μοῖραν ἔχεις,
Ἑλλάδιε, Χριστοῖο μέγα κλέος: εἰ δὲ τάχιστα
δεσμῶν ἐξελύθης τοῦτο γέρας καμάτων.

εἰς Γεώργιον

[Επεξεργασία]

καὶ σὺ Γεωργίοιο φίλον δέμας, ἐνθάδε κεῖσαι,
ὃς πολλὰς Χριστῷ πέμψας ἁγνὰς θυσίας:
σὺν δὲ κασιγνήτη σῶμα, φρένας, ἡ Βασίλισσα
ξυνὸν ἔχει μεγάλη καὶ τάφον ὡς βίοτον.

εἰς Εὐπράξιον

[Επεξεργασία]

χώρης τῆσδ᾽ ἱερῆς Εὐπράξιον ἀρχιερῆα
ἥδ᾽ Ἀριανζαίη χθὼν μεγάλη κατέχω,
Γρηγορίοιο φίλον καὶ ἥλικα, καὶ συνοδίτην
τοὔνεκα καὶ τύμβου γείτονος ἠντίασεν. [p. 468]

εἰς Ναυκράτιον τὸν ἀδελφὸν τοῦ μεγάλου Βασιλείου

[Επεξεργασία]

Ἰχθυβόλον ποτ᾽ ἔλυε λίνον βυθίης ἀπὸ πέτρης
Ναυκράτιος, δίναις ἐν ποταμοῦ βρυχίαις:
καὶ τὸ μὲν οὐκ ἀνέλυσεν ὁ δ᾽ ἔσχετο: πῶς ἁλιῆα
εἴρυσεν ἀνθ᾽ ἁλίης δίκτυον, εἰπέ, Λόγε,
Ναυκράτιον, καθαροῖο βίου νόμον, ὥσπερ ἐίσκω,
καὶ χάριν ἐλθέμεναι καὶ μόρον ἐξ ὑδάτων.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Ναυκράτιος στροφάλιγγι θάνε φθονεροῦ ποταμοῖο,
δεσμοῖσιν βυθίης ἄρκυος ἐνσχόμενος:
ὥς κε μάθῃς σύ, θνητέ, τὰ παίγνια τοῦδε βίοιο,
ἔνθεν ἀνηέρθη πῶλος ὅδ᾽ ἄκρα θέων.

εἰς τὸν αὐτόν

[Επεξεργασία]

Ναυκράτιος πλεκτοῖο λίνου δεσμοῖσιν ἐλυσθείς,
δεσμῶν τοῦδε βίου ἐξ ἁλίης ἐλύθη.

εἰς Μαξέντιον

[Επεξεργασία]

αἵματος εὐγενέος γενόμην, βασιλῆος ἐν αὐλαῖς
ἔστην, ὀφρὺν ἄειρα κενόφρονα. πάντα κεδάσσας,
Χριστὸς ἐπεί με κάλεσσε, βίου πολλαῖσιν ἀταμποῖς
ἴχνος ἔρεισα πόθοιο τινάγμασιν, ἄχρις ἀνεῦρον
τὴν σταθερὴν: Χριστῷ τῆξα δέμας ἄλγεσι πολλοῖς:
καὶ νῦν κοῦφος ἄνω Μαξέντιος ἔνθεν ἀνέπτην.

εἰς τὸν αὐτὸν Μαξέντιον

[Επεξεργασία]

Πάλλετ᾽ ἐμοὶ κραδίη, Μαξέντιε, σεῖο γράφουσα
οὔνομα, ὃς στυφελὴν ἦλθες ὁδὸν βιότου,
ἄμβροτον, αἰπήεσσαν, ἀτερπέα: σεῖο, φέριστε,
ἄτρομος οὐδὲ τάφῳ χριστιανὸς πελάει. [p. 470]

εἰς Ἐμμελίαν τὴν μητέρα τοῦ ἁγίου Βασιλείου

[Επεξεργασία]

Ἐμμέλιον τέθνηκε: τίς ἔφρασεν; ἥ γε τοσούτων
καὶ τοίων τεκέων δῶκε φάος βιότῳ,
υἱέας ἠδὲ θύγατρας ὁμόζυγας ἀζυγέας τε:
εὔπαις καὶ πολύπαις ἥδε μόνη μερόπων.
τρεῖς μὲν τῆσδ᾽ ἱερῆες ἀγακλέες, ἡ δ᾽ ἱερῆος
σύζυγος: οἱ δὲ πέλας ὡς στρατὸς εὐαγέων.

εἰς τὴν αὐτὴν Ἐμμελίαν

[Επεξεργασία]

θάμβος ἔχεν μ᾽ ὁρόωντα τόσον γόνον Ἐμμελίοιο
καὶ τοῖον, μεγάλης νηδύος ὄλβον ὅλον
ὡς δ᾽ αὐτὴν φρασάμην Χριστοῦ κτέαρ, εὐσεβὲς αἷμα,
Ἐμμέλιον, τόδ᾽ ἔφην ‘οὐ μέγα: ῥίζα τόση. ’
τοῦτό σοι εὐσεβίης ἱερὸν γέρας, ὦ παναρίστη,
τιμὴ σῶν τεκέων, οἷς πόθον εἶχες ἕνα.

εἰς Μακρίναν τὴν ἀδελφὴν τοῦ μεγάλου Βασιλείου

[Επεξεργασία]

παρθένον αἰγλήεσσαν ἔχω κόνις, εἲ τιν᾽ ἀκούεις
Μακρίναν, Ἐμμελίου πρωτότοκον μεγάλης:
ἣ πάντων ἀνδρῶν λάθεν ὄμματα: νῦν δ᾽ ἐνὶ πάντων
γλώσσῃ καὶ πάντων φέρτερον εὖχος ἔχει.

εἰς Θεοσέβιον ἀδελφὴν Βασιλείου

[Επεξεργασία]

καὶ σὺ Θεοσσέβιον, κλεινῆς τέκος Ἐμμελίοιο,
Γρηγορίου μεγάλου σύζυγε ἀτρεκέως,
ἐνθάδε τὴν ἱερὴν ὑπέδυς χθόνα, ἔμμα γυναικῶν
εὐσεβέων βιότου δ᾽ ὥριος ἐξελύθης. [p. 472]

εἰς Γρηγόριον τῆς μητρὸς ἀδελφόν

[Επεξεργασία]

Γρηγόριον μήτρως, ἱερεὺς μέγας, ἐνθάδ᾽ ἔθηκε
Γρηγόριος, καθαροῖς Μάρτυσι παρθέμενος,
ἠίθεον, θαλέθοντα, νεόχνοον αἱ δὲ πάροιθεν
τῆς γηροτροφίης ἐλπίδες ἥδε κόνις.

πρὸς τοὺς ἐν μαρτυρίοις τρυφῶντας

[Επεξεργασία]

εἰ φίλον ὀρχησταῖς ἀθλήματα, καὶ φίλον ἔστω
θρύψις ἀεθλοφόροις: ταῦτα γάρ ἀντίθετα.
εἰ δ᾽ οὐκ ὀρχησταῖς ἀθλήματα, οὐδὲ ἀθληταῖς
ἡ θρύψις, πῶς σὺ Μάρτυσι δῶρα φέρεις
ἄργυρον, οἶνον, βρῶσιν, ἐρεύγματα; ἦ ῥα δίκαιος
ὃς πληροῖ θυλάκους, ἂν ἀδικώτατος ᾖ;

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

Μάρτυρες, εἴπατε ἄμμιν ἀληθῶς, εἰ φίλον ὑμῖν
‘αἱ σύνοδοι; τί μὲν οὖν ἥδιον; ἀντί τίνος;’
τῆς ἀρετῆς: πολλοὶ γὰρ ἀμείνους ὧδε γένοιντ᾽ ἄν,
‘εἰ τιμῷτ᾽ ἀρετή. τοῦτο μὲν εὖ λέγετε.’
ἡ δὲ μέθη, τό τε γαστρὸς ὑπάρχειν τοὺς θεραπευτὰς
ἄλλοις: ἀθλοφόρων ἔκλυσις ἀλλοτρία.

εἰς τοὺς αὐτοὺς

[Επεξεργασία]

μὴ ψεύδεσθ᾽ ὅτι γαστρὸς ἐπαινέται εἰσὶν ἀθληταί:
λαιμῶν οἵδε νόμοι, ὦ 'γαθοί, ὑμετέρων:
μάρτυσι δ᾽ εἰς τιμὴν ἓν ἐπίσταμαι: ὕβριν ἐλαύνειν
ψυχῆς καὶ δαπανᾶν δάκρυσι τὴν πιμελήν.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

Μαρτύρομ᾽, ἀθλοφόροι καὶ μάρτυρες: ὕβριν ἔθηκαν
τιμὰς ὑμετέρας οἱ φιλογαστορίδαι.
οὐ ζητεῖτε τράπεζαν ἐύπνοον, οὐδὲ μαγείρους:
οἱ δ᾽ ἐρυγὰς παρέχους1᾽ ἀντ᾽ ἀρετῆς τὸ γέρας.

εἰς τοὺς αὐτοὺς καὶ κατὰ τυμβωρύχων

[Επεξεργασία]

Τρισθανέες, πρῶτον μὲν ἐμίξατε σώματ᾽ ἀνάγνων
ἀθλοφόροις, τύμβοι δὲ θυηπόλον ἀμφὶς ἔχουσι:
δεύτερον αὖτε τάφους τοὺς μὲν ἐμίξατε σώματ᾽ ἀθέσμως,
αὐτοὶ σήματ᾽ ἔχοντες ὁμοίια: τοὺς δ᾽ ἀπέδοσθε,
πολλάκι καὶ τρὶς ἕκαστον ὃ δὲ τρίτον, ἱεροσυλεῖς
μάρτυρας οὓς φιλέεις: Σοδομίτιδες ἤξατε πηγαί.

εἰς τοὺς αὐτοὺς καὶ κατὰ τυμβωρύχων

[Επεξεργασία]

παῖδες χριστιανῶν τόδ᾽ ἀκούσατε: οὐδὲν ὁ τύμβος:
πῶς οὖν ὑμετέρους χώννυτ᾽ ἀριπρεπέας;
ἀλλ᾽ ἔστιν καὶ πᾶσι γέρας τόδε, μηδὲ τάφοισιν
βάλλειν ἀλλοτρίοις δυσμενέας παλάμας.
εἰ δ᾽ ὅτι μὴ νέκυς οἶδε τὰ ἐνθάδε, τοῦτ᾽ ἀδίκαστον,
πείθομαι, ἢν σὺ φέρῃς πατρὸς ὕβριν φθιμένου.

εἰς τοὺς αὐτοὺς καὶ κατὰ τυμβωρύχων

[Επεξεργασία]

Τυμβολέται, γάστρωνες, ἐρευγόβιοι, πλατύνωτοι,
μέχρι τίνος: τύμβοις Μάρτυρας ἀλλοτρίοις
τιμᾶτ᾽, εὐσεβέοντες ἃ μὴ θέμις; ἴσχετε λαιμούς,
καὶ τότε πιστεύσω Μάρτυσιν ἦρα φέρειν.

πρὸς τοὺς ἀπὸ τῶν ἐκ τάφων λίθων ναοὺς οἰκοδομοῦντας

[Επεξεργασία]

τιμὴ Μάρτυσίν ἐστιν ἀεὶ θνῄσκειν βιότητι,
αἵματος οὐρανίου μνωομένους μεγάλου,
τύμβοι δὲ φθιμένοις: ὃς βήματα δ᾽ ἡμὶν ἐγείρει
ἀλλοτρίοισι λίθοις, μηδὲ τάφοιο τύχοι.

πρὸς τοὺς ὲν μαρτυρίοις τρυφῶντας

[Επεξεργασία]

Μάρτυρες, αἷμα Θεῷ μεγάλην ἐσπείσατε λοιβήν,
καὶ μέντοι θεόθεν ἄξια δῶρ᾽ ἔχετε,
βήμαθ᾽, ὕμνους, λαούς, εὐχῶν σέβας. ἀλλ᾽ ἀπὸ τύμβων
φεύγετε, νεκροκόμοι, Μάρτυσι πειθόμενοι.

πρὸς τοὺς αὐτούς

[Επεξεργασία]

δαίμοσιν εἰλαπίναζον, ὅσοις τὸ πάροιθε μεμήλει
δαίμοσιν ἦρα φέρειν, οὐ καθαρὰς θαλίας:
τούτου χριστιανοὶ λύσιν εὕρομεν, ἀθλοφόροισι
στησάμεθ᾽ ἡμετέροις πνευματικὰς συνόδους.
νῦν δέ τι τάρβος ἔχει με: ἀκούσατε οἱ φιλόκωμοι:
πρὸς τοὺς δαιμονικοὺς αὐτομολεῖτε τύπους.

κατὰ τυμβωρύχων

[Επεξεργασία]

μηκέτι πηκτὸν ἄροτρον ἀνήρ ἐπὶ γαῖαν ἐλαύνοι,
μὴ πέλαγος πλώοι,. μὴ δόρυ θοῦρον ἔχοι:
ἀλλὰ φέρων σκαπάνην τε καὶ ἄγριον ἐν φρεσὶ θυμόν,
ἐς τύμβους πατέρων χρυσὸν ἴοι ποθέων
ὁππότε καὶ τοῦτόν τις ἐμὸν περικαλλέα τύμβον
σκάψεν ἀτασθαλέων εἵνεκα κερδοσύνης. [p. 478]

ἑπτὰ βίοιο πέλει τάδε θαύματα: τεῖχος, ἄγαλμα,
κῆποι, πυραμίδες, νηός, ἄγαλμα, τάφος:
ὄγδοον ἔσκον ἔγωγε πελώριος ἐνθάδε τύμβος,
ὑψιπαγής, σκοπέλων τῶνδ᾽ ἀποτῆλε θέων
πρῶτος δ᾽ ἐν φθιμένοισιν ἀοίδιμος, ἔργον ἄπληστον
τῆς σῆς, ἀνδροφόνε, μαινομένης παλάμης.

ἦν ὅτε ἦν ἀτίνακτος ἐγὼ τάφος οὔρεος ἄκρην
πουλὺς ὑπερτέλλων τηλεφανὴς σκόπελος:
νῦν δέ με θὴρ ἐτίναξεν ἐφέστιος εἵνεκα χρυσοῦ:
ὧδε δ᾽ ἐτινάχθην γείτονος ἐν παλάμαις.

κατὰ τυμβωρύχων

[Επεξεργασία]

τὸν τύμβοιο τόσου ληίστορα, ὃν πέρι πάντῃ
λάων τετραπέδων ἀμφιθέει στέφανος,
ἄξιον αὐτίκ᾽ ἔην, αὐτῷ ἐνὶ σήματι θέντας
αὖθις ἐπικλεῖσαι χάσματα δυσσεβέι.

κατὰ τυμβωρύχων

[Επεξεργασία]

ἔργον ἀλιτρὸν ὄπωπα, κεχηνότα τύμβον, ὁδεύων
χρυσοῦ ταῦτα πέλει ἔργματα τοῦ δολίου:
εἰ μὲν χρυσὸν ἔχεις, εὗρες κακὸν εἰ δ᾽ ἄρα κεινὸς
ἔνθεν ἔβης, κενεὴν μήσαο δυσσεβίην.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

ὁσσάτιον παράμειψα βροτῶν βίον οὐδ᾽ ἄρ᾽ ἔμελλον
ἐκφυγέειν παλάμας γείτονος οὐλομένας,
ὅς με καὶ αἰπὺν ἐόντα χαμαὶ βάλε νηλέι θυμῷ,
οὔτε Θεὸν δείσας, οὐθ᾽ ὁσίην φθιμένων. [p. 480]

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

τὸν τύμβων κακοεργὸν ἀλάστορα φεύγετε πάντες:
ἠνίδ᾽ ὅσην σκοπιὴν ῥήξατο ῥηιδίως:
οὐ μὲν ῥηιδίως ἐρρήξατο: ἀλλ᾽ ἀποτῆλε
χάζεσθε: φθιμένους ὧδ᾽ ἂν ἀρεσσάμεθα.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

αἰαῖ ὥς τι κακὸν προτιόσσομαι ἐγγύθεν ἤδη
τοῖσί τε τυμβορύχοις, τοῖς τε περικτιόσιν,
σήματος ὑψιθέοντος ὀλωλότος: ἀλλὰ τὸν ἐχθρὸν
οἶδε δίκη: δακρύειν δ᾽ ἡμέτερον φθιμένους.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

Μαυσώλου τάφος ἐστὶ πελώριος, ἀλλὰ Κάρεσσι
τίμιος: οὔτις ἐκεῖ τυμβολέτις παλάμη:
Καππαδόκεσσιν ἔγωγε μέγ᾽ ἔξοχος, ἀλλὰ δέδορκας
οἷα πάθον στήλῃ γράψατε νεκροφόνον.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

τοῖχος ἐνὶ προπόδεσσι καὶ ὄρθιος: ἔνθεν ἔπειτα
ὕπτιος, ἐκ λαγόνων εἰς ἓν ἀγειρομένων
τύμβος ἔην, καθύπερθε λόφου λόφος: ἀλλὰ τί ταῦτα
οὐδὲν χρυσοφίλαις οἳ μ᾽ ἐτίναξαν ὅλον.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

νεκρῶν νεκρὰ πέλοι καὶ μνήματα: ὃς δ᾽ ἀνεγείρει
τύμβον ἀριπρεπέα τῇ κόνι, τοῖα πάθοι:
οὐ γὰρ ἂν οὗτος ἀνήρ τὸν ἐμὸν τάφον ἐξαλάπαξεν,
εἰ μὴ χρυσὸν ἔχειν ἤλπετο ἐκ νεκύων. [p. 482]

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

τίς τίνος; οὐκ ἐρέει στήλη: πρὸ γὰρ ὤλετο τύμβου.
‘τίς χρόνος; ἀρχαίης σῆμα τόδ᾽ ἐργασίης.’
τίς δὲ ς1᾽ ἐνήρατο; εἰπέ φόνος τόδε. χεῖρες ἀλιτραὶ
‘γείτονος. ὡς τί λάβῃ; χρυσόν. ἔχοι σκοτίην.’

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, ἴσθι με ταῦτα
τοῦ νεοκληρονόμου χερσὶ παθόντ᾽ ἀδίκως:
οὐ γὰρ ἔχον χρυσόν τε καὶ ἄργυρον, ἀλλ᾽ ἐδοκήθην,
κάλλεϊ μαρμαίρων τοσσατίων λαγόνων.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

στῆθι πέλας, καὶ κλαῦσον ἰδὼν τόδε σῆμα θανόντος,
εἴποτ᾽ ἔην, νῦν αὖτε τάφον δηλήμονος ἀνδρός:
σῆμα πέλω μὴ τύμβον ἐγείρειε βροτὸς ἄλλος.
τί πλέον, εἰ παλάμαισι φιλοχρύσοισιν ὀλεῖται;

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

αἰὼν καὶ κληῖδες ἀμειδήτου θανάτοιο,
καὶ λήθη, σκοτίης βένθεα, καὶ νέκυες,
πῶς ἔτλη τύμβον τις ἐμὸν ἔπι χεῖρας ἐνεγκεῖν;
πῶς ἔτλη; φθιμένων κήδεται οὐδ᾽ ὁσίη;

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

τέτρωμαι πληγῇσιν ἀεικελίῃσιν ὁ τύμβος
τέτρωμ᾽, ὥς τις ἀνὴρ ἐν δαῒ λευγαλέῃ.
ταῦτα φίλα θνητοῖσι; τὸ δ᾽ αἴτιον ὡς ἀθέμιστον
τὸν νέκυν οἶον ἔχων, χρυσὸν ἀποξέομαι, [p. 484]

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

πρός σε Θεοῦ ξενίου λιτάζομαι, ὅστις ἀμείβεις
τύμβον ἐμόν, φράζειν ‘ τοῖα πάθοις ὁ δράσας.’
οὐκ οἶδ᾽ ὅντινα τύμβος ἔχει νέκυν ἀλλ᾽ ἐρέω γε
δάκρυ᾽ ἐπισπένδων ‘τοῖα πάθοις ὁ δράσας.’

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

πάντα λιπών, γαίης τε μυχοὺς καὶ πείρατα πόντου,
ἦλθες ἔχειν ποθέων χρυσὸν ἐμοῦ νέκυος.
νεκρὸν ἔχω καὶ μῆνιν ὀλωλότος: ἤν τις ἐπέλθῃ,
ταῦτ᾽ εἰ λείζῃ, δώσομεν ἀσπασίως.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

εἴ σοι χρυσὸν ἔδωκα μόνῳ μόνος,, οὐκ ἐφύλασσες
τοῦθ᾽ ὅπερ εἰλήφεις; ἢ κακὸς ἦσθ᾽ ἂν ἄγαν.
εἰ δὲ τάφον σκάπτεις, τὴν αἰδέσιμον παραθήκην,
καὶ τόδ᾽ ἐπὶ χρυσῷ, ἄξιος, εἰπέ, τίνος;

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

τοὺς ζῶντας κατόρυσσε: τί γὰρ νεκροὺς κατορύσσεις;
ἄξιοί εἰσι τάφων, οἳ σὲ ζῆν εἴασαν οὕτω,
τὸν τῶν οἰχομένων ὑβριστὴν καὶ φιλόχρυσον.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

καὶ σύ, τάλαν, παλάμῃσι τεαῖς ἢ μύστιν ἐδωδὴν
δέξῃ θαρσαλέως, ἢ Θεὸν ἀγκαλέσεις
χείρεσιν αἷς διόρυξας ἐμὸν τάφον; ἦ ῥα δίκαιοι
οὐδὲν ἔχουσι πλέον, εἰ σὺ τάλαντα φύγοις. [p. 486]

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

φησὶ Δίκη:

    τίς πίστις, ὅτ᾽ ὤλεσας ὃν λαγόνεσσι
    σῇσιν ἔδωκα, νέκυν, γαῖα φίλη, φθίμενον;


    οὐ γαίη μ᾽ ἐτίναξεν ἀτάσθαλος ὤλεσεν ἀνήρ,
    καὶ φιλοκερδείης εἵνεκα. τοῦτον ἔχε.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

πρόσθε τάδ᾽ ἦεν ἄσυλα: θεός, νέκυς. ἀλλὰ Θεὸς μὲν
ἵλαος: εἰ δὲ νέκυς, ὄψεθ᾽ ὁ τυμβολέτης.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

ἦ ῥά σε δινήσουσιν Ἐρινύες: αὐτὰρ ἔγωγε
κλαύσομ᾽ ἀποφθιμένους, κλαύσομ᾽ ἄγος παλάμης.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

Λήξατε, τυμβοχόοι, ναὶ λήξατε βένθεσι γαίης
κεύθειν τοὺς φθιμένους: εἴξατε τυμβολέταις.
νεκρῶν καὶ τάδε γ᾽ ἐστὶ σοφίσματα, ὡς φιλόχρυσον
εὕρωσιν παλάμην, σήματα τοῖα χέειν.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

τίς ς1᾽ ἀνέηκεν, ἄπληστε, τόσον κακὸν ἀντὶ τόσοιο
κέρδεος ἀλλάξαι, μηδὲ παρεσταότος;

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

στῆλαι καὶ τύμβοι, μέγα χαίρετε, σήματα νεκρῶν
οὐκέτι κηρύξω μνήμασι τοὺς φθιμένους,
ἡνίκα τὸν περίφαντον ἐμὸν τάφον ὤλεσε γείτων.
γαῖα φίλη, σὺ δέ μοι δέχνυσο τοὺς φθιμένους. [p. 488]

πρὸς τοὺς αὐτούς

[Επεξεργασία]

στῆλαι, καὶ πλακόεντες ἐν οὔρεσιν, ἔργα Γιγάντων,
τύμβοι, καὶ φθιμένων ἄφθιτε μνημοσύνη,
σεισμὸς πάντα βράσειεν, ἐμοῖς νεκύεσσιν ἀρήγων,
οἷς ἔπι χεὶρ ὀλοὴ ἦλθε σιδηροφόρος.

πρὸς τοὺς αὐτούς

[Επεξεργασία]

ἡνίκα τὸν περίβωτον ἐπ᾽ οὔρεος, ἄγριε Τιτάν,
τύμβον ἀνερρήξω, πῶς ἔσιδες νέκυας,
ὡς δ᾽ ἔσιδες, πῶς χεῖρες ἐπ᾽ ὀστέα; ἦ τάχα κέν σε
τῇ σχέθον, εἰ θέμις ἦν τοῖσδ᾽ ἕνα τύμβον ἔχειν.

πρὸς τοὺς αὐτούς

[Επεξεργασία]

σήματα, καὶ σποδιή, καὶ ὀστέα, οἵ τε πάρεδροι
δαίμονες, οἵ φθιμένου ναίετε τόνδε λόφον,
τόνδ᾽ ἀλιτρὸν τίννυσθε, ὃς ὑμέας ἐξαλάπαξεν.
τῶν δὲ περικτιόνων δάκρυον ὕμμιν ὅσον.

κατὰ τυμβωρύχων

[Επεξεργασία]

Τύμβοι, καὶ σκοπιαί, καὶ οὔρεα, καὶ παροδῖται,
κλαύσατε τύμβον ἐμόν, κλαύσατε τυμβολέτην
ἠχὼ δ᾽ ἐκ σκοπέλων Πυματηγόρος ἀντιαχείτω
τῶνδε περικτιόνων ‘ κλαύσατε τυμβολέτην.’

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

κτείνετε, ληίζεσθε, κακοὶ κακοκερδέες ἄνδρες:
οὔτις ἐπισχήσει τὴν φιλοχρημοσύνην.
εἰ τάδ᾽ ἔτλης, κακοεργέ, κακόφρονος εἵνεκα χρυσοῦ,
πᾶσι τεὴν ἐπέχειν ἁρπαλέην παλάμην.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

οὗτος ἔπερσεν ἐμὸν φίλιον τάφον ἐλπίδι κούφῃ,
ὃν μοῦνον κτεάνων ἔνθεν ἀπῆλθον ἔχων
καὶ τοῦτόν τις ἀλιτρὸς ἑαῖς παλάμαις ὀλέσειεν,
ἐκ δ᾽ ὀλέσας τύμβου τῆλε βάλοι πατέρων.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

τίς τὸν ἐμὸν διέπερσε φίλον τάφον, οὔρεος ἄκρης
τῆσδ᾽ ἀναειρόμενον ἡλίκον ὁσσατίης;
χρυσὸς ἔθηξε μάχαιραν ἐπ᾽ ἀνδράσι: χρυσὸς ἄπληστον
κύμασι χειμερίοις ὤλεσε ναυσιβάτην
κἀμὲ χρυσὸς ἔπερσε μέγαν περικαλλέα τύμβον
ἐλπισθείς: χρυσοῦ δεύτερα πάντ᾽ ἀδίκοις.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

πολλάκι ναυηγοῖο δέμας κατέχωσεν ὁδίτης
κύμασι πλαζόμενον, πολλάκι θηρολέτου:
ἤδη καὶ πολέμῳ τις ὃν ὤλεσεν ἀλλ᾽ ἐμὲ γείτων
χωσθέντ᾽ ἀλλοτρίαις χερσὶν ἔπερσε τάφον.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

ὦ χρυσοῦ δολίοιο, πόσον κακὸν ἔπλεο θνητοῖς:
ζῶσιν καὶ φθιμένοις χεῖρα φέρεις ἀδικῶν
οἷς γὰρ ἐμὸν τύμβον τε καὶ ὀστέα δῶκα φυλάσσειν,
τῶνδ᾽ ὑπὸ ταῖς μιαραῖς ἐξολόμην παλάμαις.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

πάντ᾽ ἔθανεν νεκύεσσι. τί παίζομεν; οὔτις ἔτ᾽ αἰδὼς
ἐκ ζώντων φθιμένοις: δέρκεο τόνδε τάφον,
ὃν γ᾽ ἐλπὶς χρυσοῖο διώλεσε, τόσσον ἐόντα
θαῦμα παρερχομένοις, θαῦμα περικτίοσιν. [p. 492]

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

λίσσομαι: ἤν γε θάνω, ποταμῷ δέμας ἠὲ κύνεσσιν
ῥίψατε, ἠὲ πυρὶ δάψατε παντοφάγῳ:
λώιον ἢ παλάμῃσι φιλοχρύσοισιν ὀλέσθαι.
δείδια, τόνδε τάφον τοῖα παθόνθ᾽ ὁρόων.

δήποτε Κῦρος ἄναξ βασιλήιον ὡς ἀνέῳξεν
τύμβον ἐπὶ χρυσῷ, γράμμα τόδ᾽ εὗρε μόνον
‘ οἴγειν ἀπλήστοιο τάφους χερός.’ ὣς δὲ σὺ τόσσον
σῆμα τόδ᾽ οὐχ ὁσίαις οἶξας, ἄνερ, παλάμαις.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

ὃς κακὸς οὐ φθιμένοισι, τάχ᾽ ἂν φθιμένοισιν ἀρήγοι
ὃς δ᾽ οὐδὲ φθιμένοις, οὔποτ᾽ ἂν οὐ φθιμένοις.
ὣς δὲ σὺ τοῖς φθιμένοισιν ἐπεὶ τάφον ἐξαλάπαξας,
οὔποτ᾽ ἂν οὐ φθιμένοις χεῖρα φέροις ὁσίην.

πρὸς τοὺς αὐτούς

[Επεξεργασία]

Μαρτύρομ᾽: οὐδὲν ἔχω: πτωχὸς νέκυς ἐνθάδε κεῖμαι:
μή με τεαῖς ἀτίσῃς τυμβοφόνοις παλάμαις:
οὐδὲ γὰρ οὗτος ἔχεν;χρυσὸν τάφος, ἀλλ᾽ ἐδαΐχθη:
πάντα φιλοχρύσοις ἔμβατα: φεῦγε Δίκη.

πρὸς τοὺς αὐτούς

[Επεξεργασία]

οἱ τύμβοι ‘φθιμένοισιν ἀρήξατε’ εἶπον ἅπαντες,
ἡνίχ᾽ ὁ λυσσήεις τόνδ᾽ ἐτίνασσε τάφον.
οἱ νέκυες τύμβοισι:

    ῥέξομεν; αὖθις ἀέρθη
    ὡς ἐπὶ βουκτασίᾐ γαῖαν ἀφεῖσα Δίκη.

ὁμοίως

[Επεξεργασία]

ἤλυθεν εἰς Ἀίδην τις: ὁ δ᾽
ἔπτατο: ἄλλος ὄλεσσε
θῆρας: ὁ δὲ πλεκτὸν υἱέϊ τεῦξε δόμον
τούτων οὗτος ἀνήρ οὐ δεύτερον ἔργον ἔρεξεν,
τόνδε τάφον ῥήξας χείρεσιν οὐχ ὁσίαις.

πρὸς τοὺς αὐτούς

[Επεξεργασία]

εἰ τόσον ἔργον ἔγειρας ὀλωλότι, οὐ μέγα θαῦμα:
εἰ δὲ τόσον διέπερσας, ἀοίδιμος ἐσσομένοισιν
καὶ σέ τις ἐν μεγάλοισιν ἀριθμήσει κακοεργοῖς,
τύμβον ἀναρρήξανθ᾽ , ὃν καὶ τρομέουσι φονῆες.

πρὸς τοὺς αὐτούς

[Επεξεργασία]

χρυσὸς μὲν Ῥοδίοισιν ἐπέκλυσε: σοὶ δ᾽ ἀπὸ τύμβων
χρυσὸν φέρει σίδηρος, ὃς κακὸν φέρει:
ὄρυσς1᾽ ὄρυσσε πάντας: ἦ τάχ᾽
ἂν σέ τις
τύμβος κ᾽ ἐξολέσειε πεσών, νεκύεσσι δ᾽ ἀρήγοι.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

τύμβος ἔην νῦν δ᾽
εἰμὶ λίθων χύσις, οὐκέτι τύμβος.
ταῦτα φιλοχρύσοις εὔαδε: ποῖα δίκη.

αἰαῖ καὶ τέφρη γενόμην, καὶ χεῖρας ἀλιτρῶν
οὐκ ἔφυγον χρυσοῦ τίπτε χερειότερον; [p. 496]

πρὸς τοὺς αὐτούς

[Επεξεργασία]

ἅζομαι ἀνδρομέης γενεῆς ὕπερ, εἴ σε τις ἔτλη,
τύμβε, χαμαὶ βαλέειν οὐχ ὁσίαις παλάμαις.

πρὸς τοὺς αὐτούς

[Επεξεργασία]

τύμβος ἐγώ, σκοπιή τις ἀπ᾽ οὔρεος: ἀλλά με χεῖρες
θῆκαν ἴσον δαπέδῳ: τίς τάδ᾽ ἄνωξε νόμος;

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

οὗτος ἐμὸς δόμος ἦεν ὀλωλότος: ἀλλὰ σίδηρος
ἦλθ᾽ ἐπ᾽ ἐμῷ τύμβῳ: σὸν δόμον ἄλλος ἔχοι.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

τὴν σκαπάνην ἐπ᾽ ἄρουραν, ἐμῷ δ᾽ ἐπὶ σήματι βάλλειν
δάκρυα, μὴ παλάμας: ἥδε δίκη φθιμένων.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

τὴν σκαπάνην ἐπ᾽
ἄρουραν ἐμοῦ δ᾽ ἀποχάζεο τύμβου,
χάζεο: οὐδὲν ἔχω πλὴν ζακότων νεκύων.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

εἴ ς1᾽, ἄπληστε, τάφων δηλήμονα τοῖον ἐώλπειν,
πάσσαλος ἂν τῇδε καὶ τροχὸς ἐκρέματο.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

τίπτε μ᾽ ἀνοχλίζεις κενεὸν τάφον; ὀστέα μοῦνα
κεύθω καὶ σποδιὴν τοῖσιν ἐπερχομένοις. [p. 498]

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

τύμβος ἐγώ, τύμβων πανυπέρτατος: ἀλλ᾽ ἐμὲ ᾦξεν,
ὥς τινα τῶν πολλῶν, ἀνδροφόνος παλάμη:
ἀνδροφόνος παλάμη με διώλεσε: λήξατε τύμβων,
θνητοί, καὶ κτερέων. δεῦτ᾽ ἐπὶ νεκρά, κύνες:
δεῦτ᾽ ἐπὶ νεκρά, κύνες. χρυσοῦ διφήτορες ἄνδρες
ἤδη καὶ νεκύων χρυσολογοῦσι κόνιν.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

ἄλλος τύμβον ἔγειρε, σὺ δ᾽ ὤλεσας: ἄλλος ἐγείροι
σὸν τάφον, εἴγε θέμις: ἄλλος ἔραζε βάλοι.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

ἤδη καὶ νεκύεσσιν ἐπέχραον οἱ φιλόχρυσοι:
φεύγετε ἐκ τύμβων, εἰ σθένος, οἱ φθίμενοι.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

τίπτε μ᾽
ἀνοχλίζεις; νεκύων ἀμενηνὰ κάρηνα
μοῦνα φέρω: τύμβων ὀστέα πλοῦτος ἅπας.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

δαίμονας, οἵ με ἔχουσιν, ἀλεύεο: οὔτι γὰρ ἄλλο
τύμβος ἔχω: τύμβων ὀστέα πλοῦτος ἅπας.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

εἰ χρυσοῦ δόμος ἦεν ὅλος τάφος, ὦ φιλόχρυσε,
οὔποτ᾽ ἔδει τοίην χεῖρα φέρειν φθιμένοις. [p. 500]

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

λήθη καὶ σιγὴ νεκύων γέρας: ὃς δ᾽ ἀλάπαξεν,
οὗτος ἐμὸν πολλοῖς θῆκεν ἄεισμα τάφον.

==ὁμοίως==

πάντ᾽ ἔχετε ζώοντες: ἐμοὶ δ᾽ ὀλίγοι τε φίλοι τε
λᾶες τῷ φθιμένῳ: φείδεο τοῦ νέκυος.

πρὸς τοὺς αὐτούς

[Επεξεργασία]

οὐ χρυσοῦ δόμος εἰμί: τί τέμνομαι; αὐτὸς ἔγωγε
τύμβος, ὃν ὀχλίζεις: πλοῦτος ἐμοῦ νέκυες.

ὁμοίως

[Επεξεργασία]

τύμβος ἐγὼ κλέος ἦα περικτιόνων ἀνθρώπων
νῦν δ᾽ εἰμὶ στήλη χειρὸς ἀλιτροτάτης.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

εἰ λίην φιλόχρυσον ἔχεις κέαρ, ἄλλον ὀρύσσειν
χρυσὸν ἐμοὶ δ᾽ οὐδὲν πλὴν φθιμένων κτερέων.

ὁμοίως

[Επεξεργασία]

μὴ δείξῃς μερόπεσσι γυμνὸν νέκυν, ἤ σε γυμνώσει
ἄλλος: ὁ δὲ χρυσὸς πολλάκις ἐστὶν ὄναρ.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

οὐχ ἅλις ἦε βροτοῖσι βροτοὺς ἐπὶ χεῖρας ἰάλλειν,
ἀλλὰ καὶ ἐκ νεκύων σπεύδετε χρυσὸν ἔχειν; [p. 502]

ὁμοίως

[Επεξεργασία]

ὑμετέροις τύμβοισιν ἀρήξατε, οἱ τόδ᾽ ὁρῶντες
σῆμα δαϊχθὲν ὅσον. λεύσατε τυμβολέτην.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

τίς με τὸν ἐξ αἰῶνος ἀκινήτοισι λίθοισι
κευθόμενον θνητοῖς δεῖξε πένητα νέκυν;

ὁμοίως

[Επεξεργασία]

τίπτε τάφον διέκερσας ἐμόν, τάλαν ; ὣς διακέρσαι
σοί γε Θεὸς βιοτήν, ὦ φιλόχρυσον ἄγος.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

μῦθος Τάρταρος ἦεν, ἐπεὶ τάφον οὐκ ἂν ἔῳξεν
οὗτος ἀνήρ οἴμοι, ὡς βραδύπους σύ, Δίκη.

ὁμοίως

[Επεξεργασία]

ὡς βραδύπους σύ, Δίκη, καὶ Τάρταρος οὐκέτι δεινός:
οὐ γὰρ ἂν οὗτος ἀνὴρ τόνδ᾽ ἀνέῳξε τάφον.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

ὤμοσα τοὺς φθιμένους, καὶ ὤμοσα Τάρταρον αὐτὸν,
μήποτε τυμβολέταις εὐμενὲς ὄμμα φέρειν.

==ὁμοίως==

οὔρεα καὶ πρῶνες τὸν ἐμὸν τάφον ὥς τιν᾽ ἑταῖρον
κλαύσατε: πᾶς δὲ πέσοι τῷ σφε τεμόντι λίθος. [p. 504]

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

πλούσιός εἰμι πένης: τύμβῳ πολύς, ἔνδον ἄχρυσος:
ἴσθι καθυβρίζων νεκρὸν ἀσυλότατον.

ὁμοίως

[Επεξεργασία]

κἂν στῇς πυθμένος ἄχρις ἐμοὺς κευθμῶνας ὀρύσσων,
μόχθος σοὶ τὸ πέρας ὀστέα μοῦνον ἔχει.

εἰς τοὺς αὐτούς

[Επεξεργασία]

τέμνετε, τέμνετε ὧδε: πολύχρυσος γὰρ ὁ τύμβος
τοῖς ποθέουσι λίθους: τἆλλα δὲ πάντα κόνις.

ὁμοίως

[Επεξεργασία]

γαῖα φίλη, μὴ σοῖσι θανόνθ᾽ ὑποδέχνυσο κόλποις
τὸν τυμβωρυχίης κέρδεσι τερπόμενον.

ὁμοίως

[Επεξεργασία]

ὑβριστὴς ἐπ᾽ ἔμ᾽ ἦλθε τὸν οὐ ζώοντα σίδηρος:
καὶ χρυσὸν ποθέων εὗρε πένητα νέκυν.