Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/VII/614 Αγαθία

Από Βικιθήκη
AP VI 614 Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξις
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξις, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 614 (AP VII 614)


VII 614 Αγαθία

[Επεξεργασία]
Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξις ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος·
ὄκκα δ' Ἀθηναίηισι σὺν ὁλκάσιν ἐνθάδε κέλσας τὰν Μυτιληναίαν γᾶν ἀλάπαξε Πάχης,
τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνως ἔκτανε τήνας <δὴ> τῆιδε βιησόμενος.
ταὶ δὲ κατ' Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην·
δάμωι δ' ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος, μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην.
τοῖα μέν, ὦ κούρα, πεπονήκατον· ἂψ δ' ἐπὶ πάτραν ἥκετον, ἐν δ' αὐτᾶι κεῖσθον ἀποφθιμένα·
εὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνων εὕδετον ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας·
ὑμνεῦσιν δ' ἔτι πάντες ὁμόφρονας ἡρωΐνας, πάτρας καὶ ποσίων πήματα τισαμένας.