Παλατινή Ανθολογία/VII/614 Αγαθία
Εμφάνιση
(Ανακατεύθυνση από Παλατινή Ανθολογία/VII/614)
←Βιβλίο 6o, 613 | AP VI 614 Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξις Συγγραφέας: Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα) |
Βιβλίο 6o, 615→ |
Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξις, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 614 (AP VII 614) |
VII 614 Αγαθία
[Επεξεργασία]- Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξις ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος·
- ὄκκα δ' Ἀθηναίηισι σὺν ὁλκάσιν ἐνθάδε κέλσας τὰν Μυτιληναίαν γᾶν ἀλάπαξε Πάχης,
- τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνως ἔκτανε τήνας <δὴ> τῆιδε βιησόμενος.
- ταὶ δὲ κατ' Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην·
- δάμωι δ' ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος, μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην.
- τοῖα μέν, ὦ κούρα, πεπονήκατον· ἂψ δ' ἐπὶ πάτραν ἥκετον, ἐν δ' αὐτᾶι κεῖσθον ἀποφθιμένα·
- εὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνων εὕδετον ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας·
- ὑμνεῦσιν δ' ἔτι πάντες ὁμόφρονας ἡρωΐνας, πάτρας καὶ ποσίων πήματα τισαμένας.